Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 34 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1.1
Οἱ τὸ σῶμα ἐνδεδυμένοι Χριστιανοὶ τοσαύτην ἔχουσι χαρὰν καὶ ἀγάπην ἐν ἑαυτοῖς καὶ ἐλπίδα πρός τε τὸν θεὸν καὶ τοὺς ἀδελφούς, ὥστε μὴ δύνασθαι στόματι ἀνθρώπων καὶ τῇ γλώσσῃ ταύτην ἐκφράζεσθαι. καὶ οἱ τοιοῦτοι ἀπὸ τοῦ νῦν ὄντες ἐν σώματι προγινώσκουσι καὶ ὥσπερ κατοπτρίζονται τὴν ἐκεῖθεν ἀνάπαυσιν καὶ τὸ φῶς τὸ αἰώνιον καὶ ἀγαλλίασιν τεταμιευμένην. εἰ οὖν ἐνταῦθα οὕτως, πόσῳ μᾶλλον ὅταν ἀναλύσῃ πρὸς τὸν Χριστὸν εἰς ἐκεῖνον τὸν αἰῶνα χαίρει ἡ ψυχὴ συνοῦσα τῷ κυρίῳ καὶ τοῖς ἀποστόλοις. Ὥσπερ ἐὰν ᾖ ὀφθαλμὸς πεπληγμένος, ἀδυνάτως ἔχει ἰδεῖν τὰς ἀκτίνας τοῦ ἡλίου, οὕτω καὶ ὁ σατανᾶς καὶ αἱ δυνάμεις τοῦ σκότους οὐ δύνανται τὸ φῶς τὸ ἐνεργοῦν ἐν τῷ ἁγίῳ ἰδεῖν ἢ προσεγγίσαι, ἐπειδὴ ἐλέγχεται καὶ καίεται. καὶ γὰρ ἐπὶ τοῦ κυρίου «ἔκραζον λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; τί πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς»; Ὥσπερ ἵνα συλληφθῇ λῃστὴς ἢ κατάδικος δεσμεῖται ἐν σκοτεινοῖς τόποις φρουρούμενος, οὔπω δέ ἐστιν ἀπόφασις κατ' αὐτοῦ καυθῆναι ἢ ἀναιρεθῆναι, οὕτως εἰσὶ καὶ αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν· κατέχονται ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ τῶν ἀγγέλων τῶν ἀριστερῶν καὶ τέως εἰς σκοτεινοὺς τόπους τετηρημέναι εἰσὶ καὶ δεδεμέναι ἕως τῆς ἡμέρας τῆς κρίσεως τοῦ Χριστοῦ. οἱ γὰρ ὑπεύθυνοι ἁμαρτίαις θέλουσιν ἀνελθεῖν εἰς τοὺς οὐρανοὺς καὶ κατασπῶνται ὑπὸ τῶν πονηρῶν πνευμάτων ὡς ὑπήκοοι καὶ δοῦλοι γενόμενοι τῆς ἁμαρτίας, ἔτι ὄντες ἐν σαρκί. ἔστι δὲ καὶ ἀποκάλυψις λέγουσα, ὅτι δύο ἄγγελοι παρέπονται τῷ ἀνθρώπῳ, εἷς ἀγαθὸς καὶ εἷς πονηρός. καὶ ἐν τῷ μέλλειν χωρίζεσθαι τοῦ σώματος τὸν ἄνθρωπον σύγκρισις γίνεται τῆς δικαιοσύνης καὶ τῶν ἁμαρτημάτων, καὶ οἷον μέρος βαρήσει, ἐκεῖ κατέχεται ἢ εἰς τὸ δεξιὸν ἢ εἰς τὸ ἀριστερόν. ὅσοι δὲ ἀπεντεῦθεν τὸ σίγνον καὶ τὴν βασιλικὴν εἰκόνα ἐδέξαντο ἐν ταῖς ψυχαῖς καὶ τὸ πῦρ τὸ θεῖον καὶ ἐπουράνιον, τούτοις ἐν τῷ χωρίζεσθαι τοῦ σώματος οὐ τολμῶσι προσεγγίσαι οἱ δαίμονες. εἰ δὲ καὶ θέλουσιν οἱ ἄρχοντες αὐτῶν αὐστηροτέρως προσελθεῖν, καίονται ὑπὸ τοῦ πυρός. γέγραπται γάρ· «καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ». Εἰ γὰρ ἐπετέτραπτο τῷ σατανᾷ ποιεῖν ὃ θέλει, ὥς ἐστιν ἡ φύσις αὐτοῦ ἀγρία καὶ δυνατή, ἐν ῥοπῇ ἂν ὡς ῥᾷστα πάντα κατέστρεψε καὶ ἐβύθισεν. ἀλλὰ διὰ τοῦτο ὁ διάβολος κρατεῖται ὑπὸ θείας δυνάμεως, οὐ μόνον τῶν Χριστιανῶν ἀντιλαμβανομένης, ἀλλὰ καὶ ὅλου τοῦ Ἀδάμ, καὶ ἁμαρτωλῶν καὶ εἰδωλολάτρων· ἀναμένει γάρ, εἰ τέκνα αὐτῶν ἢ συγγενεῖς μέλλουσιν ἐπιστρέφειν καὶ δουλεύειν τῷ θεῷ. τοῦτο γάρ ἐστιν «ὅτι οὓς ἔγνω, καὶ προώρισεν». ὅσους γὰρ ἐπίσταται, ὅτι ἀπὸ αὐτεξουσίου προαιρέσεως μέλλουσιν ὑπήκοοι γενέσθαι τῶν ἐντολῶν αὐτοῦ καὶ αἱρήσεσθαι τὸ ἀγαθόν, τούτους προώρισε καὶ ἐκλεκτοὺς ἔχει. ὅσοι δέ εἰσι χαυνότεροι καὶ εἰσελθόντες εἰς ἀγῶνα ἔδωκαν νῶτα, οὗτοί εἰσι νεκροὶ τὸν ἔσω ἄνθρωπον· ἔστι γὰρ τεθανατωμένος καὶ νεκρὸς τὸ ὅλον ὡς βεβασιλευμένος ὑπὸ τῆς κακίας. τίνι νόμος ἐδόθη; τίνι λέγει ὁ κύριος· «δεῦτε οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». τίσι λέγει· «δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων». καὶ πάλιν· «ἡ πίστις σου σέσωκέ σε» πάντως τοῖς αὐτεξουσίοις. φαμὲν γὰρ ἔχειν τὸν ἄνθρωπον τὸ αὐτεξούσιον καὶ τὴν ἐλευθερίαν τοῦ ἰδίου θελήματος, τοῦ τραπῆναι αὐτὸν ἢ ἐπὶ τὸ καλὸν ἢ ἐπὶ τὸ κακόν. αὐτὴ γὰρ ἡ φύσις οὕτως ἐκτίσθη δεκτικὴ καλοῦ καὶ κακοῦ, ἐπιτηδείως ἔχουσα νεῦσαι πρὸς ἃς βούλεται πράξεις. διὰ τοῦτο καὶ ὁ ἀπόστολος λέγει· «ᾧ ἂν δῶτε τὴν ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπηκούσατε». «παραστήσατε οὖν τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν» καὶ πάλιν· «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε». καὶ ὁ ψαλμὸς λέγει, ὅτι «ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ». ἀντίπαλος οὖν ἐστιν ὁ νοῦς καὶ ἰσοδύναμος εἰς τὸ καλὸν καὶ κακὸν καὶ ἔχων τὸ ἰσόρροπον καὶ ἰσόζυγον πρὸς τὴν κακίαν τοῦ δύνασθαι καὶ ἀντιμάχεσθαι καὶ ἀντιπίπτειν καὶ ὀργίζεσθαι ταῖς ἐπιθυμίαις. Πολλοῖς σύνεστι χάρις λεληθότως καὶ πολυτρόπως, καίτοι μὴ ἀκούουσι τὸν λόγον, καὶ ἔστιν εἰς αὐτὴν τὴν καρδίαν καὶ τὸν νοῦν ὁδηγοῦσα καὶ ποιμαίνουσα καὶ αὐτοὶ οὐκ οἴδασιν. ἀλλὰ μετὰ χρόνον ὅταν ἔλθωσιν εἰς γνῶσιν, τότε αὐτὴ ἡ χάρις ὑπομιμνῄσκει, ὅτι ἐν τῷδε τῷ καίρῳ, ἐν τῇδε τῇ συμφορᾷ ἐβοήθησά σοι καὶ τὴν ὑπὲρ σοῦ οἰκονομίαν εἰργασάμην, ὁμοίως καὶ ἐν ἄλλαις πολλαῖς προφάσεσι κρυπτῶς ἐβοήθησα. ὁμοίως δὲ καὶ αὐτὴ ἡ κακία ποιμαίνουσα τὸν νοῦν αἰχμαλωτίζει καὶ κλέπτει, καὶ οὐκ οἴδασι. ὅτι τὸ τὸν Ἰωσὴφ τοὺς ἀδελφοὺς πωλῆσαι ἡ ἁμαρτία αὐτοῖς ὑπέβαλε, καὶ τὸ τὴν γυναῖκα τοῦ Αἰγυπτίου ἐρασθῆναι αὐτοῦ τῆς ἁμαρτίας ἐστὶν ὑποβολή. πάλιν δὲ ὅτι τὸ ὅραμα ἔκρινεν Ἰωσὴφ καὶ ἐπέτυχε τοῦτο, ὁδηγηθεὶς κρυπτῶς ὑπὸ χάριτος εἶπεν. ὁμοίως δὲ καὶ τὸ μὴ ὑπακοῦσαι τῇ ἐπιθυμίᾳ, ἀλλὰ σωφρονῆσαι τῆς χάριτός ἐστι λεληθότως βοηθούσης. ὁ Δαβὶδ μικρότερος ὢν τῶν λοιπῶν ἀδελφῶν, καταλιπὼν τὰ ποίμνια ἀπῆλθε θεάσασθαι τὸν πόλεμον καὶ εἶπε·" 1δότε μοι ὅπλα, κἀγὼ πολεμῶ τῷ ἀλλοφύλῳ." 2 ἄνθρωπος εἰς τὸ φαινόμενον μικρὸς καὶ εὐτελὴς πρὸς τοιοῦτον γενναῖον πόθεν ἐθάρρησε; δῆλον ὅτι ὑπὸ θείας δυνάμεως καὶ χάριτος ἀοράτως ὁδηγούμενος παρεγένετο εἰς τὸν πόλεμον καὶ οὐκ ἐδειλίασε τῷ ἀλλοφύλῳ Γολιὰδ συμβαλεῖν· ὅθεν τὸ περιγενέσθαι αὐτοῦ τῆς χάριτος ἦν ἔργον, ἀλλ' αὐτὸς σαφῶς οὐκ ἔγνω διακρῖναι. πάλιν δὲ ὁ βασιλεὺς τοῦ Ἰσραὴλ βλέπων τὸν Δαβὶδ μικρὸν καὶ εὐτελῆ οὐκ ἐπίστευσεν αὐτῷ δυναμένῳ συμβαλεῖν τῷ πολεμιστῇ ἡ δὲ χάρις συνεχώρησεν, ὥστε μὴ κωλῦσαι αὐτόν, ἀλλὰ καὶ προτρέψασθαι τοῦτον καὶ πιστεῦσαι αὐτῷ. εἰσὶν οὖν δίκαιοι, οἷς ἡ ἁμαρτία ἀοράτως καὶ κλεπτῶς ἕως κεραίας μιᾶς ὑποβάλλει τινὰ πράττειν ἀνακολούθως, καί εἰσιν ἁμαρτωλοί, οἷς δι' οἰκονομίας τινὰς ἡ χάρις ὑποτίθεται, ὡς οὐκ οἴδασι οἱ ἄνθρωποι, χρήσιμά τινα καὶ ψυχωφελῆ πρᾶξαι, καὶ ἀπέρχονται εἰς ζωήν. ὁρᾷς ὅτι καὶ ἁμαρτωλοῖς πολλοῖς σύνεστιν ἡ χάρις, κατ' οἰκονομίας τινὰς ψυχωφελεῖς ὑποβάλλουσα τὰ χρήσιμα, καὶ δικαίοις αὖθις σύνεστιν ἁμαρτία. Πολλάκις δὲ ἔχει τις κεραίαν τινὰ χάριτος, καὶ αὐτὸ ἐκεῖνο αὐξάνει καὶ γίνεται πλάτος καὶ μῆκος ἄπειρον καὶ ἀμέτρητον. ἐγὼ γὰρ ἔγνων ἀδελφὸν ἔχοντα πρόσωπον χάριτος· καὶ αὐτὸ ἐκεῖνο ἐπεφάνη τῷ τοιούτῳ ἀνθρώπῳ λεπτῶς ὡς κόκκος σινάπεως. καὶ ἄφνω ἐκεῖνο τὸ μικρὸν ηὐξήθη καὶ ἐμεγαλύνθη, ὡς