Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 18 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1.1
Τὸ τῆς ψυχῆς νοερὸν καὶ τίμιον κατασκεύασμα ἐν πολλῇ τινι λεπτότητι δυσεξευρέτῳ καὶ βαθύτητι ἀνεξερευνήτῳ τυγχάνει ἀβύσσῳ τινὶ ἐοικός, ὡς τις φησί που· «ἄβυσσον καὶ καρδίαν αὐτὸς ἐρευνᾷ», ἀβύσσῳ τὸ τῆς ψυχῆς
18.1.2
νοερὸν δημιούργημα παρεικάσας. ἐκτραπέντος δὲ τοῦ ἀνθρώπου τῆς ἐντολῆς καὶ ὑπὸ τὴν ἀπόφασιν τῆς ὀργῆς τοῦ θεοῦ γεγονότος, τοῦτον λαβοῦσα ὑποχείριον ἡ ἁμαρτία καὶ αὐτὴ ὥσπερ ἄβυσσός τις τῆς πικρίας ἐν λεπτότητι καὶ βαθύτητι τυγχάνουσα, εἰσελθοῦσα ἔνδον ἀπαρξαμένη τοῦ ἐκτὸς τὰς νομὰς τῆς ψυχῆς κατέσχεν ἕως τῶν βαθυτάτων αὐτῆς ταμείων καὶ χωρίων κατεισελ
18.1.3
θοῦσα καὶ πάθεσιν ἀτιμίας πληρώσασα. τοιούτῳ δέ τινι τρόπῳ παραπλησιάσωμεν τὴν ψυχὴν καὶ τῆς ἁμαρτίας τὴν μετ' αὐτῆς ἕνωσιν, ὥσπερ ἐὰν ᾖ δένδρον μέγιστον, ἔχον πολλοὺς κλῶνας καὶ παρακλώνια καὶ κάρφη καὶ τὴν λοιπὴν τῆς θέσεως κατασκευήν, ἔχῃ δὲ καὶ τὰς ῥίζας ἐν τοῖς βαθυτάτοις τῆς γῆς καὶ αὐτὰς ἐοικυῖας κλάδοις καὶ πάλιν νευραῖς καὶ ἰνῶν ἐκτάσεσι καὶ ἄλλη πολλὴ λεπτότης καὶ πλοκή τις ἐκεῖ τυγχάνει, οὕτω τὰς νομὰς τῶν βαθυτάτων τῆς ψυχῆς μερῶν ἡ παρεισελθοῦσα διὰ τῆς παραβάσεως ἁμαρτία διὰ τῶν παθῶν προκατασχοῦσα ἐν νομῇ καὶ προλήψει καὶ συνηθείᾳ πολλῇ ἐν τῇ ἀνθρωπότητι γέγονεν, ἑκάστῳ συναναστρεφομένη καὶ κακοποιεῖν κρυπτῶς διδάσκουσα.
18.1.4
Ἐπὰν τοίνυν θεία χάρις ἐνεργείας ἐπισκιάσῃ τῇ πιστευσάσῃ καὶ δεηθείσῃ ψυχῇ καὶ βοηθείας τινὸς καὶ καθάρσεως τεύξηται μερικῶς, εἰ τύχοι ἐπὶ κλῶνα τινὰ καὶ ἐν μέρει τινι τῶν τῆς ψυχῆς τόπων ἡ θεία χάρις ἐπεσκίασεν, καὶ μὴ νομίσῃ τις οἰήσει κακίας ἀπατώμενος ἤδη ὅλην τὴν ψυχὴν πεφώτισθαι
18.1.5
καὶ τελείως κεκάθαρται. ἀκμὴν γὰρ πολλὴ νομὴ βαθυτάτη τῆς κακίας ἐκεῖ τυγχάνει καὶ πολλοῦ δεῖται καιροῦ καὶ πόνου καὶ ἐργασίας καὶ σπουδῆς καὶ πίστεως αὐτοῦ τοῦ ἀνθρώπου συμφωνοῦντος καὶ συναινοῦντος τῇ πρὸς αὐτὸν χάριτι, ἵνα τελείως φωτισθῇ καὶ τελείως καθαρισθῇ. καὶ γὰρ ἡ τῆς κακίας μέθοδος λανθάνειν βουλομένη καὶ ἐγκρύπτεσθαι θέλουσα διὰ οἰήσεως τὴν ψυχὴν ἀπατᾷ καὶ ποιεῖ νομίζειν αὐτὴν ὡς ὅτι διὰ τῆς ὀλίγης χάριτος ἤδη κεκάθαρται καὶ ὡς ὅτι ὅλη πεφώτισται, μόνον ἵνα αὐτὴ ἐγκρυπτομένη ἔνδον
18.1.6
λανθανόντως τὰ θελήματα αὐτῆς ἐπιτελῇ. διὰ τοῦτο γὰρ ἀπὸ μέρους ἤρξατο ἡ θεία χάρις τῇ πιστευσάσῃ ψυχῇ ἐπιφοιτᾶν, καίτοι δυναμένη διὰ ῥοπῇς ὥρας καθάραι τὸν ἄνθρωπον καὶ τελείως ἐλευθερῶσαι, ἀλλ' ἵνα δοκιμάσῃ τὴν προαίρεσιν καιροῖς καὶ χρόνοις, εἰ τὴν ἀγάπην πρὸς θεὸν ὁλοκλήρως ἀποσῴζει πάντοτε, μὴ συνδυάζων ἐν μηδενὶ τῷ πονηρῷ συμβούλῳ, ἀλλὰ μόνον τῇ χάριτι ὅλον ἑαυτὸν ἔκδοτον διδοὺς καὶ οὕτως εὐδοκιμούσης τῆς ψυχῆς καὶ εὐαρεστούσης τῷ κυρίῳ χρόνοις καὶ καιροῖς καὶ μετὰ πολλὰς δοκιμασίας τὴν χάριν ἐν μηδενὶ λυπούσης ἐκ τοῦ κατ' ὀλίγον αὐτὴ ἡ χάρις τοῦ
18.1.7
πνεύματος πάλιν νομὴν λαμβάνει ἐν τῇ ψυχῇ. καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μελῶν καὶ μερῶν καὶ διαλογισμῶν ἐρριζοῦται καιροῖς πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῇ χάριτι, ἕως οὗ ὅλη ἡ ψυχὴ περιληφθεῖσα ὑπὸ τῆς ἐπουρανίου χάριτος καὶ ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος κυριευθεῖσα καὶ βασιλευθεῖσα δυνηθῇ ἐξωσθῆναι παντελῶς, ὅλη ἐξ ὅλου ἡ ἁμαρτία τῶν παθῶν καὶ τὸ σκότος τῆς ἁμαρτίας τελείως χωρισθῆναι. τῆς χάριτος λοιπὸν βασιλευούσης ἐν αὐτῷ τῷ σκεύει, ὅλῳ σώματι τὲ λέγω καὶ ψυχή. ὁ μετὰ πολλὰς οὖν δοκιμασίας καὶ πόνους καὶ χρόνους εὐαρεστήσας τῷ πνεύματι καὶ βεβαίως καὶ ἀσφαλῶς καὶ ἑδραίως ἄξιος τοῦ κυρίου καθίσταται.
18.1.8
Εἰ δὲ χάριτος ὀλίγης ἐπιτυχὼν εἰς οἴησιν προκόψει καὶ τοῦ ταπεινοῦ φρονήματος ἐκτὸς γένηται, καὶ οὗπερ ἔχει ὀλίγου χαρίσματος ἀλλότριος καθίσταται διὰ τὴν ἀφροσύνην τῆς νηπιότητος αὐτοῦ. εἰ δὲ καὶ συμπάρεστιν ἡ τῆς ἐνεργείας χάρις κατὰ πολλὴν τοῦ θεοῦ καὶ ἄπειρον φιλανθρωπίαν αὐτοῦ μὴ συμφωνοῦντος τῷ πνεύματι εἰς κατάκρισιν καὶ τιμωρίαν καὶ ἔλεγχον τῷ τοιούτῳ γενήσεται, ὅτι τῆς τοῦ θεοῦ πολλῆς φιλανθρωπίας εἰς αὐτὸν γεγενημένης αὐτὸς τῶν ἰδίων θελημάτων οὐκ ἀνεχώρησεν, πάλιν δὲ ἐξαιτούμενος ὑπὸ τοῦ σατανᾶ εἰς θλίψεις μεγάλας παραδίδοται, ἵνα κἂν διὰ τῶν θλίψεων παιδευθεὶς μάθῃ
18.1.9
ταπεινοφρονεῖν. ὥσπερ γὰρ ὁ Ἰὼβ ἐν τοῖς βιωτικοῖς πλούσιος σφόδρα τυγχάνων καὶ ὑπὸ τοῦ πονηροῦ ἐξητήθη καὶ ἐπειράσθη πρὸς τὴν τοῦ ἀνδρὸς ἄθλησιν τε καὶ δοκιμασίαν. καὶ πάντων γυμνωθεὶς καὶ ἐρημωθεὶς τότε φανερὰν ἔδειξεν αὐτοῦ τὴν πρὸς θεὸν ἀγάπην, οὕτω καὶ ἐάν τις πλουτῇ ἐν τῇ χάριτι τοῦ πνεύματος μὴ ὑπτιούσθω μηδὲ νομιζέτω ἑαυτὸν κατειληφέναι ἢ ἐλευθερῶσθαι μηδὲ καυχάσθω ἐν ἑαυτῷ μήτε ἐπὶ ἀνθρώπων μήτε ἐπαιρέσθω καὶ ἀμεριμνήτω, ἀλλ' ἐν φόβῳ καὶ τρόμῳ ἀεὶ ὑπαρχέτω ὡς φησὶν ἡ γραφή· «ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ» καὶ πάλιν· «μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε» καὶ ἀλλαχοῦ· «μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ», ὅτι ἐν τῇ ἐξουσίᾳ τοῦ θεοῦ ὁ πλοῦτος τῆς χάριτος αὐτοῦ τυγχάνει.
