Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 17 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1.1
Περὶ τῶν λεγόντων τὴν ἀποκάλυψιν, ἣν λέγουσιν αἱ γραφαὶ τοῖς πιστῶς νοοῦσι, γίνεσθαι ἐν λογισμοῖς καὶ ἑρμηνείαις καὶ οὐχὶ φῶς θεοῦ ἀληθινὸν λάμπειν, ἐκ τῶν γραφῶν τὰς μαρτυρίας λάβωμεν. Τὸ ὁμοειδὲς τῆς δόξης τοῦ φωτὸς τοῦ περιλάμποντος τοὺς ἀξίους ὁ ἀπόστολος συγκρίνων τῇ δόξῃ τοῦ προσώπου Μωϋσέως «ἡμεῖς δέ, φησί, πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι». καὶ αὐτὸν δὲ τὸν Παῦλον ἐν Δαμασκῷ ἀπερχόμενον ἐν τῇ ὁδῷ φῶς θεῖον περιέλαμψεν ἐξαστράψαν ὑπὲρ τὸν ἥλιον. καὶ Στέφανος ἑστὼς εἶπεν· ὁρῶ «τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν» τῆς δυνάμεως. καὶ πάλιν· «ὁ ἀγαπῶν με» φησίν «ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ
17.1.2
ἐμφανίσω αὐτῷ ἐμαυτόν». ἀποδέδεικται οὖν ὅτι οὐκ εἰσὶ ταῦτα νοήματα, ἀλλ' ὑπόστασις καὶ οὐσία καὶ λάμπον θεῖον φῶς τοῦ ἁγίου πνεύματος, ἐπὶ τοῖς ἀξίοις καὶ πιστοῖς· καὶ ἐκ τῶν λοιπῶν δὲ γραφῶν ἀναλεξάμενος εὑρήσεις σύμφωνα πολλὰ τυγχάνοντα. ἐπειδὴ δέ τινες ἑνὶ προσώπῳ τὴν ἀποκάλυψιν μόνον λέγουσιν ἐν ἑρμηνείαις καὶ νοήμασιν, ἐπερειδόμενοι τῇ μαρτυρίᾳ τοῦ ἀποστόλου· «ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ», «ὁ πρῶτος σιγησάτω» καί· «ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς», καὶ ὅτι «λύχνος τοῖς ποσί μου
17.1.3
ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου». ὁμολογοῦμεν καὶ ἡμεῖς εἶναι ἀποκάλυψιν καὶ ἐν ἑρμηνείᾳ γραφῶν ὑπὸ τοῦ πνεύματος γινομένην, ὁμολογησάτωσαν δὲ καὶ αὐτοὶ ἐν οὐσίᾳ καὶ ὑποστάσει φῶς θεϊκὸν ἐλλάμπειν ταῖς καρδίαις τῶν πιστῶν. ἐν δυσὶν ἄρα προσώποις ἡ ἀποκάλυψις ἑρμηνεύεται, ἔν τε νοήμασι καὶ γνώσει γραφῶν καὶ ἐν φωτὶ θεϊκῷ καὶ οὐσιώδει, ὅπερ ἐστὶν ἐπιφαινόμενον καὶ ἐλλάμπον ὑπὲρ τὸ τοῦ ἡλίου φῶς ταῖς ψυχαῖς.
17.2.1
Περὶ τῶν ἀνυπομονήτων καὶ θεμέλιον πίστεως μὴ ἐχόντων, ὅτι αἱ προαιρέσεις τούτων τοιαῦταί εἰσιν· ἐὰν μὴ μεταλάβω χάριν πνεύματος, ἀδυνάτως ἔχω παραμεῖναι, εἰ δὲ λάβω, τότε παραμενῶ. Οὗτος οὐδὲ λαβὼν παραμένει, ὅτι τὰς θλίψεις γενναίως φέρειν οὐ δύναται, μὴ εὐτρεπίσας οὕτως ἑαυτόν. δέον κρίνειν, ὅτι τῷ δεσπότῃ μου κεχρεώστηται παρ' ἐμοῦ πάσῃ εὐνοίᾳ δουλεύειν, καί, εἴτε δίδωσί μοι ἢ οὔ, ἐγὼ οὐκ ἀφίημι τὸν δρόμον. τοῦτο λογιζόμενος, ὅτι οὔκ εἰμι ἄξιος, ἵνα καὶ τὸ ὄνομα αὐτοῦ ἐπικληθῇ ἐπ' ἐμέ. εἰ δὲ καὶ γεέννῃ με παραδώσει κολασθῆναι, ἐγὼ οὐκ ἀφίημι αὐτόν. ὡς καὶ ὁ Ἰώβ· ἐάν με ἀποκτείνῃς, ἐγὼ οὐκ ἀφίημί σε καὶ τῆς ἀκακίας μου οὐ μὴ ἐκσταίην. ὁ τοιοῦτος δικαίως τὴν ζωὴν κληρονομήσει.
