Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
Ὁ κύριος ἐν τῷ εὐαγγελίῳ μυστικῶν πραγμάτων διήγησιν ποιούμενός φησιν· «ἀγαπᾷ ὁ πατὴρ τὸν υἱὸν καὶ πάντα ἔδωκεν αὐτῷ εἰς τὰς χεῖρας αὐτοῦ», καί· «πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς πιστεύητε». τί ἐστι τὰ μείζονα ἔργα, ἃ δίδωσιν ὁ πατὴρ ποιῆσαι τῷ υἱῷ; νεκροὺς γὰρ ἤγειρε καὶ τυφλοῖς ἔδωκε τὸ βλέπειν, χωλοῖς τὸ περιπατεῖν, λεπροὺς ἐκαθάρισε, παραλυτικοὺς ἐθεράπευσε καὶ πᾶσαν νόσον ἰάσατο.
28.1.2
ποῖα οὖν τὰ «τούτων μείζονα ἔργα»; ἀλλὰ καὶ τὰ ἔργα τῆς κτίσεως, ἧς ἐποίησεν ὁ θεός, πάντα ἦν· οὐρανὸς γὰρ ἦν, ἥλιος καὶ σελήνη, ἀστέρες καὶ πᾶς ὁ κόσμος αὐτῶν ἦν, ἀλλὰ καὶ ἡ γῆ καὶ πᾶσα φυτεία ἦν καὶ πᾶν σπόριμον σπέρμα ἦν καὶ οἰκοδομαὶ πόλεων καὶ οἰκιῶν, ὕδωρ καὶ τὰ ἐν αὐτῷ, ὄρη καὶ βουνοί, ἀὴρ καὶ τὰ ἐν αὐτῷ πετεινὰ πάντα ἦν, ἀλλὰ καὶ νόμος ἦν καὶ γραφαὶ ἦσαν καὶ πᾶσα ἡ δικαιοσύνη τοῦ νόμου ἦν γεγραμμένη ἐν ταῖς γραφαῖς. τί οὖν τὸ λεῖπον; ἰδοὺ πάντα ἦν. τίνα ἐστὶ τὰ «μείζονα ἔργα», ἃ ἐπαγγέλλεται ὁ κύριος ποιῆσαι; καὶ γὰρ ἐν τοῖς ὁρωμένοις οὐδὲν τούτων μεῖζον ἔργον ἐποίησεν, ὡς ἐν τῷ εὐαγγελίῳ
28.1.3
ποιῆσαι ἀναγέγραπται. τίνα οὖν ἐστι λοιπὸν τὰ «μείζονα ἔργα»; ἀληθῶς μεγάλα καὶ ἀληθινὰ καὶ αἰώνια ἔργα εἰργάσατο ἐλθὼν καὶ διὸ τὰ μείζονα καὶ αἰώνια ἔργα, ἃ ἐπηγγείλατο ποιῆσαι, πᾶσα ἡ σωτήριος αὐτοῦ ἔλευσις γεγένηται· δι' ἃ καὶ τὰ φαινόμενα πάντα σημεῖα καὶ τέρατα πεποίηκεν. ἦλθε γὰρ ψυχὴν τὴν νεκρωθεῖσαν ἀπὸ τῆς παραβάσεως τοῦ Ἀδὰμ καὶ ἐν νεκρότητι παθῶν κακίας γενομένην ἀναστῆσαι, τὴν ἐκπεσοῦσαν ἀπὸ ζωῆς αἰωνίου καὶ εἰς θάνατον αἰώνιον κατενεχθεῖσαν. εἶπε γὰρ ὁ θεὸς τῷ Ἀδάμ· «ᾗ δ' ἡμέρᾳ φάγῃς, θανάτῳ ἀποθάνῃς». καὶ οὕτω γέγονεν· ἀπέθανε γὰρ ἡ ψυχὴ ἀπὸ θεοῦ, τῆς αἰωνίου ζωῆς χωρισθεῖσα, τουτέστι τοῦ φωτὸς τῆς βασιλείας μηκέτι ἀπολαύουσα, ἐπεὶ εἰς τὸ φαινόμενον οὐκ αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανεμετὰ γὰρ «ἐννακόσια τριάκοντα ἔτη» γέγραπται, ὅτι «ἀπέθανεν».
