Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 36 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
36.1.1
Ὥσπερ ἐκ τῶν φανερῶν ἔργων ἔστι νοῆσαι τὰ κεκρυμμένα νοήματα, οὕτω καὶ τὰ τῆς ψυχῆς πράγματα ἐστι συνιέναι ἀπὸ τῶν τῆς γραφῆς διηγημάτων. τοῦτο δὲ οὐ πάντες, ἀλλ' ὅσοι διὰ κακουχίας μερικῶς ἀπάθειαν ἐκτήσαντο.
36.1.2
ὥσπερ γὰρ τὰ μέλλοντα ἡ γραφὴ διηγεῖται, οὕτω καὶ τὰ τῆς ψυχῆς πράγματα. τὰ γὰρ μέλλοντα πάντα εἰς αὐτὴν πνευματικῶς ἐγκέκρυπται καὶ ὧν τις μετέχει
36.1.3
ἀπεντεῦθεν τούτων κἀκεῖ μέτοχος τυγχάνει. ὅταν οὖν ἀκούσῃς τῆς γραφῆς διηγουμένης τὰ τοῦ παραδείσου καὶ τὰ τοῦ Ἀδὰμ καὶ τὰ τοῦ ὄφεως, προσέχε ἀκριβῶς τῇ καρδίᾳ σου, καὶ εὑρήσεις παράδεισον μὲν τὸν τοῦ κυρίου λόγον, τὴν δὲ ἐν αὐτῷ ἀπόλαυσιν τὴν μετοχὴν τοῦ ἁγίου πνεύματος, ὄφιν δὲ τὴν προσελισσομένην ἡδυπάθειαν, διὰ τῆς συντροφίας προσέρπουσαν καὶ ἀπατῶσαν ἡμᾶς τοῦ γεύσασθαι τοῦ ξύλου (τουτέστι μερίμνης βιωτικῆς) καὶ ἀποκτένωντα διὰ τῆς παρακοῆς· μὴ μεριμνήσητε γὰρ περὶ τῆς αὔριον. τὰ συναμφότερα δὲ ὁ αὐτὸς θεὸς ἔφη, καὶ τὸ εἰρήμενον· «ᾗ δ' ἂν ἡμέρᾳ φάγητε τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε» καὶ τό· «βλέπετε μὴ βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ». θανατοῖ γὰρ τὴν ψυχὴν τὸ ἐκ τῆς μερίμνης καὶ κραιπάλης ἐπιγινόμενον σκότος, ἐκβάλλον αὐτὴν ἐκ τοῦ πνευματικοῦ λόγου καὶ στεροῦν
36.1.4
αὐτὴν τῆς θείας ἐνεργείας. τούτου οὖν τοῦ ξύλου ὁ κύριος ἡμᾶς ἀπείργει λέγων· μηδὲν μεριμνᾶτε πλὴν τῆς βασιλείας. ὅσοι γὰρ εἰσῆλθον εἰς τὸν τοῦ θεοῦ παράδεισον καὶ ἐφύλαξαν τὴν ἐντολὴν ταύτην, οὐκ ἐξεβλήθησαν, ἀλλ' ὅσον τῶν γηΐνων ἀπέσχοντο, τῶν πνευματικῶν ἑκατονταπλασίως ἀπήλαυσαν, ἐνερ
36.1.5
γῶς καὶ ὁμοιοτρόπως τῆς χάριτος παρακαλούσης. εὐξώμεθα τοίνυν καὶ ἡμεῖς φυλάξαι αὐτήν, ἵνα ἐμμείναντες εἰς τὸν τοῦ κυρίου λόγον ἀπολαύσωμεν τῆς τοῦ πνεύματος τρυφῆς καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι. ὥσπερ γὰρ ἐκβάλλεται Ἀδὰμ ἀπογευσάμενος τοῦ ξύλου τῆς γνώσεως, οὕτως οὐ δύνανται μένειν εἰς τὸν τοῦ Χριστοῦ λόγον οἱ τὰ γήϊνα φρονοῦντες.
36.2.1
Κατὰ τὸ γεγραμμένον, ὅτι «ἡ φιλία τοῦ κόσμου τούτου ἔχθρα τοῦ θεοῦ ἐστι». διὸ ἡ γραφὴ κελεύει «πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτοῦ καρδίαν», ἵνα τις ὡς παράδεισον φυλάσσων τὸν αὐτοῦ λόγον ἀπολαύῃ τῆς χάριτος, μὴ ἀκούων τοῦ ἔνδον εἱλισσομένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονήν, δι' ἧς γεννᾶται θυμὸς ἀδελφοκτόνος καὶ ἀποθνῄσκει ψυχὴ ἡ τίκτουσα, ἀλλ' ἀκούων τοῦ κυρίου κελεύοντος ἐπιμελεῖσθαι πίστεως καὶ ἐλπίδος, δι' ὧν γεννᾶται ἡ φιλόθεος καὶ
36.2.2
φιλάνθρωπος ἀγάπη, τὴν αἰώνιον ζωὴν παρέχουσα. εἰς τοῦτον τὸν παράδεισον εἰσηνέχθη Νῶε, τὴν ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς. τοῦτον φυλάσσων Ἀβραὰμ φωνῆς θεοῦ ἤκουε. τοῦτον φυλάσσων Μωϋσῆς δόξαν ἐπὶ τοῦ προσώπου ἐλάμβανε καὶ τὴν κτίσιν μετέβαλλεν. ὁμοίως Δαβὶδ τοῦτον φυλάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν κατεκυρίευσεν. ἀλλὰ καὶ Σαούλ, ἕως ἐφύλασσε τὴν καρδίαν εὐωδοῦτο. ὅτε δὲ εἰς τέλος παρέβη, τότε εἰς τέλος παρελήφθη. ἐν μέτρῳ γὰρ κατ' ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ κυρίου. ὅσον ἐπικρατεῖ τις αὐτοῦ, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον φυλάσσει, φυλάσσεται τοσοῦτον.
