Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1.1
Οἱ κατὰ σκοπὸν τῆς ἀληθείας τρέχοντες καὶ ἀληθινὴν εὐχὴν τὴν δι' ἐνεργείας πνεύματος ἁγίου ἐν ἑαυτοῖς ὡς ἔμφυτον διὰ τῆς πίστεως αὐτῶν κτήσασθαι προσδοκῶντες «ἐν πνεύματι καὶ ἀληθείᾳ» κατὰ τὴν εὐαγγελικὴν τοῦ κυρίου παρά
29.1.2
δοσιν τὴν προσκύνησιν τῇ ἁγίᾳ τριάδι προσκομίζουσιν. τὴν ἀρχὴν οὖν τῆς τοιαύτης ζητήσεως εὐθέως καὶ ὀρθῶς ὀφείλουσι ποιεῖσθαι, ὅλην τὴν ἀγαθὴν ὁρμὴν καὶ ὀξύτητα τοῦ πόθου ἐν τῇ τῆς πίστεως νήψει καὶ ἐναρέτου νοὸς στοργῇ καὶ τῶν ἀγαθῶν λογισμῶν εὐθύτητι ἐν ἑαυτοῖς ἔχειν σπουδαζέτωσαν ἐν πάσῃ διαγωγῇ, ἵνα διὰ τῶν ἀγαθῶν ἐννοιῶν καὶ τῇ τῶν καλῶν μνήμῃ» ὅσα ἐστὶν ἀληθῆ» καὶ «δίκαια» καὶ «ἁγνά» εἰς φόβον θεοῦ ἡ ψυχὴ προκόπτουσα τὴν ἐπὶ τὰ κρείττονα αὔξησιν λαμβάνειν δύνηται.
29.1.3
Ἐξαιρέτως δὲ τὴν εὐχὴν ἡμῶν ἐν πίστει καὶ φόβῳ θεοῦ καταρτίζειν σπουδάσωμεν, μὴ σωματικοῖς ἔθεσιν ἐμπληροφορούμενοι ἢ συνηθείᾳ κραυγῆς ἢ συνηθείᾳ σιωπῆς ἢ συνηθείᾳ γονάτων, τοῦ νοὸς ἐν συγχύσει καὶ ταραχῇ ἢ ῥαθυμίᾳ καὶ λήθῃ ἀγνοίας δι' ἑκούσιον ἀμέλειαν κατεχομένου, ἀλλὰ μετὰ πάσης νήψεως καὶ προσοχῆς καὶ μερίμνης ἀγαθῆς τὴν ἔρευναν καὶ προσοχὴν τοῦ νοῦ ἑκάστοτε μέν, μάλιστα δὲ ἐν τῇ προσευχῇ ποιεῖσθαι σπουδάσωμεν,
29.1.4
παντὸς γηΐνου λογισμοῦ ἑαυτοὺς ἀλλοτριοῦντες καὶ πάσας ὑλικὰς ἐννοίας ἀποστρεφόμενοι καὶ ὅλον τὸν νοῦν τῆς ψυχῆς διὰ τῆς πίστεως καὶ ἐλπίδος εἰς τὴν προσδοκίαν Χριστοῦ ἔχωμεν, ἐκδεχόμενοι πᾶσαν ὥραν τὴν ἐπιφοίτησιν τῆς αὐτοῦ χάριτος, δι' ἧς τὴν ἀληθινὴν καὶ ἀρέμβαστον τοῦ πνεύματος εὐχὴν κτήσασθαι δυνάμεθα, διὰ πασῶν διεξόδων καὶ τρίβων τῶν λογισμῶν τῆς ψυχῆς τὴν ἀπεκδοχὴν τοῦ πνεύματος ἔχοντες, προορῶντες τὸν κύριον διὰ πίστεως καὶ φόβου ἐνώπιον ἡμῶν διαπαντός, οὐ τόπῳ σωματικῶς ἔξωθεν ἢ κάτω ἢ ἄνω ἀνατυποῦντες ἐν τῇ διανοίᾳ ὡς ἐν τόπῳ τινὶ τοῦ θεοῦ τυγχάνοντος
