Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 27 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.1.1
Πάντα τὰ φαινόμενα τοῦ κόσμου τούτου τύπος ἐστὶ τοῦ ἀοράτου καὶ ἀφανοῦς καὶ κρυπτοῦ τῆς θεότητος κόσμου.
27.1.2
Ἔστι γῆ ἡ φαινομένη, εἰς ἣν πεφύτευται ἄμπελος καὶ δένδρα καρποφόρα καὶ σπόρος καὶ πλοῦτος πολύς. οὕτως ἔστι καὶ γῆ ἀόρατος τῆς ζωῆς ἐπουράνιος, ὅπου ἔχουσιν οἱ Χριστιανοὶ τὸν πλοῦτον καὶ τὴν ἀνάπαυσιν αὐτῶν, καὶ ἐν αὐτῇ τῇ κρυπτῇ τῆς ζωῆς γῇ πεφυτευμέναι εἰσὶν αἱ ψυχαὶ αὐτῶν καὶ καρποὺς τοῦ πνεύματος καρποφοροῦσι τῷ θεῷ. αὐτὰ δὲ τὰ πράγματα εἰς δύο πρόσωπα κεῖνται. σὺ γίνῃ τοῦ κυρίου ἄμπελος καὶ αὐτὸς σοῦ· λέγει γάρ· «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή». καὶ ὃν τρόπον ἐν τοῖς φαινομένοις τὸ κλῆμα ἐρρίζωται καὶ πεφύτευται ἐν τῇ γῇ, οὕτω καὶ αἱ ψυχαὶ τῶν ἁγίων ἐν τῇ ἐπου
27.1.3
ρανίῳ ἀμπέλῳ (τουτέστι ἐν τῷ κυρίῳ) εἰσὶ πεφυτευμέναι. καὶ ἔστι σπόρος πνεύματος ἁγίου καὶ σπόρος ἀνθρώπου· σπείρεται ὁ νοῦς εἰς τὴν ζῶσαν γῆν τοῦ θείου λόγου, καὶ πάλιν ἡ δύναμις τοῦ πνεύματος σπείρεται ἐν τῇ λογικῇ τῆς πιστευούσης ψυχῆς γῇ. ὥσπερ οὖν εἰς τὸ φαινόμενον χρῄζει ἡ γῆ ἐργασίας, καὶ ἐξέρχονται ἐργάται καὶ τὸν σπόρον ἐν αὐτῇ κατατίθενται καὶ ἐκφέρει καρπούς, καὶ τῷ ἰδίῳ καιρῷ λαμβάνουσιν οἱ θερισταὶ τὰ δρέπανα καὶ θερίζουσιν, οὕτως ἔστι γῆ ἀφανὴς τοῦ κυρίου ἡ ψυχὴ τοῦ ἀνθρώπου καὶ ὁ καλὸς γεωργὸς ὁ κύριος, οἱ ἐργαζόμενοι τὴν γῆν οἱ ἅγιοι ἀπόστολοί εἰσιν, οἱ δια
27.1.4
δεξάμενοι τὸν λόγον κυρίου. αὐτὸς γὰρ ὁ τοῦ πατρὸς λόγος ἦλθεν εἰς τὸν κόσμον οὐρανοὺς καινοὺς ποιῆσαι καὶ γῆν καινὴν κατασκευάσαι, καθὼς ἐπηγγείλατο· «ἰδοὺ ποιῶ οὐρανοὺς καινοὺς καὶ γῆν καινήν», τὴν μὴ παρερχομένην. οὗτος γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ αὕτη καὶ πάντα τὰ βλεπόμενα λύεται καὶ παρέρχεται, ἡ δὲ ὑπὸ τοῦ κυρίου ἐργαζομένη λογικὴ καὶ πνευματικὴ γῆ
27.1.5
αἰώνιος. οἱ γὰρ τοῦ κόσμου τούτου πλούσιοι, ὅσα ἂν κτήσωνται καὶ συνθῶσι πολὺν πλοῦτον, ἐν τῷ ἐξέρχεσθαι αὐτοὺς ἐν τῷ ἰδίῳ καιρῷ ἐκ τοῦ κόσμου γυμνοὶ ἀπέρχονται, μηδὲν δυνάμενοι τοῦ πλούτου αὐτῶν μεθ' ἑαυτῶν ἐπικομίσασθαι. ἐνταῦθα δὲ ἐάν τινα κατορθώματα κτήσωνται καὶ ἀποθῶνται πνευματικὸν πλοῦτον οἱ Χριστιανοὶ ἐν τῇ ζώσῃ τῆς καρδίας γῇ, ἐν τῷ ἐξέρχεσθαι τοῦ κόσμου τούτου συμπαραλαμβάνουσι μεθ' ἑαυτῶν καὶ τὸν τοιοῦτον πλοῦτον αὐτῶν καὶ τὸν θησαυρὸν τῆς ζωῆς καὶ τοὺς καρποὺς τῶν πόνων αὐτῶν τοὺς ζῶντας, καὶ ἀπέρχονται ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, ὅπου ἡ
27.1.6
αἰώνιος αὐτῶν ἐστι κατάπαυσις καὶ κληρονομία. αὕτη οὖν ἡ φαινομένη γῆ παρέρχεται καὶ ὁ πλοῦτος οὗτος ἀφανίζεται καὶ οἱ καρποὶ ἀναλίσκονται, ἐκεῖνα δὲ τὰ πνευματικὰ πράγματα τὰ μὴ τούτοις τοῖς ὀφθαλμοῖς ὁρώμενα εἰς τὸν αἰῶνα συμπαραμένει.
27.1.7
Ὥσπερ οὖν τὰ δένδρα ταῦτα ἔνδοθεν συλλαμβάνει τοὺς καρποὺς καὶ ἐν τῷ καιρῷ τοῦ Ξανθικοῦ μηνός, ὅτε τὸ ἔαρ ἡδὺ ἔφθασε, προκομίζει ἕκαστον δένδρον τὸν ἔνδον ὄντα καρπὸν εἰς τὸ προφανὲς καὶ ἀνάγκη τὸν βότρυν ἐκ τοῦ κλήματος ἐξελθεῖν καὶ τὴν λοιπὴν ὀπώραν ἐκ τῶν καρποφόρων δένδρων προελθεῖν, οὕτω καὶ ὅσοι νῦν ἐν τῷ κρυπτῷ συλλαμβάνουσι τὸν ἐπουράνιον σπόρον τοῦ πνεύματος τῆς δόξης ἐν ταῖς καρδίαις ἑαυτῶν καὶ πλήρεις εἰσὶν ἀρετῶν, ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως ἐκείνη ἡ ἐπουράνιος καὶ πνευματικὴ δόξα, ἣν ἀπὸ τοῦ νῦν ἔνδοθεν ἐκομίσαντο, καὶ τὰ γυμνὰ σώματα ἐνδύσει καὶ ἀμφιάσει
27.1.8
ἔξωθεν δόξαν ἐπουράνιον. οὐαὶ ψυχῇ τῇ μὴ κτησαμένῃ καὶ ἐμπορευσαμένῃ διὰ τῆς πίστεως αὐτῆς τὴν δόξαν τοῦ πνεύματος ἔνδον, ὅτι ἐν τῇ ἀναστάσει οὐχ ἕξει, ὃ καλύψει καὶ δοξάσει καὶ ἀμφιάσει αὐτῆς τὸ σῶμα τὸ ἀμφίον τοῦ σωτηρίου.
