Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 31 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1.1
Ἡ τοῦ θεοῦ σοφία ἄπειρος καὶ ἀκατάληπτος οὖσα, ἀκαταλήπτως καὶ ἀνεξιχνιάστως πρὸς τὴν τοῦ αὐτεξουσίου θελήματος δοκιμασίαν, καὶ τὰς οἰκονομίας τῆς χάριτος εἰς τὸ γένος τῆς ἀνθρωπότητος ποικίλως ἐξεργάζεται πρὸς
31.1.2
τὸ φανερωθῆναι τοὺς ἐξ ὅλης καρδίας ἀγαπῶντας αὐτόν. τισὶ μὲν γὰρ
31.1.3
προαπαντῶσι τὰ δόματα καὶ τὰ τοῦ ἁγίου πνεύματος χαρίσματα ἄνευ καμάτων καὶ πόνων εὐθὺς ἅμα τῷ προσελθεῖν καὶ αἰτῆσαι ἢ ἔσθ' ὅτε καὶ ἐν τῷ κόσμῳ ἔτι τυγχάνουσιν· οὐκ ἀργῶς δὲ οὐδὲ ἀκαίρως οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ σοφίᾳ θεοῦ τινι ἀρρήτῳ καὶ ἀκαταλήπτῳ εἰς τὸ δοκιμασθῆναι τὴν προαίρεσιν καὶ τὸ αὐτεξούσιον θέλημα τοῦ ταχέως ἐπιτυχόντος τῆς θείας χάριτος, εἰ αἴσθηται τῆς εὐεργεσίας καὶ τῆς πρὸς αὐτὸν γεγενημένης χρηστότητος καὶ γλυκύτητος θεοῦ καὶ κατ' ἀναλογίαν τῆς ἄνευ πόνων εὐεργεσίας καὶ χάριτος τὴν σπουδὴν καὶ τὸν δρόμον καὶ τὸν ἀγῶνα καὶ τὸν τῆς ἀγάπης αὐτοῦ καρπὸν τὸν ἐκ θελήματος καὶ προαιρέσεως ἐπιδειξάμενος τὴν ἀμοιβὴν τῶν χαρισμάτων ἀνταποδίδωσι, τουτέστιν εἰ ὅλον ἑαυτὸν δοὺς ἔκδοτον εἰς τὴν τοῦ θεοῦ ἀγάπην
31.1.3
τὸ αὐτοῦ θέλημα ἐπιτελέσει. οἷς δὲ καὶ ἀναχωρήσασι τοῦ κόσμου καὶ ἀρνησαμένοις τὸν αἰῶνα τοῦτον καὶ ἐν πολλῇ προσκαρτερήσει εὐχῆς καὶ νηστείας καὶ σπουδῆς τῶν λοιπῶν ἀρετῶν τυγχάνουσιν ἐπιμακροθυμεῖ ὁ θεός, τὸ δόμα τοῦ πνεύματος καὶ τὴν χάριν αὐτοῦ μὴ εὐθὺς διδοὺς καὶ ἀναπαύων αὐτούς, ἀλλὰ διὰ τῆς ἐπὶ πολὺ παρατάσεως δοκιμάζων αὐτοὺς θλίψεσι παραδιδοὺς καὶ τὴν ἀνάπαυσιν τοῦ πνεύματος τάχιον αὐτοῖς οὐ διδούς. καὶ τοῦτο οὐκ ἀργῶς οὐδὲ ἀκαίρως οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ σοφίᾳ ἀρρήτῳ εἰς δοκιμασίαν τοῦ αὐτεξουσίου θελήματος, τοῦ ἰδεῖν εἰ πιστὸν καὶ ἀληθινὸν ἥγηνται τὸν θεὸν τὸν ἐπαγγειλάμενον τοῖς αἰτοῦσι διδόναι καὶ τοῖς ζητοῦσιν εὑρίσκειν καὶ τοῖς κρούουσιν ἀνοίγειν θύραν ζωῆς, τοῦ ἰδεῖν εἰ πιστεύσας ὁ τοιοῦτος ἐξ ἀληθείας τῷ λόγῳ αὐτοῦ ἕως τέλους παραμείνῃ αἰτῶν καὶ ζητῶν καὶ κρούων, μήπως περικακήσας καὶ ὑποστείλας ἀποστραφῇ ἢ ἀπιστήσας καὶ ἀπελπίσας ὀλιγωρήσῃ, μὴ εἰς τέλος ὑπομείνας, τοῦ δοκιμάσαι τὸ θέλημα καὶ τὴν προαίρεσιν.
31.1.4
Εἰ διὰ τῆς παρατάσεως τῆς χάριτος πλέον ἐπιθυμεῖ τοῦ θεοῦ καὶ πλέον ὀρέγεται τῶν ἐπουρανίων καὶ πλείονα πόνον καὶ σπουδὴν καὶ ἀγῶνα καὶ δρόμον καὶ πᾶσαν ἀρετῆς κατάστασιν καὶ πείναν καὶ δίψαν ὁσημέραι προστίθησι, μὴ χαυνούμενος ὑπὸ τῆς πονηρίας καὶ τῶν λογισμῶν τῆς κακίας τῶν συνόντων τῇ ψυχῇ καὶ εἰς ὀλιγωρίαν καὶ ἀνυπομονησίαν καὶ ἀπελπισμὸν ὁδηγούντων μὴ ἐπακολουθῶν, ἀλλ' ἐφ' ὅσον ὁ κύριος διὰ τῆς παρατάσεως μακροθυμεῖ ἐπ' αὐτῷ, δοκιμάζων τὴν ἀγάπην καὶ πίστιν τοῦ θελήματος αὐτοῦ, αὐτὸς ὀξυτέρως καὶ ἐμπονεστέρως καὶ ἀφειδεστέρως ἀεὶ ζητῶν καὶ ἀπαιτῶν τὴν δωρεὰν τοῦ πνεύματος αὐτοῦ, πεπιστευκὼς καὶ πληροφορήσας ἑαυτόν, ὅτι ὁ θεὸς ἀληθὴς καὶ ἀψευδής ἐστιν ἐπαγγειλάμενος διδόναι τοῖς μετὰ πίστεως αἰτουμένοις τὴν χάριν αὐτοῦ ἕως τέλους ἐν πάσῃ ὑπομονῇ. αἷς γὰρ ψυχαῖς πιστὸς καὶ ἀληθὴς
31.1.5
ὁ θεὸς ἥγηται καὶ «ἐσφράγισαν, ὅτι ὁ θεὸς ἀληθής ἐστιν». ἀκολούθως τὰ προειρημένα διαφυλάττειν καθήκει, πάντοτε ἀνακρινούσαις ἑαυτάς, ἐν τίσιν ὑστεροῦσιν ὅσον ἐξ ἑαυτῶν ἢ πόνῳ ἢ ἀγῶνι ἢ σπουδῇ ἢ πίστει ἢ τῇ λοιπῇ τῶν ἀρετῶν καταστάσει, καὶ ἀνακρίνουσαι βιάζονται ὅση δύναμις ἑαυτὰς καὶ ἄγχουσιν εἰς τὴν εὐαρέστησιν τοῦ θεοῦ, ἅπαξ πιστεύσασαι, ὅτι ὁ θεὸς ἀληθὴς καὶ ὅτι ἕως τέλους ἐὰν παραμείνωσι πρὸς αὐτόν, οὐχ ὑστερήσονται τῆς δωρεᾶς αὐτοῦ, ἀλλ' ὁτεδήποτε καταξιωθήσονται τῆς ἐπουρανίου χάριτος καὶ τῆς αἰωνίου ζωῆς τεύξονται.
