Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1.1
Ἐρώτησις. Εἰ ἆρα ἐν τῇ ἀναστάσει ὅλα τὰ σώματα ἀνίστανται; Ἀπόκρισις. Τῷ θεῷ πάντα εὔκολά ἐστι, καὶ οὕτως ἐπηγγείλατο, ἀνθρωπίνῃ δὲ ἀσθενείᾳ καὶ λογισμῷ ἀδύνατον τοῦτο καταφαίνεται. ὥσπερ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῆς γῆς λαβὼν ὀλίγον ἄλλην τινὰ φύσιν κατεσκεύασε τὴν τοῦ σώματος, μὴ ἐοικυῖαν τῇ γῇ, καὶ γένη πολλὰ ἐποίησεν οἷον τρίχας καὶ δέρματα καὶ ὀστέα καὶ νεῦρα, οὕτω πάλιν ἀπὸ τῆς γῆς ἀναστήσει πάντα. ὃν δὲ τρόπον ῥαφὶς βαλλομένη εἰς πῦρ ἀλλάσσει τὴν χρόαν καὶ γίνεται πῦροὐ μέντοι δὲ ἡ φύσις τοῦ σιδήρου ἀνελύθη, ἀλλ' ὑφέστηκεν, οὕτω καὶ ἐν τῇ ἀναστάσει ὅλα τὰ μέλη ἀνίστανται καὶ θρὶξ οὐκ ἀπόλλυται, καθὼς γέγραπται, καὶ ὅλα γίνεται φωτοειδῆ, ὅλα εἰς πῦρ καὶ φῶς βάπτεται καὶ μεταβάλλεται· ἀλλ' οὐχ, ὥς τινες λέγουσιν, ἀναλύεται καὶ γίνεται πῦρ καὶ οὐκέτι ὑφέστηκεν ἡ φύσις. Πέτρος γὰρ Πέτρος ἐστὶ καὶ Παῦλος Παῦλος καὶ Φίλιππος Φίλιππος, ἕκαστος ἐν τῇ ἰδίᾳ ὑποστάσει μένων καὶ πεπληρωμένος ἐν τῷ πνεύματι. κακῶς δὲ λέγεις, ὅτι ἀνελύθη ἡ φύσις, οὐκέτι Παῦλος ἢ Πέτρος, ἀλλὰ πάντα καὶ πανταχοῦ θεός, καὶ οὔτε οἱ ἐν γεέννῃ ἀπερχόμενοι αἰσθάνονται τῆς κολάσεως οὔτε οἱ
32.1.2
εἰς τὴν βασιλείαν αἰσθάνονται τῆς εὐεργεσίας. ὥσπερ γὰρ ἵνα ᾖ παράδεισος ἔχων παντοῖα δένδρα καρποφόρα καὶ ᾖ ἐκεῖ ἄπιον ἢ μῆλον καὶ ἄμπελος ἔχουσα τὸν καρπὸν καὶ τὰ φύλλα, συμβῇ δὲ τὸν παράδεισον καὶ ὅλα τὰ δένδρα καὶ τὰ φύλλα μεταβληθῆναι καὶ ἀλλαγῆναι εἰς ἄλλην φύσιν καὶ γενέσθαι ὅλα φωτοειδῆ, οὕτω καὶ οἱ ἄνθρωποι ἀλλάσσονται ἐν τῇ ἀναστάσει καὶ γίγνονται τὰ μέλη αὐτῶν ἅγια καὶ φωτοειδῆ..
32.2.1
Οἱ οὖν τοῦ θεοῦ ἄνθρωποι ὀφείλουσιν εὐτρεπίσαι ἑαυτοὺς εἰς ἀγῶνα καὶ ἄθλησιν. καὶ ὥσπερ γενναῖος νεανίας τὰς ἐπιφερομένας πληγὰς καὶ τὴν πάλην βαστάζει καὶ ἀντιπίπτει, οὕτω καὶ οἱ Χριστιανοὶ ὀφείλουσι φέρειν τὰς θλίψεις τὰς ἔξωθεν καὶ τοὺς ἔνδοθεν πολέμους, ἵνα διὰ τῆς ὑπομονῆς δερόμενοι νική
32.2.2
σωσιν· ἡ γὰρ ὁδὸς τοῦ Χριστιανισμοῦ οὕτως ἐστίν. ὅπου γάρ ἐστι τὸ πνεῦμα τὸ ἅγιον καὶ ἡ ἀλήθεια, ἐκεῖ ἐπακολουθεῖ ὁ διωγμὸς καὶ ἡ πάλη. ὁρᾷς τοὺς προφήτας, πῶς ἐδιώκοντο ὑπὸ τῶν ὁμοφύλων, ὅτι εἰς αὐτοὺς ἐνήργει τὸ πνεῦμα. ὁρᾷς πῶς ὁ κύριος, ὅστις ἐστὶν ὁδὸς καὶ ἀλήθεια, οὐχ ὑπὸ ἄλλου ἔθνους, ἀλλ' ὑπὸ τῆς ἰδίας φυλῆς τοῦ Ἰσραὴλ ἐδιώχθη καὶ ἐσταυρώθη, ὁμοίως δὲ καὶ οἱ ἀπόστολοι. ἐξ οὗ γὰρ ὁ σταυρὸς ἦλθε καὶ τὸ πνεῦμα τὸ παράκλητον ἐχώρησεν εἰς τοὺς Χριστιανούς, λοιπὸν οὐδεὶς Ἰουδαῖος ἐδιώχθη, ἀλλὰ Χριστιανοὶ ἐμαρτύρησαν. οὐκ ὀφείλουσιν οὖν τινες ξενίζεσθαι· ἀνάγκη γὰρ διώκεσθαι τὴν ἀλήθειαν.
