Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 23 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1.1
Ὁ θεὸς τῇ ἰδίᾳ σοφίᾳ τῷ σώματι τούτῳ ὑποστηρίγματα (τουτέστι τροφάς) ἐκ τῆς γῆς κατεσκεύασε, καὶ πᾶσαν πρόνοιαν τῆς κτίσεως ποιεῖται δι' αὐτὸ τὸ σῶμα, ὅπως μηδὲν ἐλλείπῃ αὐτῷ. ἐπὰν δὲ ἐν καχεξίᾳ ἢ ἀσθενείᾳ τυγχάνῃ, λύπη τοῖς συγγενέσι πολλή ἐστιν, ὅτι διὰ τῶν ὑποστηριγμάτων, ὧν ὁ θεὸς
23.1.2
αὐτῷ κατεσκεύασε, μὴ τρεφόμενον κινδυνεύει τοῦ θανεῖν. καὶ γὰρ γονεῖς γεννῶντες τέκνα πᾶσαν σπουδὴν ἔχουσιν, ἵνα τὰ γεννήματα αὐτῶν ἀπολαύωσι τῶν καρπῶν τοῦ οἴκου αὐτῶν καὶ τῶν πόνων αὐτῶν. ἐπὰν δὲ συμβῇ κατὰ κάκωσιν ἢ νωθείαν ἢ καχεξίαν μὴ ἐπιδέχεσθαι τροφήν, πολλὴν λύπην οἱ γονεῖς ἀναδέχονταιτοῦτο γὰρ αὐτῶν ἐστι θέλημα, ὅπως τοὺς πόνους τῶν
23.1.3
καρπῶν αὐτῶν ἀπολαύωσι. τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ κύριος ἐξ οὐρανοῦ ἐλθὼν διὰ τοῦτο ἀνέλαβε τὴν σάρκα τῆς ἀνθρωπότητος, καὶ ὅλη ἡ ἔλευσις καὶ ἡ σπουδὴ αὐτοῦ εἰς τοῦτο γέγονεν, ἵνα ὑποστηρίγματα καὶ τροφὰς ἐπουρανίους ἐκ τοῦ ἰδίου πνεύματος παράσχῃ τῇ ψυχῇσκιὰ γὰρ τυγχάνει πάντα τὰ φαινόμενα τῶν ἀοράτων.
23.1.4
Ὥσπερ γὰρ σωματικῶς τρέφεται τὸ σῶμα τροφὴν ἐκ τῆς γῆς καὶ ζῇ, οὕτω καὶ πνευματικῶς τρέφεται ἡ ἀξία καὶ πιστὴ ψυχὴ τροφὰς οὐρανίους ἐκ τοῦ πνεύματος τοῦ θεϊκοῦ καὶ ζῇ ζωὴν πνευματικήν. ἐὰν δὲ μὴ δυνηθῇ διὰ τὴν πρὸς τὰ πάθη ὁρμὴν καὶ τὴν εἰς τὰ χείρονα ῥοπὴν ὑποδέξασθαι ἡ ψυχὴ ἐκείνη τὴν ἔνθεον καὶ πνευματικὴν βρῶσιν ἢ διὰ νοὸς ἀσθένειαν ἢ κακοήθειάν τινα ἢ ἀπιστίαν, πολλὴν λύπην ἀναδέχεται ὁ Χριστὸς πολλὰ παθὼν δι' αὐτήν, ὅπως
23.1.5
ἐπουράνιον τροφὴν τοῦ πνεύματος παράσχῃ αὐτῇ. ὥσπερ γὰρ τὸ σῶμα μὴ μεταλαμβάνον τροφῆς ἐκ τῆς γῆς νεκροῦται καὶ ἀπόλλυται, οὕτω καὶ ἡ ψυχὴ ἐσθίουσα τὸν ἐπουράνιον ἄρτον νεκρὰ τυγχάνει καὶ ἀπόλλυται ἐκ τῆς θεϊκῆς τοῦ πνεύματος ζωῆς.
