Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1.1
Κατὰ τὰ φαινόμενα πράγματα ἰδοὺ πάντες οἱ καθεζόμενοι ἄνθρωποι εἰκόνα μίαν ἔχομεν καὶ ἓν πρόσωπον τοῦ Ἀδάμ. ἆρα καὶ εἰς τὸ κρυπτὸν καὶ εἰς τὰ ἐνδότατα πράγματα μία ἐστὶ προαίρεσις πάντων καὶ μία ἆρα καρδία; πάντες ἐσμὲν ἀγαθοὶ καὶ θεοσεβεῖς; ἢ ἆρα εἰσὶν ἐξ ἡμῶν οἱ μὲν κοινωνοῦντες τῷ Χριστῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, οἱ δὲ τῷ σατανᾷ καὶ τοῖς δαίμοσι, εἰ καὶ ὅλοι εἰς τὸ φαινόμενον ὁμοῦ καθεζόμεθα ἓν πρόσωπον τοῦ Ἀδὰμ ἔχοντες; ὁρᾷς πῶς ἄλλο τί ἐστιν ἡ νοερὰ οὐσία, ὁ ἔσω ἄνθρωπος παρὰ τὸν ἔξω, ὅτι εἷς φαινόμεθα οἱ πάντες καὶ οἱ μὲν μετὰ τοῦ Χριστοῦ καὶ τῶν ἀγγέλων εἰσίν, οἱ
33.1.2
δὲ μετὰ τοῦ σατανᾶ καὶ τῶν ἀκαθάρτων πνευμάτων. ἡ οὖν καρδία βάθος τι ἔχει ἀπέραντον. ἐκεῖ εἰσι τρίκλινοι καὶ κοιτῶνες καὶ κουβούκλια, θύραι ἢ καὶ πρόθυρα, διακονίαι πολλαὶ καὶ ἔξοδοι. ἐκεῖ ἐστι τὸ ἐργαστήριον τῆς δικαιοσύνης καὶ ἀδικίας. ἐκεῖ ἐστιν ὁ θάνατος κἀκεῖ ἐστιν ἡ ζωή. ἐκεῖ ἐστιν ἡ ἀγαθὴ ἐμπορία.
33.1.3
Ὥσπερ ἵνα ᾖ παλάτιον μέγιστον καὶ τοῦτο ἐρημωθῇ καὶ πληρωθῇ δυσωδίας πάσης καὶ νεκρωμάτων πολλῶν, οὕτω καὶ τὸ παλάτιον τοῦ κυρίου ἡ καρδία ἐστί· γέμει πάσης ἀκαθαρσίας καὶ ὄχλων πονηρῶν πνευμάτων. χρὴ οὖν τοῦτο ἀνακτισθῆναι καὶ ἀνοικοδομηθῆναι καὶ εὐτρεπισθῆναι τὰ ταμιεῖα καὶ τὰ κουβούκλια καὶ τοὺς τρικλίνους καὶ τὰ πρόθυρα τῆς καρδίας. μὴ γὰρ ἁπλῶς ὡς μικρῷ σκεύει καὶ εὐκαταφρονήτῳ πρόσχῃς τῇ καρδίᾳ. ἐπεῖ γὰρ ὁ βασιλεὺς Χριστὸς μετὰ τῶν ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων ἔρχεται ἐπαναπαυθῆναι καὶ οἰκῆσαι καὶ ἐμπεριπατῆσαι καὶ θεῖναι τὴν ἑαυτοῦ βασιλείαν.
33.1.4
Ὥσπερ ἵνα ᾖ πλοῖον ἔχον πολλὴν κατασκευὴν καὶ τοὺς ἐπιβάτας, λοιπὸν ὁ κυβερνήτης διοικεῖ τοὺς πάντας καὶ οἰκονομεῖ, τοὺς μὲν ἐπιπλήσσων, ἄλλους ὁδηγῶν, οὕτως ἐστὶν ἡ καρδία ἔχουσα τὸν νοῦν κυβερνήτην, συνείδησιν ἐλέγχουσαν, λογισμοὺς τοὺς κατηγοροῦντας καὶ ἀπολογουμένους «μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων καὶ ἀπολογουμένων». ὁρᾷς ὅτι ἡ συνείδησις οὐ συγκρύβει τοὺς λοιποὺς λογισμοὺς τοὺς ὑπακούοντας τῇ ἁμαρτίᾳ, ἀλλ' εὐθὺς ἐλέγχειοὐ ψεύδεται γάρ, ἐπιτιμᾷ, ἐνώπιον τοῦ θεοῦ ἐν κρίσει μαρτύρεται ὡς πάντοτε ἐλέγχουσα.
