Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
Περὶ τοῦ πῶς δεῖ πάσας τὰς γραφὰς πνευματικῶς ἀναλαμβάνειν πρὸς τὴν ὠφέλειαν τῆς ψυχῆς ἡμῶν, δι' ἣν πάντα ἐγράφη, καὶ μηδὲν σαρκικὸν ἢ Ἰουδαϊκὸν ἐννοεῖν.
24.1.2
Ὁ γὰρ ἀπόστολος φησίν· «ταῦτα πάντα τυπικῶς συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν». εἰ οὖν δι' ἡμᾶς ἐγράφη, πνευματικῶς πάντα ὀφείλομεν ἀναλαμβάνειν καὶ μηδὲν Ἰουδαϊκὸν ἢ σαρκικόν. ὁ γὰρ ἀπόστολος φησίν· «ὁ νόμος πνευματικός ἐστιν».
24.1.3
εἴτε οὖν περὶ πολέμων διαφόρων ἐγράφη, μυστηριωδῶς ἐγράφη διὰ τοὺς νῦν πολέμους τοὺς ἀοράτους τῶν πνευμάτων τῆς πονηρίας πρὸς τὴν ψυχὴν γινομένους, εἴτε περὶ ἱστοριῶν τινῶν διὰ τὰ νῦν γινόμενα μυστήρια τῇ ψυχῇ ἐλέχθη, εἴτε λόγους ἄλλους πολλοὺς ἐλάλησεν ἐν ταῖς γραφαῖς τὸ πνεῦμα τὸ ἅγιον (ὡς
24.1.4
περὶ πόλεων ἢ ἄλλων τινῶν πραγμάτων). πάντα διὰ τὰ νῦν μυστήρια τὰ ἐν τῇ ψυχῇ γινόμενα ἐγράφη, κἂν ἐγένετο τότε εἰς τὸ φανερὸν ἀληθῶς, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον ἀφορμὰς λαμβάνον ἀπὸ τῶν φαινομένων πάντων καὶ τῶν γενομένων τότε ἐλάλησε περὶ τῶν νῦν μελλόντων τῇ ψυχῇ συμβαίνειν.
24.1.5
Πάντα οὖν ὅσα ἐγράφη, ὡς προείρηται, εἰς ἡμετέραν ὠφέλειαν πνευματικῶς ἐγράφη. οἷον περὶ τοῦ Χριστοῦ προμηνύων ὁ θεὸς βασιλέα αὐτὸν ἀναστήσειν τῷ Ἰσραὴλ ἐπηγγείλατο δοῦναι «τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ Δαβὶδ» καὶ οἰκοδομῆσαι τὴν Ἱερουσαλὴμ εἰς τοὺς αἰῶνας, «καὶ τῆς βασιλείας αὐτοῦ» φησι μὴ εἶναι «τέλος» καὶ κατακυριεύσειν ἀπὸ περάτων ἕως περάτων, καὶ ἁπλῶς λυτρωτὴν καὶ βασιλέα καὶ ἐξουσιαστὴν τοῦ λαοῦ Ἰσραὴλ ἐπηγγείλατο ἀνιστᾶν
24.1.6
καὶ ἰδοὺ θεωροῦμεν ἐν τοῖς φαινομένοις, ὅτι οὐδὲν τούτων γέγονεν. οὔτε γὰρ ἐβασίλευσεν ὁ Χριστὸς ἐν τῷ φανερῷ τῆς Ἱερουσαλὴμ οὔτε ᾠκοδόμησεν αὐτήν, ἀλλὰ τοὐναντίον ὁ κηρυχθεὶς βασιλεὺς σταυρῷ τετιμώρηται, καὶ οὗ «τῆς βασιλείας (φησὶν) οὐκ ἔσται τέλος» οὔτε ἦρξεν ἐν τοῖς φαινομένοις οὔτε ἐλυτρώσατο τὸν Ἰσραὴλ οὔτε ἐκάθισεν εἰς τὸν θρόνον Δαβίδ, ἀλλὰ τοὐναντίον, ὡς προείρηται, καὶ ἐνεπτύσθη καὶ ἠτιμάσθη καὶ ἐκολαφίσθη καὶ ἐσταυρώθη
24.1.7
