Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 19 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1.1
Ὁ τοῦ θεοῦ ἄνθρωπος ὁ κατ' ἀλήθειαν τὴν ὁδὸν τῆς δικαιοσύνης διοδεύων καὶ ὁ εὐπειθὴς δοῦλος τοῦ κυρίου εἰς ἕκαστον ἀγαθὸν καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀεὶ προκοπὴν λαμβάνει καὶ κρείττων ἑαυτοῦ γίνεται ὁσημέραι βελτιούμενος καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα θεμέλιον κτᾶται, οἷον εἰς ταπεινοφροσύνην καὶ πραότητα εἰς χρηστότητα εἰς ὑπομονὴν εἰς μακροθυμίαν εἰς ἀγάπην εἰς πίστιν εἰς ἐλπίδα εἰς σωφροσύνην εἰς ἀνδρείαν εἰς ἀγαθότητα. ἕκαστον γὰρ αὐτῶν πολλὴν βαθύτητα καὶ πλατύτητα καὶ
19.1.2
λεπτότητος ἐργασίαν ἔχει. ὥσπερ ἐὰν ᾖ ἐν παραδείσῳ δένδρα πολλὰ καρποφόρα τε καὶ διάφορα καὶ ἕκαστον δένδρον ἔχῃ κλάδους καὶ πάλιν οἱ κλάδοι κλῶνας μικροὺς κάρφη τε λεπτότερα καὶ πλῆθος πολὺ φύλλων, οὕτως ἐν ἑκάστῃ τῶν ἀρετῶν πολλή τις λεπτότης ἔγκειται ἐργασίας καὶ πολλὴ βαθύτης
19.1.3
καὶ ἕκαστον ὥσπερ ἀποτέλεσμά τι τέλειον τυγχάνει. πάντων δὲ τούτων κρηπὶς καὶ ἑδραίωμα καὶ τὸ ἀκρότατον, εἰς ὃ ὀφείλει ἡδραιῶσθαι καὶ τεθεμελιῶσθαι ἕκαστος ὁ προσερχόμενος θεῷ, ἔστιν ἡ εἰς θεὸν πεποίθησις καὶ ἡ τῆς πίστεως ἑδραιότης, ὅπερ πρὸ πάντων ἕκαστος ὁ βουλόμενος εὐαρεστῆσαι θεῷ κτήσασθαι
19.1.4
ὀφείλει καὶ ἑδραιωθῆναι τῇ πεποιθήσει τοῦ θεοῦ. οἱ γὰρ μὴ κτώμενοι τὴν εἰς θεὸν πεποίθησιν πρότερον ἐοίκασι τοῖς οἰκοδομοῦσιν οἶκον ἄνευ θεμελίου. καὶ γὰρ οἱ περὶ τοὺς Μακκαβαίους μεγάλως ἀθλήσαντες καὶ γενναιότητα ἐνδειξάμενοι μεγαλοψύχως ἐν πολλοῖς πολέμοις καὶ μεγάλοις τῇ πρὸς θεὸν πίστει καὶ πεποιθήσει τοὺς ἑαυτῶν ἐχθροὺς ὑπέτασσον ἐν τῷ σωματικῷ πολέμῳ, οὓς ὑπόδειγμα λάβωμεν εἰς ἑαυτοὺς ἐν τῷ «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» ἀοράτῳ πολέμῳ, ὅτι οὕτω πρόθυμοι καὶ ἀνδρεῖοι καὶ γενναῖοι καὶ μεγαλόψυχοι εἶναι ὀφείλομεν οἱ τοῦ Χριστοῦ ἀληθινοὶ πολεμισταί· φησὶ γὰρ ὁ ἀπόστολος· «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν
19.1.5
ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν». ἐν ταῖς θλίψεσι τοίνυν ταῖς διαφόροις καὶ τοῖς ποικίλοις πειρασμοῖς, τοῖς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων ἡμῖν ἐπεγειρομένοις, ὑπομονητικοὶ τυγχάνειν ὀφείλομεν καὶ ἀνδρίζεσθαι καὶ μακροθυμεῖν οἱ γενναῖοι τοῦ Χριστοῦ ἀθληταὶ καὶ πολεμισταί, ὅπως καὶ ἐν ταῖς παρακλήσεσι καὶ δωρεαῖς τῆς χάριτος εὐχάριστοι
19.1.6