τιμιώτερον αὐτὸ εὑρεθῆναι πάσης δημιουργίας ὁρατῆς καὶ ἀοράτου. κατέβη γὰρ εἰς τὰς ἀβύσσους καὶ ὑποκάτω αὐτῆς, καὶ ὑψηλὸν ἐγένετο καὶ ἀνῆλθεν ἕως τῶν ὑψίστων οὐρανῶν, εἰς ἄπειρον αἰῶνα, ὥστε πάντῃ καὶ πανταχοῦ περιέχειν τὰ δημιουργήματα καὶ πάντων πλατυτέραν καὶ βαθυτέραν φαίνεσθαι ἐκείνην τὴν μικρὰν κεραίαν, ἣ ἦν ὡς κόκκος σινάπεως. ὁρᾷς, ὁ κύριος συστέλλει ἑαυτόν, ὅτε θέλει, μικρὸς φαινόμενος· ὅτε δὲ θέλει, πλατύνεται καὶ μεγαλύνεται εἰς ὃ θέλει μῆκος καὶ πλάτος καὶ ὕψος καὶ βάθος. Καὶ οἱ πόλεμοι οὖν διάφοροί εἰσι καὶ πολυτρόπως ἐνεργοῦσι, καὶ αὐτὴ ἡ χάρις πολυτρόπως μεταμορφοῦται. ἔστιν οὖν μεῖζον μέτρον χάριτος, ὅταν κατὰ βάθος ἐνεργήσῃ ἐν τῇ καρδίᾳ. ὅθεν ἐν τῇ Ἰνδικῇ ἀπὸ τοσούτου διαστήματος μόνον ἀκούσαντες βάρβαροι περὶ Ἰησοῦ, ὅτι ἐν τῇ Παλαιστίνῃ ἐπεφάνη ἐν σώματι ἀνθρώπου, καὶ ἐποίησε σημεῖα σταυρωθεὶς καὶ ἀναστάς, ἐκ τῆς φήμης ἐπίστευσαν τοσοῦτον, ὅτι θεός ἐστιν, ὥστε καὶ εἰς μαρτυρίαν καὶ καῦσιν τὰ σώματα αὐτῶν παραδοῦναι. ὁρᾷς ἐκεῖ ἐνέργειαν χάριτος· εἰ γὰρ μὴ ἦν ἐνέργεια ἐν αὐτοῖς, πῶς βάρβαροι ἄνθρωποι παρέδοσαν ἑαυτοὺς εἰς θάνατον ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ; πάλιν δέ ἐστι μεῖζον τὸ πάντοτε ἐν τῇ καρδίᾳ ὡς πηγήν τινα βρύειν ἐν ὑποστάσει καὶ πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ. τοῦτο τὸ μέτρον ἀσφαλὲς καὶ βέβαιόν ἐστι τοῖς ἐνεργουμένοις. Ὥσπερ ἵνα ᾖ πόλις καὶ εἰσελθόντες Ἰνδοὶ καὶ Σαρακηνοὶ κατάσχωσιν αὐτήν, ἔλθῃ δὲ ὁ βασιλεύς, οὗ ἐστιν ἡ πόλις, καὶ ἐκβάλῃ αὐτοὺς καὶ δώῃ αὐτῇ ἰδίαν βασιλείαν καὶ ἰδίαν στρατιάν, ὥστε εἶναι ἐκείνην τὴν πόλιν ἐν χαρᾷ καὶ εἰρήνῃ βαθυτάτῃ, ἔχουσαν ἥμερον βασιλέα. οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου. καὶ αὐτὸ γὰρ τὸ σῶμα συναγιαζόμενον ἀγαλλιᾷ τῇ ψυχῇ καὶ χαίρει, ὃν τρόπον ἐνεργουμένης τῆς ψυχῆς ὑπὸ τῆς ἁμαρτίας καὶ αὐτὸ τὸ σῶμα συμβαρύνεται καὶ συνθλίβεται. ὥσπερ οὖν εἰς τὰ κακὰ συμπάσχει, οὕτω καὶ εἰς τὸν ἁγιασμὸν καὶ εἰς τὴν χάριν συναναπαύεται μετὰ τῆς ψυχῆς τὸ σῶμα καὶ συνδοξάζεται εἰς τοὺς αἰῶνας. Εἰς τὸ φαινόμενον στρατιώτης λαβὼν βέλη κατὰ τοῦ νώτου ἐκ δευτέρου ὀκνεῖ ἀπελθεῖν καὶ συμβαλεῖν