36.2.3
Διὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν ἕτερον μεριμνῶντες, ἀλλὰ τοῦ γηΐνου πνεύματος τὸ φιλόθεον προκρίνοντες, οὐ μόνον λόγῳ ἢ γνώσει ψιλῇ, ἀλλ' ἐν λόγῳ καὶ ἔργῳ δι' αὐτῶν τῶν πραγμάτων. ἀντὶ πλούτου ἑλόμενοι πτωχείαν, ἀντὶ δόξης ἀτιμίαν, ἀντὶ ἀπολαύσεως κακουχίαν, ὅθεν καὶ ἀντὶ θυμοῦ ἀγάπην. μισοῦντες γὰρ τὰ ἡδέα τοῦ βίου τοὺς ἀφαιρουμένους αὐτὰ μᾶλλον ἠγάπων ὡς συνεργοῦντας αὐτοῖς πρὸς τὸν σκοπόν, ἀπεχόμενοι τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. οὐδὲ γὰρ τοὺς ἀγαθοὺς ᾑροῦντο, τοὺς δὲ κακοὺς ᾐτιῶντο, πάντας ἀποκρισιαρίους τῆς δεσποτικῆς οἰκονομίας ἡγούμενοι. πρὸς πάντας οὖν
36.2.4
εἶχον ἐνδιάθετον εὔνοιαν. ὅταν γὰρ ἤκουον τοῦ κυρίου λέγοντος· «ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν», τότε τοὺς ἀδικοῦντας εὐεργέτας ἐλογίζοντο εἰς ἄφεσιν ἔχοντες τὰς παρ' αὐτῶν ἀφορμάς. ὅτε δὲ πάλιν ἤκουον λέγοντος· «καθὼς θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε ὁμοίως», τότε καὶ τοὺς ἀγαθοὺς κατὰ συνείδησιν ἠγάπων. ἀφέντες γὰρ τὴν δικαιοσύνην τὴν ἑαυτῶν καὶ τὴν τοῦ θεοῦ δικαιοσύνην ζητοῦντες εὗρον ἀκολούθως καὶ τὴν ἀγάπην ἐν
36.2.5
αὐτῇ κατὰ φύσιν ἐγκεκρυμμένην. καὶ γὰρ ὁ κύριος, πολλὰ περὶ τῆς ἀγάπης ἐντειλάμενος, «τὴν δικαιοσύνην» ἐκέλευσε ζητεῖν «τοῦ θεοῦ»· οἶδε γὰρ αὐτὴν μητέρα τῆς ἀγάπης ὑπάρχουσαν. οὐκ ἔστι γὰρ ἄλλως σωθῆναι, εἰ μὴ διὰ τοῦ πλησίον καθὼς ὁ κύριος, ἐνετείλατο εἰπών· «ἄφετε καὶ ἀφεθήσεται ὑμῖν». οὗτός ἐστιν ὁ τοῦ πνεύματος νόμος, ὁ ἐν καρδίαις πισταῖς ἐγγραφόμενος, τὸ πλήρωμα τοῦ πρώτου νόμου· «οὐκ ἦλθον, γάρ φησι, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι». πῶς δὲ πληροῦται, μάθε.
36.2.6
Ὁ πρῶτος νόμος διὰ τῆς εὐλόγου ἀφορμῆς τοῦ ἁμαρτήσαντος κατέκρινεν περισσοτέρως τὸν ἀδικηθέντα· «ἐν ᾧ γὰρ κρίνει τις τὸν ἕτερον, ἑαυτὸν κατακρίνει», ἐν ᾧ δὲ ἀφίησιν ἀφεθήσεται αὐτῷ. οὕτω γὰρ καὶ ὁ νόμος λέγει· «ἀνὰ
36.2.7
μέσον κρίσεως κρίσις καὶ ἀνὰ μέσον ἀφῆς ἀφή». πλήρωμα οὖν νόμου ἡ ἄφεσις τυγχάνει. πρῶτον δὲ νόμον εἰρήκαμεν, οὐχ ὅτι ὁ θεὸς δύο νόμους παρέθετο τοῖς ἀνθρώποις, ἀλλ' ἕνα· πνευματικὸν μὲν κατὰ φύσιν, κατὰ δὲ τὴν ἐκδίκησιν δικαίαν ἐπιφέροντα ἑκάστῳ τὴν ψῆφον. τῷ ἀφίεντι ἀφήσει καὶ τῷ παραζητοῦντι παραζητήσει. φησὶ γάρ· «μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις». διὰ τοῦτο οἱ πνευματικῶς αὐτὸν τὸν νόμον ἐκτελοῦντες καὶ ἀναλόγως τῆς χάριτος μετέχοντες, οὐ μόνον τοὺς εὐεργετοῦντας, ἀλλὰ καὶ τοὺς ὀνειδίζοντας καὶ διώκοντας ἠγάπων, τὴν πνευματικὴν ἀνταπόδοσιν ἐκδεχόμενοι τῶν ἀγαθῶν. οὐχ ὅτι τὰ ἀδικήματα συνεχώρησαν, ἀλλ' ὅτι καὶ τὰς ψυχὰς τῶν ἀδικούντων εὐηργέτησαν· οὕτω γὰρ αὐτοὺς παρετίθεντο τῷ θεῷ, ὡς δι' αὐτῶν τοῦ μακαρισμοῦ τυγχάνειν, ὥς φησι· «μακάριοί ἐστε, ὅταν διώξωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν». ὑπὸ δὲ τοῦ πνευματικοῦ νόμου οὕτω φρονεῖν ἐδιδάσκοντο.
