Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 25 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1.1
Ὥσπερ ἐὰν ᾖ ἅρμα ὑπὸ ἡμιόνων ἑλκόμενον, χρὴ δὲ τὸν ἡνίοχον τὰ λῶρα κατέχοντα ἕκαστον ζῷον ἐπιτηδείως ἄγειν πρὸς εὐθείαν καὶ τὸ βουλόμενον ἀτάκτως ἐξορμᾶν ἐπέχειν καὶ ἀναχαιτίζειν, ἵνα τὸ ἅρμα εὐθείως καὶ τεταγμένως ἐν τῇ ὁδῷ ἀπαγόμενον ἀκινδύνως εἰς τὴν πόλιν δυνηθῇ εἰσελθεῖν, οὕτως ὅλον τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος σύγκριμα ὁ ἡνίοχος νοῦς ὑπὸ τοῦ λόγου παιδευόμενος ὀφείλει τὰ φυσικὰ τῶν λογισμῶν κινήματα κατὰ τὸ θέλημα τοῦ θεοῦ εὐθύνειν καὶ πᾶσαν κίνησιν λογισμοῦ φυσικοῦ ἀτάκτως προπηδῶσαν καὶ παρὰ τὸν εὐθῆ λόγον τρέχειν ἐθέλουσαν γενναίως ἀναχαιτίζειν, ἵν' οὕτως ὅλον τὸ τῆς ψυχῆς ἡμῶν καὶ τοῦ σώματος ἅρμα λογικῶς καὶ θελήματι θεοῦ ἐν τῇ βασιλικῇ τῶν θείων γραφῶν ὁδῷ βαῖνον εἰς τὴν ἐπουράνιον τῶν ἁγίων
25.1.2
πόλιν καταντῆσαι δυνηθῇ. ἕκαστον γὰρ φυσικῆς κινήσεως λογισμόν, εἰ τύχοι περὶ βρώσεως ἢ ποτοῦ ἢ ἐνδυμάτων ἢ περὶ παντοίων χρειῶν σωματικῶν, ἥγησαί μοι χάος εἶναί τι ἀπλήρωτον (κατὰ τῶν πλειόνων ὀρέγεσθαι) καὶ μάλιστα ὑπὸ τῆς κακίας φιληδόνως ὑποκλεπτόμενον ὡς φυσικῆς ἕνεκεν χρείας
25.1.3
ἐκπλήρωσιν. εἰ οὖν συνεπιδίδωσι καὶ συναπάγεται ὁ νοῦς ἰδίῳ θελήματι μὴ ἀναχαιτίζων τὴν τῶν λογισμῶν ἀπλήστῳ διαθέσει προπέτειαν, ὡς εἰς ἄμετρόν τινα βυθὸν καὶ χάος ἐμπίπτει καὶ πάντοτε τρέχων καὶ πονῶν περὶ τὰ σαρκικὰ καὶ εἰς αὐτὰ τὸ ὅλον ἀσχολούμενος οὐ καταφθάνει καὶ ἐκπληροῖ τὸ καλὸν διὰ τὸ ἐν σωματικαῖς ἀσχολίαις χρειῶν τὸν νοῦν ἐμπλατύνεσθαι.
25.1.4
ὀφείλει τοίνυν παντοίῳ τρόπῳ τῷ λόγῳ τοῦ θεοῦ πειθόμενος ἐπέχειν ἑαυτὸν καὶ μεμετρημένως καὶ περιεσφιγμένως τὰς σωματικὰς χρείας διοικεῖν καὶ τὸν θλιβερώτερον καὶ πενιχρώτερον ἐπιλέγεσθαι βίον, ἵν' οὕτω τὴν τοῦ σώματος ζωὴν δι' ὀλίγων χρειῶν ἐκπληρούμενοι ἐπὶ τὴν πνευματικὴν λατρείαν καὶ τὸν ἀγγελικὸν τῆς πρὸς θεὸν καρτερήσεως βίον τὸ πλέον σχολάζοντες δυνηθῶμεν τὴν ἑαυτῶν βραχύβιον ζωὴν κατὰ τὸ θέλημα τοῦ θεοῦ κυβερνήσαντες κληρονόμοι τῆς αἰωνίου ζωῆς γενέσθαι.