εἶναι δυνηθῶμεν. ὥσπερ γὰρ ὁ φαινόμενος τῶν ἀνθρώπων κόσμος χάριτι καὶ δικαιοσύνῃ ὑπὸ τοῦ διοικεῖται, χάριτι μὲν ἐπὶ πλήθει καὶ εὐφορίᾳ καρπῶν καὶ ὑγείᾳ καὶ εὐκρασίᾳ καιρῶν καὶ πάσῃ ἀγαθῶν δόσει, δικαιοσύνῃ δὲ καὶ παιδείᾳ ἔν τε λιμοῖς καὶ λοιμοῖς καὶ θλίψεσι καὶ ἀνάγκαις, καταστροφαῖς, χαλάζαις, συμπτώσεσι καὶ ὅσα ὑπὸ θεοῦ πρὸς παιδείαν τέτακται διὰ
19.1.7
δικαιοσύνην καὶ ὠφέλειαν τῶν ἀνθρώπωνοὕτω καὶ ἡ ψυχὴ ἡ βουλομένη τὸν ἄνω τῆς θεότητος κόσμον κληρονομῆσαι ὑπὸ τῆς χάριτος πολυτρόπως διοικεῖται καὶ ποτὲ μὲν ἐν ἀνέσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος ἀγαλλιᾶται καὶ τῇ τῆς χάριτος παρακλήσει ἐνευφραίνεται, ποτὲ δὲ παραδίδοται παιδείᾳ καὶ πειρασμοῖς διαφόροις καὶ θλίψεσι παντοδαπαῖς τοῦ ἐγκοσμίου πνεύματος, ἵνα γυμνασθεῖσα διὰ πάντων καὶ δόκιμος εὑρεθεῖσα καὶ ἐν πᾶσι πειρασμοῖς γενναίως ὑπομένουσα καὶ τῆς πρὸς θεὸν εὐαρεστήσεως ἐν μηδενὶ παρεκπεμπομένη καὶ οὕτως εὐδοκιμήσασα ἐν Χριστῷ ἀξία θεοῦ καταστῇ χάριτι καὶ δικαιοσύνῃ τὴν αἰώνιον ζωὴν κληρονομοῦσα.
19.2.1
Καὶ ὥσπερ ἐν τῷ βίῳ τούτῳ οὔτε τὸ ὅλον ἀνέσεις καὶ εὐφορίαι καὶ καρπογονίαι καὶ εἰρήνη παρὰ ἀνθρώποις τυγχάνει, ἀλλὰ τῷ τῆς δικαιοσύνης ζυγῷ καὶ μέτρῳ ὁ θεὸς παιδεύει καὶ ἐλεεῖ καὶ προνοεῖται τοῦ κόσμου, οὕτω καὶ ψυχὴ ἡ τῷ ἄνω κόσμῳ γεννηθῆναι ποθοῦσα οὐ τὸ ὅλον ἐν ἀνέσει καὶ εὐφροσύνῃ καὶ χαρᾷ τοῦ πνεύματος γίνεται, ἀλλὰ τῷ δικαιοσύνης καὶ χάριτος ζυγῷ παιδεύει
19.2.2
καὶ ἐλεεῖ καὶ οἰκονομεῖ ταύτην ὁ θεός. εἰ γὰρ τὸ ὅλον ἄνεσις ἦν ἐν τῷ βίῳ παρὰ ἀνθρώποις καὶ τρυφὴ καὶ κόρος καὶ πλοῦτος ἄνευ θλίψεων καὶ ὀδυνῶν, οὐκ ἂν ἤνεγκαν καὶ ἐβάστασαν οἱ ἄνθρωποι καταφρονοῦντες τοῦ θεοῦ καὶ εἰς τὰς τῆς σαρκὸς ἡδονὰς ἑαυτοὺς παντελῶς ἐκδιδόντες. «ἔφαγε, γάρ φησιν Ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη,
19.2.3
καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». οὕτω καὶ εἰς τὸ πνευματικὸν ἀνάλαβε. εἰ τὸ ὅλον καὶ ἀδιαλείπτως ἐν τῇ χαρᾷ καὶ τῇ ἀνέσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος μόνον διῆγεν ἡ ψυχή, οὐκ ἂν ἑαυτὴν ἔτι ἐπεγίνωσκε καὶ τὴν γυμνασίαν δὲ καὶ ὁδὸν τῆς δικαιοσύνης ἠγνόει ἂν καὶ ὑπερῄρετο, καὶ τῇ οἰήσει μόνον προέκοπτε πάντων κατεπαιρομένη καὶ οὐδ' ὡς ἄνθρωπον ἑαυτὴν ἐλογίζετο
19.2.4
εἶναι. ὥς φησιν ὁ ἀπόστολος· ἐν «τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων», «ἐδόθη μοι» «ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι». ὁρᾷς ὅτι τῷ τοιούτῳ ἁγίῳ ἀνδρὶ αἱ θλίψεις εἰς συμφέρον ἦσαν ἔτι, ὥς φησιν ὁ αὐτός, «ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει». ὥστε αἱ θλίψεις εἰς συμφέρον καὶ εἰς τὸ δοκιμωτέραν τὴν ψυχὴν ἀπεργάσασθαι τυγχάνουσιν.