23.1.6
Καὶ γὰρ καὶ τοῦ σώματος αὐτός ἐστιν ὁ πρόνοιαν ποιούμενος διὰ τῆς οἰκονομίας τῆς ὁρωμένης κτίσεως· ἐλλείψαντος γὰρ ἄρτου ἐν τῇ ἐρήμῳ πολλοῦ ὄχλου ὄντος τῇ χρηστότητι αὐτοῦ ὁ κύριος ἀπὸ πέντε ἄρτων ἐπλήθυνεν, ὡς πάντας ἐμπλησθῆναι καὶ πολλὰ περισσευθῆναι εὐτρεπίζει γὰρ τῷ σώματι τροφὴν καὶ ἀναπαύει αὐτό, ἵνα ἀξίους καρποὺς ἀποδῷ τῷ κυρίῳ ἡ ψυχή.
23.1.7
ὥσπερ γὰρ ἐπὶ τῶν δένδρων τῶν ἐλαιῶν ἢ τῆς ἀμπέλου ἢ τῶν λοιπῶν καρποφόρων φυτῶν πρὸ τοῦ τὸν καρπὸν ἐνεγκεῖν εἰς βρῶσιν κάμνουσιν εἰς αὐτὰ οἱ γεωργοὶ πάσῃ ἐπιμελείᾳ φιλοκαλοῦντες, ἀκμὴν δὲ ὡς εἰπεῖν ἄκαρπα ξύλα ἐστὶ νεόφυτα ὄντα, ἀλλὰ μακροθυμησάντων εἰς αὐτὰ καὶ πᾶσαν ἐπιμέλειαν ποιουμένων, ἐν τῷ ἰδίῳ καιρῷ δι' αὐτῶν ἔνδοθεν καρπὸς εἰς βρῶσιν τοῖς ἀνθρώποις
23.1.8
προέρχεταιτὸν αὐτὸν τρόπον καὶ ὁ κύριος πᾶσαν ἐπιμέλειαν ποιεῖται τοῦ σώματος καὶ πᾶσαν πρόνοιαν διὰ τῆς ὁρωμένης κτίσεως εἰς ἀνάπαυσιν αὐτοῦ, ἵνα ἡ ἔνδοθεν κρυπτὴ καὶ αὐτεξούσιος οὖσα ψυχὴ ἀξίους καρποὺς δικαιοσύνης ἐκ προαιρέσεως ἀποδῷ τῷ θεῷ. «πολλὴν» γὰρ ἔχουσι «παρρησίαν» καὶ δόξαν οἱ ἀληθινοὶ Χριστιανοὶ ἐπὶ θεοῦ, οἱ ἰδίῳ θελήματι ἐξ ἀληθείας θεῷ εὐαρεστήσαντες καὶ διὰ τῆς χάριτος αὐτοῦ μεγίστην παρρησίαν κτησάμενοι.
23.1.9
Ὥσπερ γὰρ οἱ ἐπὶ γῆς ἄρχοντες τὰς εἰκόνας τοῦ βασιλέως λαμβάνοντες ὑπ' ἐξουσίαν ἔχουσι πάντας τοὺς οἰκήτορας τῶν χωρῶν, καὶ πᾶς ὁ δῆμος διὰ τὰς τοῦ βασιλέως εἰκόνας ἐν ὑποταγῇ αὐτοῖς ἐστι, καὶ ὅταν προέρχωνται, εἰσὶν οἱ προτρέχοντες καὶ πάντας διωθούμενοι, ὅπως ἐν πολλῷ ἀξιώματι καὶ τιμῇ
23.1.10
μεγάλῃ ἀνεμποδίστως καὶ ἀνυβρίστως διοδεύσωσινοὕτω καὶ ψυχαὶ αἱ τὴν ἔνδοξον καὶ ἐπουράνιον καὶ φωτεινὴν τοῦ κυρίου εἰκόνα ἐν ἑαυταῖς φέρουσαι πάντα τὰ ἐναντία πνεύματα ἐν ὑποταγῇ τιθέασιν ὑπὸ τοὺς πόδας αὐτῶν ὑπο
23.1.11
τασσόμενα καὶ πολλὴν τιμὴν καὶ παρρησίαν παρὰ τοῖς ἄνω κέκτηνται. ὅπου γὰρ τὸ τοῦ θεοῦ ἅγιον καὶ δεσποτικὸν πνεῦμα ἐνεργεῖ καὶ ἐνοικεῖ, ἀναγκαίως πᾶσα ἡ κτίσις τὴν ὑπακοὴν ἀποπληροῖ διὰ τὴν ἐπουράνιον καὶ δεσποτικὴν καὶ βασιλικὴν τοῦ πνεύματος εἰκόνα.