τοῖς ἐχθροῖς· ὁμοίως καὶ ὁ ἔμπορος ὅταν πολὺν πλοῦτον συναγάγῃ, ὀκνεῖ ἀποδημεῖν καὶ καμάτους ὑφίστασθαι, καὶ ὁ γεωργὸς ὅταν πολλοὺς καρποὺς εἰσενέγκῃ, ὀκνεῖ ὑλοτομῆσαι. εἰς δὲ τὸ πνευματικὸν οὐχ οὕτως ἐστίν, ἀλλ' ὅστις γεύσεται ἐκείνης τῆς ἡδύτητος καὶ τῆς χρηστοτάτης τροφῆς, ἔτι ζεστῶς καὶ ἀκορέστως προσέρχεται. καὶ ὅσῳ ἐργάζῃ τὴν γῆν τῆς καρδίας σου καὶ βαθύνεις, τὸ συνόν σοι ἀγαθὸν οὐκ ἀφίησί σε ἀμελῆσαι, ἀλλὰ μᾶλλον ἐπείγεται ἐπὶ πλεῖον βαθῦναι τὴν γῆν τῆς καρδίας, ὥστε ἐκεῖ φυτευθῆναι τὸν παγκάλλιστον παράδεισον τῆς ψυχῆς. ἐπειδὴ οὖν ἄρρητός ἐστιν ἐκείνη ἡ δόξα, ὅσα ἂν θησαυρίσῃς, ποιοῦσί σε ὡς πτωχόν. Εἰς τὸ φαινόμενον ἐάν τις ἀπὸ πενήτων ἔλθῃ εἰς πλοῦτον τῇ ἰδίᾳ ἀνδρείᾳ καὶ γοργότητι, πάλιν σπουδάζει τοὺς πλουσιωτέρους αὐτοῦ καταλαβεῖν καὶ τούτους σπουδάζει ὑπερβῆναι. οὕτω καὶ εἰς τὸ πνευματικόν· ὅσῳ τις πλουτεῖ ἀεὶ τρέχει ἐπὶ τὰ μείζονα καὶ ἀνώτερα καὶ οὐκέτι δύνασαι τὸν τοιοῦτον παῦσαι ἀπὸ τῆς ἐργασίας καὶ τῆς εὐχῆς. ἐπειδὴ ἐν αὐτῇ τῇ εὐχῇ ὁρᾷ τὸν κύριον ἀναπαύοντα αὐτόν, ἐπειδὴ αὐτός ἐστιν ἡ ἀνάπαυσις αὐτοῦ. εἰσὶ δέ τινες ἰδιῶται λέγοντες, ὅτι" 1ἐκτησάμην, πλούσιός εἰμι, οὐκέτι χρῄζω." 2 οὗτοι κλέπτονται καὶ ἀπατῶνται ὑπὸ τοῦ σατανᾶ. τὸ γὰρ ἀγαθὸν πλέον ἐκκαίει εἰς ἐπιθυμίανἀκόρεστον γάρ ἐστι καὶ ἄπαυστονκαὶ πᾶσαν ἡδύτητα καὶ γλυκύτητα ὑπερβαίνει ἡ γλυκύτης ἐκείνη. καὶ τίς ποτε κοινωνῶν τοιούτου πράγματος λέγει, ὅτι ἀρκεῖ; ἐὰν δέ τις τὸ πρᾶγμα τοῦτο ἐν μιᾷ ὥρᾳ ἢ μιᾷ ἡμέρᾳ ἀργήσῃ, ἐκκόπτεται καὶ βλάπτεται καὶ τὸ μέρος τῆς ἁμαρτίας αὐστερῶς ἐπεγείρεται. καὶ γὰρ πῦρ ἐὰν ἐπιλείψῃ ξύλα σβέννυται, καὶ λύχνος ἁπτόμενος σφοδρῶς ἐὰν ἐπιλείψῃ ἔλαιον σβέννυται, καὶ πλῆθος ὑδάτων ἐὰν περιλάβῃ τινὰ ἢ ἐν ποταμῷ ἢ ἐν θαλάσσῃ, ἕως ὅτε ἄνω νεύει ἡ κεφαλή, ἔχει ἐλπίδα ζωῆς, ἐὰν δὲ καλύψῃ αὐτήν, ἀπόλλυται. ὥσπερ ἵνα ὦσι δύο ἶσον ἔχοντες τὸ μέτρον τοῦ δρόμου καὶ διώξωσιν ἀλλήλους· ὁ ἔμπροσθεν τρέχων μικρὸν ἐὰν ὑποστείλῃ τὸν τόνον καὶ βραδύτερος γένηται εἰς τὸν δρόμον, ὑπὸ τοῦ καταλαβόντος αὐτὸν ὀπίσω ἀναιρεῖται. εἰς πᾶσαν δὲ τέχνην τὸ αὐτὸ εὑρίσκεται. οἱ σπουδαῖοι καὶ γεγυμνασμένοι περὶ τοὺς λόγους ὀλίγον ἐὰν