27.1.9
Ἐτέθησαν οὖν οἱ ἀπόστολοι καὶ ἐργάται τῶν λογικῶν ψυχῶν καὶ οἰκονόμοι πνευματικοί, καὶ οἰκονόμοι οὐ τῶν φαινομένων οἰκιῶν, ἀλλὰ τῶν καρδιῶν τῶν ἀνθρώπων. ὥσπερ ὁ οἰκονόμος εἰσέρχεται εἰς τὸν οἶκον καὶ πάντα τὰ ἐν αὐτῷ ἐπιμελῶς καθαρίζει καὶ διακοσμεῖ τὴν οἰκίαν πρὸς τὴν ἀρέσκειαν τοῦ δεσπότου, οὕτω καὶ ὁ λόγος τῶν ἀποστόλων εἰσερχόμενος εἰς τὰς καρδίας τῶν πιστῶν ἀνθρώπων οἰκονομεῖ τὴν ψυχὴν καὶ κοσμεῖ πρὸς τὴν τοῦ ἐπου
27.1.10
ρανίου δεσπότου εὐαρέστησιν καὶ ἐνοίκησιν. οἱ δὲ αὐτοὶ καὶ ποιμένες ἐκλήθησαν· «βόσκε, γάρ φησιν ὁ κύριος τῷ Πέτρῳ, τὰ ἀρνία μου». ὁμοίως καὶ αὐτοὶ πρῶτοι τὰς κλεῖς τῆς βασιλείας ἔλαβον· λέγει γὰρ ὁ κύριος τῷ Πέτρῳ· «σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας». τί δέ ἐστιν ἡ κλείς, ἀλλ' ἢ ὁ θεῖος καὶ ἐπουράνιος λόγος ὁ λαληθεὶς ὑπ' αὐτῶν ἐν δυνάμει τοῖς μετὰ πίστεως ἀκούουσι; διανοίγει γὰρ τὰ ὦτα τῶν πιστῶν ὁ θεῖος ἐν δυνάμει λόγος καὶ εἰσερχόμενος ἔνδον ἀνοίγει τὰς κεκλεισμένας ὑπὸ τοῦ πονηροῦ θύρας τῆς καρδίας καὶ κατέχει ἐκεῖ τὰς νομὰς τῆς ψυχῆς, ἥτις καρδία διανοιγεῖσα ἐξ ἀληθείας διὰ τῆς δυνάμεως τοῦ πνεύματος τοῦ ζῶντος καὶ ἐνεργοῦς λόγου
27.1.11
οὐκέτι πάλιν κλεισθήσεται εἰς τοὺς αἰῶνας. καὶ γὰρ αὐτὸς ὁ πονηρὸς διὰ τοῦ λόγου, οὗ ἐλάλησε τῇ Εὔᾳ, εἰσῆλθε πρῶτον εἰς τὴν ἀκοὴν καὶ διὰ τῆς ἀκοῆς ἐχώρησεν εἰς τὴν καρδίαν ὑπακουσάσης τῷ λόγῳ αὐτοῦ, καὶ κατέσχε τὰς νομὰς τῆς ψυχῆς καὶ ἀπέκλεισε τὰς θύρας τῆς καρδίας ἀπὸ τοῦ διανοιχθῆναι πρὸς τὴν αἰώνιον ζωὴν καὶ τὴν πνευματικὴν ἐκείνην τῆς ἀκοῆς ἀρετήν. ἀνάγκη οὖν ὅπου ὁ ἀφανιστὴς ἐμπεριεπάτησε καὶ ἠρήμωσεν, ἐκεῖ τὸν λόγον τῆς ζωῆς δεῖ εἰσελθεῖν καὶ διορθώσασθαι τὰ ἠρημωμένα τῆς ψυχῆς τῶν
27.1.12
ἀρετῶν πράγματα. καὶ ὥσπερ ὁ βασιλεὺς εἰς πᾶσαν τὴν γῆν τὰς εἰκόνας αὐτοῦ πέμπει καὶ δι' αὐτῶν τὸ κράτος αὐτοῦ καὶ ἐξουσία γνωρίζεται, οὕτω καὶ ὁ πονηρὸς αἰχμαλωτίσας τὸ γένος τῆς ἀνθρωπότητος καὶ ὑπὸ τὴν ἰδίαν ἐξουσίαν διὰ τῆς παραβάσεως τοῦ Ἀδὰμ πάντας κατασχὼν τὰς δυσειδεῖς καὶ ζοφερὰς τοῦ σκότους αὐτοῦ εἰκόνας τῶν παθῶν τῆς ἀτιμίας ἐνέβαλεν εἰς τὰς ψυχὰς καὶ δι' αὐτῶν ἐκράτησε τὰς νομάς, εἰς πάσας ἁμαρτίας καὶ ἀκαθαρσίας ἐκτρέψας τοὺς ἀνθρώπους.
27.2.1
Οὗτός ἐστιν ὁ νόμος τῆς ἁμαρτίας ὁ ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοός, κατὰ τοῦ νόμου τοῦ θεοῦ. οὗτός ἐστιν ὁ παλαιὸς ἄνθρωπος, ὃν ἀποδύσασθαι ἡμᾶς προστάσσει ὁ μακάριος ἀπόστολος. τοῦτό ἐστι τὸ πνεῦμα τοῦ κόσμου, οὗπερ λυτρωθῆναι εὐχόμεθα. τοῦτό ἐστι τὸ κάλυμμα τοῦ σκότους τὸ ἐπὶ τὴν καρδίαν κείμενον, ὅπερ διὰ τῆς δυνάμεως τοῦ Ἰησοῦ περιαιρεθῆναι ἐλπίζομεν ἐπιστρέψαντες τελείως πρὸς τὸν κύριον, ἵνα «ἀνακεκαλυμμένῳ
27.2.2
προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζώμεθα». ὅσαι δὲ ψυχαὶ ἐν πίστει καὶ ἀγάπῃ πολλῇ προσεγγίζουσι τῷ κυρίῳ, ζητοῦσι παρ' αὐτοῦ τὴν λύτρωσιν καὶ τὴν χάριν τοῦ πνεύματος αὐτοῦ κομίσασθαι ἐπιθυμοῦσικαὶ ἀποστέλλει αὐταῖς κύριος τὴν ἐπιθυμητὴν καὶ ἐπουράνιον εἰκόνα τοῦ ἀρρήτου φωτὸς αὐτοῦ τὴν ζῶσαν (τουτέστι τὸν τοῦ πνεύματος αὐτοῦ νόμον τὸν καινὸν καὶ ἐπουράνιον ἄνθρωπον) καὶ διὰ τῆς ἀθανάτου καὶ ζώσης τοῦ φωτὸς τῶν ἀρετῶν αὐτοῦ εἰκόνος καταργοῦνται αἱ τοῦ σκότους δυσειδεῖς τῆς κακίας τῶν παθῶν εἰκόνες, καὶ βασιλεύει τῆς πιστῆς καὶ ἀξίας ψυχῆς τὸ πνεῦμα, ἐπιτελούσης πᾶν τὸ θέλημα αὐτοῦ καθαρῶς καὶ ἀμώμως καὶ τὸ κράτος αὐτοῦ διὰ τῆς ζώσης καὶ θεοειδοῦς τῆς χάριτος αὐτοῦ εἰκόνος εἰς τὰς ἀξίας αὐτοῦ ψυχὰς ἐν ἀληθείᾳ γνωρίζεται.
27.2.3
Ὥσπερ γὰρ ἐν τῷ παλατίῳ ἐὰν ὦσι πεπαιδευμένοι οἱ διάκονοι τοῦ βασιλέως, ἐὰν μὴ λάβωσι παρ' αὐτοῦ τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, οὐ δύνανται ὑπηρετήσασθαι τῷ βασιλεῖἄλλο δέ εἰσιν αὐτοὶ καὶ ἄλλο τὰ σκεύη τὰ βασιλικά, ἅπερ αὐτοῖς ἐγχειρίζεται, ἐν γὰρ τοῖς ἰδίοις σκεύεσιν ὑπηρετεῖται ὁ βασιλεύς οὕτω καὶ οἱ ἄνθρωποι καὶ οἱ ἄγγελοι ἐὰν μὴ λάβωσι τὰ πνευματικὰ σκεύη τοῦ κυρίου (τουτέστι δύναμιν καὶ γνῶσιν καὶ σύνεσιν ἐκ τοῦ πνεύματος αὐτοῦ) καὶ μέτοχοι δυνάμεως θεοῦ γένωνται, οὐ δύνανται ἐπιτελέσαι ἀμώμως πᾶν τὸ
27.2.4
θέλημα τοῦ θεοῦ. καὶ γὰρ αὐτοὶ οἱ ἄγγελοι πνεύματα ὄντες ἔλαβον ἐκ τοῦ πνεύματος αὐτοῦ δύναμιν καὶ ἀνακραθέντες δι' αὐτοῦ ποιοῦσι πᾶν τὸ θέλημα τοῦ θεοῦ, ὡσαύτως καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων πνεύματά εἰσι, καὶ ἐὰν μὴ λάβωσι δύναμιν θεοῦ καὶ γνῶσιν ἐκ τοῦ πνεύματος αὐτοῦ, οὐ δύνανται ἐπιτελέσαι ἀξίως πᾶν τὸ θέλημα τοῦ θεοῦ.