23.1.12
Εἰ γὰρ ἐν τῷ Ἰσραὴλ τοῦ πνεύματος μερικῶς εἰς αὐτοὺς διακονοῦντος καὶ μερικήν τινα δικαιοσύνην ἐπιτελοῦντος πάντα ὑπετάσσετο θελήματι θεοῦ θάλασσα γὰρ διεμερίζετο τιμῶσα τὸν δεσπότην καὶ ὁδὸς ἐν μέσῳ αὐτῆς ἐγίνετο, ὁμοίως δὲ καὶ ἐν τοῖς τρισὶ παισὶ τὸ πῦρ τὴν ἰδίαν καυστικὴν φύσιν ἐπεῖχε τιμῶν τοὺς θεοῦ ἀξίους, καὶ ἄγριοι λέοντες ἐπέσχον τὴν ἑαυτῶν θανατικὴν ὁρμὴν μηδὲν τὸν ἅγιον Δανιὴλ βλάψαντες, καὶ αὐτὰ τὰ πετεινὰ διηκόνουν τοῖς τοῦ θεοῦ ἀξίοις τροφὴν κομίζονταπόσῳ μᾶλλον ὅταν ἡ ἱερὰ καὶ ἔνθεος τοῦ θεοῦ εἰκὼν ἐνζωγραφηθῇ καὶ ἐντυπωθῇ εἰς τὴν ἀξίαν καὶ πιστὴν καρδίαν, τὰ
23.1.13
πάντα τιμᾷ καὶ ὑπακούει. καὶ γὰρ ἡ θάλασσα τοῦ σκότους τῆς πικρίας τῶν πονηρῶν πνευμάτων τοῦ ἀέρος τούτου διαμερίζεται ἀπέμπροσθεν αὐτῶν, ὥστε ἀνεμποδίστως τὴν ψυχὴν εἰς οὐρανοὺς διοδεύειν καὶ τείχη σιδηρὰ καὶ ὀχυρώματα καὶ μοχλοὶ ἀόρατοι διαρρήγνυνται καὶ καθαιροῦνται ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος («λογισμοὺς, γάρ φησι, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ») καὶ τὸ ἔνδον τῆς κακίας τῶν παθῶν πῦρ σβεννύμενον ἀεργὲς καὶ ἄτονον ἀποδείκνυται καὶ οἱ ἄγριοι θῆρες τῶν πνευματικῶν τῆς πονηρίας λεόντων ὑπὸ τοὺς πόδας αὐτῶν ὑπόκεινται. πᾶσα γὰρ ἡ κτίσις πρὸ τῆς τοῦ Ἀδὰμ παραβάσεως ὑπ' αὐτοῦ ἐβασιλεύετο.
23.2.1
Ἀλλὰ καὶ ὑμεῖς, ἀγαπητοὶ ἀδελφοί, ἐὰν ἐμμείνητε νῦν ἐν τῷ λόγῳ τῆς ἀληθείας καὶ τῇ πτωχείᾳ καὶ τῷ ταπεινῷ φρονήματι καὶ πάσαις ταῖς τῶν ἐντολῶν ἀρεταῖς, νυκτὸς καὶ ἡμέρας κρούοντες εἰς τὴν πνευματικὴν θύραν τοῦ ἐπουρανίου βασιλέως καὶ ἐκεῖθεν πάντα τὰ ἀγαθὰ ζητοῦντες οὐδενὸς ὑστερη
23.2.2
θήσεσθε, ἀλλὰ πάντα ὅσα ζητεῖτε ἀφθόνως ὑμῖν ὁ κύριος χαρίζεται. ὃν τρόπον εἰ οἱ ἑστῶτες εἰς τὴν θύραν τοῦ ἐπιγείου βασιλέως καὶ δόματα ζητοῦντες ἤ τινα ἕτερα αἰτήματα ἐν μακροθυμίᾳ καὶ ὑπομονῇ οὐ στεροῦνται ὧν ἐπιθυμοῦσι, πόσῳ μᾶλλον ἡμεῖς εἰς τὴν θύραν τοῦ ἐπουρανίου καὶ εὐσπλάγχνου καὶ ἀληθινοῦ βασιλέως ἑστῶτες μετὰ πάσης μακροθυμίας ἐν πάσῃ ὑπομονῇ μετὰ πίστεως καὶ ἐλπίδος καὶ ἐν πληροφορίᾳ ζητοῦντες παρ' αὐτοῦ τὰ ἐπουράνια τοῦ
