Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1.1
Ὁ καλούμενος λόγος τοῦ θεοῦ ἔργον τι πνευματικὸν τῇ ψυχῇ τῇ ὀρθῶς καὶ πιστῶς καὶ ἐν ἀγάπῃ δεχομένῃ ἀποδείκνυσι καὶ μεταβολήν τινα ἀπεργάζεται. οὗτος γὰρ ὁ ἀφανὴς τοῦ θεοῦ λόγος πάντα τὰ κτίσματα τὰ «ὁρατὰ καὶ τὰ ἀόρατα» κατεσκεύασε καὶ δι' αὐτοῦ «τὰ πάντα συνέστηκεν». οὗτος γὰρ ὁ λόγος θεός ἐστι· φησὶ γὰρ ὁ εὐαγγελιστής· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς
26.1.2
αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε». καὶ πάντες οἱ ἄγγελοι καὶ οἱ ἅγιοι διὰ τῆς ἀφανοῦς τοῦ λόγου δυνάμεως κινοῦνται καὶ ζῶσι καὶ ἐκ τοῦ πνεύματος αὐτοῦ ἐσθίουσι καὶ πίνουσιν οὐρανίαν καὶ πνευματικὴν βρῶσιν καὶ πόσιν. «καὶ ἡ ζωή, γάρ φησιν, ἦν τὸ φῶς τῶν ἀνθρώπων», καθὼς καὶ ὁ κύριος εἶπεν· «ἐὰν μή τις φάγῃ μου τὴν σάρκα καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔχει ζωὴν
26.1.3
αἰώνιον». οὐκ ὀφείλομεν δὲ τοῦτο σωματικῶς καὶ ὑλικῶς νοεῖν, ἀδελφοί, καθὼς πολλοὶ τῶν μαθητῶν ἀκούοντες τὸν λόγον τοῦτον ἐσκανδαλίσθησαν «λέγοντες· πῶς δύναται οὗτος τὴν σάρκα αὐτοῦ δοῦναι ἡμῖν φαγεῖν»; ἡ γὰρ ἀληθινὴ σὰρξ τῆς ζωῆς, ἣν ἐσθίουσιν οἱ Χριστιανοί, καὶ τὸ αἷμα, ὃ πίνουσιν, ὁ λόγος αὐτοῦ ἐστι καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἐν τῇ εὐχαριστίᾳ τοῦ ἄρτου κατασκηνοῖ καὶ ἁγιάζει διὰ λόγου καὶ δυνάμεως πνεύματος, καὶ
26.1.4
γίνεται σῶμα καὶ αἷμα Χριστοῦ. «καὶ πάντες, γὰρ φησὶν ὁ ἀπόστολος, ἓν πνεῦμα ἐποτίσθημεν», καθὼς καὶ ὁ κύριος εἶπε τοῖς σωματικῶς τοῦτο νοοῦσι· «τοὺς λόγους οὓς λελάληκα ὑμῖν πνεῦμά ἐστι καὶ ζωή ἐστιν». οὗτος οὖν ὁ λόγος ἀλάσσει καὶ μεταβάλλει τὰς φύσεις τῶν κτισμάτων, καθ' ὃν βούλεται τρόπον. πολὺ γὰρ ἀγαπήσας τὸ γένος τῶν ἀνθρώπων ὁ θεὸς βούλεται καὶ ἐπιθυμεῖ εἰς αὐτοὺς τὴν ἰδίαν τοῦ πνεύματος αὐτοῦ εἰκόνα ἐντυπῶσαι καὶ ἁγίας τὰς ψυχὰς αὐτῶν ἀπεργάσασθαι.