36.2.8
Ὑπομενόντων γὰρ αὐτῶν καὶ τὴν νοερὰν πραΰτητα τηρούντων ὁ κύριος, βλέπων τὴν ὑπομονὴν τῆς καρδίας πολεμουμένης καὶ τῆς ἀγάπης μὴ ἐξισταμένης, διέρρηξε «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ τέως τὴν ἔχθραν ἀπέβαλε, καὶ οὐκέτι μετὰ βίας, ἀλλὰ μετὰ βοηθείας εἶχον τὴν ἀγάπην. ὁ κύριος λοιπὸν κατήργει τὴν στρεφομένην ῥομφαίαν, τὴν κινοῦσαν τοὺς λογισμούς, καὶ εἰσήρχοντο «εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ κύριος», καὶ ἐνετρύφων τοῖς καρποῖς τοῦ πνεύματος, καὶ τὰ μέλλοντα ἐν βεβαιότητι καρδίας θεασάμενοι κατὰ τὸν ἀπόστολον ὡς ἐν ἐσόπτρῳ ἐν αἰνίγματι ἔλεγον, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν».
36.3.1
Ἀλλὰ ἐγὼ τοῦτο τὸ θαυμαστὸν ἐπερωτήσω· εἰ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», ὑμεῖς αὐτὰ πῶς οἴδατε, μάλιστα ἐν ταῖς Πράξεσιν ὁμολογήσαντες «ὁμοιοπαθεῖς» ἡμῶν εἶναι ἄνθρωποι; Ἀλλ' ἄκουε, τί ἀποκρίνεται πρὸς ταῦτα ὁ μακάριος ἀπόστολος· «ἡμῖν δέ, φησίν, ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ. τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ». ἀλλ' ἵνα μή τις εἴπῃ, ὅτι αὐτοῖς ἐδόθη τὸ πνεῦμα τὸ ἅγιον ὡς ἀποστόλοις, ἡμῖν δὲ κατὰ φύσιν ἀχώρητον τοῦτο, διὰ τοῦτο λέγει ἐπευχόμενος· «ὁ θεὸς δώῃ ὑμῖν δυνάμει κραταιωθῆναι εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν», «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία», καὶ πάλιν λέγει· «εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ».
36.3.2
Εὐξώμεθα τοίνυν καὶ ἡμεῖς ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει λαβεῖν τὴν χάριν τοῦ ἁγίου πνεύματος καὶ εἰσελθεῖν ὅθεν ἐξεβλήθημεν καὶ τοῦ λοιποῦ ἀποστραφῆναι τὸν θυμοτόκον ὄφιν καὶ κενόδοξον σύμβουλον, τὸ πνεῦμα τῆς μερίμνης καὶ κραιπάλης, ὅπως βεβαίως πιστεύσαντες τὰς ἐντολὰς διὰ τοῦ κυρίου φυλάξωμεν καὶ αὐξηθῶμεν ἐν αὐτῷ «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας», τοῦ μηκέτι κατακυριευθῆναι ὑπὸ τῆς ἀπάτης τοῦ αἰῶνος τούτου, ἀλλ' εἶναι ἐν πληροφορίᾳ τοῦ πνεύματος καὶ μὴ ἀπιστεῖν, ὅτι καὶ εἰς ἁμαρτωλοὺς μετα
36.3.3
νοοῦντας ἡ χάρις τοῦ θεοῦ εὐδοκεῖ. τὸ γὰρ κατὰ χάριν δωρούμενον οὐκέτι ἐν παρεικασμῷ τῆς προλαβούσης ἀσθενείας μετρεῖται, «ἐπεὶ ἡ χάρις οὐκέτι χάρις», ἀλλὰ τῷ παντοδυνάμῳ θεῷ πιστεύσαντες ἁπλῇ καὶ ἀπεριέργῳ καρδίᾳ προσέλθωμεν τῷ διὰ πίστεως τοῦ πνεύματος τὴν μετουσίαν χαριζομένῳ καὶ οὐ διὰ παρεικασμοῦ φύσεως ἔργων· φησὶ γάρ· «οὐκ ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἀλλ' ἐξ ἀκοῆς πίστεως».