25.1.5
Ὥσπερ γὰρ ἐὰν ᾖ τις τραύματα ἔχων ἐν τῷ σώματι, ἑαυτὸν δὲ χρίσῃ πηλῷ ἢ βορβόρῳ, καὶ ἐρχόμενος πρὸς τὸν ἰατρὸν παρακαλῇ θεραπευθῆναι, καί φησιν αὐτῷ ὁ ἰατρός·" 1εἰ βούλει θεραπευθῆναι, ἀπόπλυναι πρότερον τὸν ἐπικείμενον τοῖς τραύμασί σου πηλὸν ἤτοι βόρβορον, ἵνα πλυνθέντα φανερὰ καὶ δῆλα γένωνται, μὴ ἐπικαλυπτόμενα ὑπό τινος ῥυπαρίας, κἀγὼ ὡς ἐπίσταμαι τῇ ἐμῇ τέχνῃ θεραπεύω τὰ πεπονθότα μέλη· ἐπικειμένου γὰρ βορβόρου τοῖς τραύμασιν οὐκ ἐνεργοῦσι τὰ ἰατρικὰ φάρμακα καὶ ἀδύνατον θεραπευθῆναι." 2
25.1.6
οὕτω διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως πᾶσα ψυχὴ ἀοράτως ὑπὸ τοῦ πονηροῦ διαφόροις τραύμασιν ἐτραυματίσθη καὶ διὰ τὴν ἀρχαίαν νομὴν ἐμπαθὴς κατέστη κατὰ τὴν ἀψευδῆ τοῦ κυρίου φωνὴν τὴν λέγουσαν· «ἔσωθεν γὰρ ἐκ τῆς καρδίας ἐκπορεύονται διαλογισμοὶ πονηροί», καὶ ἀπαριθμησάμενος ἐγνώρισε τὴν τῶν παθῶν ἐνέργειαν ἀοράτως ἔνδον ἐν τοῖς λογισμοῖς κινουμένην ἔξωθεν προέρχεσθαι, καὶ ὁ ἀπόστολος δὲ λέγων· «ὥσπερ γὰρ διὰ τοῦ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν», ἐδήλωσε τὴν ἀόρατον τῶν παθῶν ἐνέργειαν καὶ ἑκάστην ψυχὴν διὰ τὴν ἀρχαίαν νομὴν τῆς κακίας τραύμασιν ἀκουσίοις συμπεπλέχθαι, ὧν ηὔχετο καὶ ὁ μακάριος Δαβὶδ ῥυσθῆναι λέγων· «ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου».
25.1.7
ταῦτα τοίνυν τὰ τραύματα ἔχουσα τῶν παθῶν ἡ ψυχὴ ἰδίᾳ προαιρέσει πάλιν ὑπὸ τῶν ἡδονῶν τοῦ κόσμου δελεαζομένη ὥσπερ βορβόρῳ τινὶ ἢ πηλῷκαὶ ἐπικαλύμματι τῶν ἔνδον ἐγκεκρυμμένων παθῶνχριομένη καὶ ἑαυτὴν ἵν' οὕτως εἴπω μολύνουσα δέεται δὴ τοῦ ἐπουρανίου ἰατροῦ, θεραπευθῆναι τὰ
25.1.8
ἔνδον πάθη τῶν πονηρῶν διαλογισμῶν ἐπιθυμοῦσα. ἀλλά φησιν αὐτῇ ὁ κύριος, ὥσπερ ἐκεῖ ὁ σωματικὸς ἰατρὸς τῷ τετραυματισμένῳ ἀπόπλυναι πρότερον τὸν ἐπικείμενον τοῖς τραύμασί σου πηλόν, καὶ οὕτως ἰάσεως τυχεῖν δυνήσῃ, τουτέστιν ἀπόρριψαι, ὦ ψυχή, ὅσα διὰ τῶν σῶν θελημάτων ἐπιτελεῖς κακά, μίσησον, ἀναχώρησον τῶν βιωτικῶν καὶ κακῶν προλήψεων, ἀεργῆ ἔστωσαν ἐν σοὶ τὰ πάθη γεγυμνωμένα ἀπὸ τῆς σῆς προαιρέσεως, μὴ μολύνου ἑκουσίῳ θελήματι διὰ συνδυασμοῦ καὶ συνεργίας κακῆς τῶν ἀοράτων, τῶν
25.1.9