26.1.5
Εἰ οἱ ἐπίγειοι ἄνθρωποι πρὸς τὰ γήϊνα πολλὴν ἔχουσιν ἀγάπην, οἷον ὁ βασιλεὺς εἰς τὸν χρυσὸν τὴν ἑαυτοῦ εἰκόνα ἐντυποῖ, καὶ ἐν τοῖς καλλίστοις οἴκοις πάλιν ἄλλοι τὰς εἰκόνας αὐτῶν ἐνζωγραφοῦσιν, ἵν' εἰσερχόμενοι καὶ ἐξερχόμενοι ἴδωσιν ἐν τοῖς κτίσμασιν αὐτῶν τὰς ἑαυτῶν εἰκόνας. εἰ οὖν οὕτως οἱ ἄνθρωποι τὴν εἰς τὰ κτίσματα αὐτῶν ἀγάπην ἔχουσι, πόσῳ μᾶλλον ὁ θεὸς ἐπὶ τὰ κτίσματα καὶ ποιήματα αὐτοῦ βούλεται τὴν ἐπουράνιον εἰκόνα τῆς ζωῆς τοῦ θείου καὶ ἐπουρανίου πνεύματος ἐγγράφειν καὶ ἐντυποῦν ἐν τῷ
26.1.6
οἴκῳ τοῦ σώματος. καὶ πάλιν αὐτὸς λαβὼν τὴν εἰκόνα τῆς ἀξίας καὶ πιστῆς ψυχῆς εἰς τὴν τοῦ πνεύματος αὐτοῦ φωτεινὴν εἰκόνα ἐνετύπωσε καὶ ἐν τῷ ἐπουρανίῳ καὶ ἀχειροποιήτῳ αὐτοῦ οἴκῳ ἀνατίθησι· σκιαὶ γὰρ καὶ
26.1.7
εἰκόνες τυγχάνουσι τὰ ἐπίγεια τῶν ἐπουρανίων. σπουδάσωμεν τοίνυν ὁλοτελῶς ἑαυτοὺς τῷ κυρίῳ ἀποδοῦναι καὶ πάντων τῶν ἐπιγείων καταφρονῆσαι καὶ αὐτῷ μόνῳ ἑαυτοὺς ἀφιερῶσαι καὶ τῷ φρονήματι τῆς ψυχῆς ἀλλοτρίους τοῦ αἰῶνος τούτου ποιῆσαι καὶ ἐξελθεῖν τοῖς νοήμασιν ἐκ τῆς φαινομένης τοῦ κόσμου ἀπάτης, ἵνα τῶν προειρημένων ἀγαθῶν τυχεῖν καταξιωθῶμεν, τὸ τῆς διανοίας ἡμῶν κάλλος ἐπιθυμητὸν τῷ ἐπουρανίῳ βασιλεῖ καταστήσαντες.
26.1.8
Καὶ γὰρ ὁ ἀπόστολός φησιν· «ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμ
26.1.9
βολῆς». πῶς τοίνυν ἐξέλθωμεν καὶ πῶς τῶν πνευματικῶν ἐκείνων ἐπιτύχωμεν ἀγαθῶν καὶ ποίᾳ ἀγωγῇ καὶ ποίῳ τρόπῳ εὐαρεστήσωμεν, ἵνα ἡ ἱερὰ καὶ
26.1.9
ἐπουράνιος τοῦ Χριστοῦ εἰκὼν ἡμῖν ὑπὸ τοῦ πνεύματος ἐντυπωθῇ; ὥσπερ γὰρ ἐπὰν ἀποδημῇ ἀπὸ πατρίδος εἰς πατρίδα βασιλεύς, οἱ τῆς πόλεως πολιτάρχαι καὶ πολῖται εἰς ὑπάντησιν πορρωτέρω ἐξέρχονται διὰ τὴν τιμὴν τοῦ βασιλέως, καὶ ἐπὶ τούτοις χαίρει καὶ τὸ αὐτοῦ ὄμμα ἐπ' αὐτούς ἐστι καὶ τούτοις τιμὰς δίδωσι βασιλικάς. οἱ δὲ ἐπιχώριοι ἢ ἐν ἑτέροις τόποις μένοντες ἢ οἱ ἀμελεῖς καὶ ἀνόητοι οὔτε οἴδασιν ὅτι βασιλεὺς καὶ ἄρχων ἐπιδημεῖ διὰ τὸ μὴ ὑπαντῆσαι αὐτῷ· διὸ οὔτε τιμῶν καταξιοῦνται οὔτε παρρησίαν ἔμπροσθεν
26.1.10
βασιλέως ἔχειν δύνανται. ὥσπερ ἐκεῖνοι ἐφ' οὓς τὸ ὄμμα αὐτοῦ, οἷς καὶ βαθμοὺς καὶ ἐξουσίας χαρίζεται τοῦ κρίνειν καὶ δικάζειν διὰ τὸ τὴν εἰκόνα αὐτοῦ καὶ τὰς τιμὰς ἔχειν αὐτοὺς μεθ' ἑαυτῶν, οὕτω καὶ αἱ τῶν Χριστιανῶν ψυχαὶ αἱ τὸ κάλλος τῆς ὀρθῆς καὶ ἀγαθῆς προαιρέσεως κεκτημέναι καὶ εἰς ὑπάντησιν τοῦ ἐπουρανίου βασιλέως ἐρχόμεναι, τουτέστι πάντα καταλιποῦσαι ἕνεκεν αὐτοῦ καὶ τῷ φρονήματι τοῦ αἰῶνος τούτου ἐξερχόμεναι, καταξιοῦνται δομάτων πνευματικῶν καὶ ἐξουσίαν κατὰ τῶν πονηρῶν πνευμάτων λαμβάνουσι.