36.4.1
Ἐρώτησις. Εἶπας, ὅτι πάντα εἰς τὴν ψυχὴν πνευματικῶς ἐγκέκρυπται. τί οὖν ἐστι· «θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι»; Ἀπόκρισις. Καὶ ἡ ἐκκλησία ἐν δυσὶ προσώποις νοεῖται, ἐν τῷ συστήματι τῶν πιστῶν καὶ ἐν τῷ συγκρίματι τῆς ψυχῆς. ὅταν οὖν πνευματικῶς εἰς τὸν ἄνθρωπον λαμβάνηται, ἐκκλησία μέν ἐστιν ὅλον τὸ σύγκριμα αὐτοῦ· πέντε δὲ λόγοι εἰσὶ περιεκτικαὶ ἀρεταί, ὅλον τὸν ἄνθρωπον οἰκοδομοῦσαι, πολυτρόπως διαιρούμεναι. ὥσπερ γὰρ ὁ λαλῶν ἐν κυρίῳ διὰ πέντε λόγων πᾶσαν σοφίαν περιέλαβεν, οὕτως ὁ ἀκολουθῶν τῷ κυρίῳ διὰ πέντε ἀρετῶν οἰκοδομεῖ τὴν εὐσέβειαν. πέντε γὰρ οὖσαι πάσας περιέχουσι· πρώτη εὐχή, λοιπὸν ἐγκράτεια, ἐλεημοσύνη, πτωχεία, μακροθυμία. ταῦτα πόθῳ καὶ προαιρέσει ἐπιτελούμενα λόγοι εἰσὶ τῆς ψυχῆς ὑπὸ κυρίου λαλούμενοι καὶ ὑπὸ καρδίας ἀκουόμενοι. ὁ γὰρ κύριος ἐνεργεῖ καὶ τὸ πνεῦμα τότε νοερῶς λαλεῖ, καὶ ἡ καρδία ὅσον ἐπιποθεῖ τοσοῦτον καὶ φανερῶς ἐπιτελεῖ. αἱ δὲ ἀρεταί, ὥσπερ εἰσὶ περιεκτικαὶ πασῶν, οὕτω καὶ ἀλλήλων γεννητικαί. τῆς πρώτης γὰρ ἀπολειπομένης ἀναιροῦνται πᾶ
36.4.2
σαι, ὁμοίως δὲ καὶ τῆς δευτέρας αἱ ἀκόλουθοι καὶ ὡσαύτως καθεξῆς. πῶς γὰρ εὔξεταί τις μὴ ὑπὸ τοῦ πνεύματος ἐνεργηθείς; καὶ μαρτυρεῖ ἡ γραφὴ λέγουσα· «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ». πῶς δὲ ὑπομείνῃ ὁ χωρὶς εὐχῆς ἐγκρατευόμενος ἀβοηθήτως; ὁ δὲ ἐν παντὶ μὴ ἐγκρατευόμενος πῶς ἐλεήσει τὸν πεινῶντα ἢ τὸν ἀδικούμενον; ὁ δὲ οὐκ ἐλεῶν οὐδὲ πτωχεύειν ἑκουσίως καταδέχεται. πάλιν δὲ τῆς τῶν χρημάτων ἐπιθυμίας
36.4.3
ὁ θυμὸς σύντροφος, κἂν ἔχῃ χρήματα κἂν μὴ ἔχῃ. ἡ δὲ ἐνάρετος ψυχὴ οὕτω προσοικοδομεῖται τῇ ἐκκλησίᾳ, οὐχ ὅτι ἐποίησεν, ἀλλ' ὅτι ἐπόθησεν· οὐ γὰρ τὸ ἴδιον ἔργον σῴζει τὸν ἄνθρωπον, ἀλλ' ὁ χαρισάμενος τῷ ἀνθρώπῳ τὴν δύναμιν. εἰ οὖν ὑπομένει τις τὰ στίγματα τοῦ δεσπότου, μὴ οἰηθῇ ἔν τινι, κἂν τὸ τυχὸν οἴκοθεν πεποιηκέναι, καὶ ἐπιτηδεύειν πρὸς τὰς εὐεργεσίας. μὴ οὖν δόξῃς ποτὲ ἐν ἀρετῇ προειληφέναι τὸν κύριον κατὰ τὸν λέγοντα, ὅτι αὐτός ἐστιν «ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας».
36.5.1
Ἐρώτησις. Τί οὖν ἡ γραφὴ παντὶ ἀνθρώπῳ παραγγέλλει τοῦτο ποιεῖν; Ἀπόκρισις. Προείπομεν, ὅτι τὴν ἐπιτηδειότητα ὁ ἄνθρωπος ἔχει κατὰ φύσιν, καὶ ταύτην ὁ θεὸς ἐπιζητεῖ. παραγγέλλει οὖν, ἵνα πρῶτον νοήσῃ καὶ νοήσας ἀγαπήσῃ καὶ θελήματι ἐπιτηδεύσῃ. τὸ δὲ ἐνεργηθῆναι τὸν νοῦν ἢ ὑπομεῖναι τὸν κόπον ἢ τελειῶσαι τὸ ἔργον ἡ χάρις τοῦ κυρίου παρέχει τῷ θελήσαντι καὶ πιστεύσαντι. τὸ οὖν θέλημα τοῦ ἀνθρώπου ὡς παράστασις ὑποστατική· μὴ παρόντος δὲ τοῦ θελήματος οὐδὲ αὐτὸς ποιεῖ, καίπερ δυνάμενος ὡς θεός, ἀλλὰ διὰ τὸ αὐτεξούσιον. ἡ οὖν τελεσιουργία τοῦ θεοῦ, τὸ δὲ θέλημα τοῦ ἀνθρώπου, πλὴν ἐὰν ὅλον τὸ θέλημα δῶμεν, ὅλον τὸ ἔργον ἡμῖν ἐπιγράφει. θαυμαστὸς ὁ θεὸς ἐν πᾶσι καὶ ἀπερινόητος, ἄνθρωποι δὲ μέρος τι τῶν θαυμασίων αὐτοῦ λαλεῖν ἐπιχειροῦμεν, τῇ γραφῇ ἐπερειδόμενοι, μᾶλλον δὲ ὑπ' αὐτῆς συνετιζόμενοι. «τίς, γάρ φησιν, ἔγνω νοῦν κυρίου;» αὐτὸς δέ φησι· «ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε». ὡς ἐκ τούτου πιστεύειν, ὅτι αὐτὸς ἡμᾶς ἐπισυνάγει, ἡμῶν δὲ παραζητεῖ μόνον τὸ θέλημα. τίς δὲ ἡ φανέρωσις τοῦ θελήματος· πόνος ἑκούσιος.
