Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 38 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
38.1.1
Ἐρώτησις. Τί ἐστι τὸ εἰρήμενον· «ἡ δικαιοσύνη σου ὡς ὄρη θεοῦ»; Ἀπόκρισις. Αὐτοὶ οἱ δαίμονες πονηροὶ ὄντες κατὰ τὴν οἰκείαν κακίαν ἐπελθεῖν τοῖς ἀνθρώποις ἀδυνατοῦσι· πεπεδημένοι γάρ εἰσι, τὴν δικαιοσύνην τοῦ θεοῦ ὑπερβῆναι μὴ δυνάμενοι. ὅθεν πρῶτον παραδεικνύουσι τὰς ἡδονάς, ἵνα μόνον τὸ αὐτεξούσιον εἰς ἐπιθυμίαν κινήσωσι διὰ τῶν λογισμῶν, καὶ λοιπὸν δικαίως τοῖς ἀκολουθοῦσι χρήσωνται. διὰ τοῦτο πρῶτον κατὰ διάνοιαν δόξας ἀνθρώπων ἐπαγορεύουσιν, εἶτα λοιπὸν καὶ αὐτὸν τὸν ἰδικὸν ἔπαινον ἐπάγουσι παρὰ τῶν ἔξωθεν καὶ κέρδη τινά, καὶ ὅταν ἡδυπαθῶς καὶ ἀνθρωπίνως αὐτὰ καταδεξώμεθα, τῷ δεδωκότι μᾶλλον πᾶσαν ἀποκρινόμενοι τὴν εὐεργεσίαν ἢ παρὰ τοῦ θεοῦ, τότε λοιπὸν ἀποχρώμενοι τῷ δικαίῳ ἐπιφέρουσι τὸ ἐναντίον (ἐναντίον δὲ δόξης ἀτιμία καὶ κέρδους ζημία), καὶ οὕτως ὑπευθύνους ἡμᾶς ἐκ τῆς προσπαθείας τῆς προλαβούσης ἔχοντες ὕστερον διὰ τῶν ἐναντίων ταράττουσι, τοῦ προκρατοῦντος πάθους ἰσόμετρον τὴν ταραχὴν ἐκφέροντος. ὅταν γὰρ εὕρωσιν ἐκ δικαίου τὴν ἀφορμήν, οὐ συγχωροῦσιν, ἕως πᾶσαν ἐξελκύσωσι· ἀφαιρουμένου γὰρ πάθους ὁ πόνος καὶ ἴσος συμβαίνει καὶ ἄφευκτος διὰ τὸ δίκαιον τῆς φύσεως.
38.1.2
Χρὴ οὖν ἅμα παρὰ τὰς ἀρχὰς ταῖς σωματικαῖς εὐεργεσίαις μὴ προσπάσχειν μηδὲ ταῖς δόξαις ἡδύνεσθαι, ἵνα μὴ ὕστερον πειραζόμενοι κινώμεθα, ἀλλ' ὧδε ζητητέον, διὰ τί θέλομεν εἶναι καλοὶ καὶ οὐ δυνάμεθα. βούλεται γὰρ ἕκαστος ἀποκλεῖσαι τὴν προσβολὴν καὶ οὐκ ἰσχύει. πόθεν δὲ τοῦτο, εἰ μὴ καθὼς εἶπεν ὁ ἀπόστολος ἐκ τῆς ἐνοικούσης ἁμαρτίας, ἥτις ἐστὶ ῥίζα τῶν παθῶν καὶ νομὴ
38.1.3
τῶν δαιμόνων. περὶ τούτου εὔχεσθαι χρὴ νυκτὸς καὶ ἡμέρας, ὅπως ἐνοικήσῃ ἐν ἡμῖν καὶ ἐμπεριπατήσῃ «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ὃς κρυπτῶς μὲν ἐν ἡμῖν καὶ μερικῶς ἐστιν, ἐμφανῶς δὲ ὅταν ἔλθῃ ἐν καρδίᾳ καθαρίζων τὸν ἄνθρωπον. «ὁ θεὸς γὰρ ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσηται».