31.1.6
Καὶ οὕτω κενοῦσιν ὅλην τὴν ἀγάπην αὐτῶν πρὸς αὐτόν, ἀρνησάμεναι πάντα καὶ αὐτὸν μόνον ἐν πολλῇ ἐπιθυμίᾳ καὶ πείνῃ προσδοκῶσαι, καὶ τὴν αὐτοῦ παράκλησιν καὶ ἀνάπαυσιν τῆς χάριτος μόνον ἐκδεχόμεναι πάντοτε καὶ ἐπὶ μηδενὶ τοῦ κόσμου τούτου παρακαλούμεναι ἢ ἀναπαυόμεναι ἢ δεσμούμεναι ἑκουσίως, ἀλλὰ πάντοτε τοῖς ὑλικοῖς λογισμοῖς ἀντιλέγουσαι τὴν τοῦ κυρίου παράκλησιν καὶ βοήθειαν μόνην προσδοκῶσι. ταῖς τοιαύτην δὲ προαίρεσιν καὶ σπουδὴν καὶ ἀγάπης ὑπομονὴν ἀναδεχομέναις ψυχαῖς αὐτὸς ἤδη κρυπτῶς σύνεστι καὶ
31.1.7
βοηθεῖ καὶ διαφυλάσσει καὶ ὑποστηρίζει εἰς ἕκαστον ἀρετῆς καρπόν. κἂν ἐν θλίψει καὶ πόνῳ τυγχάνωσι καὶ εἰ ἐν ἐπιγνώσει ἀληθείας καὶ φανερώσει ψυχῆς τὴν χάριν τοῦ πνεύματος καὶ τὴν ἀνάπαυσιν τῆς ἐπουρανίου δωρεᾶς οὐδέπω ἐκομίσαντο καὶ οὐκ ᾔσθοντο διὰ τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν καὶ τὰ ἀνεκδιήγητα αὐτοῦ κρίματα τοῦ δοκιμάζοντος διαφόρως τὰς ψυχὰς καὶ εἰς τὴν ἐκ θελήματος καὶ προαιρέσεως ἀγάπην ἀποσκοποῦντος· καὶ οἷς μὲν τάχιον τὴν ἰδίαν τοῦ πνεύματος χάριν παρέσχε, τούτων δοκιμάζοντος τὴν ἀναλογίαν τῆς ἀγάπης καὶ σπουδῆς καὶ δρόμου καὶ ὀξύτητος καὶ τὴν ἄρνησιν τοῦ κόσμου, οἷς δὲ ἐν τῷ μακροθυμεῖν παρέτεινε τὴν ἐν αἰσθήσει καὶ ἀποκαλύψει χάριν αὐτοῦ τούτων τὴν ὑπομονὴν καὶ τὴν ἕως τέλους πρὸς αὐτὸν ἀγάπην καὶ σπουδὴν καὶ ἀδίστακτον πίστιν, πάντα τὰ ὁρατὰ ὅσον ἐν θελήματι ἀποστρεφομένων καὶ τέλος πρὸς αὐτὸν ἑαυτοὺς κενωσάντων καὶ τότε τὴν ἐπαγγελίαν τοῦ πνεύματος κομιζο
31.1.8
μένων. ὅροι γὰρ καὶ μέτρα καὶ σταθμοὶ τῆς αὐτεξουσίου προαιρέσεως καὶ τοῦ θελήματος τῆς πρὸς αὐτὸν ἀγάπης καὶ σπουδῆς παρὰ θεῷ τυγχάνουσιν, ἀποσκοποῦντος τῷ μέτρῳ τῆς ἐκ προαιρέσεως πρὸς αὐτὸν ἀγάπης καὶ σπουδῆς καὶ τῆς εἰς πάσας τὰς ἁγίας αὐτοῦ ἐντολὰς ὅση δύναμις διαθέσεως, καὶ οὕτω τῆς βασιλείας καὶ τῆς αἰωνίου ζωῆς καταξιοῦντος ἀναπληρώσαντας τὸ τῆς ἀγάπης αὐτῶν καὶ ὀφειλῆς πρὸς αὐτὸν μέτρον.
31.2.1
Ὣς γὰρ ἐὰν ᾖ τις πλούσιος σφόδρα καὶ ἔνδοξος ἀνήρ, προσέλθῃ δέ τις αὐτῷ ἐκ θελήματος αὐτοῦ ἀνὴρ ἐνδεὴς καὶ πτωχός, ὑστερούμενος πάντων, οὗτος δὲ ὁ πένης κενώσῃ τὴν ἀγάπην αὐτοῦ ὅλην πρὸς τὸν πλούσιον μηδὲν ἕτερον ἀποσκοπῶν μηδὲ ἔχων εἰς ἕτερόν τινα ἐλπίδα, ἀλλ' εἰς αὐτὸν μόνον ἔχῃ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξ ὅλης καρδίας εἰς τὸν οἶκον αὐτοῦ κάμνων, καὶ αὐτὸς πρὸ ὀφθαλμῶν ᾖ αὐτῷ τὰ πάντα ζωὴ καὶ τροφὴ καὶ ἔνδυμα καὶ ἁπαξαπλῶς ὅλην τὴν ἀγάπην τῆς διανοίας αὐτοῦ πρὸς αὐτὸν ἔχῃ, καὶ πάσης ἐλπίδος περικόψας ἑαυτὸν πρὸς αὐτὸν ὅλας αὐτοῦ τὰς ἐλπίδας ἔδησε, τότε ὁ ἔνδοξος ἐκεῖνος καὶ πλούσιος ἀνήρ, ἰδὼν αὐτὸν οὕτως ἐπὶ πολὺ ὅλην ἐξ ὅλου τὴν ἀγάπην πρὸς αὐτὸν κενώσαντα καὶ μηδὲν πρὸ ὀφθαλμῶν ἔχοντα εἰ μὴ αὐτὸν ὅλῃ καρδίᾳ καὶ ὅση δύναμις αὐτῷ εἰς τὸν οἶκον αὐτοῦ ἐργαζόμενον καὶ πάσης ἐλπίδος ἑαυτὸν περικόψαντα καὶ εἰς αὐτὸν μόνον ὅλας τὰς ἐλπίδας αὐτοῦ κενώσαντα, οὕτως ἰδὼν τὴν τοῦ πένητος ἐπὶ πολλοῖς χρόνοις πρὸς αὐτὸν ἐξ ὅλης καρδίας ἀγάπην χρηστευόμενος σφόδρα πρὸς αὐτὸν τὸν ὀφθαλμὸν αὐτοῦ εἰς ἀγαθὰ πρὸς αὐτὸν τίθησι καὶ καθιστᾷ αὐτὸν ἐπίτροπον καὶ ἐξουσιαστὴν εἰς τὸν οἶκον αὐτοῦ, ἅτε δὴ εὔνοιαν τοιαύτην καὶ σπουδὴν καὶ ἀγάπην ἐξ ὅλης δυνάμεως πρὸς αὐτὸν δεδειχότα καὶ ὁσημέραι μείζονα τὴν ἀγάπην αὐτοῦ πρὸς αὐτὸν καὶ εὔνοιαν
31.2.2
ἔχοντα, τότε δίδωσιν αὐτῷ ἐνδύματα ἔνδοξα ἐκ τῆς ἰδίας ὑποστάσεως καὶ ἐφ' ἵππων καὶ ἁρμάτων καθέζεσθαι αὐτὸν ἐν πολλῇ τιμῇ καταξιοῖ καὶ τὴν οὐσίαν καὶ τὸν πλοῦτον ὡς πιστῷ ὄντι ἐγχειρίζει αὐτῷ, καὶ οὕτω τὴν ἀγάπην καὶ εὔνοιαν, ἣν εἰς τὸν πλούσιον ἄνδρα ὁ πτωχὸς ἐνεδείξατο, ἀνταπολαμβάνει αὐτὸς πολλαπλασίονα. πάλιν γὰρ ὁ πλούσιος ἐγχειρίσας αὐτῷ τὰ ἴδια αὐτοῦ πράγματα ὅλην τὴν ἀγάπην αὐτοῦ πρὸς αὐτὸν ἔχει καὶ αὐτὸς αὐτῷ ἐστιν ἀνάπαυσις καὶ τὰ πάντα ἐν χερσὶν αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς ἀγαθὸν πρὸς αὐτὸν πάντοτε ἀποσκοποῦσιν. ἰδοὺ ἅπερ ἐπεδείξατο καλὰ καὶ ἀγάπην τὴν ἐξ εὐνοίας, πολλαπλασίονα ἀνταπέλαβεν.
