Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 37 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
37.1.1
Ὁ κύριος εἰπὼν «γενηθήτω σοι ὡς ἐπίστευσας», οὐχ ὅτε εἶπε τότε μόνον παρέσχεν, ἀλλὰ ἀπὸ κτίσεως κόσμου καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος ἕκαστον κατὰ τὴν πίστιν εὐεργετεῖ καὶ κατὰ τὴν εὐεργεσίαν δοκιμάζει. μεγάλως εὐεργετεῖ τοὺς μεγάλως πιστεύοντας, μικρῶς δὲ τοὺς μικρῶς καὶ ἡ δοκιμασία ὁμοίως κατὰ τὴν ἀναλογίαν. οὐδένα πειράζει, ἀλλὰ προκόπτειν παρασκευάζει καὶ κατὰ τὸ μέτρον τῆς εὐεργεσίας παραχωρεῖ. εὐεργεσίαν δὲ λέγομεν θεοῦ γνῶσιν πνευματικὴν τὴν μετὰ χάριτος ἡνωμένην καὶ περὶ δοκιμασίας δὲ μερικῶς ἐροῦμεν·
37.1.2
τὸν Νῶε διὰ μὲν τῶν ἀποκαλύψεων εὐεργέτησεν, ἐδοκίμασε δὲ διὰ τῆς παρατάσεως τοῦ χρόνου ἐν τῇ κατασκευῇ τῆς κιβωτοῦ. τὸν Ἀβραὰμ διὰ τῆς σφαγῆς τοῦ υἱοῦ αὐτοῦ, τὸν Λὼτ διὰ τῆς παροικίας τῶν Σοδομιτῶν, τὸν Ἰωσὴφ διὰ τῆς Αἰγυπτίας, τὸν λαὸν διὰ τῆς ἐρήμου, τὸν Μωϋσῆν διὰ τῆς ἀντιλογίας, τὸν Δαβὶδ διὰ τοῦ Σαοὺλ τοῖς δέουσι χρόνοις, τοῖς προσήκουσι πράγμασι. πρὸς δὲ τὰς εὐεργεσίας αὐτὸς συμμεταβαλλόμενος ἦν. οὕτω πρὸς τὰ νῦν, οὕτω πρὸς τὰ ἀπ' ἀρχῆς «κατὰ τὴν ἀναλογίαν τῆς πίστεως» ἡ μετοχὴ τῆς χάριτος καὶ
37.1.3
κατὰ τὴν μετοχὴν ἡ δοκιμασία. «γενηθήτω» γάρ «σοι ὡς ἐπίστευσας» τῷ λόγῳ τοῦ θεοῦ. περί τινος; περὶ τῆς δυνάμεως αὐτοῦ ὅτι αὐτός ἐστιν ἡ ἄναρχος βουλὴ τοῦ πατρός, ἡ παντοδύναμος σοφία, θεὸς ἐκ θεοῦ, ἄχραντος, ἀναλλοίωτος, ἀκατάληπτος, ἐν δικαιοσύνῃ ἀπαράλλακτος, ἐν γνώσει ἀλάθητος, ἐν δυνάμει ἀνίκητος, ἐν παντὶ ἀνεφεύρετος καιρῷ καὶ γνώσει καὶ πράγματι πάντα τῇ εὐσεβείᾳ δουλώσας καὶ δι' αὐτῆς πάλιν τῷ ἀνθρώπῳ ὑποτάξας, ἵνα καὶ ἡμεῖς πολυπλασίως διὰ πάντων ὑποταγῶμεν. χαρισάμενος γὰρ ἡμῖν γνῶσιν εὐσεβείας, ᾗ τὰ πάντα ὑποτέτακται, προσέθηκε σύνεσιν, δι' ἧς γινώσκομεν ὅτι χρὴ πᾶσαν ἡμῶν ἐργασίαν κατὰ σκοπὸν τῆς εὐσεβείας ἐπιτελεῖν.
37.1.4
Ἐπειδὴ τοιγαροῦν ταύτης ὁ ἄνθρωπος ἐπελάθετο, διὰ τοῦτο αὐτὸς ἐλθὼν ἀνεπλήρωσεν ὑπὲρ ἡμῶν πᾶν τὸ τῆς εὐσεβείας ἔλλειμμα, ἵνα ὁ ἐναντίος ἐντραπῇ. διὰ τοῦτο ἔρχεται ἐν ποικιλίᾳ, ποτὲ διὰ πυρός, ποτὲ διὰ νεφέλης, διὰ εἴδους, διὰ τεράτων, διὰ προφητῶν, εἶτα σαρκωθεὶς διὰ παρθένου, διὰ ὁμοτροφίας, διὰ αἰκισμῶν, διὰ ὀνειδισμῶν, εἶτα διὰ θανάτου καὶ ἀναστάσεως καὶ ἀναλήψεως. πάντα ποιεῖ πρὸς τὸ δέον τοῖς χρόνοις καὶ πρὸς τὸ ἁρμόζον τοῖς ἀνθρώποις. καὶ πάλιν ἄρτι διὰ τοῦ αὐτοῦ πνεύματος τοῖς πιστοῖς ἐνεργεῖ, διὰ συνειδήσεως, διὰ φύσεως, καὶ τοῖς σοφοῖς θαυμασίοις πείθει τοὺς ὑπηκόους καὶ τοῖς μυστηρίοις τοὺς ταπεινόφρονας, καθολικῶς δὲ διὰ τοῦ οἰκείου θανάτου πάντας ζῳο