36.5.2
Ὥσπερ γὰρ ὁ σίδηρος πρίζων, κόπτων, γεωργῶν, καταφυτεύων, αὐτὸς μὲν ὑποθλιβόμενος ἐνδίδωσι, πλὴν ἄλλος ἐστὶν ὁ κινῶν καὶ ἐπάγων, καὶ ἐν τῷ συντριβῆναι πυρῶν καὶ ἀνακαινίζων, οὕτω καὶ ὁ ἄνθρωπος κἂν θλίβηται καὶ κοπιᾷ ἐργαζόμενος τὸ ἀγαθόν, πλὴν ὁ κύριος λανθανόντως ἐν αὐτῷ ἐργάζεται, καὶ ἐν τῷ κοπιάσαι καὶ συντριβῆναι τὴν καρδίαν παρακαλῶν καὶ ἀνα
36.1.5
θεοῦ παράδεισον καὶ ἐφύλαξαν τὴν ἐντολὴν ταύτην, οὐκ ἐξεβλήθησαν, ἀλλ' ὅσον τῶν γηΐνων ἀπέσχοντο, τῶν πνευματικῶν ἑκατονταπλασίως ἀπήλαυσαν, ἐνερ
36.1.6
γῶς καὶ ὁμοιοτρόπως τῆς χάριτος παρακαλούσης. εὐξώμεθα τοίνυν καὶ ἡμεῖς φυλάξαι αὐτήν, ἵνα ἐμμείναντες εἰς τὸν τοῦ κυρίου λόγον ἀπολαύσωμεν τῆς τοῦ πνεύματος τρυφῆς καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι. ὥσπερ γὰρ ἐκβάλλεται Ἀδὰμ ἀπογευσάμενος τοῦ ξύλου τῆς γνώσεως, οὕτως οὐ δύνανται μένειν εἰς τὸν τοῦ Χριστοῦ λόγον οἱ τὰ γήϊνα φρονοῦντες.
36.2.2
Κατὰ τὸ γεγραμμένον, ὅτι «ἡ φιλία τοῦ κόσμου τούτου ἔχθρα τοῦ θεοῦ ἐστι». διὸ ἡ γραφὴ κελεύει «πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτοῦ καρδίαν», ἵνα τις ὡς παράδεισον φυλάσσων τὸν αὐτοῦ λόγον ἀπολαύῃ τῆς χάριτος, μὴ ἀκούων τοῦ ἔνδον εἱλισσομένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονήν, δι' ἧς γεννᾶται θυμὸς ἀδελφοκτόνος καὶ ἀποθνῄσκει ψυχὴ ἡ τίκτουσα, ἀλλ' ἀκούων τοῦ κυρίου κελεύοντος ἐπιμελεῖσθαι πίστεως καὶ ἐλπίδος, δι' ὧν γεννᾶται ἡ φιλόθεος καὶ
36.2.3
φιλάνθρωπος ἀγάπη, τὴν αἰώνιον ζωὴν παρέχουσα. εἰς τοῦτον τὸν παράδεισον εἰσηνέχθη Νῶε, τὴν ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς. τοῦτον φυλάσσων Ἀβραὰμ φωνῆς θεοῦ ἤκουε. τοῦτον φυλάσσων Μωϋσῆς δόξαν ἐπὶ τοῦ προσώπου ἐλάμβανε καὶ τὴν κτίσιν μετέβαλλεν. ὁμοίως Δαβὶδ τοῦτον φυλάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν κατεκυρίευσεν. ἀλλὰ καὶ Σαούλ, ἕως ἐφύλασσε τὴν καρδίαν εὐωδοῦτο. ὅτε δὲ εἰς τέλος παρέβη, τότε εἰς τέλος παρελήφθη. ἐν μέτρῳ γὰρ κατ' ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ κυρίου. ὅσον ἐπικρατεῖ τις αὐτοῦ, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον φυλάσσει, φυλάσσεται τοσοῦτον.
36.2.4
Διὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν ἕτερον μεριμνῶντες, ἀλλὰ τοῦ γηΐνου πνεύματος τὸ φιλόθεον προκρίνοντες, οὐ μόνον λόγῳ ἢ γνώσει ψιλῇ, ἀλλ' ἐν λόγῳ καὶ ἔργῳ δι' αὐτῶν τῶν πραγμάτων. ἀντὶ πλούτου ἑλόμενοι πτωχείαν, ἀντὶ δόξης ἀτιμίαν, ἀντὶ ἀπολαύσεως κακουχίαν, ὅθεν καὶ ἀντὶ θυμοῦ ἀγάπην. μισοῦντες γὰρ τὰ ἡδέα τοῦ βίου τοὺς ἀφαιρουμένους αὐτὰ μᾶλλον ἠγάπων ὡς συνεργοῦντας αὐτοῖς πρὸς τὸν σκοπόν, ἀπεχόμενοι τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. οὐδὲ γὰρ τοὺς ἀγαθοὺς ᾑροῦντο, τοὺς δὲ κακοὺς ᾐτιῶντο, πάντας ἀποκρισιαρίους τῆς δεσποτικῆς οἰκονομίας ἡγούμενοι. πρὸς πάντας οὖν
36.2.5
εἶχον ἐνδιάθετον εὔνοιαν. ὅταν γὰρ ἤκουον τοῦ κυρίου λέγοντος· «ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν», τότε τοὺς ἀδικοῦντας εὐεργέτας ἐλογίζοντο εἰς ἄφεσιν ἔχοντες τὰς παρ' αὐτῶν ἀφορμάς. ὅτε δὲ πάλιν ἤκουον λέγοντος· «καθὼς θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε ὁμοίως», τότε καὶ τοὺς ἀγαθοὺς κατὰ συνείδησιν ἠγάπων. ἀφέντες γὰρ τὴν δικαιοσύνην τὴν ἑαυτῶν καὶ τὴν τοῦ θεοῦ δικαιοσύνην ζητοῦντες εὗρον ἀκολούθως καὶ τὴν ἀγάπην ἐν
36.2.6
αὐτῇ κατὰ φύσιν ἐγκεκρυμμένην. καὶ γὰρ ὁ κύριος, πολλὰ περὶ τῆς ἀγάπης ἐντειλάμενος, «τὴν δικαιοσύνην» ἐκέλευσε ζητεῖν «τοῦ θεοῦ»· οἶδε γὰρ αὐτὴν μητέρα τῆς ἀγάπης ὑπάρχουσαν. οὐκ ἔστι γὰρ ἄλλως σωθῆναι, εἰ μὴ διὰ τοῦ πλησίον καθὼς ὁ κύριος, ἐνετείλατο εἰπών· «ἄφετε καὶ ἀφεθήσεται ὑμῖν». οὗτός ἐστιν ὁ τοῦ πνεύματος νόμος, ὁ ἐν καρδίαις πισταῖς ἐγγραφόμενος, τὸ πλήρωμα τοῦ πρώτου νόμου· «οὐκ ἦλθον, γάρ φησι, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι». πῶς δὲ πληροῦται, μάθε.