29.1.5
καὶ ἐμπεριγράφου ὄντος, ἀλλὰ ἀοράτῳ θεότητος δυνάμει καὶ ἀκαταλείπτως πανταχοῦ τυγχανούσῃ καὶ τοῖς ζητοῦσιν αὐτὴν ἐν φόβῳ καὶ τρόμῳ καὶ πόθῳ ἐν καρδίᾳ εὑρισκομένην καὶ κατὰ τὸ «μέτρον τῆς πίστεως» αὐτῶν καὶ κατὰ τὴν δύναμιν τῆς χωρήσεως αὐτῶν ἐναργῶς τῷ ἔσω ἀνθρώπῳ ἀποκαλυπτομένην διὰ σωτηρίαν καὶ ζωὴν καὶ ἁγιασμὸν ψυχῆς καὶ σώματος, τοιοῦτον σκοπὸν ἔχοντες
29.1.6
ὡς πανταχοῦ τῆς ἀπροσίτου δυνάμεως οὔσης. οὐ γὰρ ἐνδέχεται εἶναι τόπον, ἔνθα μή ἐστιν ἡ ἄρρητος τῆς θεότητος δύναμις, ἐν δὲ τῇ ψυχῇ ἡμῶν διὰ τῆς πίστεως καὶ τῆς πρὸς αὐτὸν ἐν πόθῳ ζητήσεως ἐναργῶς φανεροῦται κατὰ τὴν χώρησιν τῆς πίστεως ἡμῶν εἰς καθαρισμὸν τῆς καρδίας. οὐ γὰρ ἂν ἄλλως καθαρισθῆναι καὶ ἁγιασθῆναι καρδία δύναται, μὴ τῆς ἁγιαστικῆς τοῦ πνεύματος δυνάμεως ἐναργῶς τῇ ψυχῇ ἀποκαλυφθείσης. τότε γὰρ δυνησόμεθα ἐν πνεύματι ἄνευ ῥυπαρῶν καὶ γηΐνων καὶ ματαίων λογισμῶν προσκυνῆσαι τῷ πατρὶ καθὼς δεῖ.
29.1.7
Ψυχὴ οὖν ἡ τοιοῦτον σκοπὸν ἔχουσα καὶ ἐκδεχομένη, πότε ἡ τῆς θείας χάριτος ἐνέργεια τὴν νενεκρωμένην καρδίαν ζωοποιήσει, καὶ τὸ πῦρ τῆς ἀγάπης τοῦ πνεύματος πότε τὴν καρδίαν συλλαβὸν πᾶσαν ἐν αὐτῇ ἀκαθαρσίαν τῇ ἰδίᾳ ἐνεργείᾳ ἐκκαύσει καὶ καθαρότητα καὶ ἁγιασμὸν τοῦ ἔσω ἀνθρώπου ἐργάσηται,
29.1.8
οὐκ ὀφείλει σωματικοῖς ἔθεσιν, ὡς προείρηται, ἢ συνηθείᾳ φωνῆς ἢ σιωπῆς ἢ γονάτων κλίσει ἐν τῇ εὐχῇ πληροφορεῖσθαι, ἀλλὰ διάπυρος τῷ πρὸς κύριον πόθῳ ὑπαρχέτω πάσης ὑλικῆς ἐννοίας ἀλλοτριουμένη καὶ ἑαυτὸν ὁ μοναχὸς βίᾳ καὶ πόνῳ ὅση δύναμις ἐν τῇ καρδίᾳ ἐπισυνάγων ἐκεῖ τὴν κατάκρισιν τῶν παθῶν τῆς κακίας διὰ τῆς ἐνεργείας τοῦ πνεύματος ἔστω ἐκδεχόμενος, καὶ ἐκεῖ τὴν ἀγαλλίασιν τῆς οὐρανίου χάριτος καὶ τὴν πνευματικὴν εὐφροσύνην προσδοκάτω γενέσθαι ἐρρωμένος τῇ διανοίᾳ καὶ τῷ σκοπῷ τῆς ζητήσεως κυρίου καὶ τῇ νήψει