32.3.1
Ἐρώτησις. Τινὲς λέγουσιν ὅτι ἔξωθεν ἐπεισέρχεται τὸ κακὸν καί, ἐὰν θέλῃ ὁ ἄνθρωπος, οὐ δέχεται, ἀλλ' ἀποπέμπεται. Ἀπόκρισις. Καὶ ὥσπερ ὁ ὄφις ἔξωθεν λαλήσας τῇ Εὔᾳ διὰ τὴν ὑπακοὴν ἔνδον εἰσῆλθεν, οὕτω καὶ νῦν διὰ τῆς ὑπακοῆς ἐπεισέρχεται ἡ ἁμαρτία ἔξω οὖσα. Ἀπόκρισις. ἔχει νομὴν καὶ παρρησίαν καὶ δύναμιν τοῦ εἰσέρχεσθαι ἡ ἁμαρτία εἰς τὴν καρδίαν· παρακεχώρηται γὰρ κατ' οἰκονομίαν. οἱ γὰρ λογισμοὶ ποῦ εἰσιν, ἐξώτεροί σου ἢ ἐσώτεροί σου; λέγει γὰρ ὁ ἀπόστολος· «βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἄνευ ὀργῆς καὶ διαλογισμῶν». εἰσὶν οὖν διαλογισμοὶ ἐξερχόμενοι ἐκ τῆς καρδίας κατὰ τὸ εὐαγγέλιον. ἄπελθε εἰς εὐχὴν καὶ ἐπίσκεψαί σου τὴν καρδίαν καὶ τὸν νοῦν καὶ θέλησον τὴν εὐχὴν καθαρῶς ἀναπέμψαι τῷ θεῷ· βλέπε, ὅτι ἐκεῖ οὐδέν ἐστι τὸ ἐμποδίζον, γίνεται δὲ ἐκεῖ εὐχὴ καθαρά, ὅτι ἠσχόληταί σου ὁ νοῦς πρὸς τὸν κύριον, ὃν τρόπον τοῦ γεωργοῦ περὶ τὴν γεωργίαν, τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα, τοῦ ἐμποροῦ πρὸς τὴν ἐμπορίαν. πάλιν κλίνεις τὰ γόνατα εἰς εὐχήν, καὶ τοὺς λογισμούς σου ἄλλοι διαρπάζουσιν.
32.3.2
Ἀλλὰ λέγεις, ὅτι ὁ κύριος ἐλθὼν διὰ τοῦ σταυροῦ «κατέκρινε τὴν ἁμαρτίαν» καὶ οὐκέτι ἐστὶν ἔσω. ὥσπερ ἵνα ᾖ στρατιώτης καὶ θῇ αὐτοῦ τὸ σκουτάριον ἔσω εἰς τὸν οἶκον, καὶ ὅτε θέλει ἔχει νομὴν εἰσέρχεσθαι καὶ ἐξέρχεσθαι, οὕτω καὶ ἡ ἁμαρτία ἔχει παρρησίαν διαλογίζεσθαι εἰς τὴν καρδίαν. γέγραπται γάρ· «εἰσῆλθεν ὁ σατανᾶς εἰς τὴν καρδίαν Ἰούδα». εἰ δὲ λέγεις, ὅτι διὰ τῆς ἐλεύσεως τοῦ κυρίου κατεκρίθη ἡ ἁμαρτία καὶ μετὰ τὸ βάπτισμα οὐκέτι ἔχει νομὴν τὸ κακὸν τοῦ διαλογίζεσθαι ἐν τῇ καρδίᾳ, σκόπησον ἐκ τῆς παρουσίας τοῦ κυρίου μέχρι τοῦ νῦν ὅσοι ἐβαπτίσθησαν· οὐκέτι διελογίσαντο πονηρά; οὐκ εἰς κενοδοξίαν ἢ πορνείαν ἢ γαστριμαργίαν ἐτράπησαν; ἀλλὰ καὶ ὅλοι οἱ κοινωνοῦντες τῇ ἐκκλησίᾳ κοσμικοὶ ἄμωμον καὶ καθαρὰν ἔχουσι τὴν καρδίαν; ἢ εὑρίσκομεν, ὅτι καὶ μετὰ τὸ βάπτισμα πολλαὶ ἁμαρτίαι γίνονται καὶ πολλοὶ ἁμαρτάνουσιν; ἔχει οὖν νομὴν καὶ μετὰ τὸ βάπτισμα εἰσελθεῖν ὁ λῃστὴς καὶ πράττειν ἃ θέλει. γέγραπται δέ· «ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου».
