Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 22 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1.1
Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς προσευχὴν διδάσκων τοὺς ἑαυτοῦ μαθητάς, παρακαλεσάντων αὐτὸν διδάξαι αὐτοὺς προσεύχεσθαι, οὕτως ἔλεγεν αὐτοῖς· «λέγετε· πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν». τὴν εὐχὴν δὲ ταύτην ἐδίδασκεν εὔχεσθαι τοὺς ἀκμὴν ζητοῦντας ἄφεσιν ἐγκλημάτων.
22.1.2
Ὥσπερ γὰρ δοῦλος δεσπότου χρηστοῦ πολλὰ ἁμαρτήσας καὶ φυγών, μετὰ δὲ πολὺν χρόνον ἐπιστρέψας προαποστέλλει τῷ ἰδίῳ δεσπότῃ ἀξιώτας εἰς τὸ καταλλαγῆναι αὐτῷ τὸν ἀγαθὸν δεσπότην καὶ ἔξωθεν τῆς θύρας ἕστηκεν, οὔπω δὲ τὸ πρόσωπον αὐτοῦ κατηξιώθη θεάσασθαι, καὶ ἕως οὗ ὤργισται αὐτῷ ὁ δεσπότης, πάντες οἱ οἰκεῖοι αὐτοῦ ἐχθροὶ τυγχάνουσι, τέκνα, φίλοι γνήσιοι, συγγενεῖς, ἀλλὰ καὶ ἔξω τῆς θύρας ἱστάμενος καὶ μήπω εἰς πρόσωπον ἐλθὼν τοῦ ἰδίου δεσπότου ἤδη εἰς ἔννοιαν αὐτοῦ ἐστιν, ἐπὰν δὲ εἰς πρόσωπον τὸ ἑαυτοῦ δέξηται αὐτὸν καταλλάσσεται καὶ εἰρηνεύει αὐτῷ, καὶ λοιπὸν πάντες συγγενεῖς, τέκνα, δοῦλοι, φίλοι εἰρήνην καὶ ἀγάπην πρὸς αὐτὸν κέκτηνται.
22.1.3
τὸν αὐτὸν τρόπον καὶ ὁ ἄνθρωπος ἁμαρτήσας καὶ παραβὰς τὴν ἐντολὴν τοῦ ἐπουρανίου καὶ ἀληθινοῦ δεσπότου καὶ φυγὰς γενόμενος τῆς ἀγαθότητος αὐτοῦ διὰ τὸ προσλαβεῖν αὐτὸν ἐν τῇ ἑαυτοῦ ψυχῇ πάθη ἀτιμίας καὶ ἐπὶ τῇ πονηρίᾳ καὶ τῇ κακίᾳ τοῦ πονηροῦ πνεύματος διαγαγεῖν· εἶτα δὲ ἐπιστρέφων πρὸς τὸν ἑαυτοῦ δεσπότην καὶ παρακαλῶν ἄφεσιν ἁμαρτιῶν λαβεῖν καὶ τυχεῖν πάλιν τῆς δεσποτικῆς καὶ εἰρηνικῆς βασιλείας εἰς τὴν θύραν ἔξωθεν παραμένει, ἐπιθυμῶν καταξιωθῆναι ἰδεῖν τὸ χρηστὸν καὶ εἰρηνικὸν τοῦ ἀγαθοῦ δεσπότου πρόσωπον, καὶ ἕως οὗ οὐδέπω κατηλλάγη αὐτῷ ὁ οὐράνιος βασιλεὺς καὶ εἰς πρόσωπον τὸ ἑαυτοῦ κατηξίωσεν ἐλθεῖν αὐτόν, ἰδοὺ πάντες ἄγγελοι καὶ ἅγιοι καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν οὐκ εἰρηνεύθησαν αὐτῷ, ἀλλὰ καὶ ἔξωθεν εἰς τὴν θύραν παραμένων τῆς πρὸς κύριον ζητήσεως ἤδη εἰς τὴν διάνοιαν τοῦ
22.1.4
ἀγαθοῦ καὶ χρηστοῦ οὐρανίου πατρὸς καὶ δεσπότου ἐστίν. ἐπὰν δὲ καταλλαγῇ αὐτῷ εἰς τὸ προφανὲς καὶ εἰσαγάγῃ ἔσω τῆς θύρας τῆς ζωῆς αὐτοῦ καὶ καταξιώσῃ ὀφθῆναι τῇ ψυχῇ ἐν ἀποκαλύψει καὶ πληροφορίᾳ καὶ αὐτὴ ἡ ψυχὴ καταξιωθῇ ἰδοῦσα τὸ τοῦ φωτὸς οὐράνιον καὶ δεσποτικὸν πρόσωπον προσκυνῆσαι καὶ εἰρηνευθῆναι αὐτῷ, τότε «χαρὰ» καὶ ἀγαλλίασις «ἐν οὐρανῷ» «ἐνώπιον τῶν» ἁγίων «ἀγγέλων» γίνεται· εἰρηνεύσασα γὰρ τῷ ἑαυτῆς δεσπότῃ καὶ πᾶσι τοῖς οἰκείοις αὐτοῦ εἰρηνεύεται.