33.1.5
Ὥσπερ ἐὰν ᾖ ἅρμα, καὶ αἱ ἡνίαι καὶ τὰ ζῷα καὶ πᾶσα ἡ κατασκευὴ ὑπὸ ἕνα ἡνίοχόν ἐστι, καὶ λοιπόν, ὅτε θέλει, ὀξυτάτῃ ὁρμῇ φέρεται καὶ πάλιν ἐπέχεται, καὶ ὅπου θελήσει μεταστρέψαι, ἐκεῖ συνέρχεται ὅλον τὸ ἅρμα· ἐν τῇ ἐξουσίᾳ γὰρ τοῦ ἡνιόχου κεῖται, οὕτω καὶ ἡ καρδία ἔχει πολλοὺς λογισμοὺς τοὺς φυσικοὺς συνδεδεμένους αὐτῇ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις ἐπιτιμῶσα καὶ κατευθύνουσα καὶ διϋπνίζουσα τοὺς φυσικοὺς λογισμοὺς βρύοντας ἐν τῇ καρδίᾳ. μέλη γὰρ πολλὰ ἔχει ἡ ψυχὴ καὶ ὅλη ἐστὶ μία.
33.1.6
Ἀφ' οὗ γὰρ παρέβη ὁ ἄνθρωπος τὴν ἐντολήν, ἐπεισελθὼν ὁ ὄφις, ὁ διάβολος, ὡς δεσπότης γέγονε τοῦ οἴκου καὶ ὡς ψυχὴ ἐν ἑνὶ μέρει μετὰ τῆς ψυχῆς. ὁ γὰρ κύριος ἐν τῷ εὐαγγελίῳ λέγει· «πᾶς ὅστις οὐκ ἀρνεῖται τὴν ἑαυτοῦ ψυχὴν καὶ οὐ μισεῖ ἑαυτόν, οὐκ ἔστι μου μαθητής», ἐπειδὴ ἡ ἁμαρτία ἐπεισελθοῦσα τῇ ψυχῇ ὡς μέλος γέγονεν αὐτῇ, καὶ βρύουσι πολλοὶ λογισμοὶ ἀκάθαρτοι ἐν τῇ καρδίᾳ. ὁ οὖν ποιῶν τὰ θελήματα τῆς ψυχῆς αὐτοῦ τὰ θελήματα
33.1.7
τῆς ἁμαρτίας ποιεῖ, ἐπειδὴ συμπέπλεκται μετὰ τῆς ψυχῆς. ὁ δὲ ὑποτάσσων τὴν ψυχὴν αὐτοῦ τῷ πνεύματι καὶ ὀργιζόμενος ἑαυτῷ καὶ ταῖς συνούσαις αὐτῷ ἐπιθυμίαις, οὗτος ἐστὶν ὁ ὑποτάσσων πόλιν ἐχθρῶν αὐτοῦ καὶ οὗτος καταξιοῦται ἐλθεῖν εἰς μέτρα μεγάλα πνευματικὰ καὶ ἀπολαμβάνει διὰ τῆς θείας δυνάμεως τὸν καθαρὸν ἄνθρωπον καὶ γίνεται ἐν αὐτῷ μείζων· ἀποθεοῦται γὰρ ὁ τοιοῦτος καὶ γίνεται υἱὸς θεοῦ, λαμβάνων τὸ οὐράνιον σίγνον ἐν τῇ ψυχῇ. οἱ γὰρ ἐκλεκτοὶ αὐτοῦ χρίονται τὸ ἁγιαστικὸν ἔλαιον καὶ γίνονται
33.1.8
ἀξιωματικοὶ καὶ βασιλεῖς. ἔχει γὰρ τὴν ἐλευθερίαν ὁ ἄνθρωπος ταύτην καὶ ὢν ἐν βάθει τῆς κακίας καὶ δουλεύων τῇ ἁμαρτίᾳ τοῦ τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθόν, καὶ δεδεμένος πνεύματι ἁγίῳ καὶ αἰχμαλωτὸς καὶ μεμεθυσμένος
33.1.9