32.3.3
ἐπίσκεψαι σεαυτόν, εἰ ἀγαπᾷς τὸν θεὸν ἐξ ὅλης καρδίας. ἀλλὰ λέγεις, ὅτι" 1ἀγαπῶ καὶ ἔχω πνεῦμα ἅγιον." 2 ἔχεις τὴν μνήμην καὶ τὸν ἔρωτα καὶ τὴν καῦσιν πρὸς τὸν κύριον; ἐσθίεις καὶ πίνεις τὰς ἐντολὰς αὐτοῦ; νυκτὸς καὶ ἡμέρας ἐκεῖ ἀποδέδεσαι; εἰ μὲν ἔχεις τοιαύτην ἀγάπην, καθαρὸς εἶ; εἰ δὲ οὐκ ἔχεις, ζήτησον, καὶ τότε ὅταν ἔλθωσιν οἱ οὐράνιοι λογισμοὶ τοῦ θεοῦ καὶ ἐνεργήσωσιν ἐν πάσῃ αἰσθήσει τῇ ψυχῇ, ἀποσπῶσι καὶ ἀπομερίζουσιν αὐτὴν ἀπὸ τῶν γηΐνων πραγμάτων καὶ ἀπὸ τῶν αἰσχρῶν καὶ πονηρῶν διαλογισμῶν καὶ ὅλην εἰς ἀγάπην καὶ πόθον θεοῦ ἄγουσι τὴν ψυχήν. οἱ γὰρ λογισμοὶ τοῦ σκότους κατασπῶσι τὸν νοῦν εἰς τὰ ἐπίγεια καὶ φθαρτά, οὐ ποιοῦσιν ἀγαπῆσαι θεὸν ἢ μνημονεῦσαι τοῦ κυρίου.
32.4.1
Καὶ πολλάκις ἀπέρχεται εἰς εὐχὴν καὶ κλίνει τὸ γόνυ ὁ ἰδιώτης, καὶ εἰσέρχεται ὁ νοῦς αὐτοῦ εἰς ἀνάπαυσιν, καὶ ὅσῳ σκάπτει καὶ βαθύνει, ῥήσσεται τὸ τεῖχος τῆς κακίας τὸ ἀνθιστάμενον αὐτῷ, καὶ εἰσέρχεται εἰς ὁράσεις καὶ σοφίαν, ὅπου οὐ φθάνουσι δυνάσται ἢ σοφοὶ ἢ ῥήτορες, καὶ καταλαμβάνει γνῶναι τὴν λεπτότητα τοῦ νοὸς αὐτοῦ, ἐπειδὴ ἀσχολεῖται εἰς θεῖα μυστήρια. καὶ γὰρ ἄπειρος τοῦ δοκιμάζειν μαργαρίτας οὐκ οἶδε διατιμήσασθαι διὰ τὸ ἄπειρον αὐτὸν εἶναι. οἱ οὖν Χριστιανοὶ τὰ ἔνδοξα τῆς γῆς βδελύσσονται καὶ ὁρῶσιν ὡς σκύβαλα πρὸς ἐκείνην τὴν σύγκρισιν τῆς μεγαλειότητος τῆς ἐνεργούσης αὐτοῖς. Ἐρώτησις. Εἰ δύναται πεσεῖν ἄνθρωπος ἔχων χάρισμα θεῖον; Ἀπόκρισις. Ἐὰν ἀμελήσῃ, πίπτει. ἐπειδὴ οἱ πολέμιοι οὐδέπω ἀργοῦσιν, οὐδὲ σὺ ὀφείλεις παύσασθαι ἀπὸ τῆς ζητήσεως τῆς πρὸς τὸν θεόν. πολλὴ γάρ σοι ζημία γίνεται ἀμελοῦντός σου, εἰ καὶ ἐν αὐτῷ τῷ μυστηρίῳ τῆς χάριτος ἐξετάζῃ. Ἐρώτησις. Εἰ παραμένει ἡ χάρις μετὰ τὸ πεσεῖν; Ἀπόκρισις. Ὁ θεὸς κατὰ πολὺ θέλει τὸν ἄνθρωπον εἰς ζωὴν ἀγαγεῖν καὶ προτρέπεται ἐπὶ τὸ πάλιν προσκλαῦσαι καὶ μετανοῆσαι τὸν ἄνθρωπον. ἔτι οὖν παραμένει, ἵνα σε ποιήσῃ ἀσφαλῆ ἐργάτην μετανοοῦντα ἐφ' οἷς πρότερον ἐπλημμέλησας. Ἐρώτησις. Εἰ ἔτι τοῖς τελείοις ἐπίκειται πόλεμος ἢ θλῖψις ἢ τὸ ὅλον ἀμέριμνοί εἰσιν; Ἀπόκρισις. Ὁ πόλεμος κατ' οὐδενὸς παύεται. Ὁ σατανᾶς γὰρ ἄσπλαγχνός ἐστι καὶ μισάνθρωπος καὶ πάντοτε πολεμεῖ, ἀλλ' οὐκ ἐν τοῖς αὐτοῖς μέτροις. καὶ γὰρ καὶ ἔπαρχοι καὶ κόμητες φόρους διδόασι τῷ βασιλεῖ, ἀλλὰ οὗτος θαρρῶν τῷ πλούτῳ αὐτοῦ καὶ τῷ χρυσῷ καὶ τῷ ἀργυρίῳ ὡς ἐκ τῶν περισσευμάτων αὐτοῦ ποιεῖ τὰς συντελείας, μὴ ἡγούμενος ζημίαν, ἀλλὰ καὶ πλείονα τούτων εἰς ἐλεημοσύνας σκορπίζει καὶ οὐ μέλει αὐτῷ· ὡς ἐκ παρέργου γὰρ ταῦτα ἡγεῖται. καὶ ἔστιν ἄλλος πτωχὸς λειπόμενος ἔχων ἀγρὸν ἕνα. οὗτος μαστίζεται καὶ βασανίζεται μὴ δυνάμενος αὐτοῦ ἐκείνου τὴν συντέλειαν ἀποπληρῶσαι. ἔστι τις ὃς ξέεται καὶ βασανίζεται χαλεπῶς καὶ οὐκ ἀποθνῄσκει,
32.7.2
καὶ ἔστιν ἄλλος καὶ ἀπὸ μιᾶς πληγῆς ἀπόλλυται. οὕτω καὶ εἰς τοὺς Χριστιανούς· εἰσὶν ἰσχυρῶς πολεμούμενοι, ξεόμενοι ὑπὸ τῆς ἁμαρτίας, καὶ ἔτι εἰς τοὺς πολέμους στερεοῦνται καὶ σοφίζονται καταφρονοῦντες τῆς ἐναντίας δυνάμεως. οἱ τοιοῦτοι οὐκ ἔχουσι κίνδυνον ἐν τούτῳ τῷ μέρει, ὅτι ἄπτωτοί εἰσι καὶ ἀσφαλεῖς περὶ τῆς ἑαυτῶν σωτηρίας, διὰ τὸ πολλάκις γεγυμνάσθαι αὐτοὺς ἐν τῷ πολέμῳ τῆς κακίας καὶ ἐμπείρους γεγενῆσθαι, ἔχοντας τὸν θεὸν μεθ' ἑαυτῶν ἐνεργοῦντα καὶ ἀναπαύοντα. ἄλλοι δὲ οἱ μήπω γυμνασθέντες ἀρχάριοι, μία θλῖψις αὐτοῖς ἐὰν ἀπαντήσῃ καὶ ἐπικινηθῇ πόλεμος, εὐθέως καταπίπτουσιν εἰς ὄλεθρον καὶ εἰς ἀπώλειαν.