31.2.3
Εἰ οὖν ἀπὸ ἀνθρώπων τοσαύτην ἀκολουθίαν ἀνταποδόσεως ἡ ἀγάπη κέκτηται, πόσῳ μᾶλλον ἡ προσερχομένη τῷ κυρίῳ ψυχὴ τῷ ὄντως μόνῳ πλουσίῳ, οὖσα δὲ πτωχὴ καὶ ἐνδεὴς ἀπὸ τῆς αἰωνίου ζωῆς καὶ τοῦ πλούτου τοῦ Χριστοῦ καὶ τοῦ ἐπουρανίου ἄρτου ὑστερουμένη. κενώσασα γὰρ τὴν ἀγάπην αὐτῆς ὅλην πρὸς τὸν κύριον καὶ πρὸ ὀφθαλμῶν αὐτὸν μόνον ἔχουσα καὶ τὰ πάντα ἡγησαμένη, ζωήν, ἔνδυμα, πλοῦτον, τρυφήν, καὶ πάσης ἐλπίδος ἑαυτὴν περικόψασα καὶ αὐτὸν μόνον ἐλπίδα ἔχουσα καὶ προθύμως εἰς τὸν οἶκον αὐτοῦ τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα ὅση δύναμις αὐτῇ ἐστιν ἐπιτελοῦσα, καὶ οὕτω πρὸς αὐτὸν κενωθεῖσα ὅλη ἐξ ὅλου κἂν παραυτὰ τῶν οὐρανίων χαρισμάτων οὐκ ἔτυχεν, ὅμως τετήρηται αὐτῇ ὁτεδήποτε ἀνταπολαβεῖν τὴν ἀγάπην αὐτῆς καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν, ἐὰν εἰς τέλος διαμείνῃ, προσεπαύξουσα πάντοτε τὴν εἰς αὐτὸν πίστιν καὶ ἀγάπην καὶ ἐλπίδα καὶ πάσης ἀρετῆς ἐπιτήδευσιν καὶ οὕτω τεύξεται τῶν οὐρανίων χαρισμάτων, δοκιμασθεῖσα καὶ εἰς τέλος ὑγιῆ τὴν λατρείαν καὶ σπουδὴν καὶ ἀγάπην καὶ εὔνοιαν πρὸς αὐτὸν ἐνδειξαμένη, καὶ πλούτου ἐπουρανίου καταξιοῦται ὡς πιστὴ καὶ εὔνοιαν πᾶσαν πεποιηκυῖα, καὶ οὕτω τῆς αἰωνίου ζωῆς τευξαμένη «πάντοτε σὺν τῷ κυρίῳ» ἐν τῇ βασιλείᾳ αὐτοῦ ἀναπαύσεται.
31.2.4
ἵνα δὲ μὴ δόξωμεν ἀφ' ἑαυτῶν τὰς παραβολὰς λέγειν ἐξ ἀνθρωπίνων ὑποδειγμάτων φέροντες, ἐκ τῶν θείων γραφῶν ταῦτα καταμάθωμεν σύμφωνα, ὡς προειρήκαμεν, λεγουσῶν· ἐκεῖνος ὁ νεώτερος υἱὸς ὁ λαβὼν τὰ ὑπάρχοντα αὐτοῦ καὶ καταδαπανήσας μετὰ πορνῶν ζῶν ἀσώτως καὶ εἰς πενίαν μεγάλην καταντήσας καὶ εἰς τοσαύτην ἔνδειαν ἐλθών, ὥστε μήτε κερατίων κορεννύειν τὴν γαστέρα αὐτοῦ, εἰς ἑαυτὸν γεγονὼς καὶ μνησθεὶς τοῦ πατρικοῦ πλούτου καὶ τῆς εὐσπλαγχνίας αὐτοῦ εἶπε· «πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, καὶ ἐγὼ λιμῷ ἀπόλλυμαι», καὶ ἐπιστρέψας καὶ ἐλθὼν πρὸς τὸν πατέρα ὅλην τὴν ἀγάπην αὐτοῦ ἐκένωσε πρὸς αὐτὸν εἰπών· «οὔκ εἰμι ἄξιος κληθῆναι υἱός σου», καί· «ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, πάτερ». τότε ἰδὼν ὁ πατὴρ τὴν ἐξ ὅλης καρδίας αὐτοῦ μετάνοιαν καὶ τὴν πρὸς αὐτὸν ἀγάπην, ὅτι ὅλος ἐξ ὅλου πρὸς αὐτὸν ἐκενώθη, μηκέτι ἔχων ἄλλην τινὰ ἐλπίδα πρὸ ὀφθαλμῶν, ἀλλὰ μόνον τὸ πρόσωπον τοῦ πατρός, ἀνταπέδωκεν αὐτῷ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν καὶ στολῆς τῆς πρώτης κατηξίωσε καὶ τοῦ δακτυλίου καὶ τὸν σιτευτὸν μόσχον δι' αὐτὸν ἔθυσε, καὶ τοῦ πατρικοῦ πλούτου κοινωνὸς
31.2.5
γέγονεν οὗτος. ταύτῃ δὲ τῇ παραβολῇ ἐχρήσατο ὁ κύριος πρὸς ψυχὰς ἐκ θελήματος καὶ προαιρέσεως αὐτῶν ἐπιστρεφούσας καὶ ὁλόκληρον ἀγάπην ἐνδειξαμένας πρὸς κύριον πρότερον καὶ μετάνοιαν καὶ σπουδὴν καὶ πόνον καὶ ἀγῶνα, καὶ τότε τῶν πνευματικῶν ἀγαθῶν τυγχανούσας καὶ τῆς αἰωνίου ζωῆς ἀξιουμένας, μόνον αὐτῷ ἐξ ἑαυτῶν ἕως τέλους ὅση δύναμις ἐν πάσαις ἀρεταῖς τὴν σπουδὴν ἐὰν ἐπιδείξωνται τῆς ἀγάπης καὶ τὸ μέτρον αὐτῶν ἀναπληρώσωσι τὸ τῆς ὀφειλῆς.
