Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 20 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1.1
Ἐοίκασιν αἱ τῶν Χριστιανῶν ψυχαὶ ὑπὸ τοῦ πονηροῦ εἰς θλίψεις πολλὰς ἐρχόμεναι ἐν τῷ κόσμῳ τούτῳ εἴδει καννάβεως. ὥσπερ γὰρ τὸ τῆς καννάβεως εἶδος ἐφ' ὅσον τύπτεται καὶ βασανίζεται τοσοῦτον λεπτότερον καὶ χρησιμώτερον καὶ καθαρώτερον ἀπαρτίζεται, εἰς τὸ γενέσθαι ἐξ αὐτοῦ λεπτότατα νήματα, καὶ ἐφ' ὅσον πλέον βασανίζεται καὶ καταξαίνεται πλέον χρησιμώτερον καθίσταται, οὕτω καὶ αἱ φιλόθεοι καὶ φιλαλήθεις τῶν Χριστιανῶν ψυχαί, ἐφ' ὅσον εἰς πολλὰς θλίψεις καὶ δοκιμασίας καὶ πειρασμοὺς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων εἰσέρχονται, αὐταὶ δὲ ὑπομένουσι καὶ μακροθυμοῦσι, καθαρώτεραι καὶ χρησιμώτεραι καὶ δοκιμώτεραι εἰς τὸ πνευματικὸν τῆς λεπτότητος τῆς χάριτος ἔργον κατασκευάζονται καὶ τέλος τὸν ἐπουράνιον
20.1.2
τῶν ἁγίων χῶρον οἰκεῖν καταξιοῦνται. δοκιμαζομένη γὰρ ἡ ψυχὴ ἐν τοῖς πολλοῖς πειρασμοῖς καὶ ταῖς διαφόροις θλίψεσι καὶ ὑπὸ τῆς χάριτος βοηθουμένη, ὑπομένουσα μακροθύμως ἐπ' ἐλπίδι τοῦ κυρίου πᾶν τὸ τῆς κακίας εἶδος ἐξ αὐτῆς κατ' ὀλίγον μειοῖ καὶ τὸ βαρὺ τῆς συνοικούσης ἁμαρτίας φορ
20.1.3
τίον ἀποτίθεται τοιούτῳ τινὶ τρόπῳ· ὥσπερ ἐάν τις ὁδεύῃ ὁδὸν μακρὰν ἀπερχόμενος εἰς πόλιν τινά, βαστάζῃ δὲ μαρσίπιον μεστὸν ἄμμου, τὸ δὲ τοιοῦτον ἔχῃ κάτωθεν ὀπὴν λεπτοτάτην, καὶ ὅσῳ βαδίζει καθ' ὅλης τῆς ὁδοῦ ἀπορρέῃ καὶ αὐτὸς κουφίζεται, καὶ τέλος καταντήσαντος ἐν τῇ πόλει ἡ βαρυτάτη ἄμμος ἐκενώθη καὶ αὐτὸς ἠλαφρύνθη καὶ ἀνεπαύθη τελείως ἀπὸ τοῦ βάρους τῆς
20.1.4
ἄμμουοὕτω καὶ τῆς κατ' ἀλήθειαν ἀγωνιζομένης ψυχῆς διοδευούσης τὴν ὁδὸν τῆς δικαιοσύνης καὶ εἰς τὴν πόλιν τῆς βασιλείας ἐπειγομένης, βασταζούσης δὲ μεθ' ἑαυτῆς τὸ βαρὺ φορτίον τῆς ἁμαρτίας τῶν παθῶν, ἐφ' ὅσον διοδεύει τὴν ὁδὸν τῶν ἀρετῶν καὶ τῷ κυρίῳ προσκολλᾶται, τοσοῦτον ἡ ἁμαρτία καὶ τὰ πάθη μειοῦνται καὶ αὐτὴ ἡ αἴσθησις ἐλαφρότητος καὶ πραϋπαθείας ἐν
20.1.5
ἑαυτῇ αἰσθάνεται. ἐὰν δὲ τελείως προσκολληθῇ καὶ ὁλοκλήρως καὶ τὴν ὁδὸν τῆς δικαιοσύνης ἀμώμως καὶ καλῶς διοδεύσῃ, εἰς αὐτὴν τὴν κατάπαυσιν τοῦ πληρώματος τῆς χάριτος εἰσελθεῖν καταξιοῦται παντελῶς τοῦ βαρυτάτου φορτίου τῆς ἁμαρτίας τῶν παθῶν λυτρωθεῖσα. πρότερον δὲ διὰ πολλῶν πειρασμῶν καὶ θλίψεων διελθεῖν δεῖ, καὶ οὕτω εἰς τὴν κατάπαυσιν τοῦ πληρώματος τῆς χάριτος εἰσέρχεται, τουτέστι τῆς ἀπαθείας τυχεῖν καταξιοῦται.