ἀμελήσωσιν, αἰσθάνονται τῆς βλάβης, καὶ ἕκαστος τεχνίτης ἀμελῶν ἐπιλανθάνεται τοῦ ἔργου, εἰς δὲ τὸ πνευματικὸν ἐὰν ἀμελήσῃς ὀλίγον, εὐθέως οἱ ἐχθροί σου, ἐπειδὴ οὐδέποτε ἀργοῦσι τὰ ἀκάθαρτα πνεύματα, ἐπιτηροῦντες λαμβάνουσι νομὴν κατὰ σοῦ καὶ συμπνίγουσι τὴν ψυχὴν καὶ συλαγωγοῦσι καὶ ἀποπλανῶσιν ἀπὸ τοῦ θεοῦ. ἄοκνοι γάρ εἰσιν ἑτοίμως ἐκχέοντες αἷμα. Εἰσί τινες τῶν βασιλέων, οἵτινες ἐὰν νικήσωσι δύο ἔθνη, Περσῶν ἢ Γότθων, ἀρκοῦνται. ἄλλοι δὲ βασιλεῖς ἄπληστον καὶ τολμηρὸν νοῦν ἔχοντες σπουδάζουσιν ὅλα τὰ ἔθνη ὑποτάξαι καὶ ἔχειν ὑπὸ τὴν ἰδίαν ἐξουσίαν καὶ ἔχειν αὐτοὺς ὑποχειρίους καὶ εἶναι ἐπάνω ὅλων τῶν ἐθνῶν. Οὐδεὶς τῶν ἀκροτάτων τεχνιτῶν ἴσχυσε τὰ τέλη τῆς τέχνης καταλαβέσθαι. οὔτε ὁ τέλειος σοφιστὴς δύναται καυχήσασθαι ὡς καταλαβὼν τὸ τέλος τῶν λόγωνἀκατάληπτος γάρ ἐστιν ἡ φαινομένη σοφίαοὔτε ὁ ἄκρος φιλόσοφος ἠδυνήθη τὰ τέλη καταλαβεῖν, οὔτε ὁ ἀρχιτέκτων δύναται ἐξειπεῖν ὡς ἔφθασεν ὅλα τὰ βάθη τῆς ἐπιστήμης ἢ ἐγνώρισεν, οὔτε ὁ ἰατρὸς ὅλου τοῦ δόγματος περιγενέσθαι καὶ ὅλα τὰ τραύματα καὶ τὰ πάθη ἰάσασθαι. εἰ οὖν τὰ φαινόμενα τὰ ἐπὶ τῆς γῆς οὐ δύναταί τις καταλαβεῖν, πόσῳ μᾶλλον ἡ σοφία ἐκείνη ἡ πολυποίκιλος τοῦ θεοῦ ἄφραστός ἐστι καὶ ἀκατάληπτος. Ἔστι πόλις ἁγίων ἔχουσα ἀνάπαυσιν. οἱ οὖν διοδεύοντες ἐν τῇ πόλει ἄρχονται κόπτειν τὰ πάθη τῆς ψυχῆς δυνάμει θεοῦ, οἷον νικῶσι θυμόν, κενοδοξίαν, γαστριμαργίαν, ἐπιθυμίαν κακήν, ζῆλον, φιλαργυρίαν ψεῦδος καὶ τὰ ὅμοια. τούτων δὲ οὐδὲν οὐδαμῶς ἐκκόψαι δύνανται οἱ τοιοῦτοι, εἰ μὴ διὰ τῆς χάριτος τοῦ κυρίου ὁδεύοιεν· αὐτὸς γάρ ἐστιν ὁ εἰπών· «ἐγώ εἰμι ἡ ὁδός». ἐγγίζει τις τῇ πόλει ἐκείνῃ καὶ εἴς τινα βαθμὸν ἔτι ἐλλείπεται, ἐὰν μὴ ἀσφαλίσηται, ἀλλ' ἐκτραπῇ ἀπώλεσε τὰ πάντα καὶ ἠλλοτριώθη τῆς ἀναπαύσεως. εἰσὶ δὲ ἄλλοι βοηθούμενοι ὑπὸ τοῦ κυρίου καὶ κατὰ μικρὸν μικρὸν νικῶντες οὐ παρεξέρχονται τῆς ὁδοῦ, ἀλλ' εἰ καὶ μήπω ἔφθασαν εἰς τὴν πόλιν τέως διοδεύουσιν. ἔστιν αὐτὴ ἡ ψυχὴ ἔχουσα μέλη πολλὰ καὶ πάλιν αὐτὴ ἡ ἁμαρτία μέλη πολλὰ ἔχουσα. ἐνέσπειρε δὲ ἐκεῖ πολλὰ κακά, ἔπαρσιν, μῖσος, ψεῦδος, κακοήθειαν, δόλον, ὑπόκρισιν. ὁ οὖν κύριος παραγίνεται, φύσις τις ἡδυτάτη καὶ γλυκεῖα, ὥσπερ ἡ φύσις τοῦ μέλιτος γλυκεῖα καὶ ἡ τοῦ πυρὸς θερμαντική. Καὶ οἱ ἄνθρωποι ἐνεργούμενοι ὑπὸ τῆς θείας χάριτος νομίζουσιν, ὅτι καὶ τῶν ἐπισκόπων καὶ ὅλων τῶν διακόνων καλλίους ἐσμέν· πάσχουσι δὲ τοῦτο, ἐπειδὴ αὐτὸ ἐκεῖνο, ὃ ἐδέξαντο, οὐκ ἔστιν ὑπὸ τὸν οὐρανόν, ἐπειδὴ καινότερόν ἐστι καὶ ξένον καὶ ἀλλότριον τοῦ κόσμου τούτου· καὶ μὴ εἰδότες διακρῖναι τὰ πράγματα, φαντάζονται ὑπὸ τῆς ἁμαρτίας. αὐτὴ γὰρ ἡ ἁμαρτία καὶ συνούσης τῆς χάριτος κατέχει τὰς νομὰς τῆς ψυχῆς καὶ ὅλων τῶν μελῶν, καὶ κλεπτόμενοι ὑπὸ τοῦ κακοῦ οὐκ οἴδασιν· εἰς τύπον γὰρ τῆς χάριτος ἡ κακία πολεμεῖ αὐτούς. χρὴ οὖν ἐκεῖνο τὸ μικρὸν ζυμωθῆναι εἰς ὅλα τὰ μέλη καὶ ἀρτυθῆναι τῷ ἅλατι τῷ ἐπουρανίῳ ὅλον τὸν νοῦν, καὶ οὕτω κατὰ μικρὸν ἐξυδαροῦται καὶ λεπτύνεται καὶ διϋλίζεται τὸ κακὸν καὶ τὸ ὅλον νεκτὸν γίνεται. ὅταν γὰρ παχυνθῇ τὸ σκότος, ταχέως ἐργάζεται τὰ κακά. αὐτὴ γὰρ ἡ ἁμαρτία μήτηρ ἐστὶ τῶν ἁμαρτιῶν καὶ τῶν ἀνομιῶν. ὥσπερ τις ἐν ὀνείρῳ εὑρὼν τριάκοντα τυχὸν ὁλοκοτίνους φαντάζεται ὅτι ὃ οὐκ εἶχεν εὗρεν, οὕτως ἐμπαίζονται οἱ ἄνθρωποι ὑπὸ τῆς κακίας. Ὥσπερ ἵνα ᾖ θάλασσα ἁλμυρὰ καὶ πικρὰ καὶ ἔχῃ ἀπὸ διαστήματος πολλοῦ κόλπους τινάς, ἐν οἷς ὕδωρ γλυκὺ ἀπὸ διαφόρων τόπων, οὕτω καὶ ἐκ τῆς θαλάσσης τῆς οἰκουμένης ὀλίγοι εὑρίσκονται οἱ ἔχοντες τὴν γλυκεῖαν πηγὴν βρύουσαν ἐν ταῖς καρδίαις αὐτῶν. Ὅσοι προφῆται ἀνέστησαν συμφωνοῦντες τῷ Μωϋσῇ, ἐπειδὴ αὐτὸς πρῶτος αὐτῶν ἐστιν, οὗτοί εἰσιν οἱ ἀληθεῖς κοινωνοί· καὶ ὅσοι εἰσὶν ἐπίσκοποι ἢ διάκονοι τὸν κύριον ἔχοντες καὶ λαλοῦντες σύμφωνα τῶν εὐαγγελίων καὶ τοῖς ἀποστόλοις, οὗτοί εἰσιν ὡς εἰπεῖν ἓν οἰκοδόμημα· ἐποικοδομοῦσι γὰρ τῷ θεμελίῳ. εἰ δὲ ἀσυμφωνοῦσι, ψευδαπόστολοί εἰσι, ψευδοπροφῆταί εἰσιν. Οἱ ἄκροι τεχνῖται δύνανται δοκιμάσαι τὸ χάραγμα τοῦ νομίσματος. συμβαίνει γὰρ εἶναι τὸ νόμισμα εὔρυζον, λεπτῶς τι παρακεχάρακται, ὃ εἰ μὴ οἱ ἔμπειροι οἱ ἄπειροι οὐ δύνανται διακρῖναι, οὕτω καὶ εἰς τὸ πνευματικόν. πολλοὶ δίκαιοι φαινόμενοι νομίζονται εἶναι Χριστιανοί· τεχνιτῶν δέ ἐστι καὶ πεπειραμένων τὸ δοκιμάσαι, εἰ ἐξ ἀληθείας ἔχουσι τὸ σίγνον καὶ τὴν εἰκόνα τοῦ βασιλέως, εἰ μὴ ἐν αὐτοῖς τι