Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 39 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
39.1.1
Τρεῖς εἰσιν ἀρεταὶ πολύτροποι προηγούμεναι τῆς καθαρότητος· ἀλήθεια παντοδαπή, ἐγκράτεια καὶ τῶν ἐπερχομένων ὑπομονή. ταύτας δὲ ἄλλως οὐ λαμβάνει τις, εἰ μὴ διὰ νηστείας καὶ προσευχῆς, μὴ τὰς θλίψεις τῆς μακροθυμίας μισῶν, ἀλλὰ ὑπομονὴν αἰτῶνμὴ φέρων γὰρ τὸν πόνον προσφέρεις τὸν λόγον. τότε δὲ γίνεται παράμονον τὸ ἀγαθόν, ὅταν μετὰ πόνου καρδίας συνά
39.1.2
γηται· τὰ γὰρ ἀναλγήτως συναγόμενα εὐαφαίρετα τυγχάνει. χωρὶς οὖν θλίψεως ἑκουσίου ἀδύνατον ἀκολουθῆσαι Χριστῷ καὶ ἐνεργῶς νοῆσαι περὶ βασιλείας καὶ γεέννης. διὰ τοῦτο λέγει· «ἐγώ εἰμι ἡ θύρα· καὶ ὁ εἰσερχόμενος δι' ἐμοῦ εἰσελεύσεται καὶ ἐξελεύσεται» καὶ πάλιν· «μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός
39.1.3
εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ». ὁ οὖν πραΰτητι καρδίας ταπεινούμενος εἰσέρχεται εἰς τὴν πύλην αὐτήν, ὅπου πρώτη ἀλήθεια προτιμᾶται καὶ συνείδησις κατηγορεῖ, αἱ πράξεις τῶν ὑποκριτῶν ὁμολογοῦνται καὶ ὁ φόβος τοῦ θεοῦ φανεροῦται. τότε καὶ ἡ ψυχὴ διὰ τοῦ φόβου φωτισθεῖσα εἶδεν ἐνδότερον τὴν λογικὴν αὐτῆς φύσιν ἑστῶσαν εὐτάκτως, ἡσύχιον, ἤρεμον, ἀτάραχον, ἀμετεώριστον, θεοφιλῆ, εὐσεβῆ, εὔελπιν, εἰς πίστιν καθαράν, μονοδέσποτον, φωτό
39.1.4
κτιστον, αὐτεξούσιον, ἰδιότρεπτον, ἑτοιμολάτριν. τότε βλέπει καὶ τὸ ἴδιον σκότος, καὶ μαθοῦσα πόσον ἀπέχει τῆς φύσεως χωρεῖ λοιπὸν εἰς ἀληθινὴν μετάνοιαν καὶ τούτου τυχεῖν θέλει· τὸ γὰρ φῶς πρὸς τὸ ἰδεῖν μόνον περιέλαμψεν, ὅθεν ἐμπόνως δέεται τοῦ δεσπότου καὶ ὁμολογεῖ σφόδρα ἡμαρτηκέναι καὶ συντίθεται πόνον καὶ αἰσχύνην ὑπὲρ ἀληθείας καταδέξασθαι, μόνον ἵνα ἃ εἶδε καταλάβῃ πάντα διὰ τῆς χάριτος τοῦ Χριστοῦ, τοῦ καὶ ὧδε τὴν ἀπαρχὴν διδόντος κατὰ τὸν ἀπόστολον καὶ τὰ ἐκεῖ ἀγαθὰ ὡς ἐν ἐσόπτρῳ προδεικνύοντος, ἵνα βεβαίως πιστεύσαντες μὴ ἐκκακῶμεν καθημέραν ὑπὲρ τῆς ζωῆς ἀποθνῄσκειν.