31.3.1
Εἰς δὲ τὸ ἕτερον μέρος οἷς προαπαντᾷ ἡ χάρις καὶ ταχέως τῆς δωρεᾶς τοῦ πνεύματος τυγχάνουσιν ἀκοπιάστως πῶς καὶ αὐτῶν ἡ προαίρεσις καὶ τὸ θέλημα δοκιμάζεται, εἰ κατὰ ἀναλογίαν τῶν εὐεργεσιῶν τὴν εὔνοιαν καὶ τὴν σπουδὴν τῆς ἀγάπης αὐτῶν πρὸς αὐτὸν καὶ πάσης ἀρετῆς ἐπιτήδευσιν ἐνδείξονται καὶ τῶν εὐεργεσιῶν αἴσθονται καὶ ἀξίους τοὺς καρποὺς καὶ τὸ μέτρον καὶ τὴν
31.3.2
ὀφειλὴν τῆς ἀγάπης τοῦ θελήματος ἀναπληρώσουσιν. ἄλλῃ παραβολῇ ἀκολούθῳ ἐκ τῆς γραφῆς χρησόμεθα. τῷ Ἰσραὴλ τὰ δόματα καὶ τὰ χαρίσματα καὶ αἱ εὐεργεσίαι ἐκεῖναι αἱ πολλαὶ τοῦ θεοῦ προαπήντησαν πρὸ τοῦ τι αὐτὸν εἰς θεὸν ἐργάσασθαι καὶ ἀρετῆς ἐπιτηδεύματα ἐνδείξασθαι τοιούτων εὐεργεσιῶν ἄξια. πόσα γὰρ τεράστια αὐτοῖς πεποίηκεν ὁ θεός, τοῦτο μὲν τοὺς Αἰγυπτίους πάσῃ παιδείᾳ καὶ μάστιγι δι' αὐτοὺς μαστίξας καὶ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου μετὰ δυνάμεως μεγάλης καὶ πλούτου πολλοῦ, τοῦτο δὲ στύλῳ νεφέλης ἐν ἡμέρᾳ ἀπὸ καύματος ἐπισκιάζων. καὶ πάλιν τὴν ἐρυθρὰν θάλασσαν διαρρήξας ὡς διὰ ξηρᾶς αὐτοὺς διήγαγεν ἀπὸ τῶν ἐχθρῶν διασώσας καὶ τοὺς Αἰγυπτίους κατεπόντισεν ἐν τοῖς ὕδασι, δι' αὐτοὺς ὕδατα πικρὰ εἰς γλυκέα μετέβαλε, μάννα ἐξ οὐρανοῦ ἐπὶ τεσσαράκοντα ἔτεσιν ὤμβρει αὐτοῖς ὑποδήματα καὶ ἐνδύματα αὐτῶν οὐκ ἐτρίβησαν ἔτεσι τοσούτοις, νόμον δακτύλῳ θεοῦ γεγραμμένον λαβεῖν ἠξιώθησαν καὶ τῆς ἱερατείας τὸ ἀξίωμα καὶ προφητείας ἐδωρήσατο τῷ ἔθνει αὐτῶν, καὶ πάσας τὰς λοιπὰς χάριτας τῶν εὐεργεσιῶν, ἃς τάχα οὐδὲ ἀριθμῆσαι εὐχερές, ἔλαβον πρὸ τοῦ τι αὐτοὺς τῶν εὐεργεσιῶν ἐκείνων ἄξιον ἐπιδείξασθαι. καὶ μετὰ τὰς δωρεὰς καὶ χάριτας τὰς πολλὰς ἐκείνας δοκιμασθέντες καὶ τὸν καρπὸν καὶ τὴν ἀντίδοσιν τῆς ἐκ προαιρέσεως αὐτῶν ἀγάπης πρὸς κύριον ἐπιζητηθέντες εὑρέθησαν διάκονοι ἀπὸ τῆς πρὸς αὐτὸν ἐν πολλῇ ἀγάπῃ λατρείας.
31.3.3
τέλος γὰρ ἐν εἰδώλοις καὶ πορνείαις καὶ πάσαις ἀσεβείαις ἐξετράπησαν, ὡς καὶ ἐν τῷ Ἰεζεκιὴλ τὸ πνεῦμα τὸ ἅγιον ὀνειδίζει αὐτούς, πόσας εὐεργεσίας παρέσχετο αὐτοῖς, καὶ οὗτοι οὐδὲν ἄξιον τῶν εἰς αὐτοὺς γεγενημένων χαρισμάτων ἐπεδείξαντο καὶ γὰρ πρὸς αὐτούς ἐστιν ὁ λόγος ὁ λέγων· «εὗρον σε ἐν τῇ ἐρήμῳ γυμνὴν καὶ ἀσχημονοῦσαν, καὶ ἔπλυνά σε ἐκ τοῦ αἵματος τῆς μελανίας σου, καὶ ἐκόσμησά σε κόσμῳ καὶ περιέθηκά σοι ψέλλια ἐν ταῖς χερσὶ καὶ βηρύλλιον τῷ μετώπῳ σου καὶ διάδημα ἐπὶ τῆς κεφαλῆς, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες, καὶ ἐγένου ὀνομαστὴ ἐν πᾶσι τοῖς ἔθνεσι. καὶ μετὰ ταῦτα ἐκτραπεῖσα ἀπῆλθες ἐν ταῖς πορνείαις σου ὀπίσω τῶν ἐραστῶν σου». κόσμησις γὰρ αὐτῆς καὶ διατροφὴ καὶ καλλωπισμὸς ἐκεῖναι πᾶσαι αἱ εὐεργεσίαι ἦσαν «καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία» καὶ ἡ ἱερατεία καὶ ἡ προφητεία καὶ πᾶσα
31.3.4
ἐκείνη ἡ ἐν τῇ προτέρᾳ διαθήκῃ κατάστασις. καὶ πόσοις χρόνοις καὶ καιροῖς ἐμακροθύμησεν ἐπ' αὐτοῖς ὁ θεός, ἐκδεχόμενος τὴν ἐπιστροφὴν αὐτῶν καὶ τὸν καρπὸν τῆς ἀνταποδόσεως τῶν πολλῶν ἐκείνων καὶ ἀρρήτων εὐεργεσιῶν καὶ ἁμαρτανόντων αὐτῶν οὐκ ἀφίστατο ἀπ' αὐτῶν ἡ τοῦ πνεύματος χάρις, ἀλλὰ καὶ προφητεία παρ' αὐτοῖς ἦν καὶ ἡ ἱερατεία καὶ πᾶσα ἡ νομικὴ λατρεία, ἕως ἔσχατον κατὰ πολλὴν φιλανθρωπίαν τοῦ θεοῦ καὶ πατρὸς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ εἰς σωτηρίαν αὐτῶν ἀποστείλαντος πάσαις ταῖς ἀνομίαις αὐτῶν προσέθεντο καὶ τὴν τοῦ μονογενοῦς υἱοῦ ἀναίρεσιν, καὶ τότε λοιπὸν λόγον ποιήσας καὶ ἀπαριθμησάμενος αὐτῶν τὰ πολλὰ ἀνομήματα καὶ ὑπερπλεονάζοντα εὑρῶν αὐτὰ καὶ ἀναξίους κρίνας αὐτοὺς τῆς σωτηρίας. διὰ τὸ ἀναισθήτῳ καρδίᾳ μὴ ἐπιστρέψαι πρὸς αὐτὸν καὶ τῶν πολλῶν εὐεργεσιῶν μὴ αἰσθέσθαι, εἰς τέλος κατέλιπε πανταχόθεν αὐτοὺς γυμνώσας καὶ ἐν τοῖς ἔθνεοι διασπείρας.