32.8.1
Οἱ διοδεύοντες ἐν πόλει θέλοντες εἰσελθεῖν πρὸς τοὺς ἀγαπητοὺς πολλοῖς συναντῶσιν ἐν ταῖς ἀγοραῖς καὶ οὐκ ἐμποδίζονται ὑπ' αὐτῶνἔχουσι γὰρ σκοπὸν τοῦ συντυχεῖν τοῖς φίλοις, καὶ ὅταν ἔξωθεν κρούσῃ τις αὐτῶν τὴν θύραν καὶ καλέσῃ, χαίρουσιν οἱ ἔσωθεν ἀγαπητοὶ αὐτοῦ. εἰ δὲ ἀπομείνῃ ἐν τῇ πόλει καὶ χλευάζεται ἤτοι ἐπέχεται ὑπὸ τῶν ἀπαντώντων, ἀποκλείεται ἡ θύρα καὶ οὐδεὶς αὐτῷ ἀνοίγει, οὕτω καὶ οἱ πρὸς τὸν δεσπότην ἡμῶν Χριστὸν τὸν ὄντως ἀγαπητὸν ἐπειγόμενοι φθάσαι τῶν ἄλλων ἁπάντων ὀφείλουσι καταφρονεῖν καὶ ὑπερορᾶν.
32.8.2
Πάλιν οἱ εἰσερχόμενοι πρὸς τὸ παλάτιον εἰς τὸν βασιλέα κόμητες ἢ ἔπαρχοι ὑπὸ φόβον πολύν εἰσι, πῶς τὰς ἀποκρίσεις δώσουσι, καὶ μὴ ἐν τῇ ἀπολογίᾳ πταίσωσιν εἰς λόγον καὶ τιμωρίᾳ ὑποβληθῶσιν· οἱ χωρικοὶ δὲ καὶ ἰδιῶται οἱ μηδέποτε θεασάμενοι ἄρχοντα ἐν ἀμεριμνίᾳ διάγουσι καὶ ὁ κόσμος οὗτος ἀπὸ βασιλέως ἕως πτωχῶν τὴν μέριμναν ὑποκάτω τοῦ οὐρανοῦ ἔχει καὶ οὐ μέμνηται τῆς ἡμέρας τῆς κρίσεως. οἱ δὲ εἰσερχόμενοι εἰς τὸν θρόνον τοῦ βήματος τοῦ Χριστοῦ κατέναντι αὐτοῦ ὄντες πάντοτε ὑπὸ φόβον καὶ τρόμον εἰσίν.
32.8.3
Οἱ πλούσιοι τῆς γῆς ὅταν πολλοὺς καρποὺς εἰσενέγκωσιν εἰς τὰς ἀποθήκας, πάλιν ὀφείλουσιν ἐργάσασθαι καθ' ἑκάστην ἡμέραν, ἵνα ἐπευπορήσωσιν. ἐὰν δὲ θαρροῦντες τῷ πλούτῳ τῷ ἐν ταῖς ἀποθήκαις ἀποκειμένῳ ἀμελήσωσιν, οὗτοι εἰς πενίαν καὶ ταλαιπωρίαν ἔρχονται· ὅθεν προσοδευόμενοι καὶ εἰσφέροντες ὀφείλουσι κάμνειν καὶ ἐμπονεῖν.
32.8.4
Ὁ Χριστιανισμὸς οὗτός ἐστι, τὸ γεύσασθαί τινα τῆς χάριτος τοῦ θεοῦ. γέγραπται γάρ· «γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ κύριος». ἔστιν οὖν γεῦσις ἐνεργητικὴ ἐν πληροφορίᾳ δύναμις πνεύματος διακονοῦσα ἐν τῇ καρδίᾳ. ὅσοι γὰρ υἱοί εἰσι τοῦ φωτὸς καὶ τῆς βασιλείας καὶ διάκονοι τῆς καινῆς διαθήκης τῆς ἐν πνεύματι, οὗτοι παρὰ ἀνθρώπων οὐ μανθάνουσι· θεοδίδακτοι γάρ εἰσιν. οὐκ ὀφείλουσι γὰρ εἰς τὰς γραφὰς μόνον τὰς διὰ μέλανος γεγραμμένας πληροφορεῖσθαι, ἀλλ' εἰς τὰς πλάκας τῆς καρδίας ἡ χάρις τοῦ θεοῦ τοὺς νόμους τοῦ πνεύματος καὶ τὰ ἐπουράνια μυστήρια ἐνέγραψεν.