26.1.11
καὶ ὥσπερ τὰ σώματα τῶν ἁγίων ἐν τῇ ἀναστάσει «εἰς ὑπάντησιν τοῦ κυρίου εἰς ἀέρα» κατὰ τὸν τοῦ ἀποστόλου λόγον ἁρπάζονται, οὕτω καὶ τὰ πνεύματα τῶν τῇ ἀγαθῇ προαιρέσει καὶ τῇ τῶν ἀρετῶν ἐπιτηδεύσει καὶ τῇ πολλῇ σπουδῇ τῆς πρὸς αὐτὸν ζητήσεως ἐν πόθῳ καὶ πίστει καὶ ἀγάπῃ καὶ τῇ τῶν ἁγίων ἐντολῶν παραφυλακῇ πάντοτε ἐνεχομένων καὶ τὴν ἐπιφοίτησιν καὶ μετάληψιν τῆς χάριτος αὐτοῦ πάντοτε προσδοκώντων τοῦ ἐξελθεῖν εἰς ὑπάντησιν αὐτοῦ, ὅπως τιμῶν πνευματικῶν καταξιωθείημεν, κατὰ τῆς πονηρίας τὴν ἐξουσίαν λαμβάνοντες καὶ τῆς τοῦ πνεύματος ἐνοικήσεως ἄξιοι γινόμενοι, ἵν' οὕτω ζωῆς ἀθανάτου ἐπιτυχεῖν δυνηθῶμεν.
26.1.12
Ἢ ὥσπερ οἱ τὸ χρυσίον καὶ τὸ ἀργύριον ὀρύσσοντες πεπληροφόρηνται, ὅτι ἐν τῇ γῇ τυγχάνει, ἀλλ' εἰς ποῖον τόπον οὐκ ἐπίστανται, τὸ λοιπὸν οὖν λαμβάνοντες ἐργαλεῖα ὀρύσσουσιν ἑνὶ ἑκάστῳ τόπῳ, καὶ ἕως οὗ εὕρωσι καὶ τύχωσιν ὧν ποθοῦσιν, οὐκ ἀφίστανται· τὸν αὐτὸν τρόπον καὶ ἡ δύναμις τῆς θεότητος πανταχοῦ τυγχάνει ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς καὶ ἐξωτέρω πάντων τῶν κτισμάτων, καὶ τὰ πάντα τῆς δόξης αὐτοῦ πεπλήρωταιἀπερίγραπτος γὰρ καὶ ἀπεριόριστός ἐστιν, ἀλλ' ἡμῖν οὐ φαίνεται διὰ τὸ κάλυμμα τῆς κακίας ἐν τῇ καρδίᾳ ἡμῶν περικεῖσθαι διὰ τὴν τοῦ Ἀδὰμ τῆς ἐντολῆς παράβασιν.
26.1.13
τὸ λοιπὸν ἕκαστος τῇ πρὸς αὐτὸν ἀγάπῃ καὶ πίστει καὶ τῇ τοῦ νοὸς ὀρθῇ ζητήσει ὀρυσσέτω τοῖς ἐργαλείοις τῶν λογισμῶν τῆς ψυχῆς, αὐτὸν μόνον ποθῶν καὶ τὰ πάντα ὑπερορῶν. ἐὰν γὰρ ἐν τῇ καρδίᾳ σου ὀρύσσῃς τοῖς λογισμοῖς τὴν προσδοκίαν τοῦ κυρίου ἔχων, ἐκεῖ εὑρίσκεις αὐτὸν κἀκεῖ σοι φανεροῦται ὁ θησαυρὸς τῆς ζωῆς Ἰησοῦς. μόνον ὀρυσσέτω τις ἐν τῇ διανοίᾳ πάντοτε αὐτὸν περιβλεπόμενος καὶ εἰς αὐτὸν τῷ πόθῳ δεδεμένος, καὶ οὕτως ὁ θησαυρὸς τῆς ἀθανάτου βασιλείας τοῦ πνεύματος εὑρίσκεται ἐν τῇ καρδίᾳ τοῖς ἐν ἀληθείᾳ ζητοῦσιν αὐτόν.