οὗτος ὁ προσδοκώμενος βασιλεύς. τί οὖν; ἡ προφητεία ἀεργὴς καὶ ὁ λόγος τοῦ θεοῦ ψευδής; ἰδοὺ γὰρ ἐν τοῖς φαινομένοις οὐδὲν τούτων γέγονεν, εἰ μὴ ὅτι πνευματικῶς καὶ μυστικῶς ἐλάλησε διὰ τῶν ἁγίων ὁ θεὸς καὶ πνευ
24.1.8
ματικῶς καὶ ἐξ ἀληθείας ἐγένετο καὶ γίνεται. ἦλθε γὰρ λυτρωτὴς ὁ κύριος, ἀληθινὸς βασιλεὺς τοῦ Ἰσραήλ, τουτέστι τῆς ψυχῆς τῆς ὑπὸ τοὺς πολεμίους καὶ δεινοὺς ἄρχοντας τῆς πονηρίας πεσούσης καὶ ὑπὸ τὴν βασιλείαν καὶ ἐξουσίαν τοῦ σκότους τῆς ἁμαρτίας κατενεχθείσης ἀπὸ τῆς τοῦ πρώτου ἀνθρώπου παραβάσεως, ἦλθεν ὁ Χριστὸς λυτρώσασθαι αὐτήν, ἦλθεν ὁ βασιλεὺς ὁ ἐπαγγελθεὶς οἰκοδομῆσαι τὴν Ἱερουσαλὴμ καὶ τὴν σκηνὴν Δαβὶδ τὴν πεπτω
24.1.9
κυῖαν, τουτέστιν αὐτὴν τὴν ψυχὴν ἐμπεσοῦσαν εἰς κακίαν παθῶν. ἦλθε συναγαγεῖν πάντα τὸν Ἰσραήλ, ἤτοι αὐτῆς τῆς ψυχῆς τοὺς τῆς καθαρᾶς φύσεως λογισμοὺς πάντας τοὺς ἐσκορπισμένους ὑπὸ τῆς πονηρίας ἐν τῷ αἰῶνι τούτῳ ἤτοι τοὺς τῆς ἄνω Ἱερουσαλὴμ ἁγίους. ἦλθε καὶ ἐκαθέσθη εἰς τὸν θρόνον αὐτοῦ, τὸν ἄνθρωπον, καὶ ἐβασίλευσε τῆς Ἱερουσαλήμ, τῆς ψυχῆς, εἰς τοὺς
24.1.10
αἰῶνας» καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔστι τέλος». πᾶσαν γὰρ ψυχήν, ἣν ἐλυτρώσατο ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν αὐτοῦ καὶ ἐκαθέσθη ἐν αὐτῇ καὶ ἐβασίλευσε τῆς ἀληθινῆς Ἱερουσαλήμ, αὐτῆς τῆς ψυχῆς, καὶ τοῦ ἀληθινοῦ Ἰσραήλ, αὐτοῦ τοῦ ἀνθρώπου, καὶ ἣν ψυχὴν ἠλευθέρωσεν ἀπὸ τῆς ἁμαρτίας εἰς τοὺς αἰῶνας, ἐν αὐτῇ βασιλεύει καὶ κατοικεῖ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔστι τέλος».
24.1.11
Περὶ τούτων τῶν μυστηρίων ἔλεγον οἱ προφῆται καὶ περὶ τῆς λυτρώσεως βασιλείας αὐτοῦ οὐκ ἔστι τέλος».
24.1.12
Περὶ τούτων τῶν μυστηρίων ἔλεγον οἱ προφῆται καὶ περὶ τῆς λυτρώσεως ταύτης προέλεγον καὶ περὶ ταύτης τῆς βασιλείας καὶ ταύτης τῆς Ἱερουσαλὴμ καὶ τούτου τοῦ θρόνου, ὡς ἐξ αὐτῶν τῶν πραγμάτων ἀπεδείξαμεν, καὶ ἀληθῶς ἐπληρώθησαν πᾶσαι αἱ γραφαὶ τῶν ἁγίων προφητῶν· ἐξ ἀληθείας γὰρ ἐλθὼν ὁ βασιλεὺς Χριστὸς ἐλυτρώσατο τὴν Ἱερουσαλήμ, τουτέστι τὴν ψυχήν, ἀπὸ τῶν ἐχθρῶν αὐτῆς καὶ τῶν καταδυναστευσάντων καὶ τῶν τυραννησάντων αὐτὴν ἐν τῇ πονηρίᾳ τοῦ σκότους, «καθεῖλε τοὺς δυνάστας ἀπὸ τῶν θρόνων καὶ ὕψωσε» τὴν τεταπεινωμένην ψυχὴν καὶ ἐβασίλευσε Χριστὸς ἐν αὐτῇ καὶ θρόνον αὐτὴν αἰώνιον ἑαυτῷ κατεσκεύασε «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔστι τέλος». ἐλυτρώσατο γὰρ τὸν Ἰσραηλιτικὸν ἄνθρωπον, τὸν κατ' εἰκόνα αὐτοῦ