εἰς τὰ ἐπουράνια ὁμοίως ἔχει τοῦ τραπῆναι αὐτὸν ἐπὶ τὸ κακόν. γυνὴ ῥάκη ἐνδεδυμένη, λιμώττουσα καὶ ἐρρυπωμένη, εἰ μετὰ πολλοῦ καμάτου ἔλθῃ εἰς ἀξίωμα βασιλικὸν καὶ ἐνδύσηται στέφανον καὶ πορφύραν καὶ γένηται νύμφη βασιλέως, μέμνηται μὲν τῆς προτέρας ῥυπαρίας καὶ ἔχει θέλημα, ἀλλ' οὐ βούλεται ἐπανελθεῖν εἰς τὴν ἀρχαίαν αἰσχύνην, ἐπειδὴ μωρόν ἐστι τοῦτο. αὐτοὶ δὲ οἱ γευσάμενοι τῆς χάριτος τοῦ θεοῦ καὶ μέτοχοι ὄντες τοῦ πνεύματος, ἐὰν μὴ ἀσφαλίσωνται, κατασβέννυνται καὶ γίνονται χείρονες, οὗ ἦσαν ὅτε ἦσαν κοσμικοί.
33.2.1
Ἐρώτησις. Οὐκοῦν ὁ θεὸς τρεπτός ἐστιν ἢ ἀσθενής, ὅτι τὸ πνεῦμα σβέννυται; Ἀπόκρισις. Αὐτοὶ οἱ ἄνθρωποι οὐ συμφωνοῦσι τῇ χάριτι, ἀλλ' ἐκτρέπονται καὶ πίπτουσιν εἰς μυρία κακά. τοῖς γὰρ γευσαμένοις ἐκείνης τῆς δωρεᾶς τὰ ἀμφότερα σύνεστι, χαρὰ καὶ παράκλησις, τρόμος καὶ φόβος καὶ πένθος. πενθοῦσι γὰρ ἑαυτοὺς καὶ ὅλον τὸν Ἀδάμ, ἐπειδὴ μία ἐστι φύσις ἀνθρώπων, καὶ τὰ δάκρυα τῶν τοιούτων ἄρτος ἐστὶ καὶ τὸ πένθος γλυκύτης
33.2.2
καὶ ἀνάπαυσις. ἐὰν ἴδῃς τινὰ ἐπαιρόμενον καὶ τυφούμενον ὡς μέτοχον χάριτος, οὗτος ἐὰν καὶ σημεῖα ποιήσῃ καὶ νεκροὺς ἐγείρῃ, μὴ ἔχῃ δὲ τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενωμένην καὶ ᾖ πτωχὸς τῷ πνεύματι καὶ βδελυκτὸς παρ' ἑαυτῷ, κλέπτεται ὑπὸ τῆς κακίας καὶ οὐκ οἶδε, καὶ εἰ σημεῖα ποιεῖ, οὐκ
33.2.3
ἔστιν αὐτῷ πιστεῦσαι. τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστι, τὸ ὄντα τινὰ μέγαν καὶ δόκιμον παρὰ θεῷ σπουδάζει λανθάνειν τοὺς ἀνθρώπους καί, εἰ ἔχει ὅλους τοὺς θησαυροὺς τοῦ βασιλέως, κρύπτειν ἑαυτὸν καὶ λέγειν, ὅτι" 1οὐκ εἰσὶν ἐμοί, ἄλλος μοι παρέθετο τὸν θησαυρόν, ἐγὼ πτωχός εἰμι, ὅτε
33.2.4