32.8.5
Ἡ καρδία γὰρ ἡγεμονεύει καὶ βασιλεύει ὅλου τοῦ ὀργάνου, καὶ ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν λογισμῶν καὶ τῶν μελῶνἐπεὶ γάρ ἐστιν ὁ νοῦς καὶ ὅλοι οἱ λογισμοὶ τῆς ψυχῆςκαὶ διέρχεται εἰς ὅλα τὰ μέλη οὕτως πάλιν ὅσοι εἰσὶν υἱοὶ τοῦ σκότους, βασιλεύει τῆς καρδίας ἡ ἁμαρτία καὶ διέρχεται εἰς ὅλα τὰ μέλη» ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται πονηροὶ διαλογισμοί» καὶ οὕτως ὑπερχυνομένη σκοτίζει τὸν ἄνθρωπον.
32.8.6
Οἱ δὲ μὴ λέγοντες εἶναι τὸ κακὸν σύντροφον καὶ συναυξάνον τῷ ἀνθρώπῳ μὴ μεριμνήσωσι περὶ τῆς αὔριον μηδὲ ἐπιθυμήσωσιν. ἐν καιρῷ γάρ τινι ἐπαύσατο ἡ ἐπιθυμία εἴς τινα, ὥστε αὐτὸν δύνασθαι ἐν ὅρκῳ διαβεβαιοῦσθαι, ὅτι" 1οὐκέτι ἐπανίσταταί μοι τὸ τοιοῦτον πάθος." 2 καὶ μετ' ὀλίγον καιρὸν κατεκαύθη τῇ ἐπιθυμίᾳ, ὥστε εὑρεθῆναι αὐτὸν πρὸς ἐπὶ τούτοις καὶ ἐπίορκον. ὥσπερ δι' ὀχετοῦ διέρχεται τὸ ὕδωρ, οὕτω διὰ τῆς καρδίας καὶ τῶν λογισμῶν ἡ ἁμαρτία. ὅσοι γὰρ τοῦτο ἀρνοῦνται, αὐτὴ ἡ ἁμαρτία χλευάζει αὐτοὺς μὴ θέλουσα θριαμβευθῆναι· σπουδάζει γὰρ τὸ κακὸν λανθάνειν καὶ κρύπτεσθαι εἰς τὸν νοῦν.
32.8.7
Εἰ οὖν ἀγαπᾷ τις τὸν θεόν, καὶ αὐτὸς συγκιρνᾷ τὴν ἑαυτοῦ ἀγάπην. εἰ πιστεύεις εἰς αὐτόν, προστιθεῖ σοι τὴν ἐπουράνιον πίστιν, καὶ γίνεται διπλοῦς ὁ ἄνθρωπος. ὅσα γὰρ σὺ ἐκ τῶν μελῶν σου προσφέρεις αὐτῷ, καὶ αὐτὸς ἐκ τῶν ἰδίων ὁμοιομελῆ συγκιρνᾷ τῇ ψυχῇ σου, ἵνα ᾖς πάντα καθαρῶς ποιῶν καὶ ἀγαπῶν καὶ προσευχόμενος.
32.8.8
Μεγάλου γὰρ ἀξιώματός ἐστιν ὁ ἄνθρωπος. ἴδε πόσος ἐστὶν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ κύριος, εἰ μὴ ἐν τῷ ἀνθρώπῳ μόνῳ ἐπαναπαύεται. τιμιώτερος οὖν ἐστιν ὑπὲρ πάντα τὰ δημιουργήματα, τάχα δὲ τολμήσω εἰπεῖν καὶ τῶν ἀοράτων καὶ λειτουργικῶν πνευμάτων. οὐ γὰρ περὶ Γαβριὴλ ἢ Μιχαὴλ τῶν ἀρχαγγέλων εἶπε. «ποιήσωμεν κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν», ἀλλὰ περὶ τῆς νοερᾶς οὐσίας τοῦ ἀνθρώπου τῆς ἀθανάτου ψυχῆς, καὶ γέγραπται, ὅτι «παρεμβολαὶ ἀγγέλων κύκλῳ τῶν φοβουμένων αὐτόν».