36.2.7
Ὁ πρῶτος νόμος διὰ τῆς εὐλόγου ἀφορμῆς τοῦ ἁμαρτήσαντος κατέκρινεν περισσοτέρως τὸν ἀδικηθέντα· «ἐν ᾧ γὰρ κρίνει τις τὸν ἕτερον, ἑαυτὸν κατακρίνει», ἐν ᾧ δὲ ἀφίησιν ἀφεθήσεται αὐτῷ. οὕτω γὰρ καὶ ὁ νόμος λέγει· «ἀνὰ
36.2.8
μέσον κρίσεως κρίσις καὶ ἀνὰ μέσον ἀφῆς ἀφή». πλήρωμα οὖν νόμου ἡ ἄφεσις τυγχάνει. πρῶτον δὲ νόμον εἰρήκαμεν, οὐχ ὅτι ὁ θεὸς δύο νόμους παρέθετο τοῖς ἀνθρώποις, ἀλλ' ἕνα· πνευματικὸν μὲν κατὰ φύσιν, κατὰ δὲ τὴν ἐκδίκησιν δικαίαν ἐπιφέροντα ἑκάστῳ τὴν ψῆφον. τῷ ἀφίεντι ἀφήσει καὶ τῷ παραζητοῦντι παραζητήσει. φησὶ γάρ· «μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις». διὰ τοῦτο οἱ πνευματικῶς αὐτὸν τὸν νόμον ἐκτελοῦντες καὶ ἀναλόγως τῆς χάριτος μετέχοντες, οὐ μόνον τοὺς εὐεργετοῦντας, ἀλλὰ καὶ τοὺς ὀνειδίζοντας καὶ διώκοντας ἠγάπων, τὴν πνευματικὴν ἀνταπόδοσιν ἐκδεχόμενοι τῶν ἀγαθῶν. οὐχ ὅτι τὰ ἀδικήματα συνεχώρησαν, ἀλλ' ὅτι καὶ τὰς ψυχὰς τῶν ἀδικούντων εὐηργέτησαν· οὕτω γὰρ αὐτοὺς παρετίθεντο τῷ θεῷ, ὡς δι' αὐτῶν τοῦ μακαρισμοῦ τυγχάνειν, ὥς φησι· «μακάριοί ἐστε, ὅταν διώξωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν». ὑπὸ δὲ τοῦ πνευματικοῦ νόμου οὕτω φρονεῖν ἐδιδάσκοντο.
36.2.9
Ὑπομενόντων γὰρ αὐτῶν καὶ τὴν νοερὰν πραΰτητα τηρούντων ὁ κύριος, βλέπων τὴν ὑπομονὴν τῆς καρδίας πολεμουμένης καὶ τῆς ἀγάπης μὴ ἐξισταμένης, διέρρηξε «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ τέως τὴν ἔχθραν ἀπέβαλε, καὶ οὐκέτι μετὰ βίας, ἀλλὰ μετὰ βοηθείας εἶχον τὴν ἀγάπην. ὁ κύριος λοιπὸν κατήργει τὴν στρεφομένην ῥομφαίαν, τὴν κινοῦσαν τοὺς λογισμούς, καὶ εἰσήρχοντο «εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ κύριος», καὶ ἐνετρύφων τοῖς καρποῖς τοῦ πνεύματος, καὶ τὰ μέλλοντα ἐν βεβαιότητι καρδίας θεασάμενοι κατὰ τὸν ἀπόστολον ὡς ἐν ἐσόπτρῳ ἐν αἰνίγματι ἔλεγον, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν».
36.3.2
Ἀλλὰ ἐγὼ τοῦτο τὸ θαυμαστὸν ἐπερωτήσω· εἰ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», ὑμεῖς αὐτὰ πῶς οἴδατε, μάλιστα ἐν ταῖς Πράξεσιν ὁμολογήσαντες «ὁμοιοπαθεῖς» ἡμῶν εἶναι ἄνθρωποι; Ἀλλ' ἄκουε, τί ἀποκρίνεται πρὸς ταῦτα ὁ μακάριος ἀπόστολος· «ἡμῖν δέ, φησίν, ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ. τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ». ἀλλ' ἵνα μή τις εἴπῃ, ὅτι αὐτοῖς ἐδόθη τὸ πνεῦμα τὸ ἅγιον ὡς ἀποστόλοις, ἡμῖν δὲ κατὰ φύσιν ἀχώρητον τοῦτο, διὰ τοῦτο λέγει ἐπευχόμενος· «ὁ θεὸς δώῃ ὑμῖν δυνάμει κραταιωθῆναι εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν», «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία», καὶ πάλιν λέγει· «εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ».