παρακεχάρακταιτεχνιτῶν γὰρ ἔργα θαυμάζουσι τεχνῖται. εἰ δὲ μὴ ὦσι τεχνῖται, οὐ δύνανται δοκιμάσαι τοὺς ἐργάτας τοὺς δολίους, ἐπειδὴ καὶ αὐτοὶ σχῆμα ἐπιφέρονται μοναζόντων ἤτοι Χριστιανῶν. καὶ γὰρ οἱ ψευδαπόστολοι ἔπασχον ὑπὲρ τοῦ Χριστοῦ καὶ αὐτοὶ εὐηγγελίζοντο βασιλείαν οὐρανῶν. διὰ τοῦτο λέγει ὁ ἀπόστολος· «ἐν κινδύνοις μᾶλλον ἐγώ, ἐν θλίψεσιν ὑπερβαλλόντως», θέλων δεῖξαι, ὅτι πλέον αὐτῶν ἔπαθε. Χρυσὸς εὐχερῶς εὑρίσκεται, μαργαρῖται δὲ καὶ λίθοι τίμιοι προχωροῦντες εἰς διάδημα βασιλέως σπανίως· πολλάκις γὰρ καὶ ἐξ αὐτῶν οὐχ εὑρίσκονται προχωροῦντες εἰς τὸν στέφανον τοῦ Χριστοῦ, καὶ οἱ Χριστιανοὶ ἐποικοδομοῦσιν εἰς τὸν στέφανον τοῦ Χριστοῦ καὶ κοινωνὸς τῶν ἁγίων γίνεται ἡ ψυχὴ ἐκείνη. Δόξα τῷ ἀγαπήσαντι αὐτὴν καὶ ὑπὲρ αὐτῆς παθόντι καὶ ἀναστήσαντι αὐτὴν ἐκ τῆς νεκρώσεως αὐτῆς. Δόξα τῇ μεγαλειότητι αὐτοῦ. Ὥσπερ γὰρ ἐπὶ Μωϋσέως κάλυμμα ἐτίθεσαν ἐπὶ τὸ πρόσωπον αὐτοῦ διὰ τὸ μὴ δύνασθαι προσέχειν τῷ προσώπῳ αὐτοῦ τὸν λαόν, οὕτω καὶ σήμερον ἐπίκειται ἐπὶ τὴν καρδίαν σου κάλυμμα, ἵνα μὴ προσχῇς εἰς τὴν δόξαν ἐκείνην, ἣν εἶχεν εἰς τὸ πρόσωπον Μωϋσῆς. ὅταν δὲ περιαιρεθῇ τοῖς Χριστιανοῖς καὶ τοῖς ἀγαπῶσιν αὐτὸν τὸν Χριστὸν καὶ τοῖς ζητοῦσιν αὐτὸν κατ' ἀλήθειαν, τούτοις ἐπιφαίνεται καὶ ἐμφανίζει ἑαυτὸν καθὼς τὸ εὐαγγέλιον εἶπεν· «ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καὶ πάλιν λέγει ὁ κύριος· «καὶ μονὴν παρ' αὐτῷ ποιήσω». ὁρᾷς, ἀδελφέ, τὴν προτροπὴν τοῦ Χριστοῦ, πῶς ἡμᾶς καλεῖ εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. προκειμένης οὖν βασιλείας σπουδάσωμεν προσελθεῖν ἐξ ὅλης καρδίας πρὸς τὸν ἀψευδῆ, ἵνα τύχωμεν τῆς ἐπαγγελίας καὶ τῆς καινῆς διαθήκης, ἣν ἐνεκαίνισεν ὁ κύριος διὰ τοῦ θανάτου καὶ τοῦ σταυροῦ, κατέλθων καὶ διαρρήξας πύλας τοῦ ᾅδου καὶ ἐξαγαγὼν τὰς ψυχὰς τὰς πιστὰς καὶ δοὺς αὐταῖς ἔνδον παράκλητον καὶ ἀνενέγκων αὐτὰς εἰς τὴν ἡτοιμασμένην βασιλείαν αὐτοῦ, εἰς τὸν αἰῶνα τὸν ἐκεῖ, εἰς τὴν πόλιν τὴν Ἱερουσαλήμ, εἰς τὴν ἐκκλησίαν τὴν ἐπουράνιον, εἰς τὸν χορὸν τῶν ἁγίων ἀγγέλων. Δόξα τῇ μεγαλειότητι αὐτοῦ τοῦ οὕτως ἀγαπήσαντος ἡμᾶς. Ἀμήν. ΛΟΓΟΣ ΛΕʹ.

Intertext edge

Open linked passage

Note