κρυπτῶν τραυμάτων μολυσμῶν, κἀγὼ ἰῶμαί σου τὰ παρὰ ἀνθρώποις ἀνίατα πάθη τῶν πονηρῶν διαλογισμῶν καὶ εἰς τὴν ἀρχαίαν τῆς καθαρᾶς φύσεως εὐγένειαν ἀποκαθιστῶ σε, ἵνα πάλιν εἰκὼν καὶ ὁμοίωμα θεοῦ ἐν ἀληθείᾳ ὑπάρχῃς, πάσας τὰς τοῦ πνεύματος ἀρετὰς διὰ τοῦ φυσικοῦ καὶ ἐνδιαθέτου νόμου ἐντετυπωμένας ἐν σεαυτῇ ἔχουσα, καὶ οὕτω τῷ πνεύματι τῷ ἁγίῳ διὰ τῆς ἐνεργοῦς χάριτος κοινωνήσασα καὶ τὸν ἐπουράνιον νυμφίον Χριστὸν ἀπολαβοῦσα καὶ οἶκος καὶ ναὸς αὐτῷ ἅμα τῷ σώματι διὰ τοῦ ἁγιασμοῦ προκαταρτισθεῖσα, τῶν αἰωνίων τῆς βασιλείας ἀγαθῶν αἰωνίως ἀπο
25.1.10
λαύσῃς. ταύτην δὲ τὴν ἐπαγγελίαν διὰ τοῦ ἀποστόλου ὁ κύριος ἐπηγγείλατο λέγων· «ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν ἔνδοξον (ἥτις ἐστὶ ψυχὴ ἁγίων), μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ἡ ἁγία καὶ ἄμωμος».
25.1.11
Ὥσπερ γὰρ εἰ ἀπὸ καθαρᾶς πηγῆς διὰ σωλήνων ὕδωρ καθαρὸν προέρχεται, ἔξωθεν δὲ ὕδωρ θολερὸν καὶ βορβορῶδες ἐπεισέλθῃ τῇ πηγῇ, τὸ διὰ τῶν σωλήνων καθαρὸν ὕδωρ προερχόμενον μολύνεται ὥσπερ χαράδρας τινὸς ἐπάνω αὐτῆς ἐπιρρεούσης, οὕτω διὰ τῆς παραβάσεως τοῦ Ἀδὰμ τὸ θολερὸν ὕδωρ τῶν τοῦ πονηροῦ κακῶν διαλογισμῶν τῷ καθαρῷ καὶ διαυγεῖ τῶν τῆς ψυχῆς καλῶν διαλογισμῶν νάματι διὰ τῶν αἰσθητηρίων τοῦ σώματος ὡς διὰ σωλήνων τινῶν ἐπεισελθὸν θολοῖ διὰ τῶν παθῶν καὶ ταράσσει καὶ τὸ καθαρὸν καὶ διειδὲς τῶν εὐθειῶν διανοημάτων τῆς ψυχῆς ὕδωρ μολύνει
25.1.12
διὰ τῆς προλαβούσης νομῆς. διὸ θεοῦ μόνον χρεία καὶ τῆς τοῦ ἡμετέρου θελήματος πολλῆς συνεργίας ἐν πάσαις ἀρεταῖς, ἵνα τῇ δυνάμει τῆς χάριτος εἰς τὴν ἰδίαν τῆς καθαρότητος φύσιν τὴν ψυχὴν ἀποκαταστήσῃ, ὅπως εὐάρεστος θεῷ ἐν πάσαις ἀρεταῖς εὑρεθεῖσα καὶ ἄμωμος καταρτισθεῖσα διὰ τῆς
25.1.13
βοηθείας τοῦ ἁγίου πνεύματος τῆς αἰωνίου ζωῆς ἀξία γένηται. τοῖς γὰρ φυσικοῖς λογισμοῖς καὶ τοῖς φυσικοῖς τῆς ψυχῆς κινήμασιν ἐπιτηρεῖ ὁ πονηρός, ὥστε τὰ ἴδια τῆς κακίας πάθη ἐπιμιγνύειν, ἵνα φυσικῶν ἀποπληρώσεων δῆθεν χάριν τὸν ἄνθρωπον εὐλογοφανῶς ἀπατᾶν δύνηται. τοσαύτης οὖν ἀκριβείας πρὸς τὰς φυσικὰς ἐκπληρώσεις χρεία διὰ τὸν προφάσει τῆς φυσικῆς χρείας τὰ ἴδια τῆς κακίας πάθη ἐπιμιγνύοντα.
