Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1.1
Ἡ τῶν ἐπουρανίων ἀγαθῶν ἐρῶσα ψυχὴ καὶ Χριστῷ συμβασιλεῦσαι ἐλπίζουσα διὰ μεταβολῆς καὶ ἀλλοιώσεως ἐκ τῆς τῶν παθῶν κακίας εἰς τὰς τοῦ Χριστοῦ ἀρετὰς μεταβληθῆναι ὀφείλει καὶ ἀλλαγῆναι τὴν προαίρεσιν καὶ ἁπαξαπλῶς τὸν διὰ τοῦ πνεύματος ἀνακαινισμὸν κτήσασθαι, ἕως ἐν σαρκί ἐστιν.
21.1.2
Ὥσπερ γὰρ ἐὰν ᾖ ἐν ἐρήμῳ ὄρει οἶκος μοναστηρίου Χριστιανῶν, ὅπου τὸ πρὶν λύκοι καὶ θῆρες ἄγριοι καὶ ἑρπετὰ δεινὰ ηὐλίζετο καὶ ἐνεφώλευον, ἐπὰν οἰκοδομηθῇ καὶ ἐξημερωθῇ πᾶς ὁ τόπος, λοιπὸν ἐκεῖ ἀδιάλειπτοι «ψαλμοί,
21.1.3
ὕμνοι, ᾠδαὶ πνευματικαί», εὐωχίαι καὶ ἀγαλλίασις πρὸς κύριον γίνεται, οὕτω καὶ τῆς ψυχῆς οὔσης ἐρήμου τοῦ θεοῦ ἀπὸ τῆς παραβάσεως Ἀδὰμ καὶ ἐν ἀγριότητι παθῶν κειμένης ἐν τῇ λογικῇ τῆς καρδίας αὐτῆς γῇ θῆρες κακοὶ καὶ λύκοι δεινοὶ καὶ ἑρπετὰ πάμπολλα πνευμάτων πονηρίας ἐννέμονται καὶ ἐναυλίζονται καὶ ἐμφωλεύουσι, διὰ τῶν φαύλων καὶ πονηρῶν λογισμῶν τὴν
21.1.4
ἐνέργειαν δεικνύοντα, ἐπὰν δὲ ἔλθῃ ὁ ἡμερωτὴς τῶν ἀγρίων τόπων τῆς ψυχῆς καὶ τῶν νοερῶν θηρίων καὶ ἑρπετῶν ὀλοθρευτής, ὁ κύριος, καὶ οἰκοδομήση τὴν οἰκίαν τῆς ψυχῆς ἐν πνεύματι καὶ ἡμερώσῃ πᾶσαν τὴν λογικὴν αὐτῆς γῆν ἐν ταῖς ἰδίαις τοῦ πνεύματος ἀρεταῖς καὶ κατασκηνώσῃ καὶ μόνην παρ' αὐτῇ ποιήσῃ, τότε ἐκεῖ εὐχαὶ καὶ προσκυνήσεις ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ θεῷ ἐπιτελοῦνται ἀδιαλείπτως, τότε «ψαλμοί, ὕμνοι, ᾠδαὶ πνευματικαὶ» ἐκ τῆς ψυχῆς ἀναπέμπονται διὰ τῆς χάριτος εἰς οὐρανούς, τότε εὐωχίαι καὶ ἑορτὴ ἀγγέλων καὶ χαρὰ ἐπουράνιος καὶ ἀνεκλάλητος γίνεται τοῦ σκηνοβάτου Χριστοῦ ἐν τῇ ψυχῇ πνευματικῶς ἑορτάζοντος καὶ εὐφροσύνῃ, καὶ ἀγαλλιάσει οὐρανίῳ τὴν διάνοιαν εὐφραίνοντος.