18.1.10
Ἐὰν δὲ μὴ οὕτως ἐν πολλῇ ταπεινότητι καὶ συντριμμῷ τυγχάνῃ, ἐξαιτεῖται ὑπὸ τοῦ σατανᾶ καὶ παραδίδοται ὁ τοιοῦτος καὶ ἀπογυμνοῦται τῆς πρὸς αὐτὸν γενομένης χάριτος καὶ πειράζεται καὶ δοκιμάζεται ἐν θλίψεσι πολλαῖς· καὶ τότε φανεροῦται αὐτοῦ ἡ οἴησις καὶ ὁ μάταιος ὑπτιασμὸς καὶ οὕτω γνωρίζει, ὅτι
18.1.11
αὐτὸς γυμνὸς καὶ ταλαίπωρος ὑπάρχει. ὀφείλει τοίνυν ὁ πλουτῶν ἐν τῇ χάριτι τοῦ θεοῦ ἐν πολλῇ ταπεινώσει καὶ συντρίψει καρδίας ὑπάρχειν καὶ ὡς πτωχὸν καὶ μηδὲν ἔχοντα ἑαυτὸν ἡγεῖσθαι. ἀλλότριον γάρ ἐστιν αὐτοῦ τὸ χάρισμα καὶ ἄλλος ἔδωκεν αὐτὸ καὶ ὅτε βούλεται ὅπερ ἔδωκεν ἀφελέσθαι δύναται, ἵν' οὕτω ταπεινῶν ἑαυτὸν ἐπὶ θεοῦ καὶ ἀνθρώπων δυνηθῇ μεῖναι καὶ φυλαχθῆναι ἐν τῇ πρὸς αὐτὸν τοῦ κυρίου γενομένῃ χάριτι, καθὼς καὶ ὁ κύριος εἶπεν· «ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται». καίπερ ὢν ἐκλεκτὸς τοῦ θεοῦ αὐτὸς παρ' ἑαυτῷ ἀδόκιμος ἤτω, καίπερ ὢν πιστὸς καὶ ἄξιος δοῦλος κυρίου ὡς ἀχρεῖον ἑαυτὸν παντελῶς λογιζέσθω, καίπερ ὢν μέγας παρὰ τῷ δεσπότῃ. αὐτὸς παρ' ἑαυτῷ μηδὲν ὄντα ἑαυτὸν ἡγείσθω. αἱ τοιαῦται ψυχαὶ εὐάρεστοι παρὰ κυρίῳ τυγχάνουσι καὶ ἄπτωτοι διεξελθεῖν τὸν αἰῶνα τοῦτον δυνήσονται, καὶ εἰς τὴν ζωὴν τῆς βασιλείας τελείως εἰσελθεῖν ὑπὸ τοῦ ἁγίου πνεύματος καταξιοῦνται.
18.2.1
Ἡ τοῦ θεοῦ πνευματικὴ τῆς χάριτος ἐνέργεια μετὰ πολλῆς μακροθυμίας καὶ σοφίας καὶ οἰκονομίας τινὸς μυστικῆς καταρτίζεται μετὰ πολλῆς ὑπομονῆς χρόνοις καὶ καιροῖς τοῦ ἀνθρώπου ἀγωνιζομένου. καὶ τότε τῆς χάριτος τὸ ἔργον τέλειον εἰς αὐτὸν ἀποδείκνυται, τῆς αὐτεξουσίου προαιρέσεως μετὰ πολλὴν δοκιμασίαν εὐαρεστεῖν τῷ πνεύματι ἀποδειχθείσης, καὶ διὰ χρόνων πολλῶν τὴν δοκιμὴν καὶ ὑπομονὴν ἐπιδειξαμένης. ταύτην δὲ τὴν ἀκολουθίαν ἀπὸ τῶν θεοπνεύστων γραφῶν διὰ τῶν ἐν φανερῷ γεγενημένων τύπων παραστήσωμεν.
18.2.2
Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν· ἐπὶ τοῦ Ἰωσὴφ ἐν πολλοῖς καιροῖς καὶ χρόνοις τὸ βούλημα τοῦ θεοῦ τὸ περὶ αὐτοῦ ὡρισμένον ἐτελέσθη καὶ ἐν πολλαῖς πρότερον θλίψεσι καὶ πόνοις καὶ στενοχωρίαις δοκιμασθεὶς ὑπέμεινε πάντα γενναίως, καὶ εἰς πάντα δόκιμος καὶ πιστὸς τῷ θεῷ εὑρεθεὶς δοῦλος. τότε βασιλεὺς Αἰγύπτου γέγονε καὶ τὸ γένος αὐτοῦ διέθρεψε καὶ ἡ προφητεία τῶν ὁραμάτων ἀπετελέσθη καὶ τὸ βούλημα τοῦ θεοῦ διὰ χρόνων καὶ οἰκονομίας πολλῆς τὴν πλήρωσιν εἴληφεν.
18.2.3
Ὁμοίως καὶ περὶ τοῦ Δαβίδ. ὁ θεὸς ἔχρισεν αὐτὸν εἰς βασιλέα διὰ Σαμουὴλ τοῦ προφήτου· καὶ ὅτε ἐχρίσθη, τότε ἔφευγε διωκόμενος ὑπὸ τοῦ Σαοὺλ ἀναιρεθῆναι. καὶ ποῦ ἡ χρῖσις τοῦ θεοῦ καὶ ποῦ αἱ ἐπαγγελίαι, ὡς πρὸς τὸ τάχος; μετὰ γὰρ τὸ χρισθῆναι τότε ἐθλίβετο, ἐν ἐρημίαις πελαζόμενος ἕως καὶ ἄρτου ὑστερούμενος καὶ εἰς ἔθνη καταφεύγων διὰ τὴν τοῦ Σαοὺλ ἐπιβουλὴν τὴν πρὸς αὐτὸν γινομένην. ὁρᾷς ὃν ὁ θεὸς ἔχρισεν εἰς βασιλέα, τοιαύταις περιέχεται θλίψεσιν, εἶτα χρόνοις δοκιμασθεὶς καὶ θλιβεὶς καὶ πειρασθεὶς καὶ μακροθυμήσας, ἅπαξ ἐπίστευσε τῷ θεῷ καὶ ἑαυτὸν ἐπληροφόρησεν ὅτι «ἐποίησε διὰ τῆς τοῦ προφήτου χρίσεως εἰς ἐμὲ καὶ ὅπερ εἶπεν ὁ θεὸς γενέσθαι περὶ ἐμοῦ, ἀναμφιβόλως γενέσθαι δεῖ». καὶ διὰ πολλῆς μακροθυμίας ὕστερον γέγονε τὸ τοῦ θεοῦ βούλημα καὶ ἐβασίλευσε Δαβὶδ μετὰ πολλὰς πείρας, καὶ τότε ἐφανερώθη ὁ λόγος τοῦ θεοῦ καὶ ἡ χρῖσις ἡ διὰ τοῦ προφήτου αὐτῷ γενομένη βεβαία καὶ ἀληθὴς ἀπεδείχθη.
18.2.4
Ὁμοίως καὶ περὶ Μωϋσέως. ὁ θεὸς τοῦτον προγνοὺς καὶ προορίσας καὶ προευτρεπίσας εἰς ἡγούμενον καὶ λυτρωτὴν τοῦ λαοῦ, υἱὸν ἐποίησε γενέσθαι τῆς θυγατρὸς Φαραώ, καὶ εἰς πλοῦτον βασιλικὸν καὶ δόξαν καὶ τρυφὴν ηὐξήθη πάσῃ σοφίᾳ Αἰγυπτίων παιδευθείς, καὶ γενόμενος μέγας ἠρνήσατο πάντα ἐκεῖνα, τὴν κακουχίαν καὶ τοὺς ὀνειδισμοὺς τοῦ θεοῦ «μᾶλλον ἑλόμενος, κατὰ τὸν ἀποστολικὸν λόγον, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν»· καὶ φυγὰς Αἰγύπτου γεγονὼς πολὺν χρόνον ἐν ποιμαντικῇ διῆγεν ἐργασίᾳ ὁ εἰς τοσαύτην τρυφὴν καὶ ἀπόλαυσιν βασιλικὴν ἀνατραφείς. καὶ ὕστερον οὕτω δόκιμος τῷ θεῷ καὶ πιστὸς διὰ τῆς πολλῆς μακροθυμίας ἀναδειχθεὶς καὶ ἐν πολλοῖς πειρασμοῖς ὑπομείνας ἐγένετο λυτρωτὴς καὶ ἡγούμενος καὶ βασιλεὺς τοῦ λαοῦ, καὶ θεὸς τοῦ Φαραὼ ὑπὸ τοῦ θεοῦ προσηγορεύθη· δι' αὐτοῦ γὰρ Αἴγυπτον ἐμάστιξε καὶ τὰ μεγάλα θαυμάσια ὁ θεὸς δι' αὐτοῦ εἰς τὸν Φαραὼ ἐνεδείξατο καὶ τέλος ἐν θαλάσσῃ τοὺς Αἰγυπτίους κατεπόντισεν. ἰδοὺ τὸ τοῦ θεοῦ βούλημα καὶ ἡ πρόθεσις μετὰ πόσους χρόνους ἀπεδείχθη καὶ μετὰ πόσης δοκιμασίας καὶ θλίψεως ἐτελειώθη.