25.1.14
Ὥσπερ ἐὰν ᾖ δένδρα καρπῶν πεπληρωμένα, ἑνὶ δὲ ἑκάστῳ δένδρῳ ἥγησαί μοι θηρίον παρακαθεύδειν· ἐὰν οὖν μή τις μετὰ πάσης προσοχῆς καὶ εὐφυίας καὶ νήψεως ἀπέλθῃ, ἵνα τοὺς καρποὺς τοῦ δένδρου λαβεῖν δυνηθῇ, ἄδηκτος
25.1.15
τῶν θηρίων παρελθεῖν οὐ δύναται. οὕτως ἐὰν μή τις πάσῃ νήψει καὶ προσοχῇ ὑπὸ τοῦ θείου λόγου κυβερνώμενος τὰς διὰ τῶν αἰσθητηρίων φυσικὰς χρείας ἀποπληροῖ, ἄδηκτος παθῶν κακίας τῶν ἀοράτων θηρίων παρελθεῖν τὸν αἰῶνα τοῦτον οὐ δύναται καὶ διὰ τοῦτο χρεία νήψεως διηνεκῶς, ἕως οὗ
25.1.16
ἡ χάρις εἰς τὴν ἡμῶν ἐπιλάμψει ἀσθένειαν. ὥσπερ γὰρ ἐν ταῖς ὁδοῖς ταῖς εἰς τὴν πόλιν ἀγούσαις οἱ λῃσταὶ προσκαρτεροῦσι πρὸς τὸ τοὺς ἀφυλάκτως παριόντας εὐκόλως ἀποσυλῆσαι καὶ ἀπογυμνῶσαιοὐ γὰρ δὴ ἐν ταῖς ἐρήμοις καὶ ὄρεσι οἱ κακοῦργοι ἁπλῶς περιέρχονται, ἀλλὰ δῆλον ὅτι ἔνθα διοδεύουσιν ἄνθρωποι, οὕτως ἐν τοῖς φυσικοῖς τῆς ψυχῆς κινήμασιν οἱ ἀόρατοι τῶν πονηρῶν πνευμάτων λῃσταὶ ἐπιτηροῦσι τὴν ἀπροόρατον καὶ ἀφύλακτον καὶ χαύνην ψυχήν, ὅπως ἐν ταῖς ὥσπερ ὁδοῖς τῶν αἰσθητηρίων, δι' ὧν ἡ ψυχὴ ἐν τῷ κόσμῳ τούτῳ τὰς φυσικὰς χρείας ἔκπληροι, ἐὰν καιρὸν εὕρωσιν, ἀπογυμνώσωσι τῶν ἀρετῶν καὶ καταβάλωσιν ἐν τοῖς ἁμαρτήμασιν ὅπερ ἐστὶ ψυχῆς θάνατος.