θέλουσι λαμβάνουσιν αὐτὸν ἀπ' ἐμοῦ." 2 εἰ δέ τις λέγει·" 1πλούσιός εἰμι, ἀρκεῖ, ἐκτησάμην, οὐ χρῄζω" 2, οὗτος οὐκ ἔστι Χριστιανός, ἀλλὰ σκεῦος ἐστι τῆς πλάνης καὶ τοῦ διαβόλου. ὁ γὰρ θεὸς ἀκόρεστός ἐστι καὶ ὅσῳ ἐσθίει τις αὐτόν, ἔκπεινος γίνεται καὶ ἔκδιψος καὶ τὴν καῦσιν καὶ τὸν ἔρωτα ἀκατάσχετον ἔχει. οἱ τοιοῦτοι ἕως ὅτε ζῶσι σπουδάζουσιν εἰς αὐτὸ προκόπτειν καὶ ἔτι πορίζουσιν καὶ ἑαυτοὺς ποιοῦσιν ὡς πτωχούς, ὡς ἐνδεεῖς, μηδὲν κεκτημένους. τοῦτο γὰρ λέγουσιν, ὅτι" 1οὔκ ἐσμεν ἄξιοι, ἵνα ὁ ἥλιος οὗτος ἐπιλάμψῃ ἡμῖν." 2 τοῦτό ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, αὕτη ἐστὶν ἡ ἀληθινὴ ταπείνωσις. εἰ δέ τις λέγει, ὅτι" 1ἀρκοῦμαι καὶ πεπλήρωμαι" 2, καὶ οὗτος πλάνος ἐστὶ καὶ ψεύστης.
33.3.1
Δύο εἰσὶ βασιλεῖαι, βασιλεία φωτὸς καὶ βασιλεία σκότους. σὺ οὖν ποίου εἶ βασιλέως, ἐπίσκεψαι σεαυτόν. ὅπου γὰρ ἂν φυλάξῃς καὶ συνθήκας ποιῇς, ἐκείνου εἶ κοινωνός, γέγραπται γάρ· «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν». ἔχεις ἴδιον θέλημα καὶ ὅπου τὴν ὁρμὴν καὶ τὴν ὑπακοὴν δῷς, ἐκείνου γίνῃ κτῆμα καὶ υἱὸς καὶ φίλος. εἰ ἀγαπᾷς καὶ ἐνηδύνῃ τοῖς τῆς κακίας θελήμασιν, εὐθέως συνεργοῦσι σοι καὶ προσκολλῶνται. εὐπερίσπαστος γάρ ἐστιν ἡ ἁμαρτία καὶ ἐν σπουδῇ παραγίνεται· ἄρχων γάρ ἐστιν ἐπὶ κακουχίᾳ ἀνθρώπων χαίρων. ὁμοίως πάλιν εἰ ἀγαπᾷς καὶ ἐνηδύνῃ τῷ ἀγαθῷ, πάλιν καὶ αὐτὸ παραγίνεται καὶ βοηθεῖ. ἀλλὰ ὧδε μετὰ ἀγῶνος πολλοῦ, ἐπειδὴ βασιλεία ἐστὶ μὴ ἔχουσα τέλος· διὰ τοῦτο τὸ τίμιον σπάνιόν ἐστι καὶ τὸ δυσχερῶς κατορθούμενον ἔνδοξον, ὅθεν καὶ ἀΐδιον, ἐπεὶ ἀκαμάτως πάντες θέλουσιν εἰσελθεῖν καὶ γενέσθαι τοῦ ἀγαθοῦ, ἀλλὰ ἀνὰ μέσον δρόμος πολὺς καὶ ἀγὼν πρό
33.3.2
κειται καὶ ἀπὸ πολλῶν ὀλίγοι ἐξειλοῦσιν. οἱ οὖν νικήσαντες κατήντησαν πρὸς ἡγεμόνα καὶ βασιλέα εἰρηνικὸν καὶ ἥμερον, ἐπὶ εὐεργεσίᾳ ἀνθρώπων χαίροντα, τοιοῦτοι ἀπὸ τοῦ νῦν κληρονομοῦσι τὴν γῆν τῆς ἐπαγγελίας καὶ ἔρχονται εἰς λιμένα ἀναπαύσεως καὶ εἰς τὴν πόλιν τὴν ἁγίαν καὶ «εἰς τὴν κατάπαυσιν». ὥσπερ γάρ ἐστιν οὐρανὸς φαινόμενος, ὃς ἐπικαλεῖται στερέωμα, οὕτως ἐστὶν ἐπάνω τούτου ἄλλος οὐρανὸς φωτοειδής, ἔνθα παρεμβολαὶ τῶν ἀγγέλων