18.2.5
Ὁμοίως καὶ περὶ τοῦ Ἀβραάμ. πρὸ πόσων χρόνων ἐπηγγείλατο αὐτῷ ὁ θεὸς υἱὸν χαρίζεσθαι καὶ οὐ παραυτὰ δίδωσιν αὐτόν, ἀλλὰ μεταξὺ πόσα ἔτη δοκιμασίαι καὶ πειρασμοὶ πρὸς αὐτὸν γεγόνασιν. αὐτὸς δὲ μακροθύμως πάντα τὰ ἐπερχόμενα ὑπομείνας καὶ ἑαυτὸν τῇ πίστει πληροφορήσας, ὅτι ὁ ἐπαγγειλάμενος ἀψευδὴς τυγχάνων πληρώσει τὸν ἑαυτοῦ λόγον καὶ οὕτω πιστὸς εὑρεθεὶς ἔτυχε τῆς ἐπαγγελίας.
18.2.6
Ὡσαύτως Νῶε πεντακοσιοστῷ ἔτει κελευσθεὶς ὑπὸ τοῦ θεοῦ τὴν κιβωτὸν κατασκευάζεινἐπηγγειλαμένου μὲν τότε τοῦ θεοῦ κατακλυσμὸν ἐπενεγκεῖν τῷ κόσμῳ, τῷ ἑξακοσιοστῷ δὲ ἔτει ἐπαγαγόντος ἑκατὸν ἔτη ἐμακροθύμησε πιστῶς τὴν κιβωτὸν κατασκευάσας καὶ ἐν μηδενὶ διστάσας, εἰ ἄρα ποιεῖ ὅπερ εἶπεν ὁ θεὸς ἢ οὐ ποιεῖ, ἀλλὰ ἅπαξ τῇ πίστει πληροφορηθεὶς, ὅτι ὅπερ ἐλάλησεν ὁ θεός, ἀναμφιβόλως γενέσθαι δεῖ. καὶ οὕτω δοκίμου τῆς προαιρέσεως αὐτοῦ ἐν πίστει καὶ ὑπομονῇ καὶ μακροθυμίᾳ πολλῇ εὑρεθείσης διεσώθη μόνος μετὰ τοῦ οἴκου αὐτοῦ, τὴν ἐντολὴν καθαρῶς φυλάξας.
18.2.7
Ταύτας δὲ τὰς ἀφορμὰς ἐκ τῶν γραφῶν ἠνέγκαμεν πρὸς τὸ ἀποδεῖξαι, ὅτι ἡ τῆς τοῦ θεοῦ χάριτος ἐν τοῖς ἀνθρώποις ἐνέργεια καὶ τὸ χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, ὅπερ ψυχὴ πιστὴ λαμβάνειν καταξιοῦται, μετὰ πολλοῦ ἀγῶνος καὶ ὑπομονῆς καὶ πολλῆς μακροθυμίας καὶ πειρασμῶν καὶ δοκιμασιῶν γίνεται, τῆς αὐτεξουσίου προαιρέσεως διὰ πασῶν θλίψεων δοκιμαζομένης. καὶ ἐπὰν ἐν πᾶσι δόκιμος εὑρεθῇ καὶ ἐν μηδενὶ τῷ πνεύματι λυπήσῃ, ἀλλὰ τῇ χάριτι διὰ πασῶν ἐντολῶν σύμφωνος γένηται, τότε τῆς τῶν παθῶν ἐλευθερίας τυγχάνειν καταξιοῦται καὶ τῆς υἱοθεσίας τοῦ ἁγίου πνεύματος τὴν πλήρωσιν λαμβάνει καὶ τελείως τὸν ἁγιασμὸν ἐν πληρώματι χάριτος κτᾶται καὶ τέλειος υἱὸς τῆς βασιλείας ἀποδείκνυται, ὥστε τὸ τοῦ θεοῦ πνευματικὸν ἔργον ἐν ψυχῇ γινόμενον μετὰ μακροθυμίας καὶ εὐτονίας καὶ ὑπομονῆς καὶ προσοχῆς πολλῆς καὶ ἀγῶνος καὶ δοκιμασίας ἀποπληροῦται.
18.3.1
Ὥσπερ οὖν ἐν τοῖς πιστοτάτοις πατράσιν ὁ θεὸς τὰς ἐπαγγελίας μετὰ πολλῆς δοκιμασίας καὶ πειρασμῶν καὶ μακροθυμίας καὶ χρόνων οἰκονομήσας τότε ὅπερ ἐπηγγείλατο κατὰ τὸ βούλημα αὐτοῦ ἀπεπλήρου, πιστῶν καὶ δοκίμων καὶ ὑπομονητικῶν καὶ μακροθύμων αὐτῶν εὑρεθέντων, οὕτω καὶ νῦν εἰς τὸν τῶν Χριστιανῶν ἀγῶνα χρόνοις πειρασθέντων καὶ δοκιμασθέντων καὶ πάσῃ ὑπομονῇ δοκίμων καὶ μακροθύμων καὶ πιστῶν εὑρεθέντων ἡ τοῦ θεοῦ ἐπαγγελία καὶ τελεία χάρις τοῦ πνεύματος εἰς αὐτοὺς πληρωθήσεται, ἵν' ὥσπερ χάριτι οὕτω καὶ δικαιοσύνῃ τὴν ζωὴν κληρονομήσωμεν εὐδοκιμήσαντες, καὶ μετὰ τοὺς ἀγῶνας τῶν ἀνδραγαθημάτων τοὺς στεφάνους καὶ τὰ ἐπινίκια τῆς βασι
18.3.2
λείας δικαίως ὦμεν κομιζόμενοι. διὸ τὸ πᾶν τῆς προαιρέσεως ἡμῶν θέλημα θεῷ μόνῳ ἀνενέγκωμεν, ἑαυτοὺς πάντοτε αὐτῷ ἀνατιθέντες καὶ τὸ βούλημα αὐτοῦ μόνου, ὅσον ἐν ἡμῖν δυνατόν, ἐπιτελοῦντες. οὕτω γὰρ ἀλλοτρίους ἑαυτοὺς εἰς πάντα τοῦ χείρονος καταστήσαντες καὶ ἐν μηδενὶ ἑκουσίως ἑαυτοὺς ὑποτάξαντες τοῖς τοῦ πονηροῦ θελήμασιν ἢ κοινωνίαν ἔν τινι μετὰ τῶν παθῶν ποιούμενοι, τότε ἀληθῶς γενναῖοι ἀθληταὶ τοῦ Χριστοῦ ἀποδειχθησόμεθα καὶ τῆς χάριτος αὐτοῦ τὴν μετουσίαν τελείως ἑαυτοῖς κομισόμεθα καὶ τὸν ἁγιασμὸν καὶ τὴν καθαρότητα τῆς καρδίας διὰ τῆς χάριτος αὐτοῦ κτησάμενοι δικαίως καὶ χάριτι τὴν τοῦ θεοῦ βασιλείαν κληρονομῆσαι καταξιωθῶμεν.
18.4.1
Ὃν τρόπον ἀνήρ τις πλούσιος καὶ ἐν πᾶσι κόσμιος βουλόμενος ἑαυτῷ οἶκον κατασκευάσαι, πάσῃ σπουδῇ καλλωπίσας καὶ κοσμήσας εὔχρηστον ἀποδείξει εἰς μονὴν καὶ κατοικητήριον ἑαυτοῦ, οὕτως ὁ Ἀδὰμ ἀπ' ἀρχῆς ἐκτίσθη καὶ διεπλάσθη σκεῦος καθαρὸν καὶ κεκαλλωπισμένον καὶ εὔχρηστον εἰς κατοικητήριον τοῦ δεσπότου, εἰς μονὴν βασιλέως. μετὰ δὲ τὴν παράβασιν «ἐπέσπειρεν ὁ ἐχθρὸς ζιζάνια» καὶ δένδρον πικρὸν ἐφύτευσεν ἐκεῖ.
18.4.2
Καὶ ὥσπερ βασιλεὺς τὰς ὑποκειμένας αὐτῷ πόλεις δι' ἀρχόντων καὶ διοικητῶν πάντοτε ἐπισκεπτόμενος, ἡνίκα δεῖ καὶ αὐτὸς ἐφίσταται καὶ μάλιστα ἐν ἐφόδῳ πολεμίωνπάντα γὰρ τὸν λαὸν τότε συμπαραλαμβάνει, οὕτως ἀπ' ἀρχῆς τοῦ ἀνθρώπου εἰς ἐρημίαν καὶ ἀκαταστασίαν ἐμπεσόντος διὰ πρεσβυτέρων καὶ πατριαρχῶν καὶ προφητῶν καὶ νόμου ὁ θεὸς πάντοτε ἐπισκοπὴν ἐποίει τοῦ ἰδίου ἔργου, ἔσχατον δὲ καὶ αὐτὸς ὁ βασιλεὺς παραγέγονε, δύναμις θεῖα κατὰ τῆς ὑπεναντίας δυνάμεως, παρεμβολὴ ἀγγέλων κατὰ τῆς παρατάξεως τῶν δαιμόνων. γεννᾶται γὰρ ἐκ γυναικὸς παρθένου, ὅπως τὴν καταπεσοῦσαν ψυχὴν διεγείρας ἀνασκευάσῃ καὶ ἀνακαινίσῃ, καὶ ποιήσῃ τέκνα ἄνωθεν διὰ πνεύματος ἁγίου προελθόντα.
18.4.3
Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν ἔργον τῆς θεότητος, ὅτι τὸν ἄσαρκον διὰ σαρκὸς καὶ αἵματος ἐθανάτωσεν. ἐπεὶ τίς ἦν κόπος ἐν πνεύματι αὐτὸν ἀναιρεθῆναι καὶ χωρὶς σαρκὸς θανατωθῆναι; ὅμως εὐδόκησεν ἐν σαρκὶ ὢν καὶ ὡς εὐτελὴς ἄνθρωπος ἀτιμασθῆναι καὶ παθεῖν καὶ «διὰ τοῦ θανάτου καταργῆσαι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ' ἔστιν τὸν διάβολον».