19.3.1
Μόνον ἵνα αὐτὸς ὁ ἄνθρωπος πάντα τὰ ἀπαντῶντα καὶ μάλιστα τὰς θλίψεις προθύμως καὶ γενναίως φέρῃ, μηδὲν ἑαυτῷ συγγινώσκων ῥαθυμίας ἢ ἀμελείας ἢ χαυνώσεως ἢ μετεωρισμοῦ τινος ἢ ἄλλων τινῶν ἑκουσίων ἁμαρτημάτων, ἀλλ' ὅλος ἐξ ὅλου δουλεύων εὐαρέστως καὶ ἀναθεὶς ἑαυτὸν τῷ κυρίῳ, τὰ συμβαίνοντα θλιβερὰ πάντα γενναίως καὶ προθύμως ὑπομένων φερέτω, εἰς τὴν χάριν καὶ φιλανθρωπίαν τοῦ θεοῦ ἀποσκοπῶν πάντοτε κἀκεῖθεν βοήθειαν ἐκδεχόμενος, ἵν' οὕτως ἄξιος τοῦ θεοῦ κατὰ πάντα γενόμενος καταστῇ. οἶδε γὰρ ὁ θεὸς πόσον ὀφείλει τις ἐν δοκιμασίᾳ καὶ παιδείᾳ καὶ πειρασμοῖς ἐλθεῖν πρὸς τὸ δοκιμώτερον αὐτὸν γενέσθαι, μόνον εἰ ὁ ἄνθρωπος τῆς ὑπομονῆς
19.3.2
ἐγκρατὴς γένηται. εἰ γὰρ ὀλίγης συνέσεως καὶ βραχέος λογισμοῦ ἄνθρωποι μετέχοντες δοκιμάζουσι καὶ διακρίνουσιν, ὅσον βάρος καὶ γόμον ἕκαστον ζῷον βαστάσαι δύναται, οἷον ἡμίονος ἢ ὄνος ἢ κάμηλος, καὶ εἰ ὁ κεραμεὺς πλάσας τὰ σκεύη οἶδεν ὅτι ἐὰν μὴ ἐν πυρὶ βληθῇ, χρήσιμα αὐτῷ οὐ γίνεται, καὶ ἐπίσταται ὅσον ἐν τῷ πυρὶ χρῆ αὐτὰ ἐαθῆναι, ἵνα ἐπιτήδεια γένηται, καὶ οὔτε ὑπὲρ τὸ δέον ἀφίησιν αὐτά, ἵνα μὴ καταφθαρῇ, οὔτε ἐλλείπει, ἵνα μὴ ἀποίητα καὶ ἄχρηστα γένηται, πόσῳ μᾶλλον ὁ θεός, ὁ ὢν ἄρρητος καὶ ἄφατος, ἡ ἀληθινὴ γνῶσις καὶ ἄπειρος σύνεσις καὶ ἀκατάληπτος σοφία, οἶδε πόσων δοκιμασιῶν καὶ θλίψεων καὶ πειρασμῶν χρῄζουσιν αἱ ψυχαὶ αἱ αὐτῷ
19.3.3
εὐαρεστεῖν θέλουσαι. καὶ μετὰ τὰς θλίψεις τοῦ πληρώματος τῆς χάριτος τυχεῖν ἀξιοῦνται καὶ ὁλοτελῶς τὴν καθαρότητα καὶ τὸν ἁγιασμὸν διὰ τῆς κοινωνίας τοῦ πνεύματος κτῶνται καὶ τῶν παθῶν τὴν λύτρωσιν παντελῶς δέχονται, ὑποτεταγμένων αὐτοῖς λοιπὸν τῶν πονηρῶν πνευμάτων, καὶ οὕτως ἄμωμοι καὶ ἄσπιλοι διὰ τοῦ πνεύματος ἀπεργασθέντες τῆς τῶν οὐρανῶν βασιλείας τυχεῖν καταξιοῦνται ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 20. τ. 1 ΛΟΓΟΣ Κʹ.

Intertext edge

Open linked passage

Note