32.8.9
Τὰ γὰρ κτίσματα τὰ φαινόμενα φύσει τινὶ ἀμεταβλήτῳ δέδεται. ὁ οὐρανὸς ἅπαξ τέταται, ἡ γῆ, ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ ἄλλο τι, παρ' ὃ ἐκτίσθησαν μετατραπῆναι οὐ δύνανται οὔτε ἔχουσι θέλημα. σὺ δὲ διὰ τοῦτο εἶ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» θεοῦ, ἐπειδὴ ὥσπερ ὁ θεὸς αὐτεξούσιός ἐστι καὶ ποιεῖ εἴ τι θέλει κατὰ τὴν ἐξουσίαν αὐτοῦ καὶ πέμπει τοὺς μὴ δικαίους εἰς γεένναν καὶ τοὺς ἁμαρτωλοὺς εἰς βασιλείαν· ἀλλ' οὐχ αἱρεῖται οὐδὲ καταδέχεται τοῦτο· δικαιοκρίτης γάρ ἐστιν ὁ κύριοςοὕτω καὶ σὺ αὐτεξούσιος εἶ τρεπτῆς φύσεως. εἰ θέλεις βλασφημῆσαι ἢ ποιῆσαι φάρμακα καὶ ἀποκτεῖναί τινα, οὐδεὶς ὁ κωλύων. εἰ δὲ θέλει τις, ὑποτάσσεται τῷ θεῷ, καὶ διοδεύει τὴν ὁδὸν τῆς δικαιοσύνης καὶ κρατεῖ τῶν ἐπιθυμιῶν. ὁ γὰρ νοῦς οὗτος ἀντίπαλός ἐστιν, ἐπικρατεῖν δυνάμενος ἐρρωμένῳ λογισμῷ τὰς τῆς κακίας ὁρμὰς καὶ ἐπιθυμίας αἰσχράς. Εἰ γὰρ ἐν οἰκίᾳ μεγάλῃ, ὅπου εἰσὶ χρυσώματα ἢ ἀργυρώματα καὶ ἐσθὴς καὶ χρυσός, νεανίσκοι καὶ νεάνιδες διὰ τὴν σύνοικον ἁμαρτίαν πάντων ἐπιθυμοῦσι καὶ διὰ τὸν ἀνθρώπινον φόβον τῶν δεσπότων ἄγχουσι τὸν νοῦν ἑαυτῶν καὶ ἐπέχουσι τὰς ὁρμὰς τῶν ἐπιθυμιῶν, πόσῳ μᾶλλον, ὅπου φόβος θεοῦ ἐστιν, ἀντιμάχεσθαι καὶ ἀντιπράττειν δύνανται τῇ συνούσῃ κακίᾳ. τὰ γὰρ δυνατά σοι ὁ θεὸς ἐπέταξεν. ἡ τῶν ἀλόγων ζῴων φύσις δετή ἐστιν. ἡ τοῦ ὄφεως φύσις πικρά ἐστι καὶ ἰοβόλος· ὅλοι οἱ ὄφεις τοιοῦτοι εἰσίν. ὁ λύκος ἁρπάζειν εἴωθεν· ὅλοι οἱ λύκοι τῆς αὐτῆς εἰσι φύσεως. τὸ ἀρνίον ἀφελὲς ὂν ἁρπάζεται· ὅλα τὰ ἀρνία τῆς αὐτῆς εἰσι φύσεως. ἡ περιστερὰ ἄδολός ἐστι καὶ ἀκεραία· ὅλαι αἱ περιστεραὶ τῆς αὐτῆς εἰσι φύσεως. ὁ δὲ ἄνθρωπος οὐχ οὕτως ἐστίν. εἷς ἔστιν ὡς λύκος ἁρπάζων καὶ εἷς ὡς ἀρνίον ἁρπάζεται. ἐκ τοῦ αὐτοῦ δὲ γένους τῆς ἀνθρωπότητος ἀμφότεροι συνεστήκασιν. ἔστι τις μὴ ἀρκούμενος τῇ ἰδίᾳ γυναικί, ἀλλὰ πορνεύων, καὶ ἔστιν ἄλλος, ὃς οὐκ ἐᾷ οὐδὲ ἐπιθυμίαν ἐλθεῖν εἰς τὴν καρδίαν αὐτοῦ. ἔστι τις διαρπάζων τὰ τοῦ πλησίον, καὶ ἔστιν ἄλλος διὰ θεοσέβειαν καὶ τὰ ἴδια διδούς. ὁρᾷς, πῶς τρεπτὴ καὶ αὐτή ἐστιν ἡ φύσις τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ. προτρεπτικὴ δὲ καὶ ἡ θεία χάρις καὶ ἡ ἐναντία δύναμις, ἀλλ' οὐκ ἀναγκαστική.
32.8.10
Ἐπειδὴ τὸ πρὶν ὁ αὐτὸς Ἀδὰμ ἐν καθαρότητι ὢν ἐβασίλευε τῶν λογισμῶν αὐτοῦ, ἀφ' οὗ δὲ παρέβη τὴν ἐντολήν, ὄρη δυσβάστακτα ἐπίκεινται τῷ νῷ, καὶ οἱ τῆς κακίας διαλογισμοὶ παραμιγέντες ὅλοι ὡς ἴδιοι αὐτοῦ ἐγένοντο καὶ οὐδὲ εἷς αὐτοῦ ἐστιν ἴδιος, ἐπειδὴ κατέχεται ὑπὸ τῆς κακίας. λοιπὸν ζητῆσαι ὀφείλεις λύχνον, ἵνα ἁφθῇ καὶ εὕρῃς τοὺς καθαροὺς καὶ φυσικοὺς λογισμούς.
32.8.11
Οἱ ἀνατραφέντες εἰς θάλασσαν ἔμαθον κολυμβᾶν, καὶ ὅταν ἐπαναστῶσι κλύδωνες καὶ κύματα, οὐ ξενίζονται· οἱ δὲ ἀσυνήθεις, μικρὰ ζάλη ἐὰν ἐπέλθῃ, δειλαίνονται καὶ καταποντίζονται. οὕτως εἰσὶ καὶ οἱ Χριστιανοί.