18.4.4
Ὁ ἥλιος ὅλον τὸν κύκλον ἐν οὐρανῷ ἔχων ὅλος εἰς τὴν γῆν νένευκε διακονῶν τοῖς ἐν γῇ καὶ τὰς ἀκτῖνας πανταχοῦ ἐκπέμπων καταλάμπει πάντα, καὶ ἐὰν θελήσῃς ἀτενίσαι τῷ κύκλῳ, πληροῦσαι τοῦ φωτὸς αὐτοῦ, οὕτω καὶ ὁ κύριος τὸν Ἀδὰμ ἐκ τοῦ ἡμετέρου γένους λαβὼν ἀνήνεγκεν ἐν ὑψηλῷ ἐν δεξιᾷ τοῦ πατρός, ὅλον δὲ τὸν νοῦν κάτω ἔχειν ἐποίησε πρὸς τοὺς ὁμογενεῖς, καὶ ὅσοι ἀτενίζουσιν αὐτῷ καὶ ὅλον πέμπουσι τὸν νοῦν πρὸς αὐτόν, πληροῦνται τῆς ἐνεργείας τοῦ πυρὸς τοῦ ἁγίου πνεύματος καὶ τοῦ φωτὸς αὐτοῦ.
18.4.5
Καὶ ὥσπερ τὰ νέφη ὄμβρον βαστάζοντα καὶ διυγραίνοντα καὶ ἐν ὕψει κρεμάμενα τῇ κάτω οὔσῃ διακονεῖ γῇ καὶ τὰ ἐν αὐτῇ φυτὰ διεγείρει καὶ ἀναχλοάζει, οὕτω τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ ὑετοῦ τοῦ θείου αὐτοῦ ὄμβρουγῆ γάρ ἐστι τοῦ θεοῦ ἡ ψυχή, καὶ οὕτω θάλλουσα ἀναζωπυρεῖ, τῶν λογισμῶν βοηθουμένων καὶ ἐνδυναμουμένων.
18.4.6
Καὶ ὥσπερ ἔρεα βαφεῖσα ἀλλάσσει τῆς χροίας τὴν φύσιν, οὕτως ἡ ψυχὴ βαφεῖσα ἀλλάσσεται καὶ μεταβάλλεται ἐκ τῆς ἀρχαίας φύσεως ἀνατρέχουσα καὶ ἀναδυομένη εἰς τὴν τοῦ ἁγίου φωτὸς καὶ πυρὸς φύσιν.
18.4.7
Καὶ ὥσπερ ξύλον εἰς πῦρ βληθὲν ὅλον πῦρ γίνεται καὶ κατακαίει τοὺς πλησιάζοντας ἢ καὶ ἁπτομένους, οὕτω τὰ πνεύματα τῆς πονηρίας ἐπερχόμενα τῇ πνευματοφόρῳ ψυχῇ κατακαίονται.
18.4.8
Διὰ γὰρ τοῦ παρακλήτου μεταβέβληται τὴν φύσιν καὶ ἔστησε τὰς ἐν αὐτῇ πηγαζούσας καὶ ῥεούσας τοῦ θανάτου ὁρμάς, ὡς καὶ τῆς αἱμορροούσης «ἡ τοῦ αἵματος πηγὴ» διὰ τῆς τοῦ θεοῦ δυνάμεως «ἐξηράνθη».
18.4.9
Οἱ ἔμποροι μετὰ τὸ τῆς οἰκίας ἀποστῆναι καὶ ἐν ἀλλοδαπῇ διατρίψαι καὶ αὐξῆσαι τὴν οὐσίαν, ἐὰν συληθῶσιν ὑπὸ λῃστῶν ἐν μέσῃ τῇ ὁδῷ, μάτην τὸν τοσούτου χρόνου ὑπέστησαν κάματον μηδὲν ἔχοντες ἐν χερσί, καὶ ὁ οἰκίαν οἰκοδομῶν ἑαυτῷ μετὰ τὸ τελέσαι ἐὰν ἀποθάνῃ καὶ μὴ καταμείνῃ, οὐδὲν ὠφελήθη ἐκ τῶν πολλῶν πόνων· καὶ οἱ τὴν τῶν Χριστιανῶν ὁδὸν τρέχοντες ἐὰν μὴ ἕως τέλους ἐμμείνωσιν ἐν τῇ ὁδῷ τῆς δικαιοσύνης, οὐδὲν ἐκ τοῦ προλαβόντος κόπου ὠφελήθησαν.
18.4.10
Καὶ ναῦς ἕως ἐστὶν ἐν θαλάσσῃ, καίτοι αἰσίων ἀνέμων κινούντων αὐτὴν ὑπὸ φόβον ἐστί, μήποτε πρὸ τοῦ λιμένος ἐναντίων διεγερθέντων ἀνέμων ὑποβρύχιος γένηται· καὶ ἡ ψυχὴ μετὰ τὴν παρακοὴν μέση δύο πνευμάτων ἐγένετο, ἀγαθοῦ καὶ πονηροῦ, καὶ ἐπεισελθούσης τῆς παλαιᾶς ζύμης τῆς ἁμαρτίας ἐκ δύο πνευμάτων λοιπὸν ἀνέρχονται οἱ λογισμοὶ ἐπὶ τὴν καρδίαν. καὶ εἰσὶν ἐκεῖ καὶ ξένοι τῆς φύσεως λογισμοί, διὰ τοῦτο ὁ συνετὸς διακρίνων τὰ βλάπτοντα ἀπὸ τῶν ὠφελούντων τὰ μὲν ὡς ἐχθρὰ καταδικάζει καὶ ἐξορίζει, τὰ δὲ ὡς φίλα σεμνύνει καὶ διακατέχει.
18.4.11
Οἱ δὲ λόγῳ τὸν Χριστιανισμὸν ἐκμαθεῖν σπεύδοντες ἐοίκασι τυφλοῖς καὶ χωλεύουσι καὶ παντάπασιν ἠχρειωμένοις ἀνδράσι τοῖς ἐπὶ τῶν κλινῶν κατακειμένοις καὶ μηδὲν ἕτερον ποιεῖν δυναμένοις ἢ μόνον λαλεῖν. οὕτω γὰρ καὶ αὐτοὶ τυφλωθέντες καὶ χωλεύοντες καὶ ἀσθενοῦντες κατὰ τὸν ἔσω ἄνθρωπον ἐν τῷ λαλεῖν μόνον σπεύδουσι, μηδὲν τὸ συνόλον ὠφελοῦντες τὰς ἀσθενούσας αὐτῶν ψυχάς.
18.4.12
Ὡς γὰρ ὁ ἀπόστολος Πέτρος λόγῳ καὶ δυνάμει θεοῦ τὸν ἀπὸ γενετῆς χωλὸν διεγείρας καὶ ἐκθεραπεύσας ἅλλεσθαι ἐποίησεν, οὕτω καὶ νῦν ὁ αὐτὸς ζῶν λόγος οὐσιωδῶς καὶ ὑποστατικῶς ἐνεργῶν ἀνιστᾷ τὸν ἔσω ἄνθρωπον ἐκ τῆς χωλότητος εἰς τὸ ἐξάλλεσθαι εἰς τὸν ἀέρα τὸν θεϊκόν.
18.4.13
Ἡ σοφία τοῦ κόσμου, ἣν μανθάνουσιν οἱ ἄνθρωποι, ἀφανὴς τίς ἐστι καὶ ἀνυπόστατος, καὶ ὅμως ὥσπερ φύσις τις παραμένει προσοικειουμένη τῇ ψυχῇ· πόλλῳ μᾶλλον οἱ σοφισθέντες τῇ τοῦ θεοῦ σοφίᾳ καὶ ὁδηγούμενοι ὑπ' αὐτῆς παράμονον ἔχουσι τὴν παιδείαν καὶ τὴν γνῶσιν εἰς αἰῶνα αἰῶνος.
18.4.14
Οἱ ἄνθρωποι τοὺς ἑαυτῶν φίλους ὁρῶντες ἐν τοῖς ἰδίοις οἴκοις τῆς ἀγάπης τὰ σύμβολα, τὴν ἐν τραπέζαις τιμὴν ἐπιδείκνυνται οἱ Χριστιανοὶ δὲ ἐπισκεπτόμενοι τοὺς ἑαυτῶν ἑταίρους εὐωχεῖν ὀφείλουσι τὴν ἐπουράνιον αὐτοῖς παρατιθέντες τράπεζαν καὶ ταύτην μυρίοις καὶ πολυτελέσι κοσμήσαντες ἐδέσμασι τοῖς λόγοις τοῦ πνεύματος, ἀφ' ὧν εὐφραίνεται ἡ ψυχὴ καὶ μανθάνει, πῶς δύναται ἀπὸ τοῦ ἀγαθοῦ ἀμετάθετος εἶναι ὡς στύλος ἰσχυρὸς βαστάζων βάρη οἴκου.