36.3.3
Εὐξώμεθα τοίνυν καὶ ἡμεῖς ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει λαβεῖν τὴν χάριν τοῦ ἁγίου πνεύματος καὶ εἰσελθεῖν ὅθεν ἐξεβλήθημεν καὶ τοῦ λοιποῦ ἀποστραφῆναι τὸν θυμοτόκον ὄφιν καὶ κενόδοξον σύμβουλον, τὸ πνεῦμα τῆς μερίμνης καὶ κραιπάλης, ὅπως βεβαίως πιστεύσαντες τὰς ἐντολὰς διὰ τοῦ κυρίου φυλάξωμεν καὶ αὐξηθῶμεν ἐν αὐτῷ «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας», τοῦ μηκέτι κατακυριευθῆναι ὑπὸ τῆς ἀπάτης τοῦ αἰῶνος τούτου, ἀλλ' εἶναι ἐν πληροφορίᾳ τοῦ πνεύματος καὶ μὴ ἀπιστεῖν, ὅτι καὶ εἰς ἁμαρτωλοὺς μετα
36.3.4
νοοῦντας ἡ χάρις τοῦ θεοῦ εὐδοκεῖ. τὸ γὰρ κατὰ χάριν δωρούμενον οὐκέτι ἐν παρεικασμῷ τῆς προλαβούσης ἀσθενείας μετρεῖται, «ἐπεὶ ἡ χάρις οὐκέτι χάρις», ἀλλὰ τῷ παντοδυνάμῳ θεῷ πιστεύσαντες ἁπλῇ καὶ ἀπεριέργῳ καρδίᾳ προσέλθωμεν τῷ διὰ πίστεως τοῦ πνεύματος τὴν μετουσίαν χαριζομένῳ καὶ οὐ διὰ παρεικασμοῦ φύσεως ἔργων· φησὶ γάρ· «οὐκ ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἀλλ' ἐξ ἀκοῆς πίστεως».
36.4.2
Ἐρώτησις. Εἶπας, ὅτι πάντα εἰς τὴν ψυχὴν πνευματικῶς ἐγκέκρυπται. τί οὖν ἐστι· «θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι»; Ἀπόκρισις. Καὶ ἡ ἐκκλησία ἐν δυσὶ προσώποις νοεῖται, ἐν τῷ συστήματι τῶν πιστῶν καὶ ἐν τῷ συγκρίματι τῆς ψυχῆς. ὅταν οὖν πνευματικῶς εἰς τὸν ἄνθρωπον λαμβάνηται, ἐκκλησία μέν ἐστιν ὅλον τὸ σύγκριμα αὐτοῦ· πέντε δὲ λόγοι εἰσὶ περιεκτικαὶ ἀρεταί, ὅλον τὸν ἄνθρωπον οἰκοδομοῦσαι, πολυτρόπως διαιρούμεναι. ὥσπερ γὰρ ὁ λαλῶν ἐν κυρίῳ διὰ πέντε λόγων πᾶσαν σοφίαν περιέλαβεν, οὕτως ὁ ἀκολουθῶν τῷ κυρίῳ διὰ πέντε ἀρετῶν οἰκοδομεῖ τὴν εὐσέβειαν. πέντε γὰρ οὖσαι πάσας περιέχουσι· πρώτη εὐχή, λοιπὸν ἐγκράτεια, ἐλεημοσύνη, πτωχεία, μακροθυμία. ταῦτα πόθῳ καὶ προαιρέσει ἐπιτελούμενα λόγοι εἰσὶ τῆς ψυχῆς ὑπὸ κυρίου λαλούμενοι καὶ ὑπὸ καρδίας ἀκουόμενοι. ὁ γὰρ κύριος ἐνεργεῖ καὶ τὸ πνεῦμα τότε νοερῶς λαλεῖ, καὶ ἡ καρδία ὅσον ἐπιποθεῖ τοσοῦτον καὶ φανερῶς ἐπιτελεῖ. αἱ δὲ ἀρεταί, ὥσπερ εἰσὶ περιεκτικαὶ πασῶν, οὕτω καὶ ἀλλήλων γεννητικαί. τῆς πρώτης γὰρ ἀπολειπομένης ἀναιροῦνται πᾶ
36.4.3
σαι, ὁμοίως δὲ καὶ τῆς δευτέρας αἱ ἀκόλουθοι καὶ ὡσαύτως καθεξῆς. πῶς γὰρ εὔξεταί τις μὴ ὑπὸ τοῦ πνεύματος ἐνεργηθείς; καὶ μαρτυρεῖ ἡ γραφὴ λέγουσα· «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ». πῶς δὲ ὑπομείνῃ ὁ χωρὶς εὐχῆς ἐγκρατευόμενος ἀβοηθήτως; ὁ δὲ ἐν παντὶ μὴ ἐγκρατευόμενος πῶς ἐλεήσει τὸν πεινῶντα ἢ τὸν ἀδικούμενον; ὁ δὲ οὐκ ἐλεῶν οὐδὲ πτωχεύειν ἑκουσίως καταδέχεται. πάλιν δὲ τῆς τῶν χρημάτων ἐπιθυμίας
36.4.4
ὁ θυμὸς σύντροφος, κἂν ἔχῃ χρήματα κἂν μὴ ἔχῃ. ἡ δὲ ἐνάρετος ψυχὴ οὕτω προσοικοδομεῖται τῇ ἐκκλησίᾳ, οὐχ ὅτι ἐποίησεν, ἀλλ' ὅτι ἐπόθησεν· οὐ γὰρ τὸ ἴδιον ἔργον σῴζει τὸν ἄνθρωπον, ἀλλ' ὁ χαρισάμενος τῷ ἀνθρώπῳ τὴν δύναμιν. εἰ οὖν ὑπομένει τις τὰ στίγματα τοῦ δεσπότου, μὴ οἰηθῇ ἔν τινι, κἂν τὸ τυχὸν οἴκοθεν πεποιηκέναι, καὶ ἐπιτηδεύειν πρὸς τὰς εὐεργεσίας. μὴ οὖν δόξῃς ποτὲ ἐν ἀρετῇ προειληφέναι τὸν κύριον κατὰ τὸν λέγοντα, ὅτι αὐτός ἐστιν «ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας».