38.2.1
Ἐρώτησις. Τί ἐστιν ὃ εἶπε «χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν»; Ἀπόκρισις. Τοῦτο εἴρηκε διὰ τὴν εὐσεβῆ μνήμην, ὥστε ἀκρίτως ἐπιτηδεύειν πᾶν πρᾶγμα, ἀλλὰ πρῶτον αὐτοῦ δέεσθαι καὶ πάντα δι' αὐτοῦ πειρᾶσθαι ποιεῖν. ἐν ἐκείνοις γὰρ εὐοδούμεθα, ἐν οἷς αὐτὸν ἐπικαλούμεθα, ἐν ἐκείνοις ὀδυνώμεθα, ἐν οἷς αὐτοῦ ἐπιλανθανόμεθα. οὐ χρὴ οὖν ἀβοηθήτως τὶ ποιεῖν ἢ λαλεῖν ἢ πολεμεῖν ἢ ταράσσεσθαι πρὸς τὰ πράγματα, ἐπειδὴ πλεῖον ἑαυτοὺς καταβάλλομεν, πρῶτον μὴ ζητήσαντες τὸν ἔχοντα τὴν ἐξουσίαν. μόνος γὰρ αὐτὸς κατευθύνει τὸν ἄνθρωπον, πάντα προφθάνων ἐν τοῖς θαυμασίοις τοῦ
38.2.2
πνεύματος. ἐπιτελέσαι θέλεις τι ἔργον; αὐτῷ πρόσευξαι. λαλῆσαι θέλεις; αὐτοῦ μνημόνευσον. θέλεις ῥυσθῆναι τῶν κακῶν; τὸν κύριον ἐπικάλεσαι. ἀφανίζει σε ἁμαρτία; «ἀμνός» ἐστιν «ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν». φοβεῖ σε ἄνθρωπος; «πύργος» ἐστὶν «ἰσχῦος ἀπὸ προσώπου ἐχθροῦ». θροοῦσι δαίμονες; ἐπιτιμᾷ καὶ ἀφανίζονται. κρατεῖ ἀφροσύνη; «ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις». κατέχει δειλία; αὐτὸς δίδωσι θάρσος. ἐνεργεῖ λύπη; ἡ μνήμη αὐτοῦ ἐμποιεῖ χαράν. οὐχ εὑρίσκεις ἔξοδον τῶν διαλογισμῶν; «ἐγώ εἰμι, φησίν, ἡ θύρα τῶν προβάτων». πάντα ἐν αὐτῷ ἐστι, καθὼς εἶπεν· ὅτι «πάντα
38.2.3
μοι παρεδόθη ὑπὸ τοῦ πατρός». σὺ οὖν ἐν πᾶσιν αὐτῷ πίστευε καὶ θάρσει ἐπ' αὐτῷ. τοῦτο δὲ μόνον φοβοῦ καὶ παρακάλει, μήποτε αὐτοῦ ἐπιλάθῃ πλανηθεὶς ὑπὸ τῶν πνευμάτων. ὅταν δέ σε ἀφελκύσωσι, σὺ μὴ προσομιλήσῃς, μηδὲ τῷ πράγματι μηδὲ τῷ πνεύματι, χωρὶς εὐχῆς. ἀλλὰ «ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ' αὐτόν, καὶ αὐτὸς ποιήσει».