21.1.5
Καὶ ἑτέρως δὲ τῷ αὐτῷ νοήματι χρησώμεθα. ὥσπερ χρυσίον, ὃ τὸ πρὶν ἦν γῇ μεμιγμένον καὶ ὑπὸ τῶν θηρίων καὶ ἑρπετῶν καταπατούμενον, ἐπὰν ληφθῇ καὶ καθαρισθῇ καὶ διϋλισθῇ ὑπὸ τῶν ἐπισταμένων τὴν τέχνην τῆς καθάρσεως τοῦ χρυσίου, τότε γίνεται στέφανος καὶ διάδημα βασιλικὸν εἰς
21.1.6
τὴν κεφαλὴν τοῦ βασιλέως ἐπιτήδειον, οὕτω καὶ ταύτην τὴν ψυχὴν νῦν ἐν γῇ ἁμαρτίας μεμιγμένην καὶ ὑλικοῖς καὶ ματαίοις λογισμοῖς συμπεπλεγμένην καὶ ὑπὸ τῶν θηρίων τῶν πνευμάτων τοῦ σκότους καταπατουμένην διὰ τῆς τῶν παθῶν ἐνεργείας καὶ ἐν πολλῇ ὕβρει καὶ αἰσχρότητι λογισμῶν πονηρῶν τυγχάνουσαν καὶ ἐν σκότει τοῦ αἰῶνος τούτου πεφυρμένην, ὡς καὶ ἐκεῖ τῇ γῇ μέμικτο ὁ χρυσός, ἐπὰν ἔλθῃ ὁ καλὸς καὶ ἀληθινὸς τεχνίτης καὶ καθαριστὴς τῶν ψυχῶν ἡμῶν, λαμβάνει καὶ καθαρίζει ἀπὸ τῆς ὕβρεως ἐκείνης καὶ τοῦ δεινοῦ σκότους τοῦ κεκαλυφότος αὐτὴν καὶ καθαρὰν ἀπεργασάμενος ὥσπερ καλὸν χρυσίον στέφανον καὶ διάδημα ἐπουράνιον αὐτὴν ἑαυτῷ κατασκευάζει.
21.1.7
καὶ γὰρ ὁ προφήτης φησί· «καὶ ἔσῃ στέφανος δόξης ἐν χειρὶ κυρίου καὶ διάδημα κάλλους ἐν χειρὶ θεοῦ σου». ἰδοὺ ἐκ ποίας ὕβρεως καὶ ἀτιμίας εἰς ὁποίαν δόξαν καὶ τιμὴν μεταβάλλεται ὁ ἄνθρωπος διὰ τῆς δυνάμεως τοῦ ἁγίου πνεύματος καὶ τῆς τοῦ ἰδίου αὐτεξουσίου ὀρθῆς προαιρέσεως καὶ σπουδῆς καὶ σπουδῆς καὶ πίστεως.
21.1.8
εὐδόκησε γὰρ ὁ θεὸς τῇ ἑαυτοῦ ἀγαθότητι τῇ ψυχῇ κοινωνῆσαι τῆς ἑαυτοῦ βασιλείας, καὶ ἐπὰν ἐλθὼν ἐπισκέψηται τὴν ψυχὴν τὴν ἐξ ὅλης προαιρέσεως ἑαυτὴν εἰς τὴν πνευματικὴν εὐαρέστησιν ἔκδοτον ἀποδοῦσαν, μεταδίδωσιν αὐτῇ τοῦ φωτὸς τῆς θεότητος αὐτοῦ διὰ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, καὶ τότε αὔξει καὶ τείνει καὶ πλατύνει τὸ νοερὸν αὐτῆς φρόνημα ἕως οὐρανίων ὑψωμάτων, καὶ αὐτὸς ἄνωθεν κατέρχεται πρὸς αὐτὴν ἀναλαμβάνων αὐτὴν πρὸς ἑαυτὸν καὶ ἕως οὐρανοῦ ἐκτείνων κἀκεῖ μυστηρίων ἀρρήτων πνευματικῶν ἀπολαύειν αὐτὴν καταξιοῖ.