29.1.9
τοῦ νοός. λοιπὸν ὡς ἂν βούληται ἕκαστος καὶ ὡς εὐχερὲς καὶ ἡδὺ αὐτῷ καταφαίνεται, οὕτως εὐχέσθω. εἰ μὲν χρεία κραυγῆς ἢ βοῆς, δεόμενος τοῦ κυρίου ἄνευ θορύβου καὶ συγχύσεως τοῦ νοὸς καθὼς εἴρηται· πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος «ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας
29.1.10
καὶ νυκτός». εἰ δὲ χρεία σιωπῆς, ἐν πόθῳ καὶ πόνῳ νοὸς τὴν ἀντίληψιν τῆς χάριτος ἐκδεχόμενος καὶ διὰ τῆς τοῦ σώματος προσκαρτερήσεως καὶ γονυκλισίας καὶ εὐχῆς τοὺς πνευματικοὺς θησαυροὺς τῆς ἐπουρανίου δωρεᾶς ἐν ἐπιθυμίᾳ καὶ δίψει διὰ πίστεως πάντοτε ἐκζητῶν καὶ συναγαγέτω ἑαυτὴν ἡ ψυχὴ ἀπὸ τῆς ὕλης τοῦ κόσμου καὶ τοῦ ῥεμβασμοῦ τῶν λογισμῶν μάλιστα ἐν τῇ εὐχῇ ὅση δύναμις.
29.1.11
Ὥσπερ γὰρ κατὰ τὸ σωματικὸν ὁπόταν τις ἐργάζηται, ὅλα τὰ μέλη τοῦ σώματος εἰς τὸ ἔργον συνῆκται ἀλλήλοις βοηθοῦντα καὶ πάντα τὰ μέλη τὸ ἔργον ἀποτελοῦσιν, οὕτω καὶ ἡ ψυχὴ πάντοτε μέν, ἐξαιρέτως δὲ ἐν ταῖς ὥραις τῆς εὐχῆς, μὴ ἤτω ἀλλαχοῦ τοῖς διαλογισμοῖς ἑκουσιῶς ῥεμβομένη καὶ διασκορπισμένη, ἀλλ' ὅση δύναμις πάντα τὰ ὁρώμενα τῷ σωματικῷ ὀφθαλμῷ διὰ τὸν θεὸν ὑπερορῶσα βίᾳ ἑαυτὴν συναγέτω ἀπὸ πασῶν συνηθειῶν καὶ προλήψεων οὐκ ὀρθῶν, ἔχουσα πρὸ ὀφθαλμῶν διαπαντὸς τὸν τοῦ θεοῦ φόβον, ἵνα ὅλα τὰ μέλη τῶν νοημάτων αὐτῆς ἐν τῇ εὐχῇ συνηγμένα τυγχάνωσι, τὴν προσδοκίαν τοῦ κυρίου ἐν πίστει δεχομένης, πότε ἐπιστῇ αὐτῇ διὰ τῆς ἐνεργοῦς ἐπισκέψεως ἡ τοῦ πνεύματος χάρις ἡ διδάσκουσα αὐτὴν καὶ δωρουμένη εὐχὴν ἀληθινήν, ἀπερίσπαστον, ἀρέμβαστον, καθαράν, ἵνα τότε προσκυνήσῃ ἡ ψυχὴ τῷ θεῷ καθὼς δεῖ «ἐν πνεύματι καὶ ἀληθείᾳ» καὶ προσεύξηται διὰ τῆς χάριτος ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ πνευματικῇ.