33.3.3
(καὶ τὰ μάλιστα ὁ θεὸς καὶ οἱ ἄγγελοι), ἐκεῖ ἐστι σκηνὴ ἀχειροποίητος. ταῦτα οὖν πάντα θεῖά ἐστι καὶ ἄρρητα καὶ φωτεινά, ἐπειδὴ πνευματικά ἐστι καὶ ὑποστατικά, μὴ ὄντα τοῦ αἰῶνος τούτου, ἀλλὰ ἄλλου κόσμου, ὅπου οὔκ ἐστι σκότος ἢ νὺξ ἢ πόλεμος ἢ γέεννα. ἐπειδὴ γὰρ οὐκ ἐνεχωρεῖ τῷ ἔξω ὀφθαλμῷ κατανοεῖν ἐκεῖνα τὰ ἐπουράνια, διὰ τοῦτο ὡς παραπέτασμα ἐκτίσθη τοῦτο τὸ στερέωμα, ἵνα μὴ δόξῃ τίς ἁπλῶς καθορᾶν εἰ μὴ οἱ καθαροὶ τὴν καρδίαν καὶ τὸν νοῦν ἡγιασμένοι, οἱ συμπολῖται καὶ συμμύσται τῶν ἁγίων. καὶ ὅταν συσταλῇ
33.3.4
τοῦτο, ἐκεῖνα τότε τὰ μὴ φαινόμενα ὑποδέχεται τοὺς ἐκλεκτούς. πολλοὶ γὰρ τοῦ ἀγαθοῦ μέρους ὄντες καὶ ἐνεργούμενοι ὑπὸ τοῦ ἀγαθοῦ πνεύματος ἐνόμισαν τετελειῶσθαι καὶ μετὰ ταῦτα ἔφοδον ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ ἐπιβουλὴν ἔπαθον, ὡς ἂν στρατιῶται νομίσαντες νενικηκέναι τοὺς ἐχθρούς, καὶ λοιπὸν ῥίψαντες τὰ ὅπλα καὶ ἐν ἀμεριμνίᾳ ὄντες, ἔγκρυμμα ποιήσαντες καὶ ἄφνω ἐπιστάντες οἱ ἐχθροί, τοὺς μὲν φονεύσωσιν, τοὺς δὲ δήσαντες αἰχμαλώτους λάβωσιν. οὕτως οὖν καὶ ἡ ἁμαρτία ἐπικινηθεῖσα παρεχρήσατο, τοὺς μὲν ἔδησεν εἰς τὸν ἴδιον βυθὸν καὶ βρόχον τῆς κακίας, τοὺς δὲ ᾐχμαλώτευσεν εἰς τὰ πάθη
33.3.5
τῆς ἀτιμίας. πάντες οὖν οἱ ἄνθρωποι εἴτε δίκαιοι εἴτε ἁμαρτωλοί, εἰ μὴ διὰ τοῦ νόμου τοῦ πνεύματος (τουτέστιν εἰ μὴ διὰ Ἰησοῦ Χριστοῦ), οὐ δύνανται ἐλευθερωθῆναι τῶν κακῶν καὶ ἐξειλῆσαι ἐκ τῆς δυναστείας τοῦ διαβόλου. λέγει γὰρ Παῦλος διαγράφων τὴν πτῶσιν τοῦ ἀνθρώπου· «ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ θανάτου; εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ», ὅτι «ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἐκ τοῦ θανάτου».