27.2.5
Καὶ γὰρ οἱ κάτω καὶ οἱ ἄνω ἑταῖροι ἀλλήλων εἰσίν, ὥς φησιν ὁ ἀπόστολος· «εἰρηνοποιήσας» «εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς». ζῇ τοίνυν ἕκαστος ἀξίως ἐκείνου, οὗ καὶ τὴν εἰκόνα φορεῖ ἐν δυνάμει καὶ ἐνεργείᾳ, ἤτοι τὴν τοῦ θεοῦ (καὶ τῆς χάριτος, τῶν ἀρετῶν, τῆς ζωῆς) ἤτοι τὴν τοῦ πονηροῦ (τῶν παθῶν τῆς ἀτιμίας), καὶ οὐ τὴν εἰκόνα ἐν ἑαυτῷ ἔχει, εἰς τὸν ἐκείνου αἰῶνα καὶ ζῇ καὶ διαιτᾶται. ἐὰν γὰρ τὴν εἰκόνα τῆς ζωῆς τοῦ φωτὸς τοῦ πνεύματος ἔχῃ τις ἐν ἑαυτῷ, ζῇ παρὰ τοῖς ἄνω ἐν τῷ αἰωνίῳ καὶ ἀφθάρτῳ κόσμῳ, ἐὰν δὲ τὴν δυσειδῆ τοῦ πονηροῦ ἔχῃ τις ἐν ἑαυτῷ εἰκόνα, ζῇ ἐν τῷ φθαρτῷ αἰῶνι τοῖς ἄνω νεκρὸς τυγχάνων. νεκροὶ γὰρ ὀφείλουσι γενέσθαι τῷ κόσμῳ τούτῳ καὶ τῷ σαρκικῷ φρονήματι θανατωθῆναι οἱ βουλόμενοι ἐν ἐκείνῳ τῷ ἀθανάτῳ καὶ
27.2.6
αἰωνίῳ κόσμῳ ζῆσαι. ἐάν τις γὰρ παντὸς τοῦ κράτους τῆς γῆς κυριεύσῃ τῆς οὔσης ὑπὸ τὸν ἥλιον, πρόνοιαν δὲ τῆς ἑαυτοῦ ψυχῆς μὴ ποιήσῃ τοῦ ζῆσαι αὐτὴν ἐν τῷ ἀφθάρτῳ καὶ αἰωνίῳ κόσμῳ, οὐδεμίαν ὄνησιν καὶ ὄφελος ἔχει. πάντα γὰρ τὰ κτίσματα πρὸς μίαν ψυχὴν οὐκ ἰσάζεται, ὥς φησιν ὁ κύριος· «ἐὰν τὸν κόσμον ὅλον κερδήσῃς, τὴν δὲ ψυχήν σου ζημιωθῇς, τί ὄφελος ἢ τί δώσεις ἀντάλλαγμα τῆς ψυχῆς σου»; ὥστε μιᾶς ψυχῆς ὅλος ὁ κόσμος οὐκ ἄξιός ἐστιν.