18.4.15
Ὥσπερ δὲ πατὴρ ἔχων υἱὸν ἀγαπώμενον δώσει αὐτῷ μαργαρίτας ἢ ἐνδύματα λαμπρὰ καὶ διδοὺς ἀπειλητικοῖς χρήσεται λόγοις ὑπὲρ τῆς τῶν δοθέντων ἀσφαλείας καὶ περιποιήσεως μήποτε καταφρονήσας ἀπολέσῃ. ἢ ὥσπερ οἱ παιδαγωγοὶ καὶ οἱ διδάσκαλοι ἐκπαιδεύοντες τοὺς ἑαυτῶν μαθητὰς τὸν ἱμάντα προβάλλονται καὶ φόβῳ τῆς μάστιγος σπουδαιότερον προσέχειν τοῖς μαθήμασι ἀναγκάζουσιν, οὕτως ὁ θεὸς τοὺς ἐκλεκτοὺς αὐτοῦ παιδεύει διαφόρως κατ' οἰκονομίαν ἐπιφέρων αὐτοῖς τὰς θλίψεις καὶ προβάλλεται τὴν ἐναντίαν δύναμιν ἄντικρυς τῶν λαμβανόντων τὴν χάριν αὐτοῦ καὶ ἀναγεννωμένων ὑπὸ τοῦ πνεύματος αὐτοῦ. γυμναζόμενοι γὰρ ἐν τοῖς πειρασμοῖς κατορθοῦσι τὴν ὑπομονὴν καὶ ἀκριβῶς διακατέχουσιν ἐν ἀσφαλείᾳ τὰ παρὰ θεοῦ δοθέντα· ἡ γὰρ ἀνθρωπίνη φύσις καθαρεύουσα ἀπὸ τῆς ἁμαρτίας ἐπαίρεται. διὰ τοῦτο λέγει καὶ ὁ θεοφόρος Παῦλος τὸ πνεῦμα τὸ παράκλητον λαβὼν «ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι» ἐν ταῖς ἀποκαλύψεσιν «ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ» λαμβάνει γὰρ κατὰ καιρούς τινας ἐξουσίαν ὁ πονηρὸς κατὰ τῶν ἐν θεῷ τελειουμένων τοῦ θεοῦ τοῦτο παραχωροῦντος κατ' οἰκονομίαν πρὸς τὸ πλήσσειν καὶ κακοῦν διὰ τῶν ἔξωθεν τὸ σῶμα. ἔσωθεν δὲ οὐκέτι ἔχει νομὴν οὐδὲ δύναται εἰσελθὼν ἀδικῆσαι τὴν ψυχήν, ἐπειδὴ ἐν τῇ θεότητι αὐλίζεται ὁ ἔσω ἄνθρωπος περιτειχισθεὶς ὑπὸ τῆς χάριτος· ὥστε εἰ μὴ παρῆν ἡ τοῦ σώματος ἀσθένεια καὶ ὁ σκόλοψ ὁ τοιοῦτος, οὐκ ἂν ἔλεγεν ἑαυτὸν φύσεως ἀνθρωπίνης εἶναι. ἵνα οὖν γνοὺς τὴν ἑαυτοῦ ἀσθένειαν παρακαλέσῃ τὸν θεόν, ταύτην οὕτως ἔχειν παρεχωρήθη· ἴσως γὰρ λογισάμενος, ὅτι θεός εἰμι τὸν κόσμον ὅλον ἂν ἔκρινε καὶ ἐξουδένωσεν.
18.4.16
Ὥσπερ δὲ λύκος ἢ λέων ἐπερχόμενος προβάτοις ἐν ἀσφαλείᾳ οὖσι καὶ ἐν σκέπῃ ἀσφαλεῖ καὶ ἀνεπιβουλεύτῳ κατακεκλεισμένοις καταγελᾶται, μὴ δυνάμενος ἐπιπηδῆσαι ἢ διαρρῆξαι, καὶ πάλιν τὰ πρόβατα ἔνδον ὄντα καὶ τῷ περικειμένῳ τείχει θαρροῦντα οὐ παντελῶς ἄφοβά εἰσιν, ἀλλὰ τρόπον τινὰ ἐπτυρμένα ὁρῶνται διὰ τὴν παρουσίαν τοῦ θηρίου, καίτοι εἰδότα ἀκριβῶς, ὅτι οὐ κυριεύσει αὐτῶν οὐδὲ εἰσελεύσεται εἰς τὴν αὐλὴν ὁ λύκος. ἢ ὥσπερ πόλις τειχήρης ἀκαταγώνιστος, ἔχουσα ἔνδον ἀποκειμένην τῶν ἀναγκαίων τὴν αὐτάρκειαν καὶ πολιορκουμένη, ἔνδον ἀποκεκλεισμένη ἐν πολλῇ πεποιθήσει καὶ ἀμεριμνίᾳ ἐστί, καὶ ὅμως οἱ στρατιῶται φόβον ἔχουσικαίτοι θαρροῦντες τῷ τείχει καὶ τοῖς ἀποκειμέναις τροφαῖς, διὰ τοῦτο καθωπλισμένοι ἀπὸ τῶν τειχῶν κατασκοπεύουσι τοὺς πολεμίους, μήποτε ἐπελθόντες μηχαναῖς τισι κατὰ τῆς πόλεως χρήσωνται. οὕτως ἦν τὰ κατὰ τοὺς ἀποστόλους. πόλεις γὰρ καὶ αὐτοὶ ὑπὸ τοῦ θεοῦ προσηγορεύθησαν, τετειχισμένοι πανταχόθεν τείχει ἀσφαλεῖ, τῷ ἁγίῳ πνεύματι τοῦ θεοῦ, καὶ ἔνδον γέμοντες παντὸς εἴδους ἀγαθοῦ, ἐνδυμάτων καὶ θησαυρῶν ἀεννάων, καὶ ὅμως ἐν τούτοις ὄντες εἶχον ἔνδον τὸν φόβον, οὐχ ὅπως μὴ πέσωσι τῆς ὁδοῦ τῆς ζωῆς, ἀλλ' ἵνα μή τινες βάσκανοι ἢ μισόκαλοι διὰ τὸν ἐν χερσὶ πλοῦτον ἐπελθόντες θλίψωσιν αὐτούς. ἐν ἀγαλλιάσει οὖν εἶχον τὸν φόβον συντηροῦντες τὰ δοθέντα αὐτοῖς ἀπὸ τοῦ θεοῦ. ἐπεὶ καὶ ὁ ψαλμωδὸς λέγει· «δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ». ὁ δὲ ἀπόστολος· «ἔξωθεν φόβοι, ἔσωθεν μάχαι». αἱ δὲ μάχαι δύο ἔχουσι τρόπους ἢ δι' ἀνθρώπων ἐπολεμοῦντο ὑβριζόμενοι, διωκόμενοι, ἢ δυνάμεις τινὲς κατὰ καιροὺς τοῦ πονηροῦ παρεχωροῦντο προσελθεῖν ἔξωθεν τῷ σώματι αὐτῶν τρόπῳ τινὶ τῆς αὐτῆς ὑποθέσεως.
18.5.1
Ἐρώτησις. Δύναται ἁμαρτία οἰκεῖν εἰς τὸν ἄνθρωπον καὶ πνεῦμα ἅγιον καὶ συμφωνεῖν μετ' ἀλλήλων; Ἀπόκρισις. Ἐν ἑνὶ αἰῶνι καὶ κόσμῳ δύο εἰσὶ φύσεις τὸ ἴδιον ἔργον ἐργαζόμεναι καὶ οὐ συμφωνοῦσιν ἀλλήλαις εἰς τὴν ἐνέργειαν. οἷον ἔστιν ἥλιος λάμπων εἰς τὴν ὑπ' οὐρανὸν καὶ ἔστιν ἄνεμος πνέων καὶ οὔτε ὁ ἥλιος μεταλαμβάνει τι ἐκ τῆς αὔρας καὶ τῆς ψυχρίας τοῦ ἀνέμουφύσεως γάρ ἐστι θερμῆς, οὔτε πάλιν ὁ ἄνεμος ἐκ τῆς θέρμης τοῦ ἡλίου μεταλαμβάνει, ἀλλὰ ἑκάτερον αὐτῶν μένει ἐν τῇ ἰδίᾳ ὑποστάσει. οὕτως εἰσι καὶ αἱ ψυχαὶ αἱ γευσάμεναι τῆς χάριτος τοῦ θεοῦ, μηδέπω δὲ φθάσασαι εἰς τέλειον μέτρον. νῦν γὰρ ἐνεργεῖ ἐν αὐταῖς τὸ πνεῦμα τὸ ἅγιον καὶ ἀναπαύει, ἐν ἄλλῃ δὲ ὥρᾳ ἐνεργοῦσιν οἱ ἄνεμοι τῆς πονηρίας, καὶ ἀμφότερα ἐν τῇ ἰδίᾳ ἐργασίᾳ μένει, καὶ οὔτε τὸ ἀκάθαρτον πνεῦμα μετέχει ἐκ τῆς καθαρότητος τοῦ ἁγιασμοῦ οὔτε τὸ πνεῦμα τὸ ἅγιον ἐκ
18.5.2
τῆς ῥυπαρίας τοῦ σκότους μεταλαμβάνει. καὶ καθάπερ ἐν τῷ τοῦ ἔαρος καιρῷ πολλαὶ μεταβολαὶ καὶ ἀλλαγαὶ γίνονται τοῦ ἀέρος, ποτὲ γὰρ σκέπεται ὁ οὐρανὸς ὑπὸ νεφῶν ὅλος καὶ ἔσω ὢν καὶ καλυπτόμενος ὁ ἥλιος οὐκ ἀλλοιοῦται οὔτε ἀδικεῖταί τι ἐκ τῆς ἐπικειμένης ἀχλύος οὔτε μὴν ὁ οὐρανὸς ἀπόλλει τὴν οἰκείαν εὐπρέπειαν, ἀλλ' ἐν τῷ καιρῷ τῆς διαλύσεως τῶν νεφῶν ὁρᾶται ὁ οὐρανὸς τὴν ἰδίαν λαμπρότητα ἀποσῴζων καὶ ὁ ἥλιος ἐν τῇ ἰδίᾳ μένων φύσει καὶ ἀκωλύτως ἐκπέμπων τὰς λαμπρὰς ἀκτῖνας· οὕτω καὶ οἱ ἔτι νηπιάζοντες. οἱ δὲ τέλειοι τὴν τοῦ θερινοῦ καιροῦ ἀποσῴζουσιν εἰκόνα, οὐκέτι εἰσὶ νέφη καὶ ὁμίχλαι, ἀλλὰ ὁ οὐρανὸς καὶ ὁ ἥλιος καθαρεύονται, οὕτω καὶ αὐτοὶ καθαρεύουσι τὸν νοῦν καὶ τὸν ὅλον ἄνθρωπον καί εἰσι πάντοτε ἐν φωτὶ τετελειωμένοι, μηδέν τι ῥύπου μετέχοντες ἐν τῇ ψυχῇ.