17.2.2
Ὁ γὰρ τοῦ θεοῦ ἄνθρωπος εἰς ἕκαστα τῶν ἀρετῶν προκοπὴν λαμβάνει, εἰς ταπεινοφροσύνην, εἰς χρηστότητα, εἰς μακροθυμίαν· ἡ δὲ πάντων τούτων κρηπὶς ἡ πεποίθησίς ἐστιν ἡ πρὸς θεόν. οἱ γὰρ τοιοῦτον θεμέλιον μὴ ἔχοντες ὡς οἱ οἰκοδομοῦντες οἶκον ἄνευ θεμελίου. καὶ ὥσπερ οἱ περὶ τοὺς Μακκαβαίους μεγάλως ἀνδραγαθήσαντες ὑπέταξαν τοὺς ἐχθροὺς αὐτῶν ἐν τῷ σωματικῷ πολέμῳὑπόδειγμα γὰρ λάβωμεν αὐτοὺς ἐν τῷ κατὰ τῶν πνευματικῶν τῆς πονηρίας πολέμῳ, οὕτω καὶ οἱ γενναῖοι καὶ μεγαλόψυχοι τοῦ Χριστοῦ καὶ ἀληθινοὶ πολεμισταί.
17.3.1
Περὶ τοῦ μὴ δεῖν ἀπελπίζειν ὅλως τὸν ἄνθρωπον, ἀλλὰ τῇ ἐλπίδι ἀεὶ χαίρειν· ὅτι τοῦτο βούλεται καὶ ἐπιζητεῖ ὁ πονηρός, τὴν ἀνελπιστίαν ὑποτιθέμενος ταύτῃ τῇ ψυχῇ εἰς τὸ ἀπολέσαι αὐτήν, ἁμαρτημάτων προτέρων ἢ πονηρῶν ἐννοιῶν ὑπόμνησιν φέρων. Ὥσπερ γὰρ οἱ ἐν τῷ πολέμῳ τοὺς ὑπεναντίους ἀναιροῦντες ἅμα τῷ κροῦσαι τῷ ξίφει ἀλαλάζουσι φωνῇ μεγάλῃ, εἰς τὸ φοβῆσαι καὶ πτόησιν ἐμποιῆσαι καὶ τῇ φωνῇ πλέον αὐτοὺς παραλῦσαι, οὕτως ὁ πονηρὸς ὑποτιθέμενος ἐννοίας πονηρὰς καὶ ῥυπαρὰς καὶ ἀκαθάρτους τῇ ψυχῇ ἢ ἕτερά τινα ἀτοπήματα ἢ χαυνότητα ἢ καὶ εἰς παρεκτροπὴν ἁμαρτημάτων τὸν νοῦν ἄγων, εὐθέως ἀνελπιστίαν ὑποτίθεται τῇ ψυχῇ, ὡς μηκέτι δύνασθαι αὐτὴν ἀνακληθῆναι, ἵνα παντελῶς ἀπολέσῃ τὸν ἄνθρωπον. ὧν δὴ ἐννοιῶν οὐ δεῖ φροντίζειν, ἀλλὰ καταφρονεῖν καὶ ἀνδρίζεσθαι τῇ πίστει καὶ τῇ ἐλπίδι τοῦ κυρίου, ὅτι αὐτὸς ἐπηγγείλατο δικαιῶσαι τὸν ἀσεβῆ. εἰ δὲ καὶ παρέτρεψεν ἡμᾶς ἐν τοῖς ἁμαρτήμασιν ἢ διανοήμασιν ὁ σατανᾶς, ἡμεῖς ἐπὶ τὴν ἐλπίδα τοῦ θεοῦ κρεμασθέντες καὶ τῆς τοῦ πονηροῦ συμβουλίας καταφρονήσαντες ὅλῃ καρδίᾳ ἐπὶ τὸν κύριον καταφύγωμεν, ὅπως τῆς ζωῆς ἐπιτυχεῖν δυνηθῶμεν. ὁ κύριος γὰρ διὰ τοὺς ἁμαρτωλοὺς παραγέγονεν, ἵνα ἐκδίκησιν ποιήσῃ τοῖς καταπονουμένοις, ὅτι «πιστός ἐστιν ὁ ἐπαγγειλάμενος».