33.3.6
Ὥσπερ γὰρ πηγῆς βρυούσης ὅσοι ἂν πίνωσιν οὐδὲν ἐνδέει, οὕτως οἱ ἔχοντες τὰς προσόδους καὶ τοὺς θησαυροὺς τοῦ πνεύματος ἔνδοθεν ἐν τῷ νῷ ὅσα ἂν λαλήσωσιν, τοὺς μὲν ἀκούοντας πίστει ὠφελοῦσιν, αὐτοὶ δὲ μένουσιν οἷοι καὶ τὸ πρὶν ἦσαν. τοῖς γὰρ πνευματικοῖς ἀπὸ τοῦ νῦν κτίζονται παλάτια καὶ τρίκλινοι καὶ οἶκοι ὑπερμεγέθεις ὑπὸ τοῦ πνεύματος, κατασκευάζεται δὲ καὶ ἐσθὴς διάφορος καὶ ἔνδοξος, ὅταν οὖν ἀναλύσωσι πρὸς τὸν Χριστόν, μετὰ πολλῆς χαρᾶς προσδέχονται αὐτοὺς οἱ ἴδιοι, τὰ πνεύματα τῶν δικαίων καὶ ὅλη ἡ ἐπουράνιος βασιλεία. λέγει γὰρ αὐτοῖς ὁ κύριος. «εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου». πολλοὶ γὰρ τῶν ἀδελφῶν λαμβάνοντες χάριν καὶ συμφωνοῦντες ὁσημέραι εἰς αὔξησιν καὶ προκοπὴν εἰς μέτρα μεγάλα προχωροῦσιν· ἄλλοι, ὅτε λαμβάνουσι δωρεὰν ἐκ τοῦ θεοῦ, καίτοι συνούσης τῆς χάριτος ἐκτρέπονται εἰς ἀταξίας καὶ εἰς κακὰ πολλά.
33.4.1
Ἐρώτησις. Καὶ ὅτε ἐκπίπτουσιν εἰς ἁμαρτήματα, παραμένει ἡ χάρις ἢ εὐθὺς ἀφίσταται; Ἀπόκρισις. Συμβαίνει, ὅτι καὶ πλημμελήσαντος αὐτοῦ τοῦ ἀνθρώπου διὰ τὸ φιλάνθρωπον ἕως ὅτε ἐστὶν ἐν σαρκὶ παραμένει, ὅταν δὲ χωρισθῇ τοῦ σώματος ἡ ψυχή, τότε καὶ ἡ χάρις ἀφίσταται καὶ ἡ ψυχὴ χωρεῖ εἰς
33.4.2
τὸ ἴδιον μέρος παραδιδομένης τῆς ψυχῆς τοῖς πονηροῖς πνεύμασιν. οἱ γὰρ δύο νόμοι ἐν τῷ ἀνθρώπῳ εἰσίν, ὁ νόμος τῆς κακίας κλέπτων εἰς τὸ ἴδιον μέρος καὶ ὁ νόμος τῆς χάριτος ἕλκων εἰς τὰ ἐπουράνια· καὶ ὅσον εἰσέρχεται εἰς τὰ πειρατήρια, στερεοῦται καὶ θεμελιοῦται καὶ γίνεται πέτρα ἄπτωτος. καὶ ὁ τοιοῦτος νοῦς, στήκων εἰς τὴν θύραν καὶ μὴ διδοὺς νῶτα τῷ πολεμίῳ ἀλλ' ἀνθιστάμενος, ἐν τῇ ἐξόδῳ τοῦ σώματος παραλαμβάνεται μετὰ τῆς ψυχῆς ὑπὸ τῶν δεξιῶν ἀγγέλων εἰς τὸ μέρος τῆς βασιλείας καὶ χωρεῖ εἰς τὴν ἀΐδιον ζωήν.
33.4.3
ὥσπερ ἐν τοῖς φαινομένοις ἵνα ᾖ βασιλεὺς διδοὺς χαρίσματα τοῖς διακόνοις αὐτοῦ, καὶ οἱ μὲν λαμβάνοντες εἰς πορνείας καὶ ἀσελγείας καὶ γαστριμαργίας ἀναλίσκουσιν, ἄλλοι δὲ λαμβάνοντες συντηροῦσι καὶ προσκτῶνται ἑαυτοῖς σκεύη τίμια, οὗτοί εἰσιν ἔνδοξοι πάντως οἱ πολυπλασιάσαντες ἐκ τῶν δοθέντων αὐτοῖς χαρισμάτων.