29.2.1
Ὥσπερ γὰρ ὁ ἔμπορος τὴν ἐμπορίαν αὐτοῦ πραγματευόμενος οὐ διὰ μιᾶς ὁδοῦ οὐδὲ διὰ μιᾶς προφάσεως οἶδε πορίζειν τὸ κέρδος τῆς ἐμπορίας αὐτοῦ, ἀλλ' ἐντρεχῶς καὶ νηφόντως πανταχόθεν περισκοπεῖ, ἐὰν τύχῃ αὐτὸν ἐντεῦθεν ἀποτυγχάνειν τοῦ κέρδους, ἑτέρῳ πράγματι ἐπιβάλλεταιὅλος γὰρ ὁ σκοπὸς αὐτῷ ἐστι τοῦ κερδῆσαι καὶ πολυπλασιάσαι τὴν ἐμπορίαν αὐτοῦ, οὕτω καὶ ἡμεῖς τὴν εὐχὴν τῆς προσδοκίας ἡμῶν, ὅσον ἀνθρωπίνῃ ἰσχύϊ καὶ συνέσει δυνατόν, ποικίλως καὶ ἐντρεχῶς ἐν ὀρθῷ καὶ συνηγμένῳ νῷ καὶ νηφούσῃ διανοίᾳ καταρτίσωμεν, ἵνα κερδῆσαι δυνηθῶμεν τὸ ἀληθινὸν καὶ μέγα κέρδος, αὐτὸν τὸν κύριον ἡμῶν, τὸν διδάσκοντα ἡμᾶς πᾶσαν ἀγαθωσύνην ἀρετῶν καὶ ἀληθείας ἐνέργειαν, τὸν εἰπόντα πρὸς τοὺς τοιαύτην πίστιν καὶ σπουδὴν
29.2.2
ἀναλαμβάνοντας· «ἐλευσόμεθαἐγὼ καὶ ὁ πατήρ μουκαὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα», καὶ πάλιν· «ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», ἵν' ὥσπερ ἐν ἰδίῳ θρόνῳ ἐπικαθεσθῇ καὶ ἀναπαυθῇ ἐν τῇ καρδίᾳ ἡμῶν, ὡς ἐν τῷ Ἰεζεκιὴλ γέγραπται, ὅτι ἐπεκαθέζετο ὁ θεὸς φερόμενος ὑπὸ τῶν νοερῶν καὶ θείων καὶ πνευματικῶν ζῴων γεμόντων ὀφθαλμῶν καθ' ὅλων τῶν μερῶν ἔμπροσθεν καὶ ὄπισθεν, οὕτω καὶ ψυχὴ ἡ καταξιωθεῖσα διὰ τῆς πίστεως αὐτῆς καὶ πολλῆς δεήσεως καὶ ἐν πάσαις ἐντολαῖς σπουδῆς ὑποδέξασθαι ἐν ἑαυτῇ τὸν μέγαν βασιλέα Χριστὸν καὶ ναὸς καὶ θρόνος αὐτῷ γενομένη νοερός, ὅλη ὀφθαλμὸς γίνεται καὶ ὅλη φῶς καὶ ὅλη οὐρανὸς καὶ ἀνεκλάλητον κάλλος, διὰ τῆς θείας δυνάμεως τῆς ἀνακιρναμένης ἐν τῇ ὑποστάσει αὐτῆς καὶ οὐράνιον αὐτὴν
29.2.3
καὶ ἔνθεον κάλλος διὰ τῆς κοινωνίας ἀπεργαζομένης. μακάρια τοίνυν ἡ τοιαύτη ψυχὴ ἡ σπουδὴν πολλὴν ἀναδειξαμένη Χριστῷ, ἵνα τῶν τοιούτων ἐπουρανίων ἀγαθῶν ἀπὸ τοῦ νῦν ἔτι ἐν σαρκὶ οὖσα ἐπιτυχεῖν δυνηθῇ, ἧς τὸ σῶμα ναὸς καὶ οἰκητήριον τοῦ ἐπουρανίου βασιλέως γενέσθαι καταξιοῦται, καθώς φησιν ὁ ἀπόστολος, ὅτι «τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστι» καὶ πάλιν παραινῶν τοῖς ὑπηκόοις καὶ πιστοῖς τοῦ μεγάλου τούτου ἀξιώματος σπουδάσαι διὰ τῆς πίστεως καταξιωθῆναι φησίν· «δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν». ἡ τοιαύτη ψυχὴ ὥσπερ νύμφη ἀγαθὴ ἀγαθοῦ νυμφίου συναπολαύουσα αὐτῷ τῷ κυρίῳ ἐν τῷ οἴκῳ τοῦ σώματος αὐτῆς διὰ τῆς μυστικῆς τοῦ πνεύματος κοινωνίας εὐφραίνεται ἀδιαλείπτως καθὼς εἴρηται ἐν τῷ προφήτῃ· «ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί».