18.5.3
Ὥσπερ γὰρ ὁδοιπόρος μακρὰν ὅδον τρέχων καὶ πολλὰς βλέπων βοτάνας καὶ ὄρη καὶ ποταμοὺς καὶ ζῷα καὶ πετεινὰ ὑπ' οὐδενὸς κατέχεται πρὸς τὸ καταγώγιον τρέχων, ἢ ὥσπερ ὁ εἰς πόλιν τινὰ εἰσιὼν καὶ πρὸς τὸ ἴδιον ἐπειγόμενος ἔργον πρὸς οὐδὲν τῶν ἐν τῇ πόλει προκειμένων τρέχει οὐδὲ μετεωρίζεται διὰ τὴν τῆς προθέσεως ἀνάγκην, οὕτως οἱ τέλειοι παντελῶς ἀμέριμνοι ὄντες οὐ κρατοῦνται ἢ ἐμποδίζονται ὑπὸ τῆς κακίας, ἀλλ' ἔστιν ὁ νοῦς αὐτῶν εἰς λιμένα ἀναπαύσεως καὶ εἰς αἰῶνα πάσης ἀπηλλαγμένον κακίας· ἐκεῖ ἔχουσι τὸν σκοπὸν πάντοτε καὶ τὴν πρόθεσιν, καίτοι τῆς κακίας ἔξωθεν μὴ ἡσυχαζούσης μηδὲ ἀνιεμένης, ἀλλὰ μετὰ πλήθους δαιμόνων κατὰ καιρούς τινας εἰς πολλὰς ὁράσεις μεταμορφουμένης καὶ παρισταμένης, καὶ ἐν τούτῳ δὲ τῷ μέρει πολεμοῦντες εὐεργετοῦσι τὴν ψυχήν. ἀποκαλύπτεται γὰρ ἡ τούτων φύσις εἰς τὸν
18.5.4
σοφισθέντα νοῦν γνῶναι αὐτῶν τὰς μεθοδείας· πολυποίκιλοι γάρ εἰσιν. ὡς δὲ τὰ κύματα τῆς θαλάσσης καὶ τὰ ἐν ὄρεσι δένδρα καὶ αἱ τῶν ποταμῶν συνεχεῖς καὶ ἀδιάστατοι ἐπιχύσεις πάντα ὑπερβαίνουσιν ἀριθμόν, οὕτω καὶ τὰ πνεύματα τῆς πονηρίας πάντοτε κινούμενα πολυτρόπως καθ' ἑκάστην ὥραν πολεμεῖ, ἔτι μὴν καὶ ἡ χάρις πλουσίως καὶ διαφόρως ἐνεργεῖ ἐν τοῖς ἀνθρώποις.
18.5.5
Ὥσπερ γάρ τις νέος τὴν ἡλικίαν καὶ ἁδρὸς ταῖς οὐσίαις καὶ κύριος πολλῶν κτημάτων καὶ πλούσιος ταῖς αὐτοῦ ἀποθήκαις ἐναβρυνόμενος τῇ εὐδαιμονίᾳ ὑπερφυσᾶται, ἐπαιρόμενος τοῖς τῶν κολάκων ἐπαίνοις, οὕτω καὶ ἡ φύσις ἡ ἀνθρωπίνη ὅταν εἰς ἀνάπαυσιν καὶ πλοῦτον ἐπουράνιον ἔλθῃ, ἄρχεται τυφοῦσθαι καὶ ἐπαίρεσθαι. διὰ τοῦτο ἐνδίδωσι καὶ ὑποστέλλεται αὐτὴ ἡ χάρις, ὅπως παραδοθεῖσα ἡ ψυχὴ τοῖς πνεύμασι τῆς πονηρίας ταπεινωθῇ καὶ ἐπιγνῶ τὴν ἑαυτῆς ἀσθένειαν πλὴν ἐν ᾧ καιρῷ παραδίδοται ὁ ἄνθρωπος ὁ κύριος κρυπτῶς παρὼν παρακρατεῖ τὴν ψυχὴν καὶ φυλάσσει ἐπεὶ οὐκ ἂν ἠδυνήθη ὑποστῆναι
18.5.6
ὁ ἄνθρωπος τὰς μεθοδείας καὶ θλίψεις τοῦ διαβόλου. οἱ γὰρ πρόσφατον ὑπὸ θεοῦ ἀναγεννώμενοι ἔτι νηπιάζουσι καὶ ἐν νηπιότητι εἰσὶ καὶ ὥσπερ τὰ ἄρτι γεννηθέντα βρέφη πᾶσι τοῖς μέλεσιν ἀπαρτισμένα προέρχεται καὶ διὰ τὴν ἁπαλότητα καὶ σμικρότητα ἐνεργεῖν τί ἢ πράττειν οὐ δύνανταιδιὸ καὶ πολλῆς ἀνατροφῆς καὶ ἐπιμελείας δέονται πρὸς τὸ εἰς τελείαν αὔξησιν ἐλθεῖν, οὕτως οἱ τεχθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος καὶ ὑπ' αὐτοῦ παιδαγωγούμενοι καὶ ἀνατρεφόμενοι αὔξουσι τὴν αὔξησιν τοῦ κυρίου.
18.6.1
Ἐρώτησις. Ἆρά γε ἀνιστάμενα τὰ σώματα τὰ ἐκ τοῦ Ἀδὰμ γυμνὰἵστανται ἀντικρὺς τῆς θεότητος ἢ ἔχουσιν ἐνδύματα καὶ τρέφονται τροφὴν ἄλλην, ὃν τρόπον ἐντεῦθεν ἐσκέπασται ἐνδύμασι τὸ σῶμα καὶ βρώμασι τρέφεταιἀνάγκη γὰρ τοὺς ἐν τῷ αἰῶνι τούτῳ ὄντας ἄνδρας καὶ γυναῖκας περιβεβλῆσθαι τὴν ἀσχημοσύνην καὶ τρέφεσθαι τὴν ἀπολλυμένην βρῶσιν; εἰ ἔτι οὖν ἀναστάντα ἀπὸ τῆς γῆς τῆς διαλύσεως καὶ πρὸς τὴν ἀρχαίαν σύμπηξιν ἐπανελθόντα τῶν αὐτῶν ἐπιδέονται ἢ οὔ; Ἀπόκρισις. Τοῦτό μοι ἀπρεπὲς καὶ ἀλόγιστον καταφαίνεται· οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ τῆς κτίσεως «εὐπρέπεια» καὶ ἁρμολογία καταργεῖται λυομένη καὶ οὐκέτι ἡ γῆ ἐκφέρει καρποὺς πρὸς τὴν τοῦ σώματος διατροφήν, παρέρχεται δὲ καὶ ὁ οὐρανὸς σὺν παντὶ τῷ κόσμῳ αὐτοῦ. πόθεν οὖν ἔτι τροφὴ τοῖς ἀνθρώποις χορηγηθήσεται καὶ τὰ περιβόλαια κατασκευασθήσεται
18.6.2
λυομένων τῶν ὁρωμένων κατὰ τὴν τοῦ κυρίου ἀπόφασιν; ἢ δῆλον ὅτι ἕτερόν τί ἐστι παρὰ τὸ ὁρώμενον τὸ μέλλον δίδοσθαι; δεῖ γὰρ καὶ περιβεβλῆσθαι καὶ τρέφεσθαι. εἰ δὲ τὸ μάννα ὃ ἐδόθη τοῖς Ἰσραηλίταις ἐν τῇ ἐρήμῳ ξένον ἦν καὶ ἀλλότριον τῆς φύσεως αὐτῶνγέγραπται γὰρ ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος», πόσῳ μᾶλλον ἐν τῷ μέλλοντι αἰῶνι τροφὴν δίδωσιν ὁ θεὸς καὶ περιβόλαια τοῖς ἀνθρώποις ξένα τῆς φύσεως αὐτῶν· ὅσοι γοῦν ἐντεῦθεν λαμβάνουσι «τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις» αὐτῶν καὶ τὸν ἐπουράνιον θησαυρὸν καὶ ὅσοι νῦν φοροῦσιν ἐνδύματα ἔνδοξα καὶ ἐπουράνια καὶ ὅσοι σπείρονται τὴν γῆν τῆς καρδίας σπόρον ἐπουράνιον καὶ πνευματικόν, αὐτοὶ ἀναμφιβόλως ἀπολαύσουσι καὶ τῆς τοῦ σώματος δόξης. τὸ γὰρ νῦν κρυπτόμενον καὶ ἐμπολιτευόμενον τοῦ θεοῦ κάλλος ἐν τῇ ψυχῇ ἐν τῇ ἀναστάσει προκύψαν καὶ ἐπιχυθὲν καλύψει καὶ δοξάσει τὸ
18.6.3
ἔξω σῶμα τῷ αἰωνίῳ φωτί. ἀνάγκη οὖν τὸν νοῦν τίμιον ὄντα ἐντεῦθεν εὐαγγελισθῆναι καὶ ὑποδέξασθαι τὸ τοῦ θεοῦ πνεῦμα, καὶ οὕτω μετὰ ταῦτα συνδοξασθῆναι καὶ τὸ σῶμα. ὁ γὰρ θεὸς ἀπὸ τοῦ νῦν τὴν ψυχὴν περιβαλὼν τῇ δόξῃ καὶ καταποθῆναι ὑπὸ τοῦ πυρὸς αὐτοῦ ποιήσας ἐν τῷ προσδοκωμένῳ καιρῷ καὶ τὸ σῶμα περιβαλεῖ καὶ «σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ» ἀποδείξει, διδοὺς ἐκεῖ λοιπὸν ἀνάπαυσιν βρωμάτων καὶ ἐνδυμάτων ἐπουρανίων καὶ ἐργασίαν ἄφθαρτον τὴν τῶν ἀγγέλων.