36.5.2
Ἐρώτησις. Τί οὖν ἡ γραφὴ παντὶ ἀνθρώπῳ παραγγέλλει τοῦτο ποιεῖν; Ἀπόκρισις. Προείπομεν, ὅτι τὴν ἐπιτηδειότητα ὁ ἄνθρωπος ἔχει κατὰ φύσιν, καὶ ταύτην ὁ θεὸς ἐπιζητεῖ. παραγγέλλει οὖν, ἵνα πρῶτον νοήσῃ καὶ νοήσας ἀγαπήσῃ καὶ θελήματι ἐπιτηδεύσῃ. τὸ δὲ ἐνεργηθῆναι τὸν νοῦν ἢ ὑπομεῖναι τὸν κόπον ἢ τελειῶσαι τὸ ἔργον ἡ χάρις τοῦ κυρίου παρέχει τῷ θελήσαντι καὶ πιστεύσαντι. τὸ οὖν θέλημα τοῦ ἀνθρώπου ὡς παράστασις ὑποστατική· μὴ παρόντος δὲ τοῦ θελήματος οὐδὲ αὐτὸς ποιεῖ, καίπερ δυνάμενος ὡς θεός, ἀλλὰ διὰ τὸ αὐτεξούσιον. ἡ οὖν τελεσιουργία τοῦ θεοῦ, τὸ δὲ θέλημα τοῦ ἀνθρώπου, πλὴν ἐὰν ὅλον τὸ θέλημα δῶμεν, ὅλον τὸ ἔργον ἡμῖν ἐπιγράφει. θαυμαστὸς ὁ θεὸς ἐν πᾶσι καὶ ἀπερινόητος, ἄνθρωποι δὲ μέρος τι τῶν θαυμασίων αὐτοῦ λαλεῖν ἐπιχειροῦμεν, τῇ γραφῇ ἐπερειδόμενοι, μᾶλλον δὲ ὑπ' αὐτῆς συνετιζόμενοι. «τίς, γάρ φησιν, ἔγνω νοῦν κυρίου;» αὐτὸς δέ φησι· «ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε». ὡς ἐκ τούτου πιστεύειν, ὅτι αὐτὸς ἡμᾶς ἐπισυνάγει, ἡμῶν δὲ παραζητεῖ μόνον τὸ θέλημα. τίς δὲ ἡ φανέρωσις τοῦ θελήματος· πόνος ἑκούσιος.
36.5.3
Ὥσπερ γὰρ ὁ σίδηρος πρίζων, κόπτων, γεωργῶν, καταφυτεύων, αὐτὸς μὲν ὑποθλιβόμενος ἐνδίδωσι, πλὴν ἄλλος ἐστὶν ὁ κινῶν καὶ ἐπάγων, καὶ ἐν τῷ συντριβῆναι πυρῶν καὶ ἀνακαινίζων, οὕτω καὶ ὁ ἄνθρωπος κἂν θλίβηται καὶ κοπιᾷ ἐργαζόμενος τὸ ἀγαθόν, πλὴν ὁ κύριος λανθανόντως ἐν αὐτῷ ἐργάζεται, καὶ ἐν τῷ κοπιάσαι καὶ συντριβῆναι τὴν καρδίαν παρακαλῶν καὶ ἀνακαινίζων καθὼς ὁ προφήτης λέγει· «μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτον
36.5.3
τος; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος»; οὕτω δέ ἐστι καὶ εἰς τὸ κακόν. ὅτε ὁ ἄνθρωπος ὑπακούει καὶ ἑτοιμάζεται, τότε ὁ σατανᾶς ἑτοιμάζει. καὶ παροξύνει, ὡς ὁ λῃστὴς τὸ ξίφος. σιδήρῳ δὲ παρεικάσαμεν τὴν καρδίαν διὰ τὴν ἀναισθησίαν τῶν πραγμάτων καὶ πολλὴν σκληρότητα. οὐκ ἔδει δὲ ἡμᾶς ἀγνοεῖν τὸν κρατοῦντα ὡς ὁ ἀναίσθητος σίδηροςἐπεὶ ταχέως ἀπὸ τοῦ γεωργοῦ λόγου εἰς τὸν τοῦ πολεμίου λογισμὸν μεταπίπτομεν, ἀλλὰ μᾶλλον ὡς βοῦς καὶ ὄνος εἰδέναι τὸν ἐλαύνοντα καὶ ὁδηγοῦντα κατὰ διάνοιαν· φησὶ γάρ· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω». Εὐξώμεθα τοίνυν δέξασθαι γνῶσιν θεοῦ, καὶ διὰ πνευματικοῦ παιδευθῆναι νόμου εἰς ὑπουργίαν τῶν αὐτοῦ ἐντολῶν. Ἀμήν. 37. τ. 1 ΛΟΓΟΣ ΛΖʹ.

Intertext edge

Open linked passage

Note