28.1.4
Ἡ ψυχὴ οὖν ἐνεκρώθη αὐτῇ τῇ ἡμέρᾳ καὶ μετὰ ταῦτα αὐτοῦ τὸ σῶμα τῷ φαινομένῳ θανάτῳ κατεδικάσθη. οὕτω καὶ νῦν ὁ κύριος ἐποίησεν ὀρθῶς τὴν κρίσιν κρίνας· ἐγείρει πρῶτον ἀπὸ νεκρότητος παθῶν τὴν ψυχὴν νῦν καὶ ἀπὸ σκότους αἰωνίου εἰς φῶς αἰώνιον μετατίθησιν αὐτήν, ἐν τῇ ἀναστάσει δὲ καὶ τὸ σῶμα ἐγείρει καὶ τῆς ἀθανάτου δόξης καταξιώσει. ἐνεδύσατο γὰρ ἡ ψυχὴ τότε ἔνδυμα θανάτου, τὴν ἁμαρτίαν, καὶ ἐνορᾶν τὸν ἴδιον δεσπότην οὐκ ἠδύνατο· ἐλθόντος δὲ τοῦ σωτῆρος φησὶν Ἰωάννης· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», τουτέστιν ὁ τὸν ἀόρατον θάνατον τοῦ καλύμματος τοῦ σκότους, «τὸ φρόνημα τῆς σαρκὸς» περιαιρῶν, καὶ ἐκ νεκρότητος παθῶν ἀνιστῶν τὴν ψυχήνκαὶ πάλιν θεωρεῖν τοῖς νοεροῖς αὐτῆς ὀφθαλμοῖς τὸν ἴδιον δεσπότην
28.1.5
κατηξιώθη. ἴδε ἀληθῶς τὸ πρῶτον καὶ μεῖζον πάντων ἔργων ὧν ἐποίησεν ἔργον αἰώνιον· ψυχὴν ἀνέστησεν ἀπὸ θανάτου αἰωνίου. τὰς χωλὰς οὖν καὶ τυφλὰς καὶ παραλελυμένας ψυχὰς ἦλθεν ὁ κύριος ἰάσασθαι· ἰδὲ μεῖζον ἔργον τῶν φαινομένων σημείων. πάλιν τί ἐποίησεν ἔργον μεῖζον τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὁ κύριος, ὅτι ἐπήγγελται «μείζονα τούτων ἔργα» ποιῆσαι, ἐὰν μή, φησίν, «μείζονα τούτων» ποιήσω, μὴ πιστεύσητέ μοι; ἣν ἐνέστησε ψυχὴν ἐκ τοῦ αἰωνίου θανάτου, εἰσήγαγεν αὐτὴν εἰς κόσμον θεότητος οὐράνιον, πνευματικὸν καὶ αἰώνιον» ἐν σκέπῃ, γάρ φησι, τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται» καὶ ἥλιον δικαιοσύνης ἔδωκεν αὐτῇ ἑαυτόν, τὸν φωτίζοντα αὐτὴν φωτὶ αἰωνίῳ, εἰσήγαγεν αὐτὴν καὶ εἰς τὴν γῆν τῶν ζώντων διὰ τοῦ φωτὸς τῆς θεότητος τοῦ πνεύματος, ἵν' ὥσπερ τὸ σῶμα τοῦτο ἐπὶ γῆς περιπατεῖ καὶ ἐργάζεται τὰ ἔργα τῆς γῆς, οὕτω καὶ ἡ ψυχὴ εἰσελθοῦσα εἰς τὴν ἀόρατον τῆς χάριτος γῆν ἡ ἄνωθεν γεννηθεῖσα ἐν αὐτῇ αὐλίζηται καὶ εἰς ἐκείνην ἐργάζηται