18.6.4
Ἐν τοῖς ὁρωμένοις πράγμασιν ἴδιον ἔργον ἔχει ἡ νὺξ καὶ ἴδιον ἔργον ἡ ἡμέρα. καὶ τὰ μὲν τῆς νυκτὸς ἔργα πονηρά· ἐν αὐτῇ γὰρ οἱ κακοῦργοι τὴν ἀνομίαν ἐνδείκνυνται, βοηθούμενοι γὰρ ὑπὸ τοῦ σκότους ἐπιβουλεύουσι καὶ κλέπτουσι, φονεύουσι καὶ μοιχεύουσι ἀδεῶς ὑπὸ μηδενὸς ἐλεγχόμενοι. τὰ δὲ τῆς ἡμέρας ἔργα φωτεινά, ἔργα δικαιοσύνης καὶ θεοσεβείας, πάντα γὰρ τὰ ἐν φωτὶ γινόμενα «φῶς ἐστιν», ἐν τῷ θεῷ εἰργασμένα. οὕτω καὶ οἱ τὴν ἀνομίαν ἐργαζόμενοι ὡς ἐν νυκτὶ νῦν μὲν λελήθασι πολλούς, ὕστερον δὲ «τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦνται». οἱ γὰρ ἀπὸ τοῦ νῦν συλλαμβάνοντες σπόρον τοῦ πονηροῦ ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ νοῦ συναπτομένου τοῖς αἰσχροῖς τοῦ πονηροῦ ἔργοις, λανθάνειν σπεύδουσι καὶ κρύπτειν τὰ πονηρὰ αὐτῶν ἔργα, ἀλλ' οὐ δύνανται λαθεῖν τὸν θεόν· «πάντα γὰρ αὐτῷ γυμνὰ καὶ τετραχηλισμένα», «πρὸς ὃν ἡμῖν ὁ λόγος». τὸ γὰρ σκότος τὸ νῦν καλύψαν τὴν ψυχὴν καὶ τὴν καρδίαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τὸ σῶμα συγκαλύψει καὶ συσκιάσει· κατακαλύπτεται γὰρ ὑπὸ τῶν σκοτεινῶν κόλπων τοῦ πονηροῦ, τὰ δὲ καλὰ ἔργα τῶν δικαίων ἐκλάμψει ὡς ὁ ἥλιος, οὐδὲ γὰρ αὐτὰ κρυβῆναι δύνανται.
18.6.5
ὥσπερ δὲ τὰ κάρπιμα ξύλα κατὰ τὸν τῆς κινήσεως καιρὸν ἔνδον κυοφορήσαντα τοὺς καρπούς, οὐκέτι κρύπτειν τὸ ἐμπεριεχόμενον δύνανται τοῦ καιροῦ ἑλκτικῇ τινι δυνάμει καὶ βίᾳ προφέροντος τοὺς καρποὺς εἰς βρῶσιν, καὶ ὥσπερ τὸ σῶμα τοῦ κόκκου εἰς τὴν γῆν θαπτόμενον πρῶτον ἐν τῷ ἀφανεῖ ἐν τῇ κοιλίᾳ τῆς γῆς ῥιζοῖ καὶ κυοφορεῖ καὶ οὕτως αὐξάνον καὶ πρὸς τὴν ἐπιφάνειαν τῆς γῆς προκύπτον φανεροῦται τρεφόμενον καὶ εἰς καλάμην ὑψούμενον καὶ εἰς στάχυν πληρόκοκκον ἀποδιδόμενον, καὶ ὃν τρόπον τὸ κλῆμα ἐν τῇ ἀμπέλῳ κινούμενον πρῶτον ἔνδον ἐν τῇ καρδίᾳ κυοφορεῖ καὶ οὕτως εἰς φανέρωσιν προφέρει τοὺς συλληφθέντας καρποὺς καὶ τὸν οἶνον ἐν καιρῷ ἀποδίδωσιντὸν αὐτὸν τρόπον οἱ Χριστιανοὶ ἀπὸ τοῦ νῦν σπαρέντες καὶ ἀπὸ τοῦ νῦν φυτευθέντες ἐν τῇ ἐπουρανίῳ ἀμπέλῳ καὶ ῥίζας γλυκυτάτας εἰς τὴν γῆν τῆς ἐπαγγελίας πήξαντες οὐ δύνανται ἀποκρύψαι τοὺς καρπούς, ἀλλὰ τὸ ἔνδον συλληφθὲν ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως συμπεριλήψεται τὸ σῶμα· καὶ αὐτὸ εὐφραῖνον καὶ
18.6.6
χαροποιοῦν. οὕτω δὲ πάλιν καὶ τὰ τῶν ἁμαρτωλῶν ἔργα φανεροῦνται. ὥσπερ δὲ σώφρων παρθένος εἰς πορνείαν ἐμπεσοῦσα καὶ συλλαβοῦσα καὶ κρύπτειν σπεύδουσα τὴν δυσώδη αὐτῆς ἀκολασίαν οὐ δύναται λαθεῖν· τὸ γὰρ ἔμβρυον εἰς τελείαν σύμπηξιν ἐλθὸν πρόεισιν ἐλέγχον τῆς τεκούσης τὴν παρανομίαν, οὕτω καὶ οἱ ἐν τῇ καρδίᾳ συλλαμβάνοντες τὴν ἁμαρτίαν καὶ γεννήσαντες τέκνα ἀνομίας οὐ δύνανται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐκφυγεῖν τὸ φοβερὸν καὶ παμφάγον πῦρ, ἀλλ' αἱ ψυχαὶ καὶ τὰ σώματα αὐτῶν ὁμοῦ καταδικάζονται.
18.6.7
Τοῦτο ἐστὶ τὸ ζητούμενον· ἀπὸ τοῦ νῦν οὖν σπουδάσωμεν εἰς τὸν ὀλίγον καιρὸν τοῦτον καταξιωθῆναι ὑποδέξασθαι καὶ συλλαβεῖν ἐν ταῖς καρδίαις ἡμῶν τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, ἵνα δι' αὐτοῦ ἐν ἐκρίνῃ τῇ ἡμέρᾳ καὶ τὰ σώματα ἡμῶν ἐνδυθῇ δόξαν καὶ ἀνάπαυσιν, ἀποκαθιστᾷ γὰρ ὁ κύριος τοὺς τοιούτους εἰς αἰῶνα καινὸν καὶ ἄφθαρτον, κτίζων αὐτοῖς «οὐρανὸν καινὸν καὶ γῆν καινὴν» καὶ φωστῆρας νέους, καὶ δίδωσιν αὐτοῖς τὴν ἰδίαν εἰκόνα καὶ πᾶσαν τὴν κληρονομίαν τῆς ἐπαγγελίας. καὶ οἱ τοιοῦτοι εἰσὶ λίθοι τίμιοι καὶ μαργαρῖται ἐπίλεκτοι ἑστῶτες ἐνώπιον τῆς θεότητος· οἱ γὰρ δίκαιοι λίθοι ἐκλήθησαν τίμιοι καὶ ἀετοὶ καὶ περιστεραί. ὁ δὲ ἀρχιτέκτων Χριστὸς λύει οἰκοδομὰς σκότους τῶν πονηρῶν διαλογισμῶν, περὶ ὧν εἴρηται· «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». ταῦ
18.6.8
τα γὰρ εἰσιόντα ὡς ἐν ἐρήμῳ ὠρύονται ἐν ταῖς καρδίαις ἡμῶν, ἃ καὶ καθελὼν τίθησι τὸν θεμέλιον ἐν ταῖς καρδίαις ἡμῶν καὶ τὴν ἰδίαν πέτραν καὶ κυλίων τοὺς λοιποὺς λίθους (λέγω δὴ τοὺς τῆς φύσεως διαλογισμούς) ἀναφέρει ἕως τοῦ ἄκρου οἰκοδομήματος τῶν ὑψωμάτων τοῦ οὐρανοῦ συναρμολογῶν τῷ ἁγίῳ σώματι τοῦ Χριστοῦ καὶ συνάπτων τῇ οἰκοδομῇ τῶν ἁγίων ἀποστόλων. ἐκ δύο δὲ οὐσιῶν σύγκειται ἡ θεία οἰκοδομή· ἀνάγει οὖν αὐτὸς πρῶτος τὸν ἔσω ἡμῶν ἄνθρωπον εἰς τὴν οἰκοδομὴν τοῦ σώματος αὐτοῦ καὶ ἀγγέλων καὶ πνευμάτων ἁγίων τετελειωμένων, καὶ αὖθις αὐτὸς ἔσωθεν κάτεισι πρὸς τοὺς ἐπιγείους καὶ σκηνὴν ἑαυτῷ πήξας ἐνταῦθα καὶ ἐπιλεξάμενος τόπον καταμείνει.