38.2.4
Ὥστε οὖν οὐδὲν ἕτερον παρ' ἡμῶν ἐπιζητεῖ ἢ τὴν εἰς αὐτὸν ἐλπίδα περὶ παντὸς πράγματος, καὶ μέντοι κατὰ τὸ μέτρον τῆς ἐλπίδος, οὕτω καὶ ἡ ἀντίληψις γίνεται. ὁ δὲ ἐλπίζων οὐκέτι μεριμνᾷ, περὶ ὧν ἤλπισε, πίστει καὶ διακρίσει παραλογιζόμενος· καὶ γὰρ τὸ «μέτρον τῆς πίστεως» ἐντεῦθεν γνωσθήσεται ἐκ τῆς ἰσοτιμίας τοῦ παραλογισθέντος πράγματος. διὰ τοῦτο λέγει· «τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν»· θλίβεται γὰρ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων καὶ στενοῦται διὰ τῶν πειρασμῶν ψυχὴ ἡ ζητοῦσα τὸν κύριον, ἕως οὗ εὕρῃ, καὶ τότε κραταιωθήσεται ἐν τῷ ἁγίῳ
38.2.5
πνεύματι, καθὼς καὶ λέγει· «ζητήσατε τὸν κύριον καὶ κραταιώθητε». ὅσοι δὲ λέγουσι τὴν βασιλείαν ζητεῖν διὰ τῆς εὐχῆς καὶ τὴν φιληδονίαν οὐ φεύγουσιν, ὑπὸ ταύτης αὐτῆς δελεαζόμενοι ἐπιλανθάνονται τοῦ κυρίου. ἀδύνατον γὰρ τὸν κύριον ἢ τὸν πλησίον ἀγαπῆσαι, εἰ μὴ πρότερον ἡδονὰς καὶ δόξας μισήσωμεν. «οὐ δύνασθε, γάρ φησι, δυσὶ κυρίοις δουλεύειν», «θεῷ καὶ μαμωνᾷ». «ᾧ γάρ
38.2.6
τις ἥττηται, τούτῳ καὶ δεδούλωται». δεῖ γὰρ «τὰ πνευματικὰ τῆς πονηρίας» παρελθεῖν κατὰ τὸν ἀπόστολον, καὶ οὕτως εἰς τὴν βασιλείαν εἰσελθεῖν. βασιλεία δὲ οὐρανῶν ἐστι τὸ φιλάνθρωπον πνεῦμα Χριστοῦ, ἀπάθειαν καὶ πίστιν ἐνεργοῦν τῇ ψυχῇ καὶ παρέχον, οὐ τὸν ἀρραβῶνα ἐλάβομεν κατὰ τὴν γραφήν. «πνευματικὰ» δὲ «τῆς πονηρίας» εἰσὶν αἱ τοῦ διαβόλου ὑποθέσεις, οἱ τῆς ἀπιστίας καὶ κραιπάλης λογισμοί, καθὼς λέγει· «τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς
38.2.7
καθαιροῦντα», ἕως οὗ γένηται πόλεμος τοῦ ἀντιλέγειν τοῖς λογισμοῖς. ὁ γὰρ ἐχθρὸς κατέχει τὸν νοῦν καὶ δολερῶς ὑποδεικνύει τὰς ἔξω δόξας καὶ ἡδονάς, ἐξ ὧν γεννᾶται τὸ μῖσος, ὅ ἐστι κάλυμμα τῆς ψυχῆς, ὅθεν οὐ δυνάμεθα βλέπειν, οὐδὲ τὴν ἐκείνου κακίαν οὐδὲ τὴν τοῦ κυρίου βοήθειαν, καὶ οὕτως οὐκ οἴδαμεν πῶς οἰκεῖ ὁ Χριστὸς ἐν ἀνθρώπῳ καὶ πῶς δεσμεῖ τὸν ἰσχυρὸν καὶ τὰ σκεύη
38.2.8
αὐτοῦ διαρπάζει, ἅπερ ἐκεῖνος τοῦ ἀνθρώπου ἀφήρπασεν. οὐ λέγομεν δὲ ὅτι ἡ βασιλεία τῶν οὐρανῶν ὧδε τέλος ἔχει, ὡς ἀποκλείοντες τὰ μέλλοντα, ἀλλ' ὅτι ἀπεντεῦθεν ἔστι κοινωνῆσαι τῷ ἁγίῳ πνεύματι καὶ ἐνεργῶς πιστεῦσαι περὶ τῆς αἰωνίου ζωῆς διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως κατὰ τὸ εἰρημένον· «εἰ γὰρ τὸ πνεῦμα Χριστοῦ ἐνοικεῖ ἐν ὑμῖν ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἡμῖν». ταῦτα δὲ οὐκ ἔστιν ἀτεκμάρτου πίστεως τὸ εἰπεῖν· «ἑαυτοὺς δοκιμάζετε», «εἴ ἐστε ἐν τῇ πίστει», «ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς»; «εἰ μήτι ἄρα ἀδόκιμοί ἐστε» διὰ τοῦτο μηδὲν σωματικὸν μεριμνᾶν κελεύει πρὸς τὸ ἀπερισπάστῳ μνήμῃ τὴν ἐλπίδα κρατεῖν. οὕτω γὰρ κατοικήσει τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν. ὑποδεικνύει δὲ δι' αὐτῶν τῶν πραγμάτων, ὅτι αὐτός ἐστιν ἡ παρὰ τοῦ ἁγίου πνεύματος λύτρωσις.