22.1.5
Καὶ γὰρ ὁ κύριος τῆς ψυχῆς τὴν πτῶσιν διηγούμενος παραβολὴν ἔφερε περὶ τοῦ νεωτέρου υἱοῦ τοῦ λαβόντος τὸ μέρος αὐτοῦ καὶ ἀπελθόντος εἰς ἀλλοτρίαν πατρίδα πρὸς κακοὺς καὶ πονηροὺς δεσπότας κἀκεῖ δαπανήσαντος τὰ ὑπάρχοντα
22.1.6
αὐτῷ μετὰ πορνῶν καὶ ζῶντος ἀσώτως καὶ χοίρους βόσκοντος. ἄρτον δὲ ζωῆς λέγων ἑαυτὸν τοὺς ἐσθίοντας τὴν σάρκα αὐτοῦ καὶ πίνοντας τὸ αἷμα αὐτοῦ ζῆν εἰς αἰῶνας ἔλεγε λέγων· «ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα μένει ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ». καὶ πάλιν· «ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα» καί· «ὁ τρώγων με κἀκεῖνος ζήσεται δι' ἐμέ» καὶ πνεῦμα δὲ τῆς ἑαυτοῦ θεότητος δίδωσι τροφὴν καὶ ζωὴν ταῖς ἀξίαις ψυχαῖς. καὶ
22.1.7
γὰρ οἱ τῆς εὐχαριστίας τοῦ ἄρτου κατ' ἀλήθειαν μεταλαμβάνοντες πνεύματος ἁγίου καταξιοῦνται μέτοχοι γίνεσθαι καὶ οὕτω δύνανται εἰς αἰῶνας αἱ
22.1.8
ἅγιαι ψυχαὶ ζῆσαι. ὥσπερ δὲ ὁ πιὼν τὸν οἶνον εἰς πάντα τὰ μέλη αὐτοῦ κιρνώμενον ἔχει αὐτὸν καὶ γίνεται ὁ οἶνος ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ οἴνῳ, οὕτω καὶ ὁ πίνων τὸ αἷμα τοῦ Χριστοῦ. τὸ πνεῦμα γὰρ τῆς θεότητος ποτιζόμενον κιρνᾶται ἐν τῇ τελείᾳ ψυχῇ καὶ ἡ ψυχὴ ἐν αὐτῷ καὶ οὕτως ἁγιασθεῖσα τοῦ κυρίου ἀξία καθίσταται· «πάντες, γάρ φησι, τὸ αὐτὸ πνεῦμα ἐποτίσθημεν».
22.1.9
ἐκεῖνος οὖν ἔζη ἀσώτως τὰ πάθη τῶν τῆς πονηρίας πνευμάτων ἐσθίων καὶ πίνων καὶ ἐν αὐτοῖς ζῶν καὶ ταῖς ἡδοναῖς ταῖς σαρκικαῖς τῶν παθῶν τοῦ αἰῶνος τούτου κεκρατημένος.
