Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
Ἡ ψυχὴ διὰ τὴν παρακοὴν μακρὰν ἀπέστη ἀπὸ τοῦ θεοῦ. ὥσπερ γὰρ τὰ θηρία φεύγουσι τὸ τῆς ἡμέρας φῶς καὶ δύνουσιν εἰς τὰς ὕλας τῆς ἐρήμου, οὕτω καὶ ἡ ψυχὴ ἀποστραφεῖσα ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας ἰδίῳ θελήματι ἐνέδυ εἰς τὸν αἰῶνα τοῦτον, ὅπερ ἐστὶν ὕλη καὶ ἐρημία καὶ νὺξ καὶ φαντασία τῇ
3.1.2
ψυχῇ. ἠγάπησε γὰρ σκότος ἐγκαταλιποῦσα τὸ φῶς, ἀπέστη ἀπὸ τῆς ζωῆς καὶ ἠγάπησε θάνατον, κατέλιπε πηγὴν ζωῆς καὶ ἠγάπησε πηγὴν σκότους καὶ θανάτου, ἀπεδύσατο πίστιν καὶ ἀγάπην καὶ πραότητα καὶ ὑπομονήνοὐ γὰρ ἐνέμεινεν ἐν τῷ λόγῳκαὶ ἐνεδύσατο ἀπιστίαν καὶ ὀργὴν καὶ θυμόν, κακίαν τε καὶ ζῆλον καὶ αὐθάδειαν καὶ συμπλοκὴν πονηρὰν περιεβάλετο ὡς ἱμάτιον ἰδίῳ θελήματι ἡ ψυχή. διὸ παρήκουσε τῆς πρώτης φωτεινῆς τε καὶ ἑδραίας φωνῆς καὶ ὑπήκουσε δευτέρας τῆς μὴ ἑδραίας καὶ σκοτεινῆς φωνῆς, καὶ οὕτως ἰδίῳ θελήματι ἐγκαταλιποῦσα τὸν ἔνδοξον καὶ ἀπέραντον αἰῶνα, ἠγάπησε τὸν νῦν αἰῶνα καὶ ἐσκόρπισεν ἑαυτὴν ἡ ψυχὴ ἐπὶ πᾶσαν τὴν γῆν
3.1.3
ταύτην. οἱ οὖν ἀπ' ἀρχῆς προφῆται καὶ δίκαιοι ἐβιάζοντο συναγαγεῖν τὴν σκορπισθεῖσαν ψυχὴν καὶ τελείαν αὐτὴν παραστῆσαι, καὶ οὐκ ἠδυνήθησαν. ὁ δὲ ἀγαθὸς καὶ φιλάνθρωπος δεσπότης ὁ τὰ πάντα περιέχων τῇ ἑαυτοῦ βουλῇ, λόγος ζῶν, θεὸς ἀληθινὸς πρὸ αἰώνων. φησὶ γάρ· «οὗτος ὁ λόγος ἀληθῶς σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», ὅς ἐστι κύριος ἡμῶν Ἰησοῦς Χριστός. οὗτος ὁ λόγος ἐστὶν ἐν μέσῳ ἡμῶν ὡς θηρευτὴς θήραν ἀγρεύων, καὶ οὗτος τὴν σκορπισθεῖσαν ψυχὴν ἐκ τοῦ αἰῶνος τούτου συνέλεξε καὶ ἀπειργάσατο ταύτην
3.1.4
τελείαν τε καὶ ἄσπιλον καὶ ἄμωμον. ἐλθούσης οὖν τῆς χάριτος καὶ ὑπόδειγμα καὶ τύπον λαβόντες τοῦ λόγου ἀγρεύσωμεν καὶ συναγάγωμεν τὰς ἑαυτῶν καρδίας διὰ τῆς ἐπιφανείας τοῦ λόγου ἀκτήμονές τε γενόμενοι καὶ μηδὲν κεκτημένοι τοῦ αἰῶνος τούτου ἑτοιμάσωμεν τὰς ἑαυτῶν καρδίας, καθὼς τὸ πνεῦμα διδάσκει ἡμᾶς διὰ τοῦ Δαβίδ· «ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ σοι. ἐξεγέρθητι ἡ δόξα μου».
3.1.5
Ὥσπερ γάρ τις ἐγκατάκλειστος γενόμενος ἐν σκοτεινῷ οἴκῳ οὐ θεωρεῖ τὸ ἑαυτοῦ σῶμα, οὕτω καὶ ἡ ψυχὴ διὰ τὴν παρακοὴν ὑπὸ τῆς ἁμαρτίας κατάκλειστος γενομένη εἰς τὸν αἰῶνα τοῦτον οὐκ ἐπιγινώσκει τὸ ἑαυτῆς κάλλος. πότε οὖν ἡ καρδία ἑτοιμάσει ἑαυτὴν καὶ μετὰ παρρησίας λαλήσει πρὸς τὸν θεόν· «ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου. ἐξεγέρθητι ἡ δόξα μου», ἵνα ἐλθὼν ὁ
3.1.6
ζῶν λόγος ἐμφανίσῃ αὐτῇ τὴν ἑαυτοῦ δόξαν. ἐπεὶ οὖν ἡ ψυχὴ ἰδίῳ θελήματι ἐξέδωκεν ἑαυτὴν πνεύμασι τῆς πονηρίας, ὁδηγεῖται ὑπ' αὐτῶν καὶ κινεῖται ἐν αὐτῇ πάθη ἀσωτίαςλέγω δὴ τὸ πνεῦμα τῆς γαστριμαργίαςἐμποιεῖ πολυποσίαν τε καὶ πολυβρωσίαν τρυφήν τε καὶ σπατάλην, ὑποτίθεται δὲ τῇ ψυχῇ μακροὺς χρόνους, ὥστε αὐτὴν συναγαγεῖν χρήματα ἐν τῷ αἰῶνι τούτῳ