29.2.4
Ὑπόδειγμα δὲ καὶ ἐκ τοῦ ὁρωμένου κόσμου λάβωμεν. ὥσπερ οἰκία ἔχουσα τὸν κατασκευάσαντα δεσπότην καὶ βασιλέα αὐτῆς ἐν ἑαυτῇ κατοικοῦντα πάντα τὰ ἀγαθὰ αὐτοῦ ἐν ἑαυτῇ φέρεικαὶ γὰρ ἐκεῖ ὁ πλοῦτος καὶ οἱ διάφοροι τῶν κειμηλίων αὐτοῦ θησαυροὶ ἀπόκεινται, ἐκεῖ τὰ ὅλα ἐνδύματα τῆς διαφόρου χλιδῆς ἀποτεθησαύρισται, ἐκεῖ καθαρότης πολλὴ θυμιαμάτων καὶ πάσης εὐωδίας ηὐτρέπισται, ἐκεῖ εὐωχίαι καὶ ἑορταὶ πάντοτε γίνονται διὰ τὸν δεσπότην τοῦ οἴκου, καὶ ἁπαξαπλῶς πᾶσα ἀπόλαυσις τρυφῆς καὶ πᾶσα καλλονὴ λαμ
29.2.5
πρότητος καὶ δόξης, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἡ καταξιωθεῖσα διὰ πολλῆς πίστεως καὶ πάσης ἀρετῆς τὸν κατασκευάσαντα δεσπότην καὶ βασιλέα ἐν τῷ οἴκῳ τοῦ σώματος αὐτῆς ὑποδέξασθαι καὶ νύμφη αὐτοῦ ἁγία καὶ καθαρὰ γενέσθαι διὰ τῆς ἀρρήτου καὶ μυστικῆς τοῦ πνεύματος κοινωνίας ἐκεῖ ἔχει θησαυροὺς «τῆς σοφίας καὶ γνώσεως» ἀποκρύφους, οἱ ἐν τῷ οἴκῳ τοῦ σώματος αὐτῆς ἐναπόκεινται, ἐκεῖ τὰ ἐπουράνια καὶ φωτεινὰ τοῦ πνεύματος ἐνδύματα πάσης καλλονῆς ὑπεραίροντα ἐναποτεθησαύρισται, ἐκεῖ εὐωδία πνεύματος ἁγίου πεπλήρωται, ἐκεῖ ἑορταὶ ἁγίων ἀγγέλων καὶ δυνάμεων πάντοτε ἐπιτελοῦνται διὰ τὸν ἐνοικοῦντα δεσπότην καὶ βασιλέα Χριστόν, καὶ ἁπαξαπλῶς πάσης εὐφροσύνης πνευματικῆς καὶ ἀπολαύσεως οὐρανίου ἡ τοιαύτη ψυχὴ πάντοτε ἐμπίπλαται, ἔχουσα τὸν ἐπουράνιον νυμφίον ἀδιαλείπτως μεθ' ἑαυτῆς τῷ οἴκῳ τοῦ σώματος αὐτῆς ἐνοικοῦντα. μακαρία ὄντως ἡ ψυχὴ ἐκείνη ἡ τοιούτων