25.1.17
Πολλῆς οὖν παραφυλακῆς καὶ νήψεως καὶ συνέσεως χρεία κατὰ τὸ εἰρημένον· «πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς», ἵνα πάντοτε ὁ ἡγεμὼν νοῦς ἔχῃ ὥσπερ θώρακα καὶ ὅπλον τὸν λόγον τῶν ἁγίων ἐντολῶν καὶ τὴν εἰς θεὸν πεποίθησιν, ἵνα ἀφόβως καὶ ἀκινδύνως διὰ τῶν ὁδῶν τῶν αἰσθητηρίων ἐν τῷ αἰῶνι τούτῳ παρέρχεσθαι δύνηται, καὶ φρουρὸν τὸν εὐθῆ καὶ εὐσεβῆ λογισμὸν ὥσπερ θυρωρὸν ἐν ταῖς πύλαις τῆς ψυχῆς στήσῃ, ἵνα τοὺς γνωρίμους καὶ οἰκείους λογισμοὺς εἰσδέχηται χαίρων ἐν τῇ πόλει τῆς καρδίας, τοὺς δὲ κακούργους καὶ ἀλλοτρίους τῆς κακίας λογισμοὺς ἀπωθῆται καὶ ἀποκλείῃ ταῖς φαύλαις ἐννοίαις τὰς πύλας τῆς καρδίας, τουτέστιν ἀσυνδύαστον αὐτὸν τῇ πονηρίᾳ τὸ καθόλου φυλάττων, ἵν' οὕτως ἀκίνδυνος καὶ ἀνεπιβούλευτος ἡ τῆς ψυχῆς πόλις φυλασσομένη τῷ βασιλεῖ Χριστῷ εὐαρεστῆσαι δυνηθῇ.
25.2.1
Ὥσπερ γὰρ ἐάν τις ὑπὸ πυρετοῦ ἐπὶ πλεῖον κατέχηται καὶ τὸν στηρίζοντα τὸ σῶμα ἄρτον λαβεῖν οὐ δύνηται διὰ τὴν τοῦ πυρετοῦ ἐπικράτειαν, ὁ σοφὸς ἰατρὸς τέχνῃ μεθοδεύει τοῦ θρέψαι τὸν ἄρρωστον καὶ τὸν ἄρτον ἐν ὕδατι διαλύων ἐπιδίδωσιν αὐτῷ, ἵν' ὡς ὕδωρ τὸν ἄρτον λαμβάνων δέξηται διαλυθέντα καὶ οὕτω κατ' ὀλίγον τοῦ πυρετοῦ μειουμένου στερεωτέραν προσφέρῃ τροφήν, ἕως οὗ διὰ πολλῆς προσοχῆς ὑγιάνας εἰς τὴν κατὰ φύσιν ἕξιν ἀποκαταστῇ, καὶ οὕτω τοῦ ἄρτου καὶ τῶν λοιπῶν διαφόρων ἐδεσμάτων μετὰ
25.2.2
πάσης εὐρωστίας μεταλαμβάνων ἀπολαύῃοὕτω καὶ ἡ ψυχὴ κακωθεῖσα διὰ τὴν παράβασιν τοῦ Ἀδὰμ καὶ ἐμπαθὴς γενομένη ὑπὸ τοῦ πυρετοῦ τῶν παθῶν τῆς ἁμαρτίας κεκράτηται ἑκάστοτε διαφόρως, καὶ τῇ ἰδίᾳ σοφίᾳ ὁ ἐπουράνιος ἰατρὸς τὸν ἐπουράνιον ἄρτον (τουτέστι τὴν δύναμιν τοῦ πνεύματος) ἀοράτως διὰ τοῦ ἁγίου μυστηρίου τοῦ «λουτροῦ τῆς παλιγγενεσίας» καὶ τοῦ σώματος τοῦ Χριστοῦ καὶ διὰ τῶν γραφῶν «τοῦ λόγου τῆς παρακλήσεως» τρέφει καὶ θάλπει τὴν κεκακωμένην καὶ ἐμπαθῆ ψυχήν, τὴν ἐνέργειαν τοῦ πνεύματος ἐν δυνάμει καὶ πληροφορίᾳ μηδέπω κεχωρηκυῖαν λαβεῖν, ἤτοι