28.1.6
ἔργα θεϊκὰ ἀρετῶν τοῦ πνεύματος. ὡς ἔλεγεν ὁ κύριος· «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον», ἵν' ὥσπερ τὸ σῶμα ἐσθίει ἐκ τῆς γῆς καὶ πίνει, οὕτω καὶ ἡ ψυχὴ ἐσθίῃ τὸν ἀληθινὸν ἄρτον, τὸν κύριον, καὶ πίνῃ τὸ ζῶν ὕδωρ ἐκ τῆς δυνάμεως τοῦ πνεύματος. καὶ ὥσπερ τὸ σῶμα ἐσθίει καὶ πίνει ἀπὸ τῆς ἀμπέλου ταύτης, οὕτω ψυχὴ ἡ γεννηθεῖσα ἄνωθεν ἐσθίει ἀπὸ τῆς ἀληθινῆς ἀμπέλου, τοῦ κυρίου τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή», καὶ πίνει ἐκ τοῦ πνευματικοῦ καὶ
28.1.7
ἐνθέου οἴνου τοῦ μὴ παρέχοντος δίψαν ἢ ἐπιθυμίαν σαρκός. καὶ ὥσπερ τὸ σῶμα χρίεται εἰς ἄνεσιν ἔλαιον ἐκ τῆς γῆς ταύτης, οὕτω καὶ ἡ ψυχὴ χρίεται τὸ ἀληθινὸν τῆς ἀγαλλιάσεως ἔλαιον, αὐτὸ τὸ πνεῦμα τὸ ἄνεσιν καὶ ἀνάπαυσιν ἀληθινὴν ἀπὸ τῶν καυματηρῶν παθῶν αὐτῇ παρέχον. καὶ ὥσπερ ἀμφιέννυται τὸ σῶμα ἀμφία ἐνταῦθα καὶ ὑποδήματα, οὕτω καὶ ἡ ψυχὴ ἄφθαρτα καὶ πολυποίκιλα τοῦ πνεύματος ἀμφία ἀμφιέννυται καὶ τὰ ὑποδήματα τῆς ζωῆς ὑποδύεται. καὶ ὥσπερ ἐνταῦθά εἰσι φυτεῖαι καὶ σπέρματα καὶ ὕδατα ἐν τῇ γῇ, οὕτω καὶ ἡ ψυχὴ ἔχει φυτείας ἀοράτους καὶ σπέρματα ζωῆς καὶ ὕδωρ ζῶν, ἐξ οὗ πίνει καὶ ἔχει ἐν ἑαυτῇ πηγὴν «ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον». καὶ ὥσπερ τὸ σῶμα ἔχει τὸν ἀέρα τοῦτον, ἐξ οὗ ἀναπνεῖ καὶ ζῇ, οὕτω καὶ ἡ ψυχὴ ἔχει τὸν θεϊκὸν καὶ ἐπουράνιον τοῦ πνεύματος ἀέρα, ἐξ οὗ ἀναπνεῖ καὶ ζῇ ἀθανάτῳ ζωῇ. ταῦτα ἔλεγεν ὁ ἀπόστολος σκιὰν τῶν μελλόντων. ὁ κόσμος γὰρ ὁ φαινόμενος τύπος καὶ εἰκὼν καὶ ὑπόδειγμά ἐστι τοῦ ἀοράτου καὶ αἰωνίου τῆς θεότητος κόσμου.