18.6.9
Ὥσπερ δὲ οἱ τῆς αἰσθητῆς ὄψεως ὀφθαλμοὶ ὁρῶσι τὸν αἰσθητὸν ἥλιον, οὕτω διὰ τῶν τῆς ψυχῆς ὀφθαλμῶν ὁρῶμεν τὸ νοερὸν φῶς τοῦ ἡλίου τῆς δικαιοσύνης. καὶ ὥσπερ αἱ χελιδόνες κατὰ τὸν τοῦ χειμῶνος καιρὸν ἀναχωρήσασαι, ὅτε οὐ δύνανται φέρειν τῶν ἀέρων τὴν τραχύτητα καὶ τῶν πάγων τὴν σκληρότητα, ἐν τῷ τοῦ ἔαρος καιρῷ ἐπανέρχονται, ὅτε εὔδιον καὶ γαληνιῶντα εὑρίσκουσι τὸν ἀέρα θερμαινομένης λοιπὸν τῆς γῆς, ἐλθοῦσαι δὲ ὡς εἰς ἰδίους οἴκους εἰσίασιν εἰς τοὺς οἴκους τῶν ἀνθρώπων καὶ ἀδεῶς εἰσπεδῶσαι καὶ καλιὰς αὐταῖς οἰκοδομήσασαι νοσσοποιοῦσι καὶ ὁσῶραι λαλοῦσι ταῖς τῆς φύσεως φωναῖςοὕτω καὶ ὁ κύριος παραγενάμενος εἰς τοὺς οἴκους τῶν ψυχῶν ἡμῶν ἀναπαύεται εἰς τὴν καλιὰν τῆς καρδίας ἡμῶν κἀκεῖ οἰκεῖ, παρερχομένων λοιπὸν τῶν κυμάτων καὶ τοῦ ἀγρίου χειμῶνος καὶ τοῦ σκότους, κἀκεῖ αὐτοῦ λάμπουσιν αἱ ἀκτῖνες φωτὸς ἡδυτάτου γέμουσαι, εἰρήνης βαθείας
18.6.10
ἐπεισελθούσης τῷ τοιῷδε οἴκῳ. ἐν τῷ καιρῷ τοίνυν τοῦ θέρους, ἐγγιζούσης λοιπὸν καὶ ἐγχρονιζούσης τῆς θέρμης τοῦ ἡλίου ἡ γῆ θάλλει κινουμένη σὺν πᾶσι τοῖς ἐν αὐτῇ καρποῖς καὶ φυτοῖς· ἄμπελοί τε καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ καὶ ἄρουραι δασύνονται κατασκιαζόμεναι τοῖς ἀνθηροῖς φύλλοις καὶ κοσμούμεναι τοῖς ἄνθεσιν. ἔτι μὴν καὶ τὰ ἄλογα τῶν ζῴων καρποφορεῖ ἐκ τῆς γαστρὸς προφέροντα τὰ ἔμβρυα, ὥστε εἶναι λοιπὸν καινὰ σώματα ἀρνῶν καὶ τῶν ἄλλων ζῴων καὶ καρδίας ἀκάκους καὶ ἀφελεῖς τῶν ἀρτιγενῶν παίδων καὶ πάντα δὲ σχεδὸν τὰ πρὸ βραχέως στυγνάζοντα καὶ συνεσταλμένα καὶ ἀκίνητα καὶ ἄκαρπα νῦν μεταβέβληται καρποφοροῦντα καὶ κινούμενα καὶ τρεφόμενα. ἥ τε γὰρ ὑπὸ τοῦ κρύους πεπηγμένη γῆ διαλυθεῖσα καταλάμπεται ταῖς ποικίλαις τῶν ποῶν βοτάναις καὶ τὰ ἔρημα ὄρη ταῖς χλοαῖς ἐνδυθέντα ἀποβάλλει τὴν ἀγριότητα καὶ πᾶσαι αἱ πηγαὶ πλουτήσασαι τῇ προσθήκῃ τοῦ ὕδατος ἡδὺ καὶ διειδὲς προχέουσι νᾶμα, σκιρτᾷ δὲ καὶ ἀγαλλιᾷ πᾶν γένος ζῴων πετεινῶν καὶ τετραπόδων συμμεταβαλλόμενα τῷ ἡδυτάτῳ καὶ εὐκραεῖ καιρῷ καὶ ἀφθόνως τρεφόμενα χαίρει.
18.6.11
Ταῦτα δὲ πάντα τύποι εἰσὶ τῶν νοερῶν καὶ πνευματικῶν πραγμάτων. ἀπὸ γὰρ τῆς δεινῆς ἀχλύος καὶ τῶν πικρῶν ἀνέμων συνδεδεμένος καὶ πεπεδημένος καὶ ἄκαρπός ἐστιν ὁ νοῦς, καὶ πάντες οἱ λογισμοὶ δεδουλωμένοι ἐν λύπῃ εἰσὶ πολλῇ· πολλοὶ γὰρ ἐκεῖ ἀνέρχονται διαλογισμοὶ ξένοι τῆς φύσεως σου
18.6.12
καὶ ἕκαστος διαλογισμὸς ἐκ τοῦ σατανᾶ ἐστιν. ἐν δὲ τῷ καιρῷ τῆς ἐπισκέψεως τοῦ πνεύματος τοῦ ἁγίου πολλή τις γίνεται μεταβολὴ καὶ ἀλλαγή. ἄρχεται γὰρ ὁ νοῦς ἐξανθεῖν καὶ καρποφορεῖν καρποὺς πνευματικοὺς ἐκ τῆς γῆς τῆς καρδίας, οἱ τρίβολοι καὶ οἱ φραγμοὶ καὶ οἱ πονηροὶ δαίμονες διαρρήγνυνται ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος. ἄρχεται δὲ αὐτὴ ἡ καρδία κινεῖσθαι καὶ συλλαμβάνειν τὸν οὐράνιον σπόρον καὶ γεωργεῖσθαι ὑπὸ τοῦ ἀληθινοῦ γεωργοῦ πολλῇ γαλήνῃ καὶ πολλῇ εἰρήνῃ, καὶ μακάριοι οἱ ἐπισκεφθέντες καὶ γεωργηθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
18.7.1
Ἐρώτησις. Τί ἐστι τὸ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» θεοῦ; Ἀπόκρισις. Ὥσπερ ὁ θεὸς ἀκατάληπτός ἐστι καὶ ἀπερίγραπτος, οὕτω καὶ ὁ νοῦς πανταχοῦ φέρεται καὶ ἔνθα οὐκ ἐγένετο παραγίνεται, καὶ εἰ βουληθείη ἄπεισιν εἰς τὰ ἐξώτερα καὶ εἰς τὰ κατώτερα καὶ ἀνώτερα τῆς γῆς μέρη, ὅσῳ δέ τις προκόπτει εἰς τὴν ἐπίγνωσιν τοῦ πνεύματος, τοσούτῳ μεῖζον
18.7.2
γνωρίζει τὴν ἰδίαν ὑπόστασιν. ὃν τρόπον δὲ ἀνδριαντοπλάσται καὶ πάντες οἱ χαλκουργοὶ πρῶτον κηροπλαστήσαντες ἐκτύπωμα, οὗ βούλονται κατασκευάσαι ζωδίου, καθ' ὁμοίωσιν τοῦτο διὰ χαλκοῦ μετὰ τοῦτο ποιοῦσιν ἐγχέοντες τὸν τετηγμένον χαλκόν, οὕτως ὁ θεὸς λαβὼν «χοῦν ἀπὸ τῆς γῆς» ἐποίησε τὴν εἰκόνα τοῦ ἔξω ἀνθρώπου καὶ κατὰ τὴν ὁμοιότητα τούτου ἐποίησε τὸν ἔσω ἄνθρωπον, ὃς καλεῖται ψυχὴ καὶ νοῦς, σκεῦος τίμιον, μόνῳ θεῷ καὶ τοῖς τελείοις καὶ πνευματοφόροις γνωριζόμενον καὶ νοούμενον. τιμιώτερον δέ ἐστι πάντων τῶν κτισμάτων ἡ ψυχὴ τοῦ ἀνθρώπου. ὁ δὲ ἔξω ἄνθρωπος γεννᾶται ὡς καὶ τὰ λοιπὰ ζῷα, ἐσθίει ἐκ τῆς γῆς, γηρᾷ, ἀποθνῄσκει. ὁ δὲ ἔσω ἄνθρωπος (τουτέστιν ἡ ψυχή) «κατ' εἰκόνα καὶ ὁμοίωσιν» τοῦ θεοῦ γεγένηται καὶ τούτῳ συγκρίνεται, ἔστι γὰρ νύμφη βασιλέως καὶ ὃν τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφραίνεται ἐπὶ ψυχῇ κύριος. κέκληται
18.7.3
δὲ εἰς υἱοθεσίαν. «ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσι» καὶ ἀδελφοὶ καὶ φίλοι τοῦ νυμφίου. καὶ ὥσπερ ἀνελθὼν εἰς τὸ ὄρος ὁ κύριος «μετεμορφώθη» εἰς τὴν θεϊκὴν αὐτοῦ δόξαν, οὕτως αἱ ψυχαὶ ἀπὸ τοῦ νῦν φωτίζονται καὶ συνδοξάζονται, ἐν δὲ τῇ τελευταίᾳ ἡμέρᾳ καὶ τὰ σώματα συνδοξαζόμενα ἐξαστράπτει. λέγει γὰρ ἡ γραφή· «τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν». ἄρα οὖν ἀπεντεῦθεν ἔχουσι τὴν υἱοθεσίαν καὶ τὴν ἀκατάλυτον χαράν, ἣν χαίρουσιν οἱ Χριστιανοί· οὐ γὰρ διαδέχεται αὐτοὺς λύπη πάλιν. καὶ τὴν μὲν τοῦ κόσμου χαρὰν καταλαβοῦσα θλῖψις καταλύει, ἡ δὲ χάρις τοῦ κυρίου συμβασιλεύειν ποιεῖ εἰς τοὺς ἀπεράντους αἰῶνας. καὶ ἡ μὲν βασιλεία τοῦ κόσμου τούτου καὶ τὸ κράτος τῆς γῆς ταπεινὸν καὶ ἐξουδενωμένον, ἡ δὲ τοῦ κυρίου ἀδιάλειπτος. ἀποδέδεικται οὖν ὅτι ἔχει ἡ ψυχὴ εἰκόνα ἰδίαν, τὰ μέλη τοῦ ἔξω ἀνθρώπου· ἡμεῖς δὲ δόξαν ἀναπέμψωμεν τῇ μακαρίᾳ καὶ ἀθανάτῳ τριάδι πατρί τε καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 19. τ. 1 ΛΟΓΟΣ ΙΘʹ.

Intertext edge

Open linked passage

Note