25.2.3
διὰ τὴν νηπιότητα ἤτοι διὰ τὴν ὀλιγοπιστίαν ἢ ἀμέλειαν. ἑκάστη γὰρ ψυχὴ κατὰ τὸ μέτρον τῆς πίστεως ἐν τῷ ἁγίῳ βαπτίσματι τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τυγχάνουσα τὴν ἐνέργειαν τῆς χάριτος μεταλαμβάνει, ἡ μὲν ἐν δυνάμει καὶ πληροφορίᾳ, ἡ δὲ ἐν λεπτοτέρᾳ τῆς χάριτος ἐνεργείᾳ κατὰ τὴν προειρημένην τοῦ ἀρρώστου παραβολὴν καὶ οὕτω κατ' ὀλίγον διὰ πάσης προσοχῆς καὶ τῆς ἐν ταῖς ἀρεταῖς ἐπιμελείας τῆς ἀοράτου νόσου τῶν παθῶν μειουμένης καὶ τῆς ὑγείας τῶν ἀρετῶν τοῦ πνεύματος προσγινομένης ἀποκαθίσταται ἡ τὸν κύριον ζητοῦσα ψυχὴ εἰς τὴν κατὰ φύσιν τῆς ἀπαθείας ὑγείαν τὸν ἐπουράνιον ἄρτον, αὐτὴν τὴν δύναμιν τοῦ πνεύματος, ἐνεργῶς λοιπὸν καὶ
25.2.4
πεπληροφορημένως τρέφεσθαι χωροῦσα. ἡ δὲ τοιαύτης χάριτος καταξιωθεῖσα ψυχὴ καὶ τῶν παθῶν κυριεύσασα τῆς βασιλείας ὄντως τέκνον ἄξιον ἀναδείκνυται. πρόκειται μὲν γὰρ ἡ ἐν τῷ βαπτίσματι τοῦ πνεύματος χάρις ἐπιφοιτῆσαι πλουσίως ἑκάστῳ βουλομένη καὶ τάχιον τελειότητα δυνάμεως θείας δωρήσασθαι ἐπιθυμοῦσαἀλλὰ κατὰ τὸ ἑκάστου διάφορον τῆς πίστεως
25.2.5
καὶ εὐλαβείας μέτρον ἡ μετάληψις τῆς χάριτος γίνεται, τῆς μὲν ἀφέσεως τῶν ἁμαρτιῶν πάντας ἴσως καταξιοῦσα, τῆς δὲ οἰκείας τοῦ πνεύματος μεταλήψεως κατὰ τὸ μέτρον τῆς πίστεως ἑκάστου τὴν χώρησιν δωρουμένη, πάντας ἐκδεχομένη καὶ προτρεπομένη ἐλθεῖν διὰ προκοπῆς ἀρετῶν καὶ ἀρίστης πολιτείας καὶ ἐπιχορηγίας πνεύματος ἁγίου «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ» κατὰ τὴν τοῦ μακαρίου ἀποστόλου φωνήν, ὅπερ ἐστὶν ἡ παντελὴς τῶν παθῶν ἀπολύτρωσις καὶ ἡ πληρεστάτη τοῦ ἁγίου πνεύματος καὶ ἐνεργὴς ἐνοίκησις.