22.1.10
Ὥσπερ γὰρ δι' ἐνεργείας τῶν παθῶν τὸ ἐγκόσμιον πνεῦμα τῆς πλάνης τοῦ σκότους τῆς ἁμαρτίας ἐνεργεῖ ἐν τῷ φρονήματος σαρκικοῦ πεπληρωμένῳ ἀνθρώπῳ, ἐξ οὗ ἐσθίει καὶ ἐν ᾧ ζῇ, οὕτως ἐνεργείᾳ καὶ δυνάμει τὸ πνεῦμα τοῦ φωτὸς τῆς θεότητος οἰκεῖ εἰς τὸν καταξιωθέντα ἁγιασθῆναι ἄνθρωπον, ἐξ οὗ ἐσθίει καὶ ἐν ᾧ ζῇ ἡ ψυχὴ κατὰ τὸν εἰπόντα· «δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ», καὶ πάλιν· «ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός», καὶ πάλιν· «ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», καί· «ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν», καὶ ὁ κύριος· «ἐλευσόμεθα (ἐγὼ καὶ ὁ πατήρ μου) καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν». ταῦτα ἐν δυνάμει καὶ πληροφορίᾳ τοῖς
22.1.11
καταξιουμένοις γίνεται καὶ οὐχὶ ἀδήλως καὶ ἀνενεργήτως. ὁ νόμος γὰρ τὸ πρὶν λόγῳ ἀνυποστάτῳ ἐπεστρέφετο τοὺς ἀνθρώπους ζυγὸν βαρὺν ἐπιτιθεὶς καὶ μὴ δυνάμενος βοηθῆσαι αὐτοῖς διὰ τὸ τὴν δύναμιν τοῦ πνεύματος μὴ διδόναι, ἀπὸ δὲ τῆς τοῦ κυρίου παρουσίας ἡ θύρα τῆς χάριτος τοῖς πιστεύουσι ἐξ ἀληθείας
22.1.12
ἠνεῴχθη. οὗτος γὰρ ὁ λόγος δύναμιν θεοῦ καὶ ἐνέργειαν πνεύματος δίδωσι καὶ τὴν νοσοῦσαν ψυχὴν καὶ ἐν τοῖς πάθεσι κατακειμένην διὰ τῆς δυνάμεως ἀνίστησι καὶ ἐρρωμένην ἀποκαθίστησιν. ὁ λιμὸς τοίνυν ἐκείνῳ τῷ βόσκοντι χοίρους καὶ ζῶντι ἀσώτως εἰς συμφέρον γέγονε τοῦ μνησθῆναι καὶ ἐπιστραφῆναι πρὸς τὸν ἑαυτοῦ πατέρα καὶ γὰρ εἰ μὴ λιμὸς ἐγεγόνει εἰς γῆν Χαναάν, οὐκ ἂν οἱ ἀδελφοὶ πρὸς Ἰωσὴφ ἀπήρχοντο καὶ οἱ λόγοι τῶν ὁραμάτων αὐτοῦ οὐκ ἂν ἐπληροῦντοκαὶ οὗτοι γὰρ μυστήριόν τι καὶ εἰκόνα ἀπετέλουν.
22.1.13
Ὥσπερ γὰρ οἱ ἀδελφοὶ Ἰωσὴφ ἀπεστέρησαν τὸν ἴδιον ἀδελφὸν τῆς κληρονομίας τοῦ πατρός, εἰθ' ὕστερον λιμοῦ γενομένου ἐλθόντες πρὸς αὐτὸν καὶ φανέντες τῷ προσώπῳ αὐτοῦ ᾐσχύνοντο, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἡ ἀποστεροῦσα νῦν τὴν κληρονομίαν τοῦ καλοῦ Ἰωσήφ, τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ, ἥτις κληρονομία αὐτή ἐστιν ἡ ψυχή, καὶ μὴ δοῦσα ἑαυτὴν αὐτῷ ἀπὸ τῆς ἰδίας προαιρέσεως εἰς τὴν πνευματικὴν λατρείαν, εἰς τὸ ἐνοικῆσαι ἐν αὐτῇ καὶ κληρονομῆσαι αὐτὴν καὶ βασιλεῦσαι ἐν αὐτῇ, εἰς ὕστερον ἐν τῇ ἀναστάσει καὶ τῇ ἐπιφανείᾳ ἐνδόξου αὐτοῦ παρουσίας τῆς μεγάλης λιμοῦ τῆς κρίσεως