21.1.9
Ὢ τῆς ἀρρήτου εὐδοκίας, ὢ τῆς ἀνεκδιηγήτου φιλανθρωπίας, ὢ τῆς ἀνεννοήτου ἀγάπης καὶ τῆς ἀφράστου εὐσπλαγχνίας. ἐκ ποίας ἀτιμίας καὶ σμικρότητος εἰς ποίαν τιμὴν καὶ μεγαλωσύνην μετατίθησι καὶ μεταβάλλει ψυχὰς ἐν ἀληθείᾳ πιστευούσας καὶ εἰς πᾶσαν εὐαρέστησιν ἑαυτὰς ἀποδούσας.
21.1.10
ἡ γλυκύτης γὰρ καὶ ἡ ἀνάπαυσις ἡ ἐπουράνιος ἐκείνη ἀκόρεστός ἐστιν. εἰ γὰρ ἐπὶ γῆς οὕτως οἱ πλούσιοι ὅσον κτῶνται καὶ πλουτοῦσι τοσοῦτον ὥσπερ πτωχοὶ παρ' ἑαυτοῖς εἰσιν, ἀεὶ ἐπιθυμοῦντες τὴν τῶν πλειόνων κτῆσιν καὶ μὴ κορεννύμενοι ἐφ' οἷς ἔχουσι, καὶ ὅσῳ πλουτοῦσι τοσοῦτον ἐπιζητοῦσιν ὑπερπλουτεῖνκαὶ αὐτὸς δὲ ὁ ἐπὶ γῆς βασιλεὺς ὅσους θησαυροὺς ἔχει, καὶ ὅμως ἔτι πλείονας βούλεται καὶ ἐπιθυμεῖ, καὶ πόσου κόσμου κυριεύει καὶ οὐ κορέννυται, ἀλλ' ἐβούλετο πάντων τῶν ἐπὶ γῆς ἐθνῶν δεσποτεύειν μόνος καὶ βούλεται
21.1.11
πάσης τῆς γῆς τοὺς θησαυροὺς τοῦ χρυσίου κεκτῆσθαικαὶ εἰ οὗτοι οὕτως, πόσῳ μᾶλλον ψυχὴ γευσαμένη γλυκύτητος θεοῦ καὶ χρηστότητος πνεύματος αἴσθησιν δεξαμένη καὶ τῆς ἀνεκλαλήτου χαρᾶς, ἥτις ἐστὶν ὁ κύριος, μέτοχος γενηθεῖσα καὶ πλούτου οὐρανίου τοῦ φωτὸς τῆς θεότητος κοινωνήσασα καὶ θησαυρῶν σοφίας ἀποκρύφων θίγουσα καὶ οὐρανίᾳ ἀκτῖνι τοῦ προσώπου τοῦ Χριστοῦ ἐλλαμφθεῖσα καὶ εἰρήνης θεότητος πεῖραν λαβοῦσα οὐκ ἐκκαυθήσεται ὑπὸ τῶν τοσούτων ἀρρήτων ἐπουρανίων ἀγαθῶν καὶ εἰς ἀκόρεστον πνευματικὴν ἐπιθυμίαν ἔλθῃ καὶ εἰς ἀπλήρωτον κόρον ἔρωτος θείου καταληφθῇ, τοσαύτης ἀγαθότητος καὶ χαρᾶς καὶ εἰρήνης ἀρρήτου θεότητος μεταλαβοῦσα.