31.3.5
Πάσης οὖν διακοσμήσεως καὶ καλλωπισμοῦ καὶ δόξης ἐγύμνωσε τὴν συναγωγὴν αὐτῶν (τουτέστι προφητείας, ἱερατείας, ἱεροῦ, βασιλέων) καὶ διὰ τὴν ἀναισθησίαν αὐτῆς ἐν τῇ ἀρχαίᾳ ἀκαθαρσίᾳ καὶ ἀτιμίᾳ κατέλιπεν αὐτήν, λαβὼν ἀπ' αὐτῆς ἅπερ δέδωκε δόματα καὶ χαρίσματα καὶ εὐεργεσίας διὰ τὴν πολλὴν αὐτῆς ἄγνοιαν καὶ ἐπὶ τὸ χεῖρον ὁρμήν, καὶ ἀναξίας τῆς διακοσμήσεως καὶ τῶν δομάτων ἐκείνων κριθείσης ἤρθη ἀπ' αὐτῆς «ἡ βασιλεία», καθώς φησιν ὁ κύριος, καὶ ἐδόθη
31.3.6
«ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». ταῦτα δέ μοι νόει καὶ ἐπὶ ψυχῆς, ἥτις
31.3.7
τάχιον ἀξιοῦται τῆς ἐπουρανίου δωρεᾶς καὶ τῆς χάριτος τοῦ πνεύματος εὐχερῶς καὶ εὐκόλως πρὸ τοῦ τι ἐνδείξασθαι ἀρετῆς καὶ πόνων καὶ ἀγώνων ἐπιτυγχάνει. ἐὰν γὰρ μὴ αἴσθηται τῆς εὐεργεσίας καὶ τῆς εὐκόλως αὐτῇ ἀπαντησάσης χάριτος καὶ δωρεᾶς ἐπουρανίου καὶ κατ' ἀναλογίαν ἀξίους καρποὺς μὴ ἐπιδεικνύῃ πάντοτε καὶ τὴν πρὸς κύριον ὁρμὴν καὶ πόνον ἀγῶνος πάσῃ σπουδῇ καὶ προθυμίᾳ μὴ ἐνδείξηται καὶ τὴν ἀγάπην αὐτῆς ὅλην μὴ κενώσῃ τῇ εὐαρεστήσει τῇ πρὸς τὸν θεόν, ἐν μηδεμιᾷ παρεκτροπῇ τὴν χάριν λυποῦσα, κἂν σὺν αὐτῇ ᾖ τὸ τοῦ πνεύματος χάρισμα καὶ αἴσθηται αὐτοῦ συνόντος, αὐτὴ δὲ τὰς κατ' ἀξίαν ἀνταποδόσεις τῆς ἀμώμου καὶ ἐξ ὅλης προαιρέσεως καὶ θελήματος λατρείας μὴ ἀνταποδῷ συνενουμένη καὶ προσκολλωμένη πάντοτε τῷ πνεύματι τῆς ἀρρήτου εὐεργεσίας καὶ ποιοῦσα τὴν ἀνταπόδοσιν καὶ ἀναλογίαν τῆς κατ' ἀξίαν ἀγάπης καὶ σπουδῆς καὶ πάσης ἀρετῆς, ἕως ἔστιν ἐν σώματι, μακροθυμεῖ ἐπ' αὐτῇ διὰ πολλὴν χρηστότητα, ἐκδεχόμενος τὴν ἐξ ὅλης καρδίας ἐπιστροφὴν καὶ μετάνοιαν αὐτῆς καὶ τῶν ἁμαρτιῶν καὶ τῆς ἀμελείας καὶ καταφρονήσεως
31.3.7
ἀνεχόμενος. εἰ δὲ ἔτι εἰς τέλος ἀναίσθητος τῶν εὐεργεσιῶν μείνῃ, καθυβρίσασα τὰ δόματα καὶ τὴν χάριν τοῦ πνεύματος καὶ τῇ ἀγνοίᾳ καὶ ἀναισθησίᾳ ἀκολουθήσασα, καὶ τὸ μέτρον τῆς ἀγάπης μὴ ἀνταποδῶ, ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος λόγος πρὸς αὐτὴν γίνεται· καὶ τῶν παραπτωμάτων καὶ τῆς ἀμελείας καὶ τῆς καταφρονήσεως δι' ἀναισθησίαν καὶ ἄγνοιαν ὑπερπλεονασάντων μηδὲν ἄξιον τῆς χάριτος καὶ εὐεργεσίας ἀνταποδοῦσα ἐξ ἰδίου θελήματος καὶ προαιρέσεως εὑρεθεῖσα μηδὲ τὸ τάλαντον καὶ τὴν μνᾶν διπλασίονα ἐπιδειξαμένη εἰς ἀτιμίαν καὶ ἀφανισμὸν καὶ φθορὰν καὶ κόλασιν τοῖς πνεύμασι τῆς πονηρίας εἰς τέλος παραδίδοται, εἰς ὀδύνην καὶ θλῖψιν αἰώνιον, ὅτι οὐκ ᾔσθετο τῶν χαρισμάτων καὶ τῶν εὐεργεσιῶν τοῦ θεοῦ, εὐχερῶς καὶ εὐκόλως διὰ φιλανθρωπίαν αὐτοῦ εἰς προτροπὴν καὶ βοήθειαν καὶ ἀντίληψιν αὐτῆς τάχιον ἀπαντησάντων, μηδὲν ἄξιον καὶ πρέπον ἐπιδειξαμένη, ἀλλὰ πάντοτε τοῖς ἰδίοις θελήμασιν
31.3.8
ἐξακολουθήσασα· διὸ καὶ τέλους τοιούτου τετύχηκε. μέτρα γὰρ καὶ ὅροι καὶ σταθμοὶ τῆς ἐκ προαιρέσεως τοῦ ἀνθρώπου σπουδῆς καὶ ἀγῶνος καὶ ἀγάπης καὶ πόνου καὶ πίστεως καὶ πάσης ἀρετῆς παρὰ θεῷ τυγχάνουσι.