22.1.14
ἐπελθούσης αἰσχυνθήσεται καὶ ἐντραπήσεται ἐνώπιον αὐτοῦ. τοῦτο δὲ καὶ ἐπὶ Ἰουδαίων νοεῖται τῶν σταυρωσάντων τὸν κύριον καὶ ὕστερον μελλόντων αἰσχύνεσθαι ἐν τῇ παρουσίᾳ τῆς δόξης αὐτοῦ, ἀλλὰ καὶ ἐν ἄλλῳ τρόπῳ νοητέον. εἰς διάφορα γὰρ πρόσωπα ἐστὶν ὁ λόγος. πᾶσα ψυχὴ ἡ πρὶν ἀπειθοῦσα τῷ λόγῳ καὶ ἀποστεροῦσα τῆς κληρονομίας τοῦ κυρίου τὴν ἑαυτῆς ὑπόστασιν εἰς ὕστερον ἐπιστρέψασα καὶ δεηθεῖσα τοῦ κυρίου ἐπιφανέντος αὐτῇ διὰ τῆς χάριτος αὐτοῦ αἰσχύνεται κατὰ ποίου ἀγαθοῦ τὸ πρὶν τὴν ἐπιβουλὴν ἐποιεῖτο καὶ ἀνυπότακτος
22.1.15
ἦν τῷ τῆς ἀληθείας λόγῳ. ἀποδέχεται τοίνυν ὁ πατὴρ τὸν υἱὸν χαίρων. «οὗτος, γάρ φησιν, ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη». καὶ δίδωσιν αὐτῷ τὴν πρώτην στολὴν καὶ τὸν δακτύλιον καὶ τὸν σιτευτὸν μόσχον δι' αὐτὸν ἔθυσεν. ἀποδέχεται καὶ ὁ οὐράνιος πατὴρ χαίρων ψυχὴν τὴν ἐπιστρέφουσαν καὶ μετανοοῦσαν καὶ ἐν ἀληθείᾳ προσερχομένην αὐτῷ καὶ δίδωσιν αὐτῇ τὴν στολὴν τοῦ φωτὸς τοῦ Χριστοῦ καὶ τὸν δακτύλιον
22.1.16
τῆς σφραγίδος τοῦ ἐπουρανίου καὶ ἀγαθοῦ πνεύματος. δι' αὐτὴν γὰρ ἐτύθη καὶ ὁ καλὸς σιτευτὸς μόσχος αὐτὸς ὁ κύριος σαρκὶ παθών. «νεκρός, φησὶ γάρ, ἦν καὶ ἀνέζησε καὶ ἀπολωλὼς καὶ εὑρέθη». νεκρὸς καὶ ἀπολωλὼς ἦν τῷ ἑαυτοῦ πατρί· ἐκεῖ γὰρ ἔζη ἀσώτως καὶ ἔβοσκε χοίρους. καὶ ἡ ψυχή, ἕως οὗ ζῇ ἀσώτως μετὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναστρεφομένη καὶ μετ' αὐτῶν διὰ τῆς ἐνεργείας τῶν παθῶν πορνεύουσα καὶ σὺν τῇ ἁμαρτίᾳ διάγουσα, νεκρὰ καὶ ἀπολωλυῖα τυγχάνει τῷ ἐπουρανίῳ καὶ ἀγαθῷ πατρί. ἐπὰν δὲ μνησθῇ καὶ ἐπιστραφῇ πρὸς αὐτὸν καὶ μετανοήσῃ, τότε «χαρὰ γίνεται» ἐν οὐρανοῖς «ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ», καὶ λαμβάνει στολὴν δόξης φωτὸς Χριστοῦ σφραγιζομένη τῷ ἐπουρανίῳ πνεύματι καὶ οὕτω ζῇ πάλιν ζωὴν πνευματικὴν πρὸς τὸν
22.1.17