28.2.1
Ἀλλὰ καὶ ὥσπερ ἐνταῦθα εἰς τὸ φανερὸν ὁ νόμος καὶ γραφαὶ καὶ δικαιοσύναι, οὕτω καὶ ὁ κύριος ἐλθὼν ἔδωκεν ἐν τῇ καρδίᾳ νόμον ἀληθινὸν ἀνεξάλειπτον τὸν τοῦ ἁγίου πνεύματος, ζῶντα καὶ ἐνεργοῦντα ζωὴν εἰς τὴν ψυχήν. καὶ ἔχει ἡ ψυχὴ καὶ νόμον ἐλευθερίας τὸ πνεῦμα καὶ δικαιοσύνην ἀληθινὴν τὸν κύριον. ἐκεῖ μὲν γάρ, ὥς φησιν ὁ ἀπόστολος, «ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται», ἐνταῦθα δὲ «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα», καὶ ἐκεῖ μὲν ὥσπερ τινὰ θηρία ἢ ἑρπετὰ ἀεὶ ἐν τῇ γῇ κατοικοῦσι καὶ γῆν μεταλαμβάνουσιν, οὕτω καὶ οἱ ὑπὸ νόμον τυγχάνοντες καὶ ὑπὸ ἁμαρτίαν καὶ πάθη ὄντες γηΐνην τὴν δικαιοσύνην ποιοῦσι, διὰ τὸ καὶ γηΐνας αὐτοὺς ἔχειν ἐπαγγελίας κάτω κύπτοντες καὶ μὴ δυνάμενοι τῷ φρονήματι τῆς ψυχῆς ἀνακεκαλυμμένῳ προσώπῳ προσέχειν εἰς τὴν δόξαν τοῦ θεοῦ, ὑπὸ δεσμοὺς κακίας ὄντες καὶ μηδέπω ἐλευθερωθέντες
28.2.2
ἐκ τῆς δουλείας τῆς ἁμαρτίας. νῦν δὲ οἱ ἔχοντες τὸν νόμον τοῦ πνεύματος καὶ ἐλευθερωθέντες ἐκ τῆς δουλείας τῆς ἁμαρτίας καὶ τὴν ἐπουράνιον δικαιοσύνην ἐργαζόμενοι διὰ τῆς χάριτος ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ φωτὸς Χριστοῦ κατανοοῦσι, τῷ πνεύματι αὐτοῦ τὴν ψυχὴν ἀνακραθέντες. ταῦτά ἐστι τὰ «μείζονα» καὶ ἀληθινὰ «ἔργα», ἃ ἐπηγγείλατο ποιεῖν ὁ κύριος. καὶ διὰ ταῦτα τὰ ἔργα ἦλθεν, ἵνα τὴν θανατωθεῖσαν τοῖς πάθεσι ψυχὴν ἀναστήσῃ καὶ εἰσαγάγῃ αὐτὴν εἰς κόσμον ἀληθῆ θεότητος, ἵν' ἔχῃ ἡ ψυχὴ οὔρανον καινὸν καὶ ἥλιον δικαιοσύνης καὶ γῆν φωτὸς ζῶντος, εἰς ἣν κατοικεῖν δύναται, καὶ βρῶσιν ἀληθινὴν καὶ πόσιν πνευματικὴν καὶ ἔργον ἄφθαρτον ζωῆς καὶ οἶκον καὶ πόλιν οὐράνιον καὶ ἐνδύματα τοῦ πνεύματος θεῖα καὶ στεφάνους τῆς χάριτος ἀφθάρ
28.2.3
τους. καὶ πάντα ἁπλῶς, ἅπερ τὸ σῶμα ἔχει ἐνταῦθα, κατὰ τὴν εἰκόνα ταύτην καὶ ἡ ψυχὴ ἐκ τῆς ἀφθάρτου δόξης τοῦ πνεύματος κατασκευαζόμενα αὐτῇ ὑπὸ θεοῦ ἔχειν καταξιοῦται. ἀλλ' ἐπὰν ἀκούσῃς ὅτι ἡ ψυχὴ ἔχει ἀληθινὸν ἥλιον τὸν κύριον καὶ αὐτὸν ζωὴν καὶ αὐτὸν βρῶσιν καὶ πόσιν, μηδὲν ἐπίγειον ἢ χοϊκὸν νοήσῃς. τὰ γὰρ ἄφθαρτα ὡς ἄφθαρτα ἐννόει. ἄρρητα