31.4.1
Δίκαιος γάρ ἐστιν ὁ θεὸς καὶ δίκαια τὰ κρίματα αὐτοῦ καὶ «προσωποληψία παρ' αὐτῷ οὐκ ἔστιν», ἀλλὰ κατὰ ἀναλογίαν τῶν εὐεργεσιῶν ἢ γνώσεως ἢ συνέσεως ἢ διακρίσεως ἢ φύσεως ἕκαστον κρινεῖ καὶ τὰ κατ' ἀξίαν ἀποδώσει ἐν ἡμέρᾳ κρίσεως. «δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται καὶ ὁ ἐλάχιστος συγγνωστὸς ἔσται ἐλέους» καὶ ὁ κύριος λέγει· «ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας δαρήσεται πολλάς· καὶ ὁ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. καὶ ᾧ πολὺ παρέθεντο περισ
31.4.2
σότερον ἀπαιτήσουσιν αὐτόν». τὴν δὲ γνῶσιν διαφόρως νόει ἤτοι κατὰ χάριν καὶ δόμα ἐπουράνιον ἤτοι κατὰ ἀκοὴν τῶν γραφῶν ἤτοι κατὰ σύνεσιν καὶ διάκρισιν καὶ νόησιν. ἕκαστος γὰρ κατὰ ἀναλογίαν τοὺς καρποὺς τῆς ἀρετῆς ἀπαιτηθήσεται καὶ τὴν ἐμπορίαν τοῦ ταλάντου καὶ τὴν αἴσθησιν τῶν εὐεργεσιῶν. ἀναπολόγητος τοίνυν πᾶς ἄνθρωπος ἔσται παρὰ θεῷ ἐν ἡμέρᾳ κρίσεως.
31.4.3
ἕκαστος γὰρ καθὸ ἔγνω τὴν πίστιν καὶ τὴν ἀγάπην καὶ τοὺς καρποὺς τῆς ἀρετῆς καὶ τὴν ἀνταπόδοσιν τῆς πρὸς θεὸν ἐκ προαιρέσεως ἀγάπης ἀπαιτηθήσεται ἤτοι δι' ἀκοῆς μόνον ἔσχε τὸν κύριον ἢ διὰ μαθήσεως γραφῶν ἤτοι κατὰ τὴν νόησιν καὶ σύνεσιν καὶ διάκρισιν αὐτοῦ ἤτοι κατὰ ἀληθινὴν ἐπίγνωσιν καὶ ἐπίσκεψιν καὶ αἴσθησιν τοῦ πνεύματος καὶ τῶν μελλόντων ἀγαθῶν πληροφορίαν διὰ τῆς ἐπουρανίου γλυκύτητος καὶ ἀποκάλυψιν τοῦ πνεύματος. κατὰ τὸ μέτρον οὖν ἕκαστος τὸ κατ' ἀξίαν τὴν σπουδὴν τῆς πρὸς αὐτὸν ἀγάπης καὶ λατρείας καὶ πίστεως καὶ πάσης ἀρετῆς ἐπιτήδευσιν ἀπαιτηθήσεται.
31.5.1
Καὶ ὁ μηδέποτε δὲ λόγον θεοῦ ἀκούσας μήτε Χριστιανοῖς ἢ φοβουμένοις τὸν θεὸν ἀπαντήσας, ἀλλ' ἐν πλάνῃ εἰδωλολατρείας ἀναστραφεὶς εἰς τέλος δικαίως καὶ οὗτος κατακριθήσεταιδικαίως γὰρ κρινεῖ ὁ θεὸς πάντας, διότι οὐκ ἔγνω ὁ τοιοῦτος ἀπὸ τῆς διακοσμήσεως τοῦ κάλλους τοῦ κόσμου, ὅτι ἔστι τις ὁ ταῦτα δημιουργήσας καὶ ἀπὸ τῆς πάντοτε διαφόρως καὶ ποικίλως γινομένης κινήσεως τῶν κτισμάτων, ὅπως τε πλήθη πολλὰ ποταμῶν οὔτε ὅθεν προέρχονται ἐπιλείπουσι κενούμενα οὔτε ὅποι καταντῶσιν ἐπικλύζουσι πλη
31.5.2
ρούμενα καὶ ὑπερχυνόμενα· τοῦτο δὲ καὶ ἀπὸ τῆς κινήσεως τῶν ἄστρων καὶ ἡλίου καὶ σελήνης, ὅτι ταῦτα οὐκ ἂν ἀφ' ἑαυτῶν τοιαύτην διακόσμησιν καὶ κάλλος ἔσχον καὶ κίνησιν ἄπαυστον, ἄρρητον τὴν ἐξεύρεσιν καὶ τὰς ὁδοὺς ἔχοντα, ἀλλ' ἔστι τις ὁ διακοσμήσας αὐτὰ καὶ κινῶν ἀκόπως καὶ ἀπαύστως, τοῦτο δὲ ἀπὸ τῆς τῶν ἀέρων τροπῆς καὶ τῆς τῶν καιρῶν ἐναλλαγῆς ἀρρήτως παραχωρούντων ἀλλήλοιςχειμὼν γὰρ παραχωρεῖ ἔαρι καὶ ἔαρ θέρει καὶ θέρος φθινοπώρῳ. καὶ πάλιν θεωρῶν τὴν τῶν ὄμβρων ἐπίχυσιν καὶ τὰς φοβερὰς φωνὰς τῶν βροντῶν καὶ τῶν ἀστραπῶν τὴν στιλπνότητα καὶ τὸ τῆς λαμπρότητος θάμβος ὤφειλεν ἐννοεῖν, ὅτι ταῦτα οὐκ ἂν ἀφ' ἑαυτῶν οὕτως ἐγίνοντο καὶ ἐκινοῦντο ἐν τοιαύτῃ εὐταξίᾳ καὶ ἀληθείᾳ καὶ ὅρῳ, εἰ μὴ ἦν τις ὁ τούτων δημιουργός. εἰς πᾶσαν γὰρ τὴν κατάστασιν τῆς εὐπρεπείας τὴν φαινομένην ὁ ἀποσκοπήσας εὐχερῶς νοήσει εἶναί τινα τὸν ταύτης τῆς κτίσεως δημι
31.5.3
ουργὸν καὶ διακοσμητήν. πᾶς τοίνυν ἀναπολόγητός ἐστι παρὰ θεῷ καὶ δικαίως κριθήσεται καὶ ἀπαιτηθήσεται τὴν πρὸς θεὸν ἀγάπην καὶ ἀρετῆς κατάστασιν κατὰ τὴν ἀναλογίαν τῆς ἐπιγνώσεως καὶ τῶν εὐεργεσιῶν καὶ τῆς συνέσεως καὶ νοήσεως. ἥξει, γάρ φησι, καὶ «ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». δίκαιος γάρ ἐστιν ὁ θεὸς καὶ δίκαια τὰ ἔργα αὐτοῦ καὶ «τὰ κρίματα καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». ναὶ δίκαιαι καὶ ὅσιαι αἱ κρίσεις αὐτοῦ.
