Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1.1
Ὁ τῶν ἁπάντων δεσπότης, ὁ φιλάνθρωπος θεός, πανταχοῦ καὶ ἐν πᾶσι κτίσμασίν ἐστι καὶ πάντα τὰ κτίσματα τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια ἐν αὐτῷ εἰσι καὶ ἐν αὐτῷ συνεστήκασι, καθὼς ὁ Παῦλος εἶπεν· «ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα» καὶ «οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον
35.1.2
αὐτοῦ.» ἐν πᾶσιν οὖν ἐστι καὶ πανταχοῦ ἐστι, καὶ διὰ ποίαν αἰτίαν οὐ θεωροῦσιν αὐτὸν αἱ ψυχαὶ πάντων ἀνθρώπων, ἀλλὰ ἀφανὴς τυγχάνει ἐνταῦθα ὤν; τί τὸ ἐν μέσῳ ὂν καὶ τί τὸ ἐμποδίζον; ἀλλὰ τοῦτο δῆλον. καὶ γὰρ τὸ πνεῦμα διὰ τῶν γραφῶν ἀνήγγειλεν ἡμῖν, ὅτι ἀπὸ τῆς παραβάσεως Ἀδάμ, τοῦ πρώτου ἀνθρώπου τοῦ παραβάντος τὴν ἐντολὴν τοῦ θεοῦ, εἰσελθοῦσα «ἡ ἁμαρτία εἰς τὸν κόσμον», τὸ πνεῦμα τῆς πονηρίας, «ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος», ὁ ἀπατήσας τὸν Ἀδὰμ καὶ κατασπάσας αὐτὸν ἀπὸ τῆς αὐτοῦ δόξης ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν καὶ δοῦλον καὶ ὑποχείριον αὐτὸν λαβὼν καὶ πάντα τὰ
35.1.3
αὐτοῦ τέκνα, οὗτος αὐτὸς τῷ ἑαυτοῦ σκότει ἐκάλυψε τὴν ψυχὴν τοῦ μὴ ἐνορᾶν τῷ ποιήσαντι αὐτήν, τοῦ μὴ ἀπολαύειν τοῦ φωτὸς αὐτοῦ. αὕτη ἐστὶν ἡ αἰτία καὶ ἡ συμφορὰ ἡ ἐξ ἀρχῆς γενομένη τῷ ἀνθρώπῳ, τοῦ μὴ βλέπειν τὸν δεσπότην αὐτοῦ καὶ τὰ ἀρεστὰ αὐτῷ ποιεῖν, ἀλλ' εἶναι ἐν τῷ σκότει τῆς ἁμαρτίας καὶ τὰ θελήματα τῆς ἁμαρτίας ἐργάζεσθαι τῆς εἰσελθούσης εἰς τὸν ἄνθρωπον καὶ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς τυφλωσάσης. πρὸ γὰρ τοῦ παραβῆναι τὸν Ἀδὰμ καθαρὸς ὢν ἀπὸ ἁμαρτίας ἑώρα τὸν δεσπότην αὐτοῦ καὶ ὁμιλίας κατηξιοῦτο δεσποτικῆς καὶ μετὰ ἀγγέλων ἠγαλλιᾶτο. ἐξ οὗ δὲ ᾐχμαλωτίσθη ὑπὸ τῆς πονηρίας, ἔκτοτε οἱ ὀφθαλμοὶ τῆς ψυχῆς ἐτυφλώθησαν, καὶ οὐκέτι ὁρᾷ τὸν κύριον αὐτῆς ἐνταῦθα ὄντα, ἄλλ' ἀφανὴς αὐτῇ καθέστηκεν. ἐν πᾶσι τοίνυν καὶ πανταχοῦ τυγχάνει ὁ θεός, ἀλλὰ διὰ τὸ κάλυμμα τοῦ σκότους τὸ ἐπικείμενον τῇ ψυχῇ ὡς μακρὰν ἀπὸ τῆς ψυχῆς ἐστιν.