ἐπουράνιον πατέρα. ἀλλ' ὥσπερ ἐκεῖ οὐκ ἦν θέλημα τοῦ πατρὸς τὸν υἱὸν αὐτοῦ ἀπολέσθαι καὶ θελήσαντος αὐτοῦ ἀπελθεῖν ἀπ' αὐτοῦ, καὶ εἰπόντος· «δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας» οὐκ ἐκώλυσεν, οὕτω καὶ ὁ θεὸς οὐκ ἤθελεν ἀπολέσθαι τὸν Ἀδάμ, καὶ θελήσαντι αὐτῷ παραβῆναι τὴν ἐντολὴν καὶ τὸ ἴδιον μέρος λαβεῖν (τουτέστι τὸν ἑαυτοῦ νοῦν καὶ τὸ θέλημα) οὐκ ἐκώλυσε, διὰ τὸ ἴδιον αὐτὸν ἔχειν θέλημα καὶ ἰδίαν ἐξουσίαν καὶ ἰδίαν γνώμην· αὐτεξούσιον
22.1.18
γὰρ αὐτὸν ἐξ ἀρχῆς ἐποίησεν ὁ θεός, ποιεῖν πᾶν ὃ βούλεται. φόβος τοίνυν καὶ ἀγάπη καὶ αἰσχύνη ἐπέστρεφον τὸν προειρημένον δοῦλον τῷ δεσπότῃ καὶ τὸν υἱὸν πρὸς τὸν ἑαυτοῦ πατέρα, καὶ ταῦτα τὰ τρία μεταξὺ αὐτῶν ἦν. οὕτω καὶ ἡ ψυχὴ φόβῳ καὶ ἀγάπῃ καὶ αἰσχύνῃ ἐὰν ἐπιστραφῇ πρὸς τὸν χρηστὸν δεσπότην αὐτῆς καὶ πατέρα, τὸν κύριον, προσδέχεται καὶ ἀπολαμβάνει αὐτήν, μὴ λογιζόμενος τὰ πρῶτα τῆς ἁμαρτίας κακά.
22.2.1
Ὅλη γὰρ ἡ ἔλευσις τοῦ κυρίου καὶ ἡ ἀγαθὴ παρουσία αὐτοῦ διὰ τὴν ψυχὴν ταύτην γεγένηται, ἵνα δωρεὰν τοῦ ἁγίου πνεύματος κοινωνήσῃ τῇ ἀνθρωπότητι καὶ τὴν ἐνέργειαν τῶν παθῶν τῆς ἁμαρτίας καὶ τὴν γεγενημένην διὰ τὴν πολλὴν πρόληψιν τῶν κακῶν συνήθειαν ἐκριζώσῃ.
22.2.2
Ὥσπέρ τινα ἀπὸ γῆς ζιζάνια ἢ ἀκάνθας ἢ τριβόλους καὶ τὸ ἴδιον αὐτοῦ πνεῦμα δωρήσηται τῇ ψυχῇ, ἵν' οὕτω ζήσασα ζωὴν πνεύματος καὶ οὐρανίαν δύναμιν ἐνδυσαμένη δυνηθῇ ποιῆσαι κατὰ ἀλήθειαν πᾶν τὸ θέλημα τοῦ θεοῦ. ὥσπερ γὰρ χωρὶς τῆς κακίας καὶ πονηρίας τῶν παθῶν οὐκ ᾔδει ἡ ψυχὴ ποιῆσαι κακόν, οὕτω χωρὶς τοῦ ἐπουρανίου καὶ ἀγαθοῦ πνεύματος οὐκ οἶδεν ἡ ψυχὴ
22.2.3
ποιῆσαι πᾶν τὸ θέλημα τοῦ θεοῦ, ἀλλ' ἔστιν ἔτι ἐκτὸς τοῦ θεοῦ. φησὶ γὰρ καὶ ὁ ἀπόστολος· «οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ», καὶ ἐπάγει· «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», καί· «ἡμῖν ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ». πολλὰ γὰρ θαυμάσια καὶ σημεῖα παράδοξα ἐθεώρουν οἱ ἀπόστολοι ὑπὸ τοῦ κυρίου γινόμενα, καὶ ἐπειδὴ οὔπω εἰλήφασιν ἐκείνην τὴν ἐπουράνιον «ἐξ ὕψους δύναμιν» ἐν τῇ ἑαυτῶν ψυχῇ ἐδίσταζον, ἐσείοντο, ἐσκανδαλίζοντο, ἄλλος ἀλλαχοῦ ἔφευγον ἐπὶ τῆς τοῦ κυρίου σταυρώσεως. ὁ κύριος μόνος ἰάσατο τὴν ψυχὴν δοὺς τὸ ἅγιον πνεῦμα αὐτοῦ εἰς αὐτήν. καὶ πᾶς ὁ μὴ προσδοκῶν καὶ λαμβάνων ἐκείνην τὴν «ἐξ ὕψους δύναμιν» ἰαθῆναι τελείως ἐκ τῶν τῆς ἀτιμίας παθῶν οὐ δύναται· οὕτω γὰρ ἡ τῶν παθῶν ἀναίρεσις γενέσθαι ἠδυνήθη.