31.5.4
οὐχ ὥς τινες τὴν ἐκλογὴν καὶ πρόγνωσιν ἀνοήτως ὁριζόμενοι ἀδικίαν εἰσφέρουσι κατὰ τοῦ θεοῦ, εἰς ὃν μὲν βούλεται σῶσαι ἐκλέγεται, ὃν δὲ ἀπολέσαι ἀλογίστως ἀφίησι φέρεσθαι, ἀλλὰ δίκαιος ὢν προέγνω ὡς θεὸς τοὺς μέλλοντας αὐτὸν ἀγαπᾶν καὶ ἐκλέγεσθαι τὰς ὁδοὺς αὐτοῦ ἐκ θελήματος καὶ προαιρέσεως, καὶ τούτους προώρισε καὶ ἐξελέξατο εἰς ζωὴν αἰώνιον κατὰ δικαίαν κρίσιν.
31.5.5
Εἰ δὲ καὶ παράδοξα πολλὰ ποιεῖ μὴ ἐγνωσμένα τῷ γένει τῶν ἀνθρώπων ὡς θεός, σὺ εἰς τὰ παράδοξα αὐτοῦ μὴ ἀποσκόπει, ἐπειδὴ τὴν σοφίαν αὐτοῦ καταλαβεῖν οὐ δύνασαι, ἀλλ' εἰς τὴν ὁδόν, ἣν ἔθετο ὁδεύειν τοὺς δούλους αὐτοῦ, βλέπε κατὰ τὰς γραφὰς τὰς θεοπνεύστους ἐν ὁποίαις θλίψεσι καὶ ἐν ὁποίοις βαδίζουσιν ἀγῶσι καὶ πόνῳ καὶ σπουδῇ καὶ ἀθλήσει καὶ δρόμῳ. προσέχων δὲ τῇ ὡρισμένῃ ἀθλήσει ὑπὸ θεοῦ πάντοτε ἕτοιμος καὶ ὀξὺς καὶ πρόθυμος ἔσῃ
31.5.6
εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης. εἰ δὲ εἰς τὰ παράδοξα αὐτοῦ μόνον ἀποσκοπεῖς, ὅτι ἐὰν θέλῃ με σῶσαι, ἕως ἐγὼ ἐν χαυνότητί εἰμι καὶ ὕπτιος ἀνάκειμαι καὶ τοῖς θελήμασί μου ἀκολουθῶ, δύναται ὡς θεός· οὐδὲν γὰρ δύναμαι ποιῆσαι ἐκ τοῦ θελήματός μου, ἀλλὰ τῇ χάριτι αὐτοῦ. εἰ θέλει, σώσει με ἐὰν ἐν τούτοις τοῖς λογισμοῖς τοῖς δῆθεν εὐλογοφανέσιν ἀκολουθῇς ὢν ὀκνηρὸς καὶ χαῦνος καὶ ἀμελὴς καὶ καταφρονητής, καὶ οὐ σπουδάζεις καὶ κάμνεις καὶ πονεῖς ὅση σοι δύναμις φανερῶς καὶ κρυπτῶς καὶ ἐν πάσαις ἀρεταῖς ἐκ θελήματος καὶ προαιρέσεως καὶ τότε τῇ χάριτι αὐτοῦ ἐλπίσεις, σωθῆναι μὴ ἐπὶ τῷ σῷ δρόμῳ πεποιθώς, ἅτε μηδὲν ἄξιον τῆς βασιλείας καὶ δωρεᾶς τοῦ θεοῦ ποιῆσαι δυνάμενος, οὐκ ἄν σε ἀποδέξηται ὁ θεὸς οὐδὲ ἐπὶ σοὶ χαρήσεται ὡς μὴ ἀρνησαμένῳ ἑαυτὸν καὶ ὅλον ἐξ ὅλου ἑαυτὸν ἐκδεδωκότι, σῶμα, νοῦν, προαίρεσιν καὶ θέλημα εἰς τὴν πρὸς αὐτὸν λατρείαν καὶ εὐαρέστησιν καὶ μηδὲν ἄξιον ἡγούμενον ποιεῖν τῆς μελλούσης δίδοσθαι χάριτος καὶ τῆς αἰωνίου ζωῆς, ἵνα ὡς ἐνδεὴς διαμένων εἰς ἀρετὴν μηδέποτε δοκῇς πληροφορεῖσθαι ὡς μήπω ἀρξάμενος εὐαρεστεῖν
31.5.7
θεῷ, καίπερ ἐν πολλῇ σπουδῇ καὶ ἀγῶνι τυγχάνων. ἐπὶ τῇ τοιαύτῃ γὰρ προαιρέσει ὁ θεὸς χαίρει καὶ ἥδεται τῇ πόνον ἐχούσῃ καὶ σπουδὴν πολλὴν εἰς πάντα τὰ καλὰ καὶ εἰς πᾶσαν ἀρετὴν καὶ πάντοτε ὡς ἐνδεὴς τυγχανούσῃ, ὡς μηδέπω ἀρξαμένῃ τρέχειν ἢ ἀγαθόν τι ποιεῖν, ἀλλὰ ὡς σήμερον μελλούσῃ
31.5.8
ἄρχεσθαι τοῦ ἀγῶνος καὶ δρόμου. πιστεύουσα γὰρ ἡ πιστὴ καὶ εὐλαβὴς ψυχὴ εἰς τὰ ἀποκείμενα τοῖς δικαίοις ἀγαθὰ αἰώνια καὶ εἰς τὴν εὐεργεσίαν τῆς μελλούσης ἐπιφοιτᾶν θείας χάριτος ἀναξίαν ἑαυτὴν καὶ τὴν σπουδὴν αὐτῆς καὶ τὸν πόνον καὶ κάματον ἥγηται πρὸς τὰς ἐπαγγελίας τὰς ἀρρήτους, ὥς φησιν ὁ μακάριος Παῦλος· «οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς». οὗτός ἐστιν ὁ πτωχὸς τῷ πνεύματι, οὗτός ἐστιν ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην, οὗτός ἐστιν ὁ συνετριμμένην ἔχων τὴν καρδίαν. οἱ τοιαύτην προαίρεσιν ἔχοντες καὶ σπουδὴν καὶ πόνον καὶ πόθον τῆς ἀρετῆς καὶ ἕως τέλους διαμείνοντες τῆς αἰωνίου ζωῆς καὶ σωτηρίας ἐπιτυχεῖν ἐξ ἀληθείας δυνήσονται.