23.2.3
πνεύματος χαρίσματα ληψόμεθα τὰ αἰτήματα ἡμῶν. καθὼς καὶ ὁ κύριος ἐνετείλατο λέγων· «αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν», καὶ διεξελθὼν ἐπάγει· «εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν», καὶ πάλιν· «ὁ καταλιπὼν πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ ἑκατονταπλασίονα λήψεται
23.2.4
ἐν τῷ αἰῶνι τούτῳ καὶ ζωὴν αἰώνιον κληρονομήσει». δίδωσιν οὖν τὰς κληρονομίας ὁ ἐπουράνιος βασιλεὺς (ἀληθὴς γάρ ἐστι) μόνον εἴ τις ἐν ἀγάπῃ καὶ ὑπομονῇ καὶ ἀληθείᾳ ζητεῖ αὐτόν. αὐτὸς γὰρ προτρέπεται ἕκαστον λέγων·" 1ἰατρὸς ἀληθινὸς εἰμὶ ἐγώ. εἴ τις οὐκ ἔχει ὄμματα, ζητήσει παρ' ἐμοῦ καὶ λάβῃ ὀφθαλμοὺς μακαρίους ὁρῶντας τὴν ἐμὴν δόξαν, οἵτινες ἀναβλέψαντες σκοτισθή
23.2.5
σονται οὐκέτι. εἴ τις κωφὸς τυγχάνει τῷ ἔσω ἀνθρώπῳ, αἰτήσει καὶ διανοιγήσεται αὐτοῦ τὰ ὦτα, ἅπερ διανοιγέντα οὐκέτι εἰς τοὺς αἰῶνας κωφωθήσονται. εἴ τις χωλὸς ὑπάρχει, ζητήσει παρ' ἐμοῦ πόδας πνευματικοὺς περιπατοῦντας εἰς τὴν γῆν τῶν ζώντων. εἴ τις ὅπλα οὐκ ἔχει, παρ' ἐμοῦ ζητήσει, ἵνα ἐνδυσάμενος ὑπὸ τῶν πολεμίων μὴ ἀδικηθῇ. καὶ πᾶν ὅ τις παρ' ἐμοῦ ζητεῖ, ἐγὼ δίδωμι. πάντα γὰρ παρ' ἐμοὶ πεπλήρωται καὶ ὑστερεῖ παρ' ἐμοὶ οὐδέν." 2
23.2.6
ἑστῶτες τοίνυν ἐν τῇ βασιλικῇ θύρᾳ πάντοτε καὶ αἰτοῦντες πνευματικὰς δωρεὰς οὐδενὸς ὧν χρῄζετε ὑστερηθήσεσθε, καὶ πάντα τὰ κτίσματα συγχαίρει ὑμῖν καὶ συναγάλλεται τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια, ὑμῶν πρὸς τὸν δεσπότην καὶ πατέρα προσκολλωμένων καὶ τὸ θέλημα αὐτοῦ ποιεῖν μόνον ἐπιθυμούντων.
23.2.7
Πάντοτε τοίνυν τὸν ἀγῶνα ἔχετε «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πᾶσι τοῖς πάθεσι ἀνταγωνιζόμενοι καὶ πᾶσαν κακίαν ἀποστρεφόμενοι τὰ παρὰ τοῦ κυρίου τε ὅπλα ἐνδυόμενοι δι' αὐτῶν τὴν νίκην τῶν ἐναντίων ποιῆσαι δύνασθε.