21.1.12
Ὥσπερ γὰρ ἡ θάλασσα πάντων τῶν ποταμῶν ἐπιρρεόντων οὐ πληροῦται, οὕτως ἡ ψυχὴ ἡ καταξιωθεῖσα εἰσελθεῖν εἰς τὴν εἰρήνην τῆς θεότητος τοῦ πνεύματος ὅσῳ δίδωσιν αὐτῇ ἐπουρανίων δωρεῶν χαρίσματα οὐ κορέννυται, καὶ ὅσῳ λαμβάνει ἐπιζητεῖ καὶ ὅσῳ κορέννυται, ἔτι ἐπιθυμεῖ καὶ ὅσῳ πληροῦται ἔτι λείπεται καὶ ὥσπερ ἄβυσσός τις ἀπλήρωτος ἀπὸ τῆς πολλῆς τοῦ πνεύματος ἐπιθυμίας καὶ τοῦ οὐρανίου φίλτρου τῆς ἀκορέστου ἀγάπης τοῦ Χριστοῦ καθί
21.1.13
σταται. ἐπὶ γῆς ἐν σαρκὶ περιπατεῖ καὶ ἐν οὐρανοῖς μετὰ τοῦ κυρίου τῇ φρονήσει τὴν διατριβὴν ἔχει. τούτων δὲ τῶν ἀγαθῶν τυχεῖν καταξιοῦνται καὶ τηλικαύτης προκοπῆς αὔξησιν ἐν ψυχῇ λαμβάνουσιν, ὅσοι τῷ ταπεινῷ φρονήματι ἑαυτοὺς ἐκδεδώκασι καὶ ἐπάρσεως καὶ φυσιώσεως λογισμὸν ἐν ἑαυτοῖς οὐ παραδέχονται, ἀλλ' ἑαυτοὺς ἀναξίους ἡγοῦνται καὶ ἐπὶ θεοῦ καὶ ἀνθρώπων, καὶ ὡς ἀρχὴν ἔχοντες πάντοτε ἀγωνίζονται, καὶ οὕτως ἑαυτοὺς ἐξουδενοῦντες
21.1.14
καὶ ταπεινοῦντες ἐκείνων τῶν πνευματικῶν ἀγαθῶν καταξιοῦνται τυχεῖν, ὥς φησιν ὁ κύριος· «ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται». οἱ γὰρ ὀλίγης τινὸς χάριτος μέτοχοι γενόμενοι καὶ εἰς ἔπαρσιν καὶ φυσίωσιν ἑαυτοὺς ἐκδεδωκότες διὰ τὸ νομίζειν εἶναί τι λυποῦντες τὴν χάριν τοῦ πνεύματος καὶ οὗπερ ἔχουσιν ἀγαθοῦ ἀποστεροῦνται διὰ τὴν ἀφροσύνην τῆς νηπιότητος αὐτῶν.
21.1.15
Ζητήσωμεν τοίνυν τὸν κύριον ἔρωτι καὶ φίλτρῳ ψυχῆς ἀεὶ αὐτὸν προσδοκῶντες καὶ εἰς αὐτὸν ἀποκρεμάμενοι καὶ αὐτὸν ἔχειν μόνον ἐπιθυμοῦντες, τὸν τοσούτων ἀγαθῶν ἐπαγγελτὴν καὶ πληρωτὴν τοῖς πιστεύουσιν εἰς αὐτὸν
21.1.16
γινόμενον. ὁ λόγος δὲ ὁ τοῦ πνεύματος ὑπὸ τῶν πνευματικῶν λαλούμενος οὕτως ἐστίν· ὥσπερ ἐὰν ᾖ ποταμὸς μέγιστος ἐν πληρώματι ὕδατος ὅσον παρέρχεται τοσοῦτον πάλιν ἔρχεται· ἀνελλιπὴς γάρ ἐστιν, ἀεὶ γεννώμενος καὶ βρύων ἐξ
21.1.17
ἀμέτρου πηγῆς ἀβύσσου. τὸν αὐτὸν τρόπον καὶ οἱ ἔχοντες τὴν ζῶσαν πηγὴν τοῦ πνεύματος ὅσῳ διηγοῦνται μυστήρια τοῦ πνεύματος τοσούτῳ πλείω εὑρίσκουσι, τῆς θεϊκῆς πηγῆς ἀναβρυούσης ἀεὶ καινότερα καὶ ἐπουράνια μυστήρια τοῦ λόγου.