37.1.5
ποιεῖ ἐν τῇ ἁμαρτίᾳ ἀποθανόντας. ὅταν οὖν Χριστὸν Ἰησοῦν υἱὸν θεοῦ
37.1.6
ἀκούσῃς, νόει θεὸν ἐκ θεοῦ γεννηθέντα, οὐ ποιηθέντα, ἀχρόνως καὶ ἀδιαστάτως κατὰ τὴν ἄκτιστον τοῦ γεννήσαντος φύσιν, περιεκτικῶς ὑπ' οὐδενὸς καταλαμβανομένην, μερικῶς δὲ διὰ τῆς χάριτος θεοπρεπῶς νοουμένην καὶ φανερουμένην. ἐν δὲ τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ δείκνυσιν ἐν ἑαυτῷ τὰ πάντα τοῖς υἱοῖς τοῦ πνεύματος· «ὅτι ἐν αὐτῷ ηὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς». ἐν αὐτῷ οὖν ὁρῶσι τὴν θεότητα, τὴν δύναμιν, τὸν πατέρα, τὸν υἱόν, τὸ ἅγιον πνεῦμα, τὸν καθαρὸν ἄνθρωπον, τὴν ὑποταγήν, τὴν εὐσέβειαν, ὁμοίως τὴν ὑπομονήν, τὴν λύτρωσιν, τὴν δούλην κτίσιν, τὴν μὲν ἀρχαίαν φύσιν φανερώσας, τὰ δὲ παρὰ φύσιν παραχωρίσας, φέρει «τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ».
37.1.6
Ὁ μὲν οὖν διάβολος ἔσχεν ὑποχείριον τὸν ἄνθρωπον καὶ κρατῶν τὸ δικαίωμα τῆς παρακοῆς ἐγαυρίασεν ὡς κατακυριεύσας τῆς δεσποτικῆς εἰκόνος, θαρρῶν καὶ λέγων, ὅτι κἂν ὁ θεὸς θέλῃ ῥύσασθαι αὐτόν, ὑπὸ τῆς ἑαυτοῦ δικαιοσύνης κωλυθήσεται, οὐκ εἰδὼς, ὅτι παντοδύναμός ἐστιν ὁ θεός, δυνάμενος καὶ τὸ δίκαιον φυλάξαι καὶ τὸν ἄνθρωπον ῥύσασθαι, ὃ καὶ πεποίηκε πᾶν χρέος ὑπὲρ ἡμῶν ἀποτίσας. πρῶτον μὲν διὰ τῆς οἰκείας ὑπακοῆς ἔσχισε τὸ τῆς παρακοῆς χειρόγραφον, εἶτα δι' εὐσεβείας κατέλυσε τὴν δυσσέβειαν. ἡμεῖς ἄξιοι θανάτου, ἀλλ' ὑπὲρ ἡμῶν ἀπέθανεν. ἡμεῖς καὶ ἄλλους ἀπωλέσαμεν, ἀλλ' αὐτὸς πάντας ἔσωσεν. ὢ θαυμάσια δεσπότου· δυνάμενος πάντα λόγῳ συγχωρῆσαι, τοῦτο οὐ ποιεῖ, ἀλλὰ πρῶτον τὰ ἐγκλήματα ὑποφέρει τὰ ἡμῶν καὶ ἔργῳ τὴν ἁμαρτίαν παραλύει, ἵνα καὶ τὴν ἀλήθειαν στήσῃ καὶ τὸ ἔλεος ἐν ἑαυτῷ φανε
37.1.7
ρώσῃ, καθώς φησιν· «ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει»; ἀλλ' ἐρεῖ τις·" 1εἰ τοὺς κινδύνους πάντων εἰς ἑαυτὸν ἀντικατήλλαξε, τίς ἔτι κολασθήσεται;" 2 προείπομεν δέ, ὅτι αὐτὸς εἶπε· «γενηθήτω σοι ὡς ἐπίστευσας». δῆλον οὖν, ὅτι οἱ ἀπιστοῦντες κατὰ τὸ μέτρον τῆς ἀπιστίας κολάζονται. πιστὸν δὲ καὶ ἄπιστον αἱ ἐντολαὶ διακρίνουσι· πολλοὶ γὰρ δοκοῦμεν πιστεύειν μηδόλως τὰς ἐντολὰς ποιήσαντες καὶ ἔνθεν ἐλεγχόμεθα, λόγῳ μὲν τὴν πίστιν, ἔργῳ δὲ τὴν ἀπιστίαν ἐπανῃρημένοι.
37.1.8
Εὐξώμεθα οὖν, ἀδελφοί, ἔργῳ καὶ λόγῳ τὰς ἐντολὰς ὅση δύναμις ἐν πίστει καὶ πληροφορίᾳ τελείᾳ ποιεῖν τὰς τοῦ κυρίου, ὅτι αὐτῷ πρέπει δόξα καὶ τιμὴ εἰς τοὺς αἰῶνας. Ἀμήν. 38. τ. 1 ΛΟΓΟΣ ΛΗʹ.

Intertext edge

Open linked passage

Note