29.2.6
ἀγαθῶν ἐντεῦθεν καταξιωθεῖσα. οὐαὶ δὲ οἰκίᾳ τῇ μὴ ἐχούσῃ τὸν δεσπότην αὐτῆς ἐν αὐτῇ κατοικοῦντα. ὥσπερ γὰρ ἡ ἐπίγειος οἰκία μὴ ἔχουσα τὸν ἴδιον δεσπότην κατοικοῦντα ἐν αὐτῇ ἔρημος καὶ οἰκόπεδος διὰ τὴν ἀμέλειαν καθίσταται, καὶ ἐκεῖ κύνες καὶ χοῖροι εἰσίασι καὶ ἐξίασι, καὶ ἐκεῖ αἴλουροι καὶ ἴβεις καὶ κόρακες ἐγκατοικοῦσιν, ἐκεῖ κοπριῶν γίνεται ἀποθήκη καὶ πάσης
29.2.7
ἀκαθαρσίας καὶ δυσωδίας ἡ οἰκία ἐκείνη πληροῦται· οὕτως οὐαὶ ψυχῇ ἐκείνῃ τῇ μὴ ἐγερθείσῃ διὰ τῆς χάριτος καὶ τῆς θείας δυνάμεως ἐκ τῆς πτώσεως καὶ πλάνης τῶν παθῶν τῆς κακίας καὶ μὴ ἐχούσῃ τὸν βασιλέα αὐτῆς Χριστὸν κατοικοῦντα ἐν τῷ οἴκῳ τοῦ σώματος αὐτῆς, ὅτι ἐκεῖ τῶν ὄντως πονηρῶν κοπριῶν (τουτέστι τῶν δυσωδεστάτων ἁμαρτημάτων) ἐστὶν ἀποθήκη, ἐκεῖ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες, τὰ πνεύματα τῆς πονηρίας, δι' ὧν τὰ πάθη τῆς κακίας ἐνεργούμενα ἐγκατοικοῦσιν ἀπὸ τῆς τοῦ Ἀδὰμ παραβάσεως τὴν νομὴν εἰς τὴν ψυχὴν ἔχοντα, «ἐκεῖ σειρῆνες» «καὶ ὀνοκένταυροι» «καὶ δαιμόνια» κατὰ τὸ λόγιον τοῦ προφήτου «ὀρχήσονται», δι' ὧν οἱ πονηροὶ καὶ αἰσχροὶ καὶ μάταιοι καὶ γήϊνοι διαλογισμοὶ τῆς καρδίας ἡμῶν ἐνεργούμενοι βρύουσι καὶ ἀνεῳγμένων τῶν θυρῶν τῆς ψυχῆς εἰσίασι καὶ ἐξίασι τὰ πονηρὰ καὶ ἄγρια θηρία καὶ ἑρπετά, πνεύματα τῆς πονηρίας.