20.2.1
Ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος τῷ πυρὶ μὴ βληθὲν ἀποίητόν ἐστι τοῖς ἀνθρώποις, ἢ ὥσπερ νήπιον βρέφος ὡς πρὸς τὰ τοῦ κόσμου ἔργα ἀνεπιτήδειον τυγχάνει, οὔτε γὰρ πόλιν οἰκοδομεῖν οὔτε φυτεῦσαι δύναται, οὐ σπόρον καταθέσθαι οὐδὲ ἕτερόν τι ἔργον τοῦ κόσμου ἐπιτελεῖν· νήπιον γάρ ἐστιν.
20.2.2
οὕτω καὶ ψυχαὶ ἀπείραστοι καὶ μὴ δοκιμασθεῖσαι ἐν διαφόροις θλίψεσιν ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας ἀκμὴν νήπιαι καὶ ἀγύμναστοι τυγχάνουσι καὶ (ὥσπερ εἰπεῖν) οὐδέπω χρησιμεύουσι τῇ βασιλείᾳ, ὥς φησιν ὁ μακάριος Παῦλος· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε». ἰδού, πόσον αἱ θλίψεις καὶ οἱ δοκιμασμοὶ καὶ οἱ πειρασμοὶ εἰς συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ, χρήσιμον καὶ δόκιμον τὴν ψυχὴν ἀπεργαζό
20.2.3
μεναι. μόνον ἵνα τις προθύμως καὶ γενναίως καὶ ἀνδρείως ἑαυτὸν ἑτοιμάζῃ, φέρων ἐν ὑπομονῇ τὰ ἐπερχόμενα, καὶ ἵνα κρατήσῃ τῆς ἐλπίδος καὶ τῆς πεποιθήσεως, ἔχων τὴν προσδοκίαν τῆς λυτρώσεως πάντοτε καὶ θαρσῶν τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ, ὅτι οὐκ ἀφίησιν εἰς τέλος ψυχὴν ζητοῦσαν αὐτὸν πειρασθῆναι ὑπὲρ δύναμιν, «ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν».