33.4.4
Ἐξ ἀληθείας γὰρ οἱ γευσάμενοι ἐκείνης τῆς γλυκύτητος βλέποντες βασιλέα φαινόμενον ἠμφιεσμένον πορφύραν καὶ ἀξιώματα καὶ θησαυροὺς ἔχοντα, ὥσπερ δυσωδίαν ἡγοῦνται καὶ βδελυκτὰ καὶ ταπεινὰ αὐτοῖς καταφαίνεται, ἐπειδὴ εἰσῆλθαν εἰς βασιλικοὺς καὶ οὐρανίους οἴκους τοῦ Χριστοῦ καὶ ἀνεῴχθησαν αὐτοῖς οἶκοι ἐπουράνιοι καὶ ἐκληρονόμησαν ἄλλον πλοῦτον, γενόμενοι υἱοὶ φωτὸς ἐπουρανίου, αἰῶνος ἀπεράντου. συγκρίνοντες οὖν τὰ ἐπίγεια τοῖς ἐπουρανίοις τότε γινώσκουσι τὸ χάος ἐν μέσῳ καὶ τὴν διαφοράν.
33.4.5
Ὥσπερ γὰρ ἵνα ᾖ τις συνεχόμενος ὑπὸ πυρετοῦ, ἔτι ἀκμαζούσης τῆς κακώσεως ἐὰν προσενέγκῃς τῷ τοιούτῳ ἐδέσματα διάφορα ἢ γλυκύσματα ἢ ἑτέραν τροφήν, σικχαίνεται καὶ ἀηδίζεται, κεκορεσμένος ὢν καὶ μεμεθυσμένος ἐκ τοῦ πυρετοῦ καὶ ὥσπερ τροφὴν αὐτὸν ἔχων. οὕτω καὶ οἱ πνευματικοὶ ἔχοντες τὴν καῦσιν τῆς ἐπουρανίου ἀγάπης καὶ τοῦ θείου πυρός, ὅσα ἂν αὐτοῖς προσενέγκῃ τις φαινόμενα τοῦ κόσμου τούτου, εἴτε ἀξιώματα εἴτε βασιλείαν εἴτε πλοῦτον εἴτε δόξαν, σικχαίνονται.
33.4.6
Ὥσπερ τις ἀηδίζεται διοδεύων ἔνθα ᾖ νεκριμαῖα καὶ δυσωδία πολλή. τὸν αὐτὸν δὲ πάλιν τρόπον καὶ οἱ μεμεστωμένοι τῆς ἐναντίας δυνάμεως καὶ ὄντες τοῦ πνεύματος τοῦ κόσμου, λαλουμένου λόγου πνευματικοῦ περὶ φωτός, περὶ βασιλείας, περὶ αἰῶνος ἄλλου καὶ δυνάμεως θείας, ὥσπερ ἀηδίζονται καὶ ἀκηδιῶσι μὴ δυνάμενοι χωρῆσαι τὸν λόγον τοῦ θεοῦ.
33.4.7
Ἐξ ἀληθείας γὰρ οὗτοί εἰσι σοφοὶ καὶ ἀνδρεῖοι. οὗτοι πολεμισταὶ οἱ ἄνω ἔχοντες τὸν ἑαυτῶν νοῦν καὶ ὀργιζόμενοι ταῖς συνούσαις αὐτοῖς ἐπιθυμίαις καὶ ἡδοναῖς καὶ ἀντιπράττοντες τῷ νῷ τῆς κακίας καὶ ὑπήκοοι γινόμενοι καὶ συνηδόμενοι «τῷ νόμῳ τοῦ θεοῦ». τί οὖν ὁ ῥήτωρ ἢ φιλόσοφος; ἐπανίσταται αὐτῷ ἐπιθυμία καὶ μοιχεύει καὶ ἐπὶ πλεονεξίαν ἁρπάζεται καὶ ἐλαύνεται ὁ νοῦς ὑπὸ τῶν πνευμάτων τῶν πονηρῶν, καὶ ποῦ αὐτῶν ἡ σοφία ἡ πολλή; 34. τ. 1 ΛΟΓΟΣ ΛΔʹ.