38.2.9
Ὅσοις οὖν πόνος περὶ σωτηρίας, δεηθῶμεν πρῶτον μὴ ἐπιλανθάνεσθαι τῆς αὐτοῦ προνοίας τοῦ ὑποφέρειν πόνον καὶ ὀνειδισμόν, ἔχοντες τὴν βοήθειαν καὶ «κατὰ σκοπὸν» τρέχοντες «ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως», ἕως «καταντήσωμεν» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», διὰ τῆς ἐπιχορηγίας τοῦ πνεύματος, οὗ καὶ «τὴν ἀπαρχὴν» ἐλάβομεν οἱ δι' ἀκοῆς πιστεύσαντες ἐπ' ἐλπίδι τῆς τελείας καὶ ἐνεργοῦς πίστεως. οὐ γὰρ περὶ ψιλῆς γνώσεως λαλοῦμεν, ἀλλὰ γνώσεως ἀληθείας ἐν μυστηρίοις θεοῦ. ἡ μὲν γὰρ ἔξωθεν γνῶσις διὰ τῶν συμβάσεων καὶ τῆς περὶ τῶν φανερῶν ἐλπίδος προσγίνεται καὶ ὑποδεικνύει τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ ἐκ τῶν ἔξωθεν μερικῶς τὴν πεῖραν τῶν κεκρυμμένων λαμβάνει. ὁ δὲ τὰ γήϊνα ὑπερβὰς οὐ μόνον ἔργῳ, ἀλλὰ καὶ ἐννοίᾳ, οὗτος ἀπερισπάστῳ νοῒ παραμένει τῇ πνευματικῇ θύρᾳ καὶ παρακαλεῖ τὸν κύριον τοῦ εἰσελθεῖν, καὶ ὅταν ἀκουσθῇ, οὐκέτι ἐν γνώσει ἢ
38.2.10
σημειώσει τῶν ἔξωθεν, ἀλλ' ἐνεργὴς ἡ πληροφορία γίνεται τῷ τοιούτῳ. καὶ ἡ γνῶσις μὲν τῆς αὐτῆς ἐστι δωρεᾶς, ἀλλ' οὐκ ἀναλογεῖ πρὸς τὴν ὠφέλειαν οὐδὲ γὰρ τὸν κάματον ἴσον ἔχει. ἄλλως γὰρ ἀγωνιᾷ ὁ κατὰ χεῖρα πολεμῶν καὶ ἄλλως ὁ ἀφ' ὑψηλοῦ βλέπων τὸν πόλεμον, ἄλλος ἐστὶν ὁ ἀθλῶν καὶ τυπτόμενος καὶ ἄλλος ὁ βλέπων καὶ τερπόμενος. ὁ μὲν γὰρ κατέρχεται τῇ θεωρίᾳ πεφυσιωμένος, ὁ δὲ παρὰ τοῦ ἀγωνοθέτου πεπλουτισμένος. οὕτω καὶ εἰς τὸ νοερόν· «ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ»· κατὰ ἀναλογίαν δὲ τῆς ἐλπίδος οὕτως ἡ ἡσυχία καὶ κατὰ τὴν νοερὰν ἡσυχίαν ἡ παράκλησις. καθὼς (φησί) «περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω περισσεύει καὶ ἡ παράκλησις ἡμῶν». μέτρα γάρ εἰσι τῆς ἑκάστου πολιτείας καὶ ἐν αὐτοῖς βραβεύει ἡ τοῦ θεοῦ δικαιοσύνη καὶ ὅσον τις ἀποθνῄσκει τῷ πνεύματι τοῦ κόσμου, τοσοῦτον ζῇ τῷ πνεύματι τοῦ κυρίου. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 39. τ. 1 ΛΟΓΟΣ ΛΘʹ.

Intertext edge

Open linked passage

Note