17.3.2
Δεῖ ἡμᾶς μὴ κατὰ τὸ ἔθος σωματικῶς εὔχεσθαι μηδὲ συνηθείᾳ κραυγῆς μηδὲ συνηθείᾳ γονάτων, ἀλλὰ νηφαλίως ἀεὶ τῷ νῷ προσδοκῶντας τὸν θεόν, πότε ἐπιστῇ καὶ ἐπισκέψεται καὶ ἐλεήσει τὴν ἐν ἀληθείᾳ προσδοκῶσαν αὐτὸν ψυχήν, καὶ λοιπὸν εἴτε χρεία κραυγῆς εἴτε χρεία ἡσυχίας τῷ νῷ νηφαλίως προσέχωμεν. ὥσπερ γὰρ τὸ σῶμα ὅπου ἐὰν ἐργάζηται, ὅλον εἰς τὸ ἔργον ἐστὶ καὶ ἀλλήλοις τὰ μέλη βοηθεῖ, οὕτω καὶ ἡ ψυχὴ εἰς τὴν εὐχὴν μὴ ἤτω ῥεμβομένη τοῖς λογισμοῖς, ἀλλ' ὅσον δύναται βιαζέσθω ἑαυτὴν συναγαγεῖν πανταχόθεν, ἵνα ἡ ψυχὴ καὶ οἱ λογισμοὶ αὐτῆς ἐν τῇ εὐχῇ καὶ ἐν τῇ προσδοκίᾳ τοῦ θεοῦ ὦσιν, αἰτουμένη ἵνα αὐτῇ ἐπιστῇ ὁ ἀληθῶς διδάσκων καὶ διδοὺς εὐχὴν καθαρὰν καὶ θεοῦ ἀξίαν, ἵνα λοιπὸν προσκυνήσῃ ἡ ψυχὴ ἐν πνεύματι ἁγίῳ. καὶ ὥσπερ ὁ πραγματευόμενος οὐ διὰ μιᾶς ὁδοῦ οἶδε πορίζειν κέρδος, ἀλλὰ πανταχόθεν θεωρεῖ, καὶ ἐὰν τύχῃ ἐντεῦθεν ἀποτυχεῖν αὐτόν, ἑτέρῳ ἐπιβάλλειμόνον γὰρ σκοπὸς αὐτῷ ἐστι τὸ κερδῆσαι, οὕτω καὶ ἡμεῖς τὴν εὐχὴν ἡμῶν ποικίλως καὶ ἐντρεχῶς καταρτίσωμεν, τὸ μέγα καὶ ἀληθινὸν κέρδος, διὰ τὸν θεὸν τὸν διδάσκοντα ἡμᾶς πᾶσαν ἀγαθωσύνην ἐξ ἀληθείας, ἵνα ἀναπαυθῇ ὁ κύριος ὁ καθίσας ἐν τῷ θρόνῳ τῆς ψυχῆς ἡμῶν.
17.3.3
Ὥσπερ γὰρ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα ἀπέθετο τὸν ὀνειδισμὸν αὐτοῦ, οὕτω καὶ ἡ ψυχή, ὅταν βλαστήσῃ τὸ ἄνθος τοῦ ἁγίου πνεύματος, ἀποτίθεται τὸν ὀνειδισμὸν τῶν ἐχθρῶν αὐτῆς. Καὶ ὥσπερ τινὰ τῶν πετεινῶν ἐπὰν ἴδωσιν ἐν νυκτὶ πυρὸς αὐγήν, φέρουσιν ἑαυτὰ κατὰ τοῦ πυρὸς καὶ ἀπόλλυνται, οὕτω καὶ ὁ ἄνθρωπος ἐπὶ τὰ χείρω πλανώμενος ἡδέως καὶ ἐν σκότει ἐρχόμενος ῥίπτει ἑαυτὸν εἰς τὰ κακά, καὶ οὕτω λοιπὸν ὑπὸ τοῦ πυρὸς τοῦ σκότους ἀπόλλυται. Τῷ δὲ θεῷ ἡμῶν πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 18. τ. 1 ΛΟΓΟΣ ΙΗʹ.

Intertext edge

Open linked passage

Note