25.2.6
Ἀλλ' ὥσπερ καὶ ἐν ταῖς κακώσεσι πολλή τις διαφορὰ καὶ ἡ πρὸς ὑγείαν νεῦσις τυγχάνει καὶ ποικίλη· πάλιν γὰρ ἐπὶ τὴν παραβολὴν ἀναδράμωμεν. ὁ μὲν γὰρ τάχιον ἱδροῖ καὶ τοῦ πυρετοῦ σχεδὸν ὑφ' ἓν ἀναχωρήσαντος ταχυτέρως τὴν στερεωτέραν τοῦ ἄρτου καὶ τῶν ποικίλων ἐδεσμάτων τροφὴν δέχεσθαι δύναται καὶ οὕτω συντομώτερον εἰς τελείαν ὑγείαν ἀποκαθίσταται, ἐὰν μέντοι καὶ μετὰ τὸ ἀναστῆναι διὰ τοῦ ἱδρῶτος ἐκ τῆς νόσου μὴ ἀτάκτως διαιτᾶται ἢ σκυλμὸν καμάτου ἀπείρως ἀναλαμβάνῃ παρὰ τὸν ἰατρικὸν λόγον· ἐπεὶ πάλιν ἀνασκευάζεται ἡ νόσος καὶ χείρων τῆς προτέρας καθίσταται, καὶ οὕτω
25.2.7
κινδυνεύει καὶ θανάτου πεῖραν λαμβάνει διὰ τὴν ἰδίαν ἀπροσεξίαν. ὁ δὲ μὴ τάχιον ἱδρώσας, ἔχων δὲ τὸν πυρετὸν ἐπικείμενον κατὰ τὴν προειρημένην παραβολήν, ὑπείκων τῷ ἰατρῷ ἐμπείρως τρέφεται, καὶ κατ' ὀλίγον ἡ κάκωσις μειοῦται καὶ αἱ δυνάμεις τῷ σώματι προσγίνονται, ἕως οὗ τελείως ἡ νόσος ὑποχωρήσῃ καὶ τελεία ὑγεία προσγένηται, ἐὰν μέντοι εὐτακτῇ καὶ οὗτος πάνυ προσέχων ἑαυτῷ καὶ ταῖς τοῦ ἰατροῦ παραγγελίαις ἐν πάσῃ ἀκριβείᾳ πείθηται· εἰ δὲ μή γε πάλιν ἀνατροπιάσας χεῖρον τοῦ προειρημένου ἀπόλλυται, πλείονος γὰρ παραφυλακῆς τούτῳ παρὰ τὸν προειρημένον χρεία. πλὴν τοῖς ἀμφοτέροις κίνδυνος ἢ καὶ θάνατος ἐπέρχεται, ἐὰν μὴ εὐτακτῶσι τῇ διαίτῃ
25.2.8
τῷ ἰατρικῷ λόγῳ πειθόμενοι, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ χάριτος ἐνεργοῦς τάχιον ἀξιωθεῖσα, τουτέστιν ὥσπερ ἐν βαρυτάτῃ κακώσει ἱδρώσασα καὶ ἀποθεμένη τὸ πλεῖστον τῆς ἁμαρτίας τῶν παθῶν νόσημα, ἐὰν ἐν πάσῃ προσοχίᾳ καὶ εὐταξίᾳ ἀκριβοῦς πολιτείας ἀναστρέφει κατὰ τὸν εὐαγγελικὸν τῆς ἀληθινῆς ἰατρείας λόγον, ἰδοὺ τάχιον ὑγιᾶναι παντελῶς δύναται, τουτέστι τελείαν λύτρωσιν τῶν παθῶν δέξασθαι κατὰ τὸν τοῦ ἀποστόλου λόγον· «ἡ ἀγάπη, φησίν, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν» καὶ τὰ ἑξῆς. αὕτη γάρ ἐστιν ἡ τελεία τῆς ψυχῆς ὑγεία.