22.2.4
Εἰ γὰρ βούλει ἀκριβῶς κατανοῆσαι τῆς ἀνθρωπίνης ἀσθενείας τὴν φύσιν καὶ τὸ εὐπερίτρεπτον ἐπὶ τὸ χεῖρον καὶ πῶς ἄνευ τῆς παρουσίας τοῦ κυρίου ἰαθῆναι ἡ ἀνθρωπότης οὐκ ἠδυνήθη, κατανόησον πόσα θαυμάσια καὶ τεράστια ἐξ ἀρχῆς ἐκδικήσεις τε καὶ φόβοι γεγόνασιν ὑπὸ τοῦ θεοῦ διὰ τὴν τῶν πονηρῶν
22.2.5
ἐπιτηδευμάτων ἐργασίαν· τοῦτο μὲν ἐπὶ Νῶε κατακλυσμός, τοῦτο δὲ διαμερισμοὶ γλωσσῶν, καταστροφαὶ πόλεων, ἐμπρησμοὶ Σοδόμων καὶ Γομόρρας, φόβοι, σεισμοὶ μεγάλοι κατὰ καιρούς, ὁμοίως λιμοί, λοιμοί. ταῦτα πάντα εἰς ἐκδίκησιν τῶν κακῶν ὑπὸ τοῦ θεοῦ τῷ γένει τῶν ἀνθρώπων ἐπήρχετο, καὶ ἐπέρχεται ἔτι καὶ νῦν πρὸς τοὺς λοιπούς, ὥστε φοβηθέντας παύσασθαι τῶν κακῶν. εἶτα ἑξῆς νόμος, προφῆται, ἱερεῖς, θυσίαι, δῶρα, προσφοραί, ἀποδεκατώσεις καὶ ἄλλα μυρία τοῦ νόμου δικαιώματα, ὁμοίως τῷ Ἰσραὴλ σημεῖα παράδοξα καὶ μεγάλα ὁ θεὸς ἐποίησε διὰ φανερῶν ὀπτασίων εὐεργεσίας αὐτοῖς παρέχων.
22.2.6
τῶν Αἰγυπτίων μαστιζομένων ἐν τῇ δεκαπλήγῳ μάστιγι αὐτοὶ ἐν ἀνέσει διῆγον, καὶ στύλῳ πυρὸς ἦσαν φωτιζόμενοι καὶ στύλῳ νεφέλης ἐπισκιαζόμενοι, καὶ θάλασσαν παρὰ τὴν ἰδίαν φύσιν διαρρηχθεῖσαν τοῖς ὀφθαλμοῖς αὐτῶν ἐθεώρησαν καὶ παρῆλθον διὰ μέσου αὐτῆς, καὶ τοὺς ἐχθροὺς αὐτῶν καταποντισθέντας ἐν αὐτῇ ἐθεάσαντο. μάννα ἐξ οὐρανοῦ φαγεῖν κατηξιώθησαν, φωνὰς θεοῦ καὶ ὀπτασίας ἐν τῷ ὄρει Σινᾶ ἤκουσαν καὶ εἶδον, καὶ ἄλλα μυρία τοιαῦτα, ἅπερ κατὰ βραχὺ ἐξαριθμήσασθαι δυσχερές.