39.1.5
Ὁ δὲ μὴ θέλων ἑαυτὸν κατὰ συνείδησιν ἐλέγχειν, μηδὲ παρ' ἑτέρου ἀκούειν, πῶς παρακληθήσεται; τὰ τῆς δικαιοσύνης φάρμακα εὐχαρίστως μὴ καταδεχόμενος οἰηματικοὺς ἐπίσταται λογισμοὺς ὁ τοιοῦτος, δόξας καὶ ἐπαίνους ἀνθρώπων θηρεύων λοιπόν. ἕκαστος δὲ διὰ τῆς ἑαυτοῦ καρδίας εἰδέναι δύναται ποίας ἐστὶν ἄξιος ἑτοιμασίας. ἰδέτω τοίνυν ἕκαστος ἑαυτόν, ποίῳ πνεύματι
39.1.6
μᾶλλον περιέχεται· δεῖ γὰρ τὰ δύο ἐνεργεῖν πρὸ τῆς ἀπαλλαγῆς. μὴ οὖν χαιρέτω ὁ ἄνθρωπος, ὅτι μεμύηται τοῦ ἀγαθοῦ, ἀλλ' εἰ ὑπερέβαλε τὴν κακίαν, εἰ ἐπάνω γέγονε τοῦ ἀντιπάλου, εἰ ὑπερέχει τῷ μέτρῳ διὰ τῆς θλίψεως, εἰ προφθάνει τῇ νοερᾷ αἰσθήσει διὰ τῆς πραότητος, εἰ καθημέραν προκόπτει, εἰ οὐκέτι τῆς ὑπομονῆς ἐκβάλλεται καὶ οὕτω ζητεῖν ὀφείλει τὸν προειρημένον φόβον τοῦ θεοῦ πρὸς φωτισμὸν τῆς γνώσεως. μήποτε ἡ κακία ἔκρυψε τὰ κακὰ τῆς ψυχῆς βουλομένη μονομερῶς δεῖξαι τὰ καλά, ἵνα μόνον τὴν οἴησιν ἐπενέγκῃ καὶ βεβαιώσασα τὸν νοῦν δι' αὐτῆς πάντα συλήσῃ· ἀναιρετικὴ γὰρ πάντων τῶν
39.1.7
καλῶν ἡ οἴησις τυγχάνει. διὰ τοῦτο ὀφείλει ἕκαστος ἡμῶν τὸ μὲν ἀγαθὸν ποιεῖν, περὶ δὲ τῶν κακῶν καθημέραν ἑαυτὸν κατὰ συνείδησιν ἐλέγχειν ἢ καὶ τοὺς ἐλέγχους ἀγαπᾶν, μὴ καταλέγων ἑαυτοῦ ψευδῶς προφάσει ταπεινοφροσύνης, ἐπεὶ καὶ ἐντεῦθεν λαβὰς εὑρίσκει ὁ ἐχθρός. μάθετε γὰρ αὐτοῦ τὴν κακοτεχνίαν· τὰ ὄντα φαῦλα κρύπτει ὡς μηδὲν ὄντα· καὶ τὰ μὴ ὄντα ἑαυτοῦ καταλέγειν παρασκευάζει, ἵνα ὕστερον εἴπῃ·" 1μακάριος εἰ, ὅτι οὐκ εἶ τοιοῦτος." 2 καὶ οὕτως εἰς τὴν ταπεινοφροσύνην τὴν ὑψηλοφροσύνην ἐγκρύψας θανατοῖ τὸν μὴ
39.1.8
τηροῦντα τὴν ἀλήθειαν. ἀρξώμεθα τοιγαροῦν τῆς ἀληθείας· ἐρασθῶμεν τῶν ὑπὲρ αὐτῆς θλίψεων ὁδηγουσῶν εἰς τὴν καθαρότητα τῆς ψυχῆς· μὴ καταδεξώμεθα ψευδῆ λογισμόν. λάβωμεν πεῖραν μελλόντων ἀγαθῶν, κτησώμεθα πίστιν βεβαίαν. ἡ γὰρ βεβαία πίστις διὰ τῆς πείρας ἐγγίνεται, ἡ δὲ πεῖρα διὰ καθαρισμοῦ καρδίας, ὁ δὲ καθαρισμὸς διὰ μακροθυμίας, ἡ δὲ μακροθυμία διὰ νηστείας καὶ προσευχῆς.