25.2.9
Εἰ δὲ ἀπροσεχόντως καὶ ἀδιαφόρως ἐν τῇ καταφρονήσει τῶν εὐαγγελικῶν ἐντολῶν ὡς δὴ ὑγιάνασα τὸν αἰῶνα τοῦτον διοδεύει καὶ τὴν ἑαυτῆς σωτηρίαν ἐν φόβῳ καὶ τρόμῳ οὐ κατεργάζεται κατὰ τὴν τοῦ μακαρίου Παύλου παραγγελίαν ἐν πολλῇ ταπεινώσει καὶ πόνῳ καὶ εὐλαβείᾳ ἀναστρεφομένη κατὰ τὸν τοῦ ἀνατροπιασμοῦ λόγον εἰς τὴν προτέραν ἀναλύει τῶν παθῶν τῆς κακίας νόσον, ἀρξαμένη πνεύματι καὶ σαρκὶ ἐπιτελοῦσα, καὶ οὕτως ἐν τοιούτῳ τρόπῳ ἀπομένουσα ἕως τέλους τῷ αἰωνίῳ θανάτῳ τῆς ἁμαρτίας παραδίδοται, καθώς φησιν ὁ κύριος· «ἄρατε ἀπ' αὐτοῦ τὸ τάλαντον», καὶ πάλιν· «καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ καὶ δοθήσεται τῷ ἔχοντι», τουτέστι τῷ μὴ λυποῦντι τὸ πνεῦμα διὰ τῆς κακοτροπίας, τῷ μὴ ἐνυβρίζοντι τὴν χάριν τὴν δοθεῖσαν διὰ τῆς ἀσέμνου πολιτείας, τῷ αἰσθομένῳ ἀξίως τιμῆς διὰ τῆς ἐργασίας τῶν ἐντολῶν τὴν ἐπουράνιον χάριν τοῦ προσκυνητοῦ πνεύματος.
25.2.10
οὗτος γάρ ἐστιν ἀληθῶς ὁ ἔχων ὁ διὰ πάσης εὐαρεστίας τιμῶν τὴν δεδομένην τοῦ πνεύματος δωρεάν, ὁμοίως δὲ καὶ ὁ λόγῳ θείῳ δι' ἀκοῆς ὑπὸ τῆς χάριτος διατρεφόμενος καὶ ἐνεργῆ τὴν δύναμιν τοῦ πνεύματος μηδέπω κεκτημένος, ἀλλὰ λεπτοτέραις οἰκονομίαις οἰκονομούμενος ὑπὸ τῆς χάριτος τοῦ θεοῦ, τοῦ ἐπουρανίου ἰατροῦ. πλείονος καὶ οὗτος προσοχῆς καὶ παραφυλακῆς χρῄζει κατὰ πάντα τῷ εὐαγγελικῷ τῆς ἀληθινῆς ἰατρείας λόγῳ πειθόμενος, ἵνα κατὰ βραχὺ ἡ τῆς ἁμαρτίας νόσος ὑποχωρήσῃ καὶ ἡ τῆς δικαιοσύνης τῶν ἀρετῶν ὑγεία τελεία προσγένηται, ἕως οὗ εἰς τὸ τέλειον τῆς ἀπαθείας μέτρον διὰ τῆς χάριτος ἀποκαταστὰς εὐάρεστος θεῷ εὑρεθῆναι δύ
25.2.11
ναται. εἰ δέ τις ἀταξίᾳ, τουτέστι παρακοῇ τῶν ἐντολῶν, παρακολουθεῖ, πάλιν ἀνατροπιασμοῦ δίκην εἰς χείρονα πάθη κακίας ἐμπεσὼν θανάτῳ αἰωνίῳ ὑπόδικος γίνεται διὰ τὴν ἀφύλακτον καὶ φιλήδονον προαίρεσιν, ὅτι ἀρξάμενος ὑγιαίνειν ἀπὸ τῆς χαλεπῆς νόσου τῶν παθῶν καὶ ὑπὸ τῆς χάριτος βοηθεῖσθαι οὐκ ἐξηκολούθησε τοῖς εὐαγγελικοῖς προστάγμασιν, ἀλλὰ ἰδίῳ θελήματι αὐτοῦ πορευομένου τοιαῦτα αὐτοῦ τὰ τέλη γεγόνασι. Χρεία οὖν ἀμφοτέροις ὑπακούειν τῷ τῆς ἀληθείας λόγῳ πάντοτε καὶ ἐν πόνῳ καὶ σπουδῇ καὶ πολλῷ ἀγῶνι τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι, ἵν' οὕτω τῆς βασιλείας κληρονόμοι γενέσθαι καταξιωθῶσιν εἰς αἰῶνας. Ἀμήν. 26. τ. 1 ΛΟΓΟΣ Κϛʹ. Ὑπόμνησις περὶ τοῦ ἀοράτου λόγου τοῦ θεοῦ

Intertext edge

Open linked passage

Note