35.1.4
Ὥσπερ γὰρ οἱ κατὰ σῶμα τυφλοὶ τὸν ἥλιον πανταχοῦ λάμποντα καὶ εἰς τοὺς ὀφθαλμοὺς αὐτῶν ὄντα οὐχ ὁρῶσι παρὰ τὸ τετυφλῶσθαι αὐτούς, καὶ ὥσπερ ὁ κωφὸς τὰς φωνὰς καὶ τὰς λαλιὰς οὐκ ἀκούει τὰς ἐγγὺς αὐτοῦ καὶ εἰς αὐτὸν γινομένας παρὰ τὸ κεκωφῶσθαι αὐτόν, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ τυφλωθεῖσα ὑπὸ τῆς ἁμαρτίας τῆς εἰσελθούσης εἰς αὐτὴν καὶ σκότει πονηρίας καλυφθεῖσα οὔτε βλέπει τὸν ἥλιον τῆς δικαιοσύνης οὔτε ἀκούει τῆς
35.1.5
φωνῆς τῆς ζώσης καὶ θείας καὶ πανταχοῦ οὔσης. καὶ ὥσπερ νεκρὸς οὐκ ἀναπνεῖ τὸν ἔγγιστα ἀέρα ἐν ᾧ ἐστι διὰ τὸ μὴ ἔχειν αὐτὸν ψυχήν, καὶ ἰδοὺ κλαίουσιν ἐπ' αὐτῷ πάντες οἱ ἀγαπητοὶ αὐτοῦ καὶ οἱ γείτονες, ὁ δὲ οὐκ ἀκούει οὕτως ἡ ψυχὴ νεκρωθεῖσα ἀπὸ τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον μὴ ἔχουσα τὸν ἀέρα ἐκεῖνον τῆς βασιλείας τῆς θεότητος οὐκ ἀναπνεῖ ἐνταῦθα ὄνταὥς φησιν ὁ κύριος· «ἡ βασιλεία τοῦ θεοῦ χαμαὶ ἥπλωται καὶ οἱ ἄνθρωποι οὐκ ἐμβλέπουσιν αὐτήν», καὶ πάλιν· «ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστι» καὶ κλαίει ἐπ' αὐτῇ ὁ κύριος καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ πάντες οἱ ἄγγελοι διὰ
35.1.6
τὴν ἀπώλειαν καὶ τὴν νέκρωσιν αὐτῆς, ἡ δὲ οὐκ ἀκούει οὐδὲ ὁρᾷ. ὥσπερ πάλιν ἐπὶ τῇ μετανοούσῃ καὶ ζῳοποιουμένῃ ψυχῇ χαίρουσι· καὶ γάρ φησιν· «χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι». ὥσπερ οὖν ἐγγύς ἐστιν ἡ ψυχὴ τοῦ ἀνθρώπου ἐν τῷ ἀνθρώπῳ, ὁ δὲ νοῦς πόρρω καὶ μακρὰν δύναται εἶναι, οὕτως ὁ θεὸς ἐγγὺς τῆς ψυχῆς ὢν μακρὰν ἀπὸ τῆς σῆς διανοίας ἐστίν, ἀλλὰ καὶ ἐγγύς ἐστι καὶ μακράν ἐστι.