22.2.7
Καὶ ταῦτα πάντα τὰ εὐεργετήματα παρέσχετο αὐτοῖς ὁ θεὸς καὶ ἡ ψυχὴ ἀπὸ τῆς νόσου τῶν ἀνιάτων παθῶν τῆς ἁμαρτίας οὐκ ἐθεραπεύθη οὐδὲ ἐξ ὅλης καρδίας ἠδυνήθησαν πρὸς κύριον ἐπιστρέψαι διὰ τὸ ἔχειν τὸ κάλυμμα τοῦ σκότους (τουτέστι τὰ «πάθη τῆς ἀτιμίας») ἕως οὗ ἦλθεν ὁ κύριος, θεὸς ὢν καὶ πανταχοῦ ὢν καὶ μένων ὃ ἦν, σῶμα φορέσας καὶ γεννηθεὶς καὶ αὐξηθεὶς καὶ πάσῃ πολιτείᾳ ἁγιότητος ἐν κόσμῳ ἀναστραφεὶς εἰς «ὑπόδειγμα τῶν μελλόντων» πιστεύειν, ἔπειτα ταπεινωθεὶς καὶ ῥαπισθεὶς καὶ ἀτιμασθεὶς καὶ ὀνειδισθείς, ἔσχατον δὲ σταυρωθεὶς καὶ νεκρωθεὶς καὶ ἕως ᾅδου κατελθών, καὶ ἐγερθεὶς τῇ τρίτῃ ἡμέρᾳ καὶ εἰς οὐρανοὺς ἀναληφθεὶς «διὰ τῆς δόξης τοῦ πατρὸς» καὶ καθεσθεὶς «ἐν δεξιᾷ τῆς μεγαλωσύνης» καὶ τότε ἐξαπέστειλε τὴν «ἐξ ὕψους δύναμιν» ἐν τῇ ἀνθρωπότητι τὴν ἀποκτένουσαν καὶ καταργοῦσαν τὰ τῆς
22.2.8
ψυχῆς ἀνίατα πάθη. πρῶτον δὲ τὴν «ἀπαρχὴν τοῦ» παρακλήτου «πνεύματος» εἰς τοὺς ἑαυτοῦ μαθητὰς ἐξέπεμψε καὶ δι' αὐτῶν πᾶσι τοῖς εἰς τὸν κύριον πιστεύουσιν ἡ δύναμις ἐκείνη ἐπισκιάζει καὶ καταλύουσα ἐν ταῖς ψυχαῖς αὐτῶν ἰᾶται ἐκ τῶν παθῶν τῆς ἁμαρτίας καὶ ἐκ τῆς νεκρότητος τοῦ σκότους τὴν ψυχὴν ἀνίστησιν. ἕως οὖν τότε ἡ ψυχὴ τετραυμάτιστο καὶ πεφυλάκιστο ἐν σκότει βεβλημένη ἐν μοχλοῖς σιδηροῖς καὶ πύλαις χαλκαῖς καὶ ἁμαρτίαις παθῶν ἐγκεκλεισμένη, καὶ οὐ διώδευε διὰ τῶν τρίβων τῶν λογισμῶν αὐτῆς ὁ
22.2.9
θεός. καὶ νῦν δὲ εἰς ἣν ψυχὴν οὐδέπω παραγέγονεν ὁ κύριος καὶ ἡ δύναμις τοῦ πνεύματος αὐτοῦ οὐ κατέλυσεν ἐν αὐτῇ καὶ ἔλυσεν αὐτὴν ἐκ τῶν δεσμῶν τῆς ἁμαρτίας καὶ ἐξήγαγεν ἐκ τῆς φυλακῆς τοῦ σκότους τῆς πονηρίας καὶ ἐνῴκησεν εἰς αὐτὴν ἐνεργητικῶς ἐν πάσῃ δυνάμει καὶ πληροφορίᾳ, ἔτι ἐν τῷ σκότει ἐστὶ δεδεμένη καὶ ὑπὸ τῶν παθῶν τοῦ σκότους κεκρατημένη καὶ ὑπὸ τῶν πονηρῶν λογισμῶν ἐνεργουμένη. οὓς γὰρ ὁ κύριος διὰ τὴν εἰλικρινῆ πίστιν καὶ ἀγάπην αὐτῶν τὴν πρὸς αὐτὸν τὴν ἑαυτοῦ δύναμιν τοῦ πνεύματος ἐνέδυσε, καὶ εἰς οὓς τὴν δωρεὰν τῆς οὐρανίου χάριτος ἐξέχεε, καὶ ὧν εἰς τὰ βαθύτατα τοῦ νοὸς ἡ τοῦ πνεύματος χάρις ἐνῴκησε, τούτων γίνεται ὁ κύριος ὡς ψυχὴ ὑπὸ