23.2.8
ἰδοὺ γὰρ ὡς ἐν τοῖς ὁρωμένοις ὁ βασιλεὺς τιμᾷ τοὺς πολεμιστὰς καὶ ἀγωνιστὰς καὶ τούτοις δίδωσιν ἐνδύματα καὶ ὅπλα ἐνδύει αὐτοὺς καὶ εἰσάγει πρῶτον εἰς γυμνασίαν τοῦ πολέμου, ὅπως παιδευθῶσιν, ἵνα ἐν τῷ καιρῷ τοῦ πολέμου δόκιμοι ἀποδειχθῶσιν, οὕτω καὶ ὁ κύριος τοὺς ἱσταμένους καὶ ἀγωνιζομένους εἰς τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον ἐκτρέφει ἄρτῳ ἐπουρανίῳ καὶ ἐλαίῳ ἀγαλλιάσεως πνευματικῷ ἀλείφει καὶ καθαροῖς πνευματικοῖς ὕδασιν ἀποσμήχει καὶ ἀποπλύνει ἐξ αὐτῶν πάντα ῥύπον παθῶν ἁμαρτίας καὶ δίδωσιν αὐτοῖς ἐπουράνια ὅπλα τοῦ πνεύματος καὶ ἐνδύματα φωτὸς θεϊκοῦ, ὅπως εἰσελθόντες πρὸς τὸν πνευματικὸν τῆς πονηρίας πόλεμον ἐπαινεθῶσι καὶ τὴν
23.2.9
νίκην ἀράμενοι στεφανωθῶσι. τούτοις δίδωσι καὶ κληρονομίας ἐπουρανίους. οἱ τοιοῦτοι δῆλον ὅτι ἐκ θεοῦ γεννῶνται, καὶ δίδοται αὐτοῖς ἄλλη πόλις ἐπουράνιος καὶ καταξιοῦνται ἀδελφοὶ τοῦ Χριστοῦ γενέσθαι καὶ κληρονόμοι τοῦ πατρός.
23.2.10
Ὥσπερ γὰρ ὁ καύσων τοῦ ἡλίου ἐπιλάμπων τοῖς φύμασι τοῦ σπόρου τὰ μὲν εἰς τὴν πετρώδη γῆν σπαρέντα εὐθὺς ξηραίνει μὴ ἔχοντα νοτίαν μηδὲ βάθος γῆς, τὰ δὲ ἐν καλῇ καὶ ἐν βαθείᾳ γῇ ἐσπαρμένα οὐ βλάπτεται (ἐρρίζωνται γὰρ ἐν αὐτῇ κατὰ βάθος), οὕτω καὶ οἱ τεθεμελιωμένοι ἰσχυρῶς ἐν τῇ πίονι γῇ, τῇ ἀγαθῇ προαιρέσει καὶ τῇ πίστει τῇ ὀρθῇ καὶ τῇ χάριτι τοῦ θεοῦ, οὐδὲν βλαβήσονται ὑπὸ τοῦ καύσωνος τῶν πειρασμῶν, ἀλλὰ μᾶλλον ἰσχυροποιοῦνται
23.2.11
καὶ πλείονα καρπὸν ἀποδιδόασιν. οἱ τοιοῦτοι εἰσὶ τεθεμελιωμένοι εἰς τὴν ἀσάλευτον πέτραν, αὐτὸν τὸν Χριστόν. τῷ γὰρ Πέτρῳ εἶπεν ὁ κύριος· «σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ μοχλοὶ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». οἱ γὰρ μοχλοὶ εἰς τὸ ἐκριζῶσαι καὶ ἀνατρέψαι τὸν θεμέλιον τοῦ οἴκου εἰσίν, οὕτω καὶ ὁ πονηρὸς τὰς πιστὰς καὶ τεθεμελιωμένας ψυχὰς ἐκριζοῦν ἀπὸ τοῦ θεοῦ ἐπιχειρεῖ καὶ βούλεται αὐτὰς εἰς ἑαυτὸν
23.2.12
περιτρέψαι. ὁμοίως πάλιν ὁ κύριος παρεικάζων τὸν ποιοῦντα τὰς ἐντολὰς αὐτοῦ ἀνθρώπῳ «φρονίμῳ» θεμελιοῦντι «τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν». «ἦλθον, φησίν, οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν».
23.2.13
Καὶ ἡμεῖς τοίνυν τὸν θεμέλιον τῆς καρδίας καὶ τῆς προαιρέσεως ἡμῶν ἐπὶ τὴν ἀσάλευτον τοῦ Χριστοῦ πέτραν θεμελιώσωμεν, ὅπως δι' αὐτοῦ ἰσχυροποιούμενοι καὶ ἐνδυναμούμενοι καὶ στερεοὶ καὶ δόκιμοι πρὸς τοὺς ἐπεγειρομένους ἡμῖν πειρασμοὺς εὑρεθέντες καὶ νικηταὶ ἀποδειχθέντες τῶν ἐπουρανίων ἀγαθῶν ἄξιοι γενώμεθα σὺν Χριστῷ ἀπολαῦσαι εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν. 24. τ. 1 ΛΟΓΟΣ ΚΔʹ.

Intertext edge

Open linked passage

Note