20.3.1
Ἔτι δὲ καὶ τοῦτο ἐν ἑαυτῷ κρίνει, ὅτι καὶ ἐὰν ἀποκτενεῖ με καὶ μυρία ἕτερα χείρονα παθῶ παραχωρηθεὶς ὑπὸ τοῦ κυρίου μου παθεῖν καὶ θλιβῆναι ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἐγὼ αὐτὸν οὐκ ἀφίημι. πιστὸς γάρ ἐστιν, ὃς ἐξελεῖταί με ἐκ πάσης θλίψεως «καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν» ἀναγάγῃ με, καὶ οὕτως ἑαυτὸν ὅλον ἐξ ὅλου τῷ κυρίῳ ἀποδεδωκὼς καὶ εἰς τέλος ὑπομείνας ὕστερον τῆς εὐεργεσίας καὶ τῆς ἀντιλήψεως καὶ τῆς τῶν ἀγαθῶν ἀνταποδόσεως πεῖραν λήψεται, καθώς φησιν ὁ κύριος· «ὁ δὲ ὑπομείνας εἰς
20.3.2
τέλος, οὗτος σωθήσεται». εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ εἰς ἀξιώματα καὶ προκοπὰς οὐ δύνανται ἐλθεῖν οἱ ἄνθρωποι οὐδὲ ἀξίωμά τι μεῖζον παρὰ βασιλέως λαμβάνειν, ἐὰν μὴ πρότερον ἐν πολλῇ γυμνασίᾳ γένωνται καὶ ἀνδραγαθήματα πολλὰ ἐπιδείξωνται εἰς πόλεμον εἰσελθόντες, πᾶσαν πολεμικὴν τέχνην μαθόντες καὶ ἐγγυμνασάμενοι καὶ πείρᾳ τὴν νίκην ἐπιδειξάμενοι καὶ τρόπαια κατὰ τῶν ἐναντίων ἀράμενοι καὶ εἰς πάντα τῷ βασιλεῖ εὐδοκιμήσαντες
20.3.3
τότε γὰρ ἀξιωμάτων καὶ τιμῶν μεγάλων βασιλικῶν καταξιοῦνταιπόσῳ μᾶλλον παρὰ τῷ ἐπουρανίῳ καὶ ἀληθινῷ βασιλεῖ τὰ ἀξιώματα τῆς χάριτος καὶ τῆς δωρεᾶς πνεύματος καὶ τὰ οὐράνια παρὰ θεοῦ δόματα οὐδεὶς καταξιοῦται εὐθὺς λαμβάνειν, ἐὰν μὴ πρότερον ἐγγυμνάζηται διαπαντὸς ὁ νοῦς τῇ τῶν ἀγαθῶν ἐννοιῶν μελέτῃ καὶ τῇ τῶν ἁγίων ἐντολῶν προσοχῇ καὶ τῇ πρὸς θεὸν πεποιθήσει, καὶ οὕτω καταξιωθῇ χάριτος καὶ λάβῃ οὐράνιον ὅπλον (αὐτὸ τὸ πνεῦμα) καὶ ἐν αὐτῷ μεγάλως εὐδοκιμήσῃ κατὰ τῶν πνευμάτων τῆς πονηρίας· ἀγωνιζόμενος, καὶ συμφωνῶν καὶ συναινούμενος τῇ δοθείσῃ αὐτῷ παρὰ τοῦ θεοῦ χάριτι καὶ τῷ οὐρανίῳ ὅπλῳ σύμμαχος καὶ συμπολεμιστὴς κατὰ τῆς κακίας διαπαντὸς γεγονὼς καὶ τροπωσάμενος διὰ πολλῶν πόνων καὶ ἀγώνων καὶ δοκιμασιῶν τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον. καὶ ὅτε τὴν νίκην ἄρηται κατὰ τῶν ἐχθρῶν, τότε ἀξιωμάτων θείων καὶ ἐπουρανίων καὶ τιμῶν ἐνδόξων καὶ πνευματικῶν παρὰ τῷ ἐπουρανίῳ βασιλεῖ τυχεῖν καταξιοῦται, δυνάμενος οὗτος καὶ ἑτέρους λοιπὸν καταρτίζειν καὶ
20.3.4