22.2.10
πνεύματος ἁγιασθέντων. τοσαύτη ἀγαθότης τῆς ἀρρήτου εὐδοκίας Χριστοῦ εἰς τὴν ταπεινωθεῖσαν ὑπὸ τῆς κακίας ἀνθρωπότητα γέγονεν, ὥς φησιν ὁ ἀπόστολος· «ὁ κολλώμενος τῷ κυρίῳ ἔσται εἰς ἓν πνεῦμα» καὶ ὁ κύριος· «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος ἓν πνεῦμά ἐστι», καὶ πάλιν ἀλλαχοῦ· «πάτερ
22.2.11
ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἵνα ἐν ἡμῖν ἓν ὦσιν». εἰ γὰρ μετὰ τῆς πονηρίας τῶν παθῶν οὖσα ἡ ψυχὴ ἓν ἦν μετ' αὐτῆςκἂν γὰρ εἶχεν ἴδιον θέλημα, ἀλλ' οὐκ ἠδύνατο ποιεῖν ὃ ἤθελε καθώς φησιν ὁ ἀπόστολος «ὃ οὐ θέλω τοῦτο ποιῶ» διὰ τὸ πεπρᾶσθαι καὶ δούλην εἶναι καὶ ζυγὸν βαρὺν βαστάζειν ἁμαρτίας παθῶν, εἰ οὖν ἐκείνη οὕτως, πόσῳ μᾶλλον ἡ δύναμις τῆς θεότητος οἰκήσασα ἐν τῇ ἁγιασθείσῃ ψυχῇ, τῇ ἀξίᾳ τοῦ κυρίου γενομένῃ, ἑνοῦται μετ' αὐτῆς, τὸ θέλημα ἑαυτῆς ἅπαν πάσῃ χαρᾷ καὶ προθυμίᾳ ἀποδούσης τῇ δυνάμει τοῦ θεϊκοῦ πνεύματος, καὶ γίνεται ἡ ψυχὴ τοῦ κυρίου διὰ τὸ ἑκουσίως καὶ προθύμως βασιλεύεσθαι ὑπὸ τῆς θείας τοῦ πνεύματος δυνάμεως καὶ
22.2.12
ἰδίῳ θελήματι μηκέτι αὐτὴν πορεύεσθαι. ὥσπερ γὰρ ὁ ἥλιος καὶ ὁ ἄνεμος κέκρανται ἐν ἀλλήλοις, οὕτως ἀνακιρνᾶται ἡ ἀξία ψυχὴ μετὰ τοῦ πνεύματος τοῦ κυρίου, ὅλη ἐξ ὅλου ἐν τῷ πνεύματι γινομένη διὰ τὸ σύμφωνον εἶναι τὴν ψυχὴν ἐν πάσαις ἀρεταῖς τῇ χάριτι τοῦ κυρίου. «τίς, γάρ φησιν, ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ» (τουτέστι τὴν ἑνωθεῖσαν ψυχὴν τῷ ἁγίῳ πνεύματι).
22.2.13
Παρακαλέσωμεν οὖν τὸν κύριον καὶ ἡμεῖς τυχεῖν τῆς ἀνεκδιηγήτου δωρεᾶς ταύτης καὶ ἐν πάσῃ «πληροφορίᾳ πίστεως» καὶ «ἐλπίδος» δέξασθαι ἐν ἑαυτοῖς προσδοκήσωμεν τὴν «ἐξ ὕψους δύναμιν» τὴν καθαίρουσαν πάντα τὰ ἐν ἡμῖν τῆς κακίας τῶν παθῶν ὀχυρώματα, ἵνα ἕως ἐν σαρκί ἐσμεν, ἁγιασθέντες ὑπὸ τοῦ πνεύματος, καθαρισθέντες ἀπὸ τῶν παθῶν τῆς ἁμαρτίας καὶ ἄσπιλοι καὶ ἄμωμοι διὰ τῆς χάριτος αὐτοῦ καταρτισθέντες ἄξιοι τῆς αἰωνίου κληρονομίας γενώμεθα ἐν Χριστῷ Ἰησοῦ, τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 23. τ. 1 ΛΟΓΟΣ ΚΓʹ.

Intertext edge

Open linked passage

Note