21.1.18
Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν κύριον μετασχεῖν ἐκ τῆς πνευματικῆς πηγῆς τοῦ ζῶντος ὕδατος, ὅτι «ὁ πιὼν» καὶ λαβὼν ἐξ αὐτῆς «οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα» κατὰ τὸν τοῦ κυρίου λόγον, ἀλλ' ἔσται «ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον» καὶ «ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν
21.1.19
ὕδατος ζῶντος». τοῖς οὖν ἐκ πνεύματος διηγουμένοις τὰ τοῦ πνεύματος μυστήρια καὶ ἐκ τῆς ζώσης τοῦ θεοῦ πηγῆς προφέρουσι τὸν τοῦ θεοῦ λόγον, οὕτως ὀφείλουσιν οἱ ἀκούοντες προσέχειν, ὡς ἐκ στόματος τοῦ θεοῦ τὸν λόγον ἀκούοντες καὶ ὡς πνεύματος ἁγίου κινοῦντος τὸ τῆς γλώσσης ὄργανον καὶ ὡς
21.1.20
δι' αὐτοῦ λαλοῦντος. τούτων οὖν τῶν πνευματικῶν καὶ ἐπουρανίων ἀγαθῶν νῦν τυχεῖν πῶς ἡμῖν ἔσται, εἰ μὴ ἀεὶ ἀποβλέπομεν «εἰς τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν» καὶ προσέχομεν διαπαντὸς τῇ ταπεινώσει
21.1.21
αὐτοῦ, πῶς θεὸς ὢν «ἑαυτὸν ἐκένωσεν» εἰς φύσιν ταπεινήν. ἡμεῖς οὖν οἱ φύσει ὄντες ταπεινοὶ πῶς οὐκ ὀφείλομεν ταπεινούσθαι καὶ ἐπιγινώσκειν τὴν ἑαυτῶν φύσιν αἰσχυνόμενοι, ὅτι ὁ ἔνδοξος ἄδοξος γέγονε δι' ἡμᾶς καὶ θεὸς ὢν φύσιν ταπεινὴν τὴν ἀνθρωπίνην ἀνέλαβε καὶ πτωχὸς καὶ ταπεινὸς ἐν κόσμῳ ἀνεστράφη, ἐξουδενούμενος καὶ ὀνειδιζόμενος ὑπὸ ἀναξίων ἀνθρώπων. ἡμεῖς οὖν φύσει ὄντες ἄτιμοι καὶ ταπεινοὶ καὶ ἁμαρτημάτων γέμοντες οὐκ ὀφείλομεν
21.1.22
τὴν ἑαυτῶν φύσιν ἐπιγινώσκειν; μιμηταὶ τοίνυν αὐτοῦ γενόμενοι τῆς ταπεινώσεως καὶ πολιτείας καὶκαθ' ὅσον ἐκ τῆς ἡμετέρας φύσεως δυνατὸν πιστεύοντες καὶ ἀγαπῶντες αὐτὸν ἐν ἀληθείᾳ καὶ πρὸ ὀφθαλμῶν αὐτὸν ἔχοντες καὶ προσδοκῶντες αὐτὸν ἐλθεῖν καὶ οἰκῆσαι ἐν ἡμῖν, τευξώμεθα ἐκείνων ὧν ἐπηγγείλατο διδόναι «τοῖς ἀγαπῶσιν αὐτόν», ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε «ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη», «ἡμῖν δὲ» ἀποκαλύψει «διὰ τοῦ πνεύματος αὐτοῦ» ἐρχόμενος καὶ μόνην ποιῶν παρ' ἡμῖν, ἵν' ἐξ αὐτοῦ λοιπὸν μανθάνωμεν δι' ἐνεργείας πνεύματος πᾶσαν ἀρετὴν πραΰτητος καὶ ταπεινοφροσύνης καὶ πίστεως καὶ ἀγάπης καὶ πᾶσαν δικαιοσύνην καὶ πλήρωσιν τῶν
21.1.23
ἐντολῶν αὐτοῦ διὰ τῆς ἰδίας χάριτος ἐν ἡμῖν πληρώσῃ. αὐτὸς γὰρ ἔφη ὅτι «ἀπ' ἐμοῦ μάθετε, ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». καὶ οὕτως ἄμωμοι καὶ ἄσπιλοι διὰ τῆς αὐτοῦ δυνάμεως καταρτισθέντες τῆς αἰωνίου βασιλείας τυχεῖν ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 22. τ. 1 ΛΟΓΟΣ ΚΒʹ.