διδάσκειν πόλεμον. εἰ γὰρ ἀπὸ ἀγέλης ἁπλῶς ἄνθρωπος κοινὸς ληφθῇ μὴ εἰδὼς πόλεμον μήτε πεῖραν ἔχων πολεμικῶν πραγμάτων καὶ εὐθὺς στρατηλάτης καταστῇ πάντων, γέλωτος ἄξιός ἐστι τῶν πολεμικῶν κατάρχειν βουλόμενος αὐτὸς πρότερον μὴ εἰδὼς πόλεμον. οὕτω καὶ εἰς τὸ πνευματικὸν ὁ τὸν λόγον τοῦ θεοῦ ὑφηγούμενος καὶ ψυχῶν προϊστάμενος ἔμπειρος κατὰ πάντα τῶν πνευματικῶν πραγμάτων εἶναι ὀφείλει, ἵνα ὧνπερ ὑφηγεῖται λόγων πείρᾳ τὴν ἐργασίαν ἐπιδειξάμενος ὠφέλειαν καὶ βοήθειαν δι' ἑαυτοῦ τοῖς ἀκούουσιν
20.3.5
ἑκάστοτε προσάγῃ. ἡ γὰρ τοῦ θεοῦ σοφία καὶ ἡ ὁδὸς τοῦ Χριστιανισμοῦ καὶ τὸ τῆς χάριτος ἔργον ἐν τῇ πιστῇ ψυχῇ καταρτιζόμενον ἐν πολλῇ τινι λεπτότητι καὶ αὐξήσει καὶ προκοπῇ ἐπιτελεῖται, καὶ ὅτε τις νομίσει τετελεκέναι τότε ἄρξασθαι αὐτὸν δεῖ ἐνδοτέρου πράγματος, τῶν τοῦ πνεύματος μυστηρίων καὶ προκοπῶν πνευματικῶν ἐν ψυχῇ γινομένων, καὶ πολλάκις νομίσας τελέσαι
20.3.6
πολλάκις καὶ ἄρξασθαι ἔχει. εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ ἐν τῇ κοσμικῇ σοφίᾳ ἐστίλέγω δὴ χαμαιδιδασκάλων, εἶτα γραμματικῶν, εἶτα ῥητόρων, πάλιν σοφιστῶν, τέλος φιλοσόφωνκαὶ ἐπάν τις πάντας τοὺς διδασκάλους διέλθοι ἓν τελειῶν καὶ ἑτέρου ἀρχόμενος, τότε δίκας λέγειν ἐπ' ἀρχόντων ἄρχεται εἶτα χρόνοις ἐπευδοκιμήσας γίνεται κατὰ καιροὺς καὶ αὐτὸς ἄρχων, καὶ τότε πάλιν συγκάθεδρον ἑαυτῷ λαμβάνει μήτι αὐτὸν τοῦ δικαίου παρέλθοι.
20.3.7
εἰ οὖν ἐν τῷ κόσμῳ τούτῳ τοσαύτη σοφίας λεπτότης καὶ προκοπὴ τυγχάνει, πόσῳ μᾶλλον ἡ ἄρρητος καὶ ἄπειρος τοῦ θεοῦ σοφία καὶ ἡ ὁδὸς τοῦ Χριστιανισμοῦ πολλήν τινα λεπτότητα καὶ πολλὰς προκοπὰς ἔχει. καὶ ὅσῳ τις προκόπτει, ἀρχὴν λαμβάνει ἑτέρων πραγμάτων, τῶν τοῦ πνεύματος μυστηρίων καὶ τῶν τῆς σοφίας ἀποκρύφων θησαυρῶν ἐνδότερον γίνεται, καὶ ὅσῳ ἐν τῇ χάριτι αὔξει καὶ προκόπτει καὶ τῇ τοῦ θεοῦ γνώσει πλουτεῖ, τοσούτῳ καὶ τὰ τῆς κακίας «νοήματα» καὶ πανουργεύματα ἐπιγινώσκει, ὥς φησιν ὁ ἀπόστολος·
20.3.8
«οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν». τηλικαύτης τοίνυν προκειμένης ἡμῖν ἐλπίδος καὶ τοσούτων πνευματικῶν ἀγαθῶν τοῖς ἐν ἀληθείᾳ βουλομένοις ἀγωνίζεσθαι ἡτοιμασμένων καὶ ἡμεῖς ἑαυτοὺς ὅλῃ δυνάμει ἀποδῶμεν εἰς τὴν πρὸς θεὸν εὐαρέστησιν, ἵνα τῶν πνευματικῶν χαρισμάτων τυχόντες καὶ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ προκόψαντες καὶ πάντα πειρασμὸν καὶ θλῖψιν διὰ τῆς χάριτος τοῦ Χριστοῦ ὑπερβάντες καὶ τοῦ ἁγιασμοῦ τελείως καταξιωθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 21. τ. 1 ΛΟΓΟΣ ΚΑʹ.

Intertext edge

Open linked passage

Note