32.8.12
Ὥσπερ δὲ νοῦς τριετοῦς παιδίου οὐ δύναται χωρῆσαι ἢ καταλαβεῖν νοῦν τελείου σοφιστοῦ, ἐπειδὴ ἐν μέσῳ πολὺ τί ἐστιν, οὕτως οἱ Χριστιανοὶ ὡς βρέφη νήπια τὸν κόσμον καταμανθάνουσιν ἀφορῶντες εἰς τὸ μέτρον τῆς χάριτος. ξένοι γάρ εἰσι τοῦ αἰῶνος τούτου. ἡ γὰρ πόλις αὐτῶν καὶ ἡ ἀνάπαυσις ἄλλη ἐστίν.
32.8.13
Ἔχουσι δὲ οἱ Χριστιανοὶ τὴν παράκλησιν τῆς χάριτος, δάκρυα καὶ πένθος, καὶ αὐτὰ τὰ δάκρυα τρυφὴ αὐτοῖς ἐστιν. ἔχουσι δὲ καὶ φόβον ἐν χαρᾷ καὶ ἀγαλλιάσει, καὶ οὕτως εἰσὶν ὡς ἄνθρωποι βαστάζοντες εἰς τὰς χεῖρας αὐτῶν τὸ αἷμα αὐτῶν, μὴ θαρροῦντες ἑαυτοῖς μηδὲ οἰόμενοί τι εἶναι, ἀλλ' ὄντες ἐξουδενωμένοι καὶ ἀποδεδοκιμασμένοι παρὰ πάντας ἀνθρώπους.
32.8.14
Ὥσπερ ἵνα ᾖ βασιλεὺς καὶ πτωχῷ τινι παραθῇ τὸν θησαυρὸν αὐτοῦ· ὁ παραλαβὼν ἐπὶ τὸ φυλάξαι οὐκ ἔχει αὐτὸν ὡς ἴδιον, ἀλλ' ὁμολογεῖ πάντοτε τὴν πτωχείαν αὐτοῦ, μὴ τολμῶν διασκορπίσαι ἐκ τοῦ θησαυροῦ. τοῦτο γὰρ λέγει·" 1ὁ βασιλεύς μοι παρέθετο αὐτὸν καί, ὅτε θέλει, λαμβάνει αὐτὸν ἀπ' ἐμοῦ." 2 οὕτως ὀφείλουσιν ἑαυτοὺς ἡγεῖσθαι καὶ οἱ ἔχοντες τὴν χάριν τοῦ θεοῦ, ταπεινοφρονεῖν καὶ ὁμολογεῖν τὴν πτωχείαν καὶ λέγειν ὅτι τὸ δοθέν μοι οὐκ ἔστιν ἐμόν. βασιλεύς μοι παρέθετο τὸν θησαυρὸν καί, ὅτε θέλει, λαμβάνει αὐτὸν ἀπ' ἐμοῦ.
32.8.15
Ἀλλ' οἱ πολλοὶ καίτοι συνούσης τῆς χάριτος κλεπτόμενοι ὑπὸ τῆς ἁμαρτίας οὐκ οἴδασιν. ὥσπερ ἐὰν ᾖ νεωτέρα ἐν οἴκῳ τινὶ καὶ νεώτερος, λοιπὸν ἐὰν κολακευομένη αὐτὴ συνθῆται, μοιχᾶται καὶ ἀπόβλητός ἐστιν. οὕτω καὶ ὁ δεινὸς ὄφις σύνεστι τῇ ψυχῇ γαργαλίζων καὶ προτρεπόμενος, καὶ ἐὰν συνθῆται, κοινωνεῖ ἡ ἀσώματος ψυχὴ τῇ ἀσωμάτῳ φύσει τοῦ ὄφεως (τουτέστι πνεῦμα πνεύματι κοινωνεῖ) καὶ μοιχεύει ἐν τῇ καρδίᾳ. τὸ οὖν μέτρον τοῦ ἀγῶνός σου τοῦτό ἐστι, ἵνα μὴ μοιχεύσῃς ἐν τοῖς λογισμοῖς, ἀλλ' ἵνα ἀντιστῇς τῷ νῷ καὶ ἔσωθεν ποιήσῃ πόλεμον καὶ ἀγῶνα καὶ μὴ ὑπακούσῃς μηδὲ συνθῇς τῇ κακίᾳ ἐν τοῖς λογισμοῖς. καὶ ἐὰν ταύτην τὴν ἑτοιμασίαν τῆς καρδίας εὕρῃ ὁ κύριος, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ παραλαμβάνει σε ἐν τῇ βασιλείᾳ.
32.8.16
Ἔστι γάρ τινα πράγματα, ἃ οἰκονομεῖ ὁ κύριος ἵνα μὴ ἀμάρτυρον ἑαυτὸν ποιήσῃ τῆς θείας χάριτος καὶ τῆς παρακλήσεως· καὶ ἔστιν τινὰ πράγματα, ἃ οὕτως οἰκονομεῖ κατὰ παραχώρησιν, ἵνα δοκιμασθῇ καὶ γυμνασθῇ ὁ ἄνθρωπος, ἵνα ἀποδείξῃ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου. οἱ γὰρ ἐν θλίψεσι καὶ πειρασμοῖς ὄντες ἐὰν ὑπομείνωσιν, οὐκ ἀποτυγχάνουσι τῆς βασιλείας τῶν οὐρανῶν. οἱ δὲ Χριστιανοὶ οὔτε ἐν τοῖς θλιβεροῖς πράγμασιν ἄχθονται ἢ λυποῦνται, ἐὰν ἐν πενίᾳ καὶ κακουχίᾳ καὶ κινδύνῳ ἐξετασθῶσιν, οὐκ ὀφείλουσι ξενίζεσθαι, ἀλλὰ μᾶλλον συνήδεσθαι τῇ πενίᾳ ἀντὶ πλούτου, τῇ νηστείᾳ ἀντὶ τρυφῆς, τῇ ἀτιμίᾳ καὶ ἀδοξίᾳ ἀντὶ δόξης. πάλιν δὲ ἐὰν ἐμπέσωσιν εἰς πράγματα ἔνδοξα καὶ τρυφηλὰ ὡς ἐν τῷ βίῳ τούτῳ, ἅπερ προτρέπεται αὐτοὺς εἰς ἀνάπαυσιν σαρκικήν, ἢ πλοῦτον ἢ δόξαν ἢ τρυφήν, ἀηδίζεσθαι ὀφείλει καὶ ἀποφεύγειν ὡς ἀπὸ πυρός.