35.1.7
Πιστεῦσαι τοίνυν χρὴ ἐξ ὅλης καρδίας καὶ ἀγάπης καὶ ζητῆσαι τὸν κύριον καὶ παρακαλέσαι, ἵνα φανερωθῇ καὶ ἐμφανίσῃ καὶ ἐνεργήσῃ ἐν ταῖς ψυχαῖς
35.1.8
ἡμῶν ὁ ἐνταῦθα ὢν καὶ ἐν ἡμῖν ὤν. εἰ γὰρ ἡ τοῦ ἡλίου ἐνέργεια καὶ θερμότης ἕως ἔνδον τοῦ σώματος χωρεῖ, ὁμοίως καὶ ἡ τοῦ κρύους ψυχρότης ἕως ἔνδον τοῦ σώματος διήκει καὶ ἐνεργεῖ, καὶ εἰ ἡ τοῦ πυρὸς θερμότης καὶ ἐνέργεια ἕως ἔνδον τῶν λεβήτων εἴσεισιν, ἕψουσα τὸ κρέας χρήσιμον τοῖς ἀνθρώποις γινόμενον, πόσῳ μᾶλλον ὁ τούτων ποιητὴς καὶ κτίστης, ἡ τοῦ θείου πνεύματος δύναμις, ἐπὰν τῇ ἑαυτοῦ εὐδοκίᾳ φανερωθῇ καὶ ἐνεργήσῃ εἰς τὴν ψυχήν, τῷ ἑαυτοῦ φωτὶ φωτίσει καὶ τῷ ἑαυτοῦ θείῳ πυρὶ τῆς θερμότητος ἑψήσει ἐκ τῆς ὠμότητος τῆς ἁμαρτίας καὶ οὕτως ἡδὺ καὶ χρήσιμον καὶ βρώσιμον εἰς
35.1.9
τὴν ἐπουράνιον τράπεζαν τῷ ἐπουρανίῳ πατρὶ ἀποκαταστήσει. εἰ γὰρ ὁ ἀὴρ οὗτος ἐν τῷδε τῷ βίῳ πανταχοῦ τυγχάνει, καὶ εἰ τὸ σκότος τῆς νυκτὸς πανταχοῦ ἐστι καὶ ἐν πᾶσι κτίσμασι, πόσῳ μᾶλλον ὁ τούτων κτίστης καὶ δημιουργός. ἐνταῦθα τοίνυν ἐστὶν ὁ κύριος καὶ ἐγγὺς ἡμῶν τυγχάνει, ἀλλὰ τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀγαπῶσιν αὐτὸν καὶ προσδοκῶσιν ἀποκαλύπτεται καὶ φανεροῦται κατὰ τὸν τοῦ κυρίου λόγον· «ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καὶ πάλιν· «ἐλευσόμεθαἐγὼ καὶ ὁ πατήρ μουκαὶ μονὴν παρ' αὐτῷ ποιήσομεν».
35.1.10
Χρὴ τοίνυν τὸν προσερχόμενον τῷ κυρίῳ καὶ αἰτοῦντα ζωὴν αἰώνιον μετὰ πολλῆς πίστεως καὶ πεποιθήσεως προσέρχεσθαι καὶ πεποιθέναι ἐν τούτῳ, ὅτι διὰ τοὺς ἁμαρτωλοὺς καὶ αἰχμαλώτους καὶ τοὺς συντετριμμένους τῇ καρδίᾳ καὶ χωλοὺς καὶ τυφλοὺς καὶ κωφοὺς τῇ ψυχῇ ἦλθεν ὁ κύριος καὶ ἐσταυρώθη καὶ ἀπέθανεν, ἵνα ἀναστήσῃ καὶ ἰάσηται τὰς πάντων ψυχάς. διὰ γὰρ Ἠσαΐου τὸ πνεῦμα προεφήτευσε περὶ τῆς ἐλεύσεως τοῦ κυρίου, πῶς μέλλει ἰᾶσθαι τὰς ψυχάς· «πνεῦμα κυρίου, φησίν, ἐπ' ἐμέ, οὗ ἕνεκεν ἐχρισέ με εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, παρακαλέσαι τοὺς πενθοῦντας, δοῦναι τοῖς πενθοῦσιν ἀντὶ σποδοῦ ἄλειμμα εὐφροσύνης, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας». τῷ δὲ θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 36. τ. 1 ΛΟΓΟΣ Λςϛʹ. Περὶ παραδείσου καὶ νόμου πνευματικοῦ20