γὰρ καὶ ἀλάλητα τὰ τοῦ πνεύματος μυστήριά εἰσιν ἐν τῇ ψυχῇ ὑπὸ τοῦ κυρίου γινόμενα, ἃ πείρᾳ τοῖς ἀξίοις γινώσκεται, γλώσσῃ δὲ καὶ στόματι σαρκὸς λαληθῆναι ἀδύνατον ἢ μόνον σκιάς τινας καὶ εἰκόνας ἐν ὑποδείγματι ἐκ τοῦ κόσμου τούτου ἔστι λαμβάνειν. ἐκεῖνα γὰρ ὄντως ἄφθαρτα τυγχάνει, ἅ ἐστι πάντα ἐκ τοῦ θεϊκοῦ πνεύματος ταῖς ἀξίαις ψυχαῖς ὑπὸ τοῦ κυρίου ἐπηγγελμένα
28.2.4
ἄρρητα καὶ αἰώνια ἀγαθά. «οὕτω γὰρ ἠγάπησεν ὁ θεὸς» τὴν ψυχὴν τὴν κατ' εἰκόνα αὐτοῦ κτισθεῖσαν, ὥστε ἑαυτὸν χαρίσασθαι αὐτῇ ποικίλως ἐν αὐτῇ κοσμούμενον καὶ τῆς ἰδίας φύσεως κοινωνὸν αὐτὴν καθιστῶντα, καὶ οὕτω συνανακραθεῖσα ἑνοῦται τῷ κυρίῳ, πνεῦμα καὶ αὐτὴ γινομένη. ἀπὸ τοῦ νῦν δὲ ἀνίσταται ἀπὸ τῆς πτώσεως καὶ τῆς νεκρώσεως τῶν παθῶν ἡ ψυχὴ ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος, καὶ ἀπὸ τοῦ νῦν εἰσέρχεται τῷ φρονήματι καὶ τῇ τοῦ νοὸς ὑποστάσει εἰς τὸν κόσμον τῆς θεότητος καὶ εἰς τὴν ἄρρητον δόξαν καὶ συνάπτεται τῷ Χριστῷ εἰς ἓν πνεῦμα μετ' αὐτοῦ γινομένη. διὰ τοῦτο γὰρ ἡ ἔλευσις αὐτοῦ γεγένηται, ἵνα ταῦτα τὰ μυστήρια καὶ τὰ θαυμάσια καὶ τὰ παράδοξα ποιήσῃ μετὰ τῆς ψυχῆς τῆς ἀγαπώσης αὐτὸν τελείως, ἐν τῷ κόσμῳ ἔτι οὔσης· ἐν δὲ τῇ ἀναστάσει καὶ αὐτὸ τὸ σῶμα καταξιοῦται τούτων τῶν χαρισμάτων, καὶ τότε συνδοξασθήσεται τῇ ψυχῇ τῇ ἀπὸ τοῦ νῦν διὰ τῆς
28.2.5
δυνάμεως τοῦ πνεύματος δοξασθείσῃ. οὐαί, εἴ τις οὐκ ἐζήτησε καὶ ἀπὸ τοῦ νῦν ἔλαβεν ἐν πληροφορίᾳ τὴν ζωὴν τῆς κοινωνίας τοῦ πνεύματος καὶ τῆς δόξης ἐκείνης μέτοχος οὐ γέγονε καὶ ἐκ τῆς νεκρότητος τῶν παθῶν ἀναστῆναι ὑπὸ τοῦ πνεύματος οὐ κατηξιώθη, ὅτι γυμνὸς καὶ ἔρημος ἀπὸ κοινωνίας θεοῦ ἀπομείνας ἔξω τῶν πυλῶν τῆς βασιλείας ἀποκλεισθήσεται.
28.2.6
Παρακαλέσωμεν οὖν τὸν κύριον, ἐν πάσῃ πίστει καὶ ἀγάπῃ πάσαις ταῖς ἐντολαῖς ἑαυτοὺς ἐκδόντες, ἵνα τῶν προειρημένων ἀγαθῶν τυχεῖν καταξιωθῶμεν καὶ τῆς τοῦ πνεύματος αὐτοῦ κοινωνίας μέτοχοι γενέσθαι, ἵνα διὰ τῆς χάριτος αὐτοῦ ἁγιασθέντες καὶ «ἄσπιλοι καὶ ἄμωμοι» καταρτισθέντες καὶ τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 29. τ. 1 ΛΟΓΟΣ ΚΘʹ.