29.2.8
Αὕτη δὲ ἡ κακὴ κληρονομία τῶν παθῶν ἀπὸ τῆς παραβάσεως Ἀδὰμ πάσῃ τῇ ἀνθρωπότητι ἐδόθη, ἀπολέσαντος ἐκείνου τὴν προτέραν τῆς καθαρᾶς φύσεως εὐγένειαν καὶ τὸ ἱερὸν ἀξίωμα καὶ τοῦ ὁρᾶν τὸν ἴδιον δεσπότην στερηθέντος διὰ τὴν τῆς ἐντολῆς παράβασιν καὶ διὰ τοῦτο ἐκπλανηθέντος καὶ τοῦ παραδείσου ἐκβληθέντος. τὰ γὰρ προειρημένα κακὰ πάσῃ ψυχῇ ἐνοικεῖ καὶ ἐνεργεῖται διὰ τῶν παθῶν τῆς ἁμαρτίας τῇ μὴ ἐχούσῃ τὸν βασιλέα αὐτῆς Χριστὸν ἐν ἑαυτῇ κατοικοῦντα ἐν πάσῃ αἰσθήσει καὶ ἐπιγνώσει καὶ πληροφορίᾳ,
29.2.9
δι' οὗ ἡ παντελὴς ἴασις τῆς καρδίας γενέσθαι δύναται. οὐαὶ δὲ τῇ μὴ παρακαλούσῃ καὶ δεομένῃ τοῦ δεσπότου καὶ βασιλέως αὐτῆς Χριστοῦ ἀδιαλείπτως ἐν πίστει καὶ πληροφορίᾳ, ἵνα ἐλθὼν καθαρίσῃ αὐτὴν ἀπὸ πάσης ῥυπαρίας καὶ δυσωδίας παθῶν καὶ λυτρώσηται αὐτὴν ἀπὸ τῶν προειρημένων πονηρῶν πνευμάτων καὶ ἰάσηται αὐτὴν ἀπὸ τῶν ἀοράτων τραυμάτων τῶν παθῶν τῆς κακίας καὶ οἰκοδομήσῃ τὸν οἶκον τοῦ σώματος αὐτῆς ἐν ἁγιασμῷ καὶ καθαρότητι. καὶ οὕτως ἐνοικήσαντος ἐν αὐτῇ πᾶσα καθαρότης καὶ ἁγιασμὸς καὶ ἀρετὴ καὶ σύνεσις καὶ γνῶσις καὶ σοφία τοῦ πνεύματος ἐκεῖ ἔσται, καὶ τοιαύτης χάριτος καταξιωθεῖσα τότε ἀξία τῆς βασιλείας τῶν οὐρανῶν καθίσταται.
29.2.10
Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν κύριον, ἕως καιρὸν ἔχομεν μετανοίας, πάσῃ νήψει καὶ γρηγορότητι πίστεως καὶ προευτρεπίσωμεν ἑαυτοὺς ἐν πάσῃ ἐναρέτῳ πολιτείᾳ, ἵνα ἐλθὼν ὁ ἐπουράνιος βασιλεὺς Χριστὸς ἐνοικήσῃ ἐν ἡμῖν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ. ἄλλως γὰρ οὐκ ἐνδέχεται αὐτὸν παραγενέσθαι καὶ ἀναπαυθῆναι ἐν ἡμῖν, ἐὰν μὴ πρότερον, ὅσον ἔχομεν δυνάμεως καὶ ὁρμῆς, παντὸς πάθους κακίας ἀλλοτριωθῶμεν καὶ πάσαις ἀρεταῖς πνευματικαῖς ἑνωθῶμεν, καὶ οὕτως τὸν οἶκον ἡμῶν προευτρεπισάντων καὶ μονὴν δεσποτικὴν ἑτοιμασάντων τότε τῇ ἰδίᾳ χρηστότητι ἐλθὼν ὁ κύριος κατοικήσει ἐν ἡμῖν καὶ μονὴν παρ' ἡμῖν ποιήσεται, καὶ οὕτως τῇ δυνάμει τῆς χάριτος αὐτοῦ αἱ ψυχαὶ ἡμῶν καθαρισθεῖσαι καὶ τῇ τοῦ πνεύματος αὐτοῦ κοινωνίᾳ ἁγιασθεῖσαι καὶ «εἰς μέτρον» πνευματικῆς «ἡλικίας» ἐλθοῦσαι τῆς αἰωνίου ζωῆς ἀξιωθήσονται, εἰς τοὺς αἰῶνας. Ἀμήν. 30. τ. 1 ΛΟΓΟΣ Λʹ.