26.1.14
Ὥσπερ γὰρ ὁ ἥλιος πανταχοῦ ἐφήπλωται ἀνατείλας ἐπὶ πᾶσαν τὴν γῆν καὶ ταύτην φωτίζει, ἀλλ' ἐπὰν πρὸς δυσμὰς γένηται, πάσας τὰς ἰδίας παραλαβὼν ἀκτῖνας εἰσέρχεται εἰς τὸν οἶκον αὐτοῦ μηδὲ μίαν ἀκτῖνα τῷ σκότει καταλιπών, ἢ ὥσπερ ἐπὶ τοῦ σώματος ἔχοντος τὰ μέλη, ὅπου τὸ σῶμα πορεύεται, ἐκεῖ πάντα τὰ μέλη αὐτοῦ συνακολουθεῖ, οὕτω καὶ ὅσοι τῶν ἀνθρώπων ἀκτῖνες τοῦ ἡλίου τῆς δικαιοσύνης τυγχάνουσιν, υἱοὶ φωτὸς ὄντες καὶ τοῦ πνεύματος αὐτοῦ μετέχοντες καὶ μέλη τοῦ ἀχράντου καὶ ἀμώμου σώματος τοῦ Χριστοῦ ὑπάρχοντες, ἄμωμοι καὶ αὐτοὶ διὰ τῆς χάριτος τοῦ πνεύματος γεγονότες, ἐν τῇ συντελείᾳ τοῦ κόσμου ἢ ἐν τῷ ἐξέρχεσθαι ἐκ τοῦ σώματος ὡς ἴδιαι ἀκτῖνες συμπαραλαμβάνονται παρὰ τοῦ τῆς δικαιοσύνης πνευματικοῦ ἡλίου εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ὡς ἴδια μέλη πάντῃ καὶ πανταχοῦ
26.1.15
σύνεισιν αὐτῷ πάντοτε. «ὅπου, γάρ φησιν, ἐγώ εἰμι, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται», καὶ πάλιν· «πάτερ, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ οὗτοι ὦσιν, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν», τουτέστιν ὅσοι εἰσὶν αὐτοῦ μέλη καὶ μέτοχοι τῆς θείας καὶ ἀθανάτου αὐτοῦ δυνάμεως. οὕτω γὰρ γέγονεν ἡ εὐδοκία αὐτοῦ καὶ οὕτως ἠθέλησε τῇ φύσει ταύτῃ τῇ ταπεινῇ δύναμιν τῆς ἁγίας καὶ θείας τοῦ πνεύματος φύσεως χαρίσασθαι καὶ κεράσαι τῇ ἰδίᾳ τῆς θεότητος δυνάμει, ὅπως θεότητος καὶ ἀνθρωπότητος κοινωνία καὶ κρᾶσις καὶ συμ
26.1.16
πλοκὴ γένηται. ὢ τῆς ἀρρήτου εὐδοκίας καὶ τῆς ἀπείρου ἀγαθότητος τοῦ σωτῆρος. ἐλθὼν γὰρ ἐπὶ τῆς γῆς ὁ θεὸς λόγος καὶ ἀναλαβὼν τὸν ἄνθρωπον καὶ κεράσας αὐτὸν τῇ ἰδίᾳ θεότητι «ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς ἐκάθισεν», ὅπως καὶ τοὺς πιστοὺς καὶ ἀξίους αὐτοῦ, τοὺς ἐκ τοῦ πνεύματος γεννωμένους, συνθρόνους καὶ συνδόξους ὡς ἴδια καθαρὰ μέλη
26.1.17
ἀπεργάσηται. Δόξα τῇ εὐδοκίᾳ καὶ τῇ μεγαλωσύνῃ αὐτοῦ. ὥσπερ δὲ ὁ θεὸς τοῦ κόσμου διαφέρει, οὕτω καὶ οἱ ἐξ αὐτοῦ γεγεννημένοι δίκαιοι τῶν λοι
26.1.18
πῶν ἀνθρώπων διαφέρουσι. Σπουδάσωμεν τοίνυν καὶ ἡμεῖς κατὰ πάντα τῷ κυρίῳ εὐαρεστῆσαι, ὅπως ἄξιοι αὐτοῦ εὑρεθέντες καὶ τοῦ πνεύματος αὐτοῦ μέτοχοι γεγονότες καὶ δι' αὐτοῦ πάσης κακίας καθαρθέντες καὶ μέλη αὐτοῦ καταξιωθέντες γενέσθαι σὺν αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας βασιλεύσωμεν. Ἀμήν. 27. τ. 1 ΛΟΓΟΣ ΚΖʹ.