39.2.1
Ἐρώτησις. Τί οὖν· μηδὲ ποσῶς εἰς τὴν καρδίαν εἰσελθόντες, πῶς ἀρξώμεθα; Ἀπόκρισις. Προείπομεν, ὅτι διὰ νηστείας καὶ προσευχῆς ἔξω ἑστῶτες κρούομεν, καθὼς αὐτὸς ἐκέλευσεν εἰπών· «κρούετε καὶ ἀνοιγήσεται ὑμῖν». μακάριοι οὖν οἱ εἰσελθόντες καὶ παραμείναντες εἰς τέλος καὶ καρδίαν καθαρὰν κτησάμενοι· καθαρὰν δὲ καρδίαν λέγομεν οὐχ ὡς ἀπαράδεκτον κακίας· οὐ γὰρ ἀναιρεῖταί ποτε τὸ αὐτεξούσιον, ἀλλὰ χάριτι μὲν καθαριζομένην, ἔχουσαν δὲ τὸ κατὰ φύσιν ἰδιότρεπτον, ὡς καὶ ὁ κύριος εἶπεν· «ἴδε ἐκαθαρίσθης· μηκέτι ἁμάρτανε», δεικνύς, ὅτι καὶ μετὰ τὴν χάριν ἕκαστος ἡμῶν ἔχει τὸ θέλημα. τῶν γὰρ μαθητῶν αὐτοῦ λεγόντων· «πρόσθες ἡμῖν πίστιν», ἔφη αὐτοῖς· «ἐὰν εἴχητε πίστιν ὅσον κόκκον σινάπεως, ἐλέγετε τῷ ὄρει τούτῳ· μετάβηθι καὶ εἴσελθε εἰς τὴν θάλασσαν, καὶ ἐγίνετο». τοῦτο δὲ ἔλεγε σημαίνων τὴν δι' ἐνεργείας πίστιν οὖσαν δυσκατάληπτον· οὔπω γὰρ βεβαία τῷ διὰ καρδίας τὰ πράγματα θεασαμένῳ, ἔνθεν διὰ παρακοῆς ἐκβαλλόμεθα καὶ ἔνθεν δι' ὑπακοῆς εἰσαγόμεθα καὶ ἐφ' ἑκάστῳ, ὅπου ῥέψει τὸ θέλημα. Ἐρώτησις. Εἶπας, ὅτι χρὴ ἑαυτὸν ἐπὶ θεοῦ κατὰ συνείδησιν ἐλέγχειν· καὶ πῶς δύναμαι, ὅτι τὰ πλείονα ἀγνοῶ· ἡ γὰρ ἁμαρτία ἐκάλυψέ με; Ἀπόκρισις. Ὁ ἄνθρωπος ἀγνοεῖ, ἀλλὰ πιστεύειν ὀφείλει, ὅτι ἡ χάρις ἀλάθητός ἐστι· καὶ ὅταν εὕρῃ κεκαλυμμένα τῆς ψυχῆς τραύματα, τότε τοῖς ἔξωθεν θλιβεροῖς ἁρμοδίως παραχωρεῖ σε· καὶ ἐὰν φέρῃς διὰ τῆς ὑπομονῆς, τὰ κεκρυμμένα θεραπεύει καὶ ἐκ τῆς ὁμοιοτρόπου ἐπιφορᾶς δεικνύει σοι τὸ κεκρυμμένον ἁμάρτημα. ὁ δὲ μὴ ὑπομένων τὰ ἐπερχόμενα οὐδὲ βλέπει τὰ κεκρυμμένα πάθη οὐδὲ τῆς θεραπείας τυγχάνει. μὴ τοίνυν ἐπὶ συμφορᾷ ταραχθῇς κατὰ τοῦ πλησίον, ἀλλ' ἴσος γίνου ἐπὶ πάσῃ συμβάσει, καὶ οὐκ ἔσται σοι τραῦμα κεκρυμμένον ἢ ἀνίατον. ὥσπερ γὰρ τῷ πυρέττοντι ἐπιβλαβὲς τὸ χρίεσθαι ἐλαίῳ, οὕτως ἀδικουμένῳ ἁμαρτωλῷ ἐκζητεῖν τὸ δίκαιον· καθὼς γὰρ ἐκεῖνος ἀλειφεὶς ἀκαίρως μᾶλλον ἐβλάβη, ὁμοίως οὗτος ἐκδικηθεὶς ἀδεῶς μᾶλλον κατεκρίθη. τῷ δὲ θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Μʹ.

Intertext edge

Open linked passage

Note