32.8.17
Εἰς τὸ φαινόμενον ἐὰν ἐλάχιστον ἔθνος ἐπικινηθῇ τῷ βασιλεῖ εἰς πόλεμον, οὐ κάμνει αὐτός, ἀλλ' ἀποστέλλει στρατηλάτας. ἐὰν δὲ ἔθνος μέγιστον δυνάμενον πολεμῆσαι τῇ βασιλείᾳ αὐτοῦ ἐπικινηθῇ, ἀναγκάζεται αὐτὸς ὁ βασιλεὺς σὺν τῷ παλατίῳ καὶ τῷ στρατοπέδῳ αὐτοῦ ἀπελθεῖν καὶ συμβαλεῖν τῷ πολέμῳ. βλέπε οὖν σου τὸ ἀξίωμα, ὅτι ὁ θεὸς ἐκινήθη μετὰ τοῦ ἰδίου στρατοῦ, τῶν ἀγγέλων λέγω καὶ τῶν ἁγίων πνευμάτων, εἰς σὴν πρεσβείαν δι' ἑαυτοῦ ἐλθών, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου. ἀσφάλισαι οὖν ἑαυτὸν ἐννοούμενος, ὁποία πρόνοια διὰ σὲ γεγένηται.
32.8.18
Ὑποδείγματι δὲ βιωτικῷ κεχρήμεθα, ὡς ἐν βίῳ. ὥσπερ ἵνα ᾖ βασιλεὺς καὶ εὕρῃ τινὰ ἐνδεῆ ἔχοντα πάθη καὶ μὴ ἐπαισχυνθῇ αὐτόν, ἀλλὰ φαρμάκοις ἰατρικοῖς ἀποθεραπεύσῃ αὐτοῦ τὰ τραύματα καὶ ἀπενέγκῃ αὐτὸν εἰς τὸ παλάτιον καὶ δῷ πορφύραν καὶ τὸ διάδημα καὶ ποιήσῃ αὐτὸν κοινωνὸν τῆς τραπέζης αὐτοῦ· οὕτως ὁ ἐπουράνιος βασιλεὺς Χριστὸς ἐλθὼν πρὸς τὸν ἄνθρωπον ἔχοντα πάθη ἰάσατο καὶ ἐποίησεν αὐτὸν κοινωνὸν βασιλικῆς τραπέζης, καὶ τοῦτο οὐ βιαζόμενος τὸ θέλημα αὐτοῦ, ἀλλὰ προτρεπόμενος αὐτὸν εἰς τὴν τοιαύτην ἑστίασιν. καὶ γὰρ ἐν τῷ εὐαγγελίῳ γέγραπται, ὅτι ἀπέστειλεν τοὺς ἑαυτοῦ δούλους ὁ κύριος, καλῶν τοὺς θέλοντας ὅτι «τὸ ἄριστον ἡτοίμασται», αὐτοὶ δὲ οἱ κεκλημένοι παρῃτήσαντο λέγοντες, ὁ μὲν «ἠγόρασα ζεύγη βοῶν», ἄλλος γυναῖκα ἥρμοσμαι. ὁρᾷς, ὅτι ὁ κλήτωρ ἕτοιμος, οἱ δὲ κληθέντες ἀντεῖπον. αὐτοὶ οὖν ἑαυτοῖς αἴτιοι γεγόνασι. τοσοῦτον οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν, ὅτι ὁ κύριος ἡτοίμασε βασιλείαν καὶ καλεῖ αὐτοὺς εἰσελθεῖν, καὶ οὐ θέλουσι.
32.8.19
Πρὸς τὸ δόμα οὖν, ὃ μέλλουσι κληρονομεῖν, εἰ ἠγωνίζετο ἕκαστος, ἀφ' οὗ ὁ Ἀδὰμ ἐκτίσθη, καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος καὶ ἐποίει πόλεμον πρὸς τὸν σατανᾶν καὶ ὑπέμενε τὰς θλίψεις, οὐδὲν μέγα ἐποίει πρὸς τὴν δόξαν, ἣν μέλλει κληρονομεῖν. συμβασιλεύει γὰρ εἰς τοὺς ἀπεράντους αἰῶνας μετὰ τοῦ Χριστοῦ καὶ δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν ψυχὴν ταύτην, ὅτι αὐτὸς ἑαυτὸν ἔδωκε καὶ τὴν φύσιν αὐτοῦ καὶ ἐνεπίστευσεν αὐτῇ. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν. 33. τ. 1 ΛΟΓΟΣ ΛΓʹ.