24.1.12
κτισθέντα, καὶ οὕτως ἐπληρώθη ἐξ ἀληθείας ὁ λόγος τοῦ θεοῦ. εἰ δὲ ἐν τῷ φανερῷ ὡς ὁρῶμεν τούτων οὐδὲν γεγένηται καὶ ἐν τῷ κρυπτῷ εἰς τὴν ψυχὴν ἐξ ἀληθείας οὐ γίνεται, ποῦ ὁ ἀληθὴς λόγος τοῦ θεοῦ, ποῦ τὰ ῥήματα τοῦ πνεύματος ἐπληρώθησαν; ἆρα μάταια τὰ προαγγελθέντα πάντα καὶ οἱ προφῆται ψευσταί; μὴ γένοιτο. ποῦ οὖν ἐβασίλευσεν ὁ Χριστός, ἰδοὺ γὰρ ἐν τῷ φανερῷ οὐκ ἐβασίλευσε δῆλον ὅτι τὴν καθαρὰν ψυχὴν θρόνον ἑαυτῷ κατεσκεύασε καὶ ποῦ συνήγαγε καὶ ἐλυτρώσατο τὸν Ἰσραήλ; δῆλον ὅτι τὸν ἄνθρωπον ἀπὸ τῶν ἐχθρῶν τῶν δεινῶν ἐλυτρώσατο καὶ συνήγαγεν αὐτὸν σκορπισθέντα.
24.1.13
Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἀληθινὸν βασιλέα, ἵνα καὶ ἡμᾶς λυτρώσηται ἀπὸ τῶν ἐχθρῶν ἡμῶν καὶ βασιλεύσῃ ἐν ἡμῖν, ῥυόμενος ἡμᾶς ἐκ τῆς βασιλείας τῆς ἁμαρτίας, καὶ καθεσθῇ ἐν τῷ θρόνῳ τῆς ψυχῆς ἡμῶν εἰς τοὺς αἰῶνας καὶ ἐνοικοδομήσῃ καὶ ἀνακτήσηται καὶ ἀνακαινίσῃ τὰ νοήματα ἡμῶν, καινὴν καὶ ἐπουράνιον Ἱερουσαλὴμ ποιήσας ἡμᾶς καὶ γεννήσας ἡμᾶς ἐκ τοῦ πνεύματος αὐτοῦ, ἵνα ἐνοικήσῃ καὶ ἐμπεριπατήσῃ ἐν ἡμῖν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ εἰς ἅπαντας τοὺς αἰῶνας, ὅτι πᾶσι τοῖς πιστεύουσιν αὐτῷ ἐξ ἀληθείας καὶ ἐλπίζουσι καὶ αἰτοῦσι καὶ δεομένοις αὐτοῦ καὶ προσδοκῶσι ποιεῖ τὴν λύτρωσιν ταύτην νῦν καὶ βασιλεύει ἐν πάσῃ αἰσθήσει καὶ ἐνεργείᾳ πληροφορίας ἐν αὐτοῖς ἐν ἀληθείᾳ εἰς τοὺς αἰῶνας.
24.1.14
καὶ οὕτως ἀπὸ τοῦ νῦν βασιλεύοντος Χριστοῦ ἐν ἡμῖν τὰ ἐνέχυρα καὶ τοὺς ἀρραβῶνας τῆς βασιλείας λαβόντες νῦν τὸν φωτισμὸν τοῦ Χριστοῦ ἐν τῇ ψυχῇ ἡμῶν γινόμενον, τότε ἐν τῇ ἀναστάσει ἀναστήσονται τὰ σώματα ἡμῶν τῆς ψυχῆς ἀπὸ τοῦ νῦν ἐγερθείσης ἐκ τῆς νεκρώσεως τῶν παθῶν τῆς ἁμαρτίας, καὶ συνδοξασθήσονται τῇ ψυχῇ ἀπὸ τοῦ νῦν φωτιζομένῃ ὑπὸ τοῦ ἀληθινοῦ καὶ ἀρρήτου φωτὸς τοῦ Χριστοῦ, καὶ οὕτω συμβασιλεύσομεν αὐτῷ ἐν ἀναπαύσει ἀνεκλαλήτῳ εἰς τοὺς ἀπεράντους αἰῶνας ἀναπαυόμενοι.
24.1.15
Δόξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει, ὅτι οὕτως ἠγάπησε τὸ γένος τῶν ἀνθρώπων, καταξιῶν ἡμᾶς τῆς αὐτοῦ βασιλείας εἰς τοὺς αἰῶνας. Ἀμήν. 25. τ. 1 ΛΟΓΟΣ ΚΕʹ.