31.6.1
Μὴ τοίνυν τις τῶν ἀδελφῶν τινος κατεπαιρέσθω καὶ εἰς οἴησιν προκοπτέτω, ὡς ὅτι" 1ἐγὼ ἔχω χάριν θεοῦ, ἐκεῖνος δὲ οὐ κέκτηται." 2 οὐκ ἐξὸν γάρ ἐστιν ἐννοεῖν ταῦτα Χριστιανούς. τί γὰρ ποιεῖ αὔριον ὁ θεὸς, οὐκ οἶδας. καὶ ποῖον τὸ τέλος ἐκείνου ὃν ὡς οὐδὲν ἥγησαι γίνεται καὶ ποῖον τὸ σόν, ἀγνοεῖς. ἀλλ' ἕκαστος προσεχέτω ἑαυτῷ καὶ ἀνακρινέτω ἑαυτὸν πάντοτε δοκιμάζων τὸ ἔργον αὐτοῦ, ὁποίαν τε σπουδὴν ὁ νοῦς αὐτοῦ ἔχει καὶ ἀγάπην πρὸς θεὸν καὶ εἰς τὸ τέλειον τῆς τοῦ πνεύματος χάριτος μέτρον ἀποσκοπῶν ἀκαταπαύστως τρεχέτω
31.6.2
καὶ ἀόκνως, τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος ὁσημέραι προκοπὴν εἰς τὴν χάριν τοῦ θεοῦ κτώμενος καὶ εἰς τὰ κρίματα αὐτοῦ ἀφορῶν καὶ ἑαυτὸν δοκιμάζων πάντοτε καὶ ἀνακρίνων, εἰ καθὼς ἐποίησεν ὁ θεὸς κατὰ τὸ μέτρον ἑκάστου τῆς κλήσεως καὶ ἐπιγνώσεως καὶ εὐεργεσίας, καὶ ἡμεῖς τὴν ἀναλογίαν αὐτῆς ἀναπληροῦμεν, ἵνα μὴ λόγον ἀραμένου μεθ' ἡμῶν τοῦ δεσπότου ὑστερήσαντες πρὸς τὴν ἀντίδοσιν τῶν ἀγαθῶν ἐκ τῆς προαιρέσεως καὶ τοῦ θελήματος ἡμῶν ἀτιμασθῶμεν καὶ ἀποστερηθῶμεν καὶ ἀποβληθῶμεν τῆς ζωῆς· ἵν' οὕτω πάντοτε ἀγωνιζόμενοι καὶ πονοῦντες καὶ τῇ σπουδῇ ἀεὶ εἰς τὸ ἀγαθὸν προκόπτοντες «μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι» δυνηθείημεν εἰς τέλος ἐν ἀγαθοῖς εὑρεθέντες τῆς αἰωνίου σωτηρίας ἐπιτυχεῖν καὶ σύμπασιν ἁγίοις ἅμα τὴν τῶν οὐρανῶν βασι
31.6.3
λείαν κληρονομῆσαι. ἐπειδὴ γὰρ ζῇ τὸ θέλημα τοῦ ἀνθρώπου εἰς τὴν φύσιν αὐτοῦ καὶ ἔχει τὸ ἐκ θελήματος ἐπιστρέψαι, διὰ τοῦτο αἰτοῦσι παρ' αὐτοῦ τὴν ἀμοιβὴν τῶν εὐεργεσιῶν καὶ τῆς χάριτος τὴν αἴσθησιν, ὅπερ ἐστὶν ἡ εἰς τὸν κύριον ἐντελὴς ἐκ προαιρέσεως ἀγάπη καὶ εἰς πᾶσαν ἀρετῆς κατάστασιν. «ᾧ,
31.6.4
γάρ φησιν, διδόασι πολύ, περισσότερον αἰτήσουσιν αὐτόν». διόπερ, ἀγαπητοί, μέτρῳ καὶ ὅρῳ καὶ σταθμῷ καὶ κανόνι καὶ ζυγῷ πάσης τῆς ἡμετέρας εἰς αὐτὸν σπουδῆς καὶ ἀγάπης σταθμιζομένης τὴν ἀναλογίαν τῶν εὐεργεσιῶν διαφόρως κατὰ τὸ μέτρον ἑκάστου ἀπαιτούμενοι σπουδάσωμεν ἕτοιμοι εἶναι εἰς τὸ ἀγαθὸν καὶ ὑπομείνωμεν ἐν μακροθυμίᾳ, τὴν ἡμετέραν σπουδὴν καὶ πείναν καὶ δίψαν ὁσημέραι ἐπαύξοντες πάντοτε, καὶ ἐν πάσαις ταῖς ἀρεταῖς κοσμεῖν ἑαυτοὺς σπουδάσωμεν, προσδοκῶντες πάντοτε τὴν φανέρωσιν τῆς χάριτος αὐτοῦ καὶ διὰ τῆς ἀναστάσεως πολλῷ πλέον ἐπιθυμοῦντες, καὶ αὐτὸς οὐκ ἀθετεῖ μὴ γένοιτο, ἀλλὰ μακροθυμεῖ δοκιμάζων τὴν ὑπομονὴν ἡμῶν· μόνον ἡμεῖς ἕως τέλους εὑρεθῶμεν ἀπερικακήτως ἐν τῇ θύρᾳ ἀναιδείᾳ ἀπλήστῳ καὶ ὀξέως ἐν πάσῃ ὑπομονῇ κρούοντες, καὶ αὐτὸς ἀληθῶς ποιεῖ ὁτεδήποτε τὴν ἀπολύτρωσιν καὶ τὴν τοῦ καλύμματος περιαίρεσιν τοῦ ἁγίου καὶ ἐπουρανίου φωτὸς αὐτοῦ, τὴν ἔλλαμψιν καὶ τὴν καθαρότητα τῆς καρδίας ἀπεργαζόμενος.
31.6.5
οἷς μὲν γὰρ ὀψὲ παραγίνεται ὁ δεσπότης, οἷς δὲ μεσονυκτίου, οἷς δὲ ἀλεκτοροφωνίας, οἷς δὲ πρωΐ, καθὼς αὐτὸς εἶπε· μόνον τις ἀδιάλειπτον τὴν προσδοκίαν καὶ τὴν γρηγόρησιν ἐχέτω καὶ ἑτοιμασίαν, μήπως ἀπελπίσας ἢ ἀπιστήσας ἢ ὀλιγωρήσας, ὅτι οὐκ ἔρχεται ὁ δεσπότης, ἀποκοιμηθῇ ἢ ἀναχωρήσῃ, καὶ ἐλθὼν ὁ κύριος οὐχ εὕρῃ αὐτὸν ἕτοιμον ὡς αὐτὸς εἶπε· «ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι» καὶ τὰ ἑξῆς. εἰ δὲ τάχιον ἐδεξάμεθα καὶ κατηξιώθημεν τῆς χάριτος αὐτοῦ, εὐχαριστήσωμεν καὶ ἀξίαν τὴν σπουδὴν τῶν κατορθωμάτων καὶ καρποὺς ἀρετῆς ἐπιδειξώμεθα, καὶ αἰσθόμεθα τῆς εὐεργεσίας αὐτοῦ καὶ ἀντιλήψεως καὶ βοηθείας τῆς ταχέως γεγενημένης ἡμῖν,
31.6.6
ὡς οὐκ ἐκοπιάσαμεν. καὶ ἀναλόγως σπεύσωμεν ὅλους ἑαυτοὺς ἀναρτῆσαι τῷ κυρίῳ συνενούμενοι τῇ χάριτι αὐτοῦ, καὶ οὕτω τῆς ἡμετέρας προαιρέσεως ἐκ θελήματος τὴν σπουδὴν ἐπιδειξάμενοι, ἔχοντες καὶ τὴν ἀπὸ τοῦ κυρίου βοήθειαν εἰς ἐπικουφισμὸν τῶν πόνων ἡμῶν καὶ εἰς προκοπὴν ἀγαθὴν πάντοτε ἐρχόμενοι καὶ ἐν μηδενὶ τὴν δωρεὰν τοῦ θεοῦ ἐνυβρίσαντες καὶ ἕως τέλους ἐν τοιαύταις σπουδαῖς εὑρεθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 32. τ. 1 ΛΟΓΟΣ ΛΒʹ.

Intertext edge

Open linked passage

Note