27.2.7
Δύο οὖν εἰσὶ νόμοι πρὸς οὓς ἔχουσι τὴν πάλην οἱ Χριστιανοί, καὶ εἷς «νόμος ὁ τοῦ πνεύματος τῆς ζωῆς», εἰς ὃν ἀναπαύονται καὶ ζῶσι ζωὴν αἰώνιον. ἄλλος δέ ἐστι νόμος ὁ τῆς συνηθείας τοῦ κόσμου καὶ τῶν προτέρων αἰσχρῶν καὶ ματαίων ἔργων, εἰς ὃν ἕλκονται δελεαζόμενοι οἱ ἀναχωροῦντες καὶ ἀποτασσόμενοι τῷ βίῳ τούτῳ. πρὸς τοῦτον ἔχουσι τὸν ἀγῶνα οἱ ἀρχὴν ἀγαθὴν ἑλόμενοι τοῦ μὴ ὑπακούειν καὶ ταῖς προτέραις συνηθείαις ἑαυτοὺς μὴ ἐπιδιδόναι, καὶ ὅταν τοῦ νόμου τούτου καλῶς περιγένωνται καὶ νικήσωσι, τότε πόλεμον καὶ ἀγῶνα μέγαν ἔχουσι πρὸς τὸν ἀφανῆ τοῦ σκότους τῶν παθῶν νόμον τὸν ἐν τῇ καρδίᾳ ἐγγεγραμμένον, αὐτὴν δὴ τὴν ἐνέργειαν τῆς κακίας, τουτέστι τὴν ἁμαρτίαν τὴν ἐμποδίζουσαν τῇ ψυχῇ καὶ κωλύουσαν εἰς τὴν ζωὴν τῆς βασιλείας εἰσελθεῖν. ἔστι δὲ καὶ ὁ ἀφανὴς νόμος τοῦ πνεύματος τῆς θεότητος ὁ ζῶν καὶ ἀντιλαμβανόμενος τῆς ἀγωνιζομένης ψυχῆς πρὸς τοὺς τῆς κακίας νόμους.
27.2.8
τὸ οὖν τοῦ ἀνθρώπου ἔργον ἔοικε τῷ τοῦ κυρίου ἔργῳ. ὥσπερ γὰρ ὁ κύριος κατέλθων εἰς τὴν γῆν πολλὰ παθεῖν ὑπέμεινεν ὑβρισθεὶς καὶ ἀτιμασθεὶς καὶ σταυρωθείς, ἔπειτα καὶ «εἰς τὰ κατώτερα μέρη» κατῆλθε «τῆς γῆς» διὰ τὴν ἑαυτοῦ κληρονομίαν (τουτέστι τὰς πιστὰς καὶ ἀξίας αὐτοῦ ψυχάς), οὕτω καὶ οἱ Χριστιανοὶ πολλὰ παθεῖν ὑπομένουσιν, ἕως θανάτου πρὸς τὴν κακίαν ἀγωνιζόμενοι διὰ τὴν ἐπουράνιον αὐτῶν κληρονομίαν, ἥτις ἐστὶν αὐτὸς ὁ κύριος.
27.2.9
Σπουδάσωμεν τοίνυν καὶ ἡμεῖς πάντοτε αὐτῷ εὐάρεστοι εὑρεθῆναι, ἐν μηδενὶ τῷ νόμῳ τῆς κακίας ὑποτασσόμενοι, ἵνα τοῦ νόμου τοῦ πνεύματος τῆς ζωῆς καταξιωθέντες δυνηθῶμεν δι' αὐτοῦ καὶ τοῦ τῆς κακίας νόμου τῶν παθῶν ἀπαλλαγῆναι καὶ τῆς αἰωνίου ζωῆς ἐπιλαβέσθαι, καὶ οὕτως ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ ἁπλῶς ἀναστραφέντες καὶ πᾶν τὸ θέλημα τοῦ θεοῦ διὰ τῆς χάριτος αὐτοῦ ἐπιτελέσαντες καὶ ἄμωμοι διὰ τοῦ νόμου τοῦ πνεύματος καὶ ἄσπιλοι καταρτισθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα, σὺν τῷ κυρίῳ εἰς αἰῶνας αἰώνων ἐν ἀθανάτῳ βασιλείᾳ ἀπολαύοντες τῶν ἐκεῖ ἀγαθῶν. Δόξα τῇ μεγαλωσύνῃ καὶ ἀγαθότητι αὐτοῦ. Ἀμήν. 28. τ. 1 ΛΟΓΟΣ ΚΗʹ.

Intertext edge

Open linked passage

Note