Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1.1
Πάντα τὰ ἐν κόσμῳ φαινόμενα ἔργα ἐπ' ἐλπίδι καὶ σκοπῷ ἑκάστου γίνονται εἰς τὸ μεταλαβεῖν τῆς ἀπολαύσεως τῶν καμάτων καὶ πόνων αὐτοῦ.
30.1.2
Ὁ γεωργὸς σπείρει ἐπ' ἐλπίδι καὶ ἐπὶ τῷ σπόρῳ ἄρχεται χαίρειν, προσδοκῶν πολλαπλασίονας τοὺς καρπούς, καὶ καμάτους καὶ πόνους ὑποφέρει διὰ τὴν ἐλπίδα καὶ προσδοκίαν» ἐπ' ἐλπίδι, γάρ φησιν, ὁ ἀροτριῶν ἀροτριᾷ», καὶ ἐὰν μὴ ἐν πάσῃ πληροφορίᾳ ἀπολαύσῃ τῶν διὰ τῶν πόνων αὐτοῦ ἐπιγενο
30.1.3
μένων καρπῶν, οὐδὲν ὠφελεῖται. ὡσαύτως καὶ ὁ λαμβάνων γυναῖκα ἐπ' ἐλπίδι τοῦ τέκνα ποιῆσαι καὶ σχεῖν κληρονόμους λαμβάνει, καὶ ὁ ἔμπορος ὁμοίως δίδωσιν ἑαυτὸν εἰς θάλασσαν (καὶ εἰς ἕτοιμον θανάτου κίνδυνον) διὰ τὸ κέρδος.
30.1.4
οὕτω καὶ ἐν τῷ ἔργῳ καὶ ἀγῶνι τῆς θεοσεβείας καὶ τῆς βασιλείας τῶν οὐρανῶν, ἐπ' ἐλπίδι τοῦ φωτισθῆναι «τοὺς ὀφθαλμοὺς τῆς καρδίας» καὶ τοῦ τὸν νοῦν διὰ τοῦ πνεύματος ἀνακαινισθῆναι καὶ ἀλλαγῆναι καὶ μεταβληθῆναι εἰς τοὺς καρποὺς τοῦ πνεύματος δίδωσιν ἑαυτὸν ὁ μοναχός, ἀναχωρῶν τῶν βιωτικῶν καὶ σχολάζων τῷ κυρίῳ, εὐχαῖς καὶ δεήσεσι καὶ πάσαις ἀρεταῖς ἑαυτὸν εὐτρεπίζων, προσδεχόμενος τὸν κύριον, πότε ἐλθὼν κατοικήσει ἐν αὐτῷ καὶ καθα
30.1.5
ρίσει αὐτὸν ἀπὸ τῆς ἐνοικούσης τῶν παθῶν ἁμαρτίας. οὐκ ἀναπαύεται δὲ οὐδὲ ἐμπληροφορεῖται ἐν τοῖς καμάτοις αὐτοῦ καὶ τῇ πολιτείᾳ, ἕως οὗ τύχῃ τῶν ἐλπιζομένων, ἕως οὗ ὁ κύριος ἐλθὼν ἐνοικήσει ἐν αὐτῷ ἐν πάσῃ αἰσθήσει καὶ ἐνεργείᾳ πνεύματος ἁγίου. ὅτε δὲ γεύσεται τῆς χρηστότητος τοῦ θεοῦ καὶ τοῖς καρποῖς τοῦ πνεύματος ἐντρυφήσει καὶ περιαρθῇ ἀπ' αὐτοῦ τὸ κάλυμμα τοῦ σκότους καὶ τὸ ἐπουράνιον φῶς τοῦ Χριστοῦ ἐλλάμψει καὶ ἐνεργήσει ἐν αὐτῷ ἐν χαρᾷ ἀδιηγήτῳ, τότε πληροφορεῖται ἐπὶ τῷ ἐλέει τῆς χάριτος, ἔχων μεθ' ἑαυτοῦ τὸν κύριον ἐν πολλῇ ἀγάπῃ καὶ στοργῇ πνευματικῇ, καὶ χαίρει
30.1.6
μεγάλως, ὅτι τῶν ἐλπιζομένων τυχεῖν κατηξιώθη. ἀλλὰ καὶ τυχῶν τῶν πνευματικῶν ἀγαθῶν καὶ ἀναπαεὶς ἀναπαύσει ἐπουρανίῳ χαίρει μὲν μεγάλως ἐπὶ τῷ κέρδει τοῦ πνευματικοῦ πλούτουὥσπερ καὶ ὁ ἐπὶ γῆς ἔμπορος πλουσίως κερδήσας χαίρει, ἀγῶνα δὲ ἔχει καὶ φόβον τὸν ἀπὸ τῶν ἀοράτων λῃστῶν καὶ κλεπτῶν καὶ τῶν δολίων πνευμάτων τῆς πονηρίας, μήπως χαυνωθεὶς ἢ ἀμελήσας ἢ ῥαθυμήσας ἀπολέσῃ τὸν κάματον καὶ τὸν μέγαν πλοῦτον τῆς χάριτος, ἕως οὗ ἀναλύσας τοῦ κόσμου τούτου καταξιωθῇ εἰσελθεῖν ἐν τοῖς ἰδίοις, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν τῇ «ἄνω Ἱερουσαλήμ», ἧς τὸν ἀρραβῶνα τῆς κληρονομίας ἀπὸ τοῦ νῦν ἔλαβεν, ἕως οὗ τὸ σῶμα ἀπόθηται ἤτοι ἐν τελείοις μέτροις τῆς χάριτος καὶ ἐν πληρώματι Χριστοῦ γένηται, φόβον ὀφείλει ἔχειν καὶ κίνδυνον ὑποπτεύειν καὶ πολλὴν μέριμναν.
30.1.7
Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν κύριον, ἵνα πληροφορήσῃ ἡμᾶς τῷ ἐλέει τῆς χρηστότητος αὐτοῦ καὶ ἀποδύσῃ ἡμᾶς «τὸν παλαιὸν ἄνθρωπον» καὶ ἐνδύσῃ τὴν ἐπουράνιον δύναμιν τοῦ πνεύματος, ἵνα κερδήσαντες τὸ ἀληθινὸν καὶ μέγα κέρδος τῆς δωρεᾶς τοῦ Χριστοῦ καὶ τῶν προσδοκωμένων, ἀπὸ τοῦ νῦν ἐν πληροφορίᾳ καὶ ἀγαλλιάσει τοῦ πνεύματος γενόμενοι καὶ οὕτω λοιπὸν ὑπ' αὐτοῦ ὁδηγούμενοι ἐν πᾶσιν, ἐν πολλῇ γαλήνῃ καὶ εἰρήνῃ ἐσόμεθα καὶ εὐάρεστοι αὐτῷ ἐν πάσαις ἐντολαῖς κατὰ τὸ θέλημα αὐτοῦ εὑρεθέντες καὶ ὑπὸ τοῦ πνεύματος αὐτοῦ τελείως ἁγιασθέντες, ἀπὸ τοῦ νῦν καὶ πάσης ῥυπαρίας καθαρισθέντες, σὺν αὐτῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἀναπαυσώμεθα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 31. τ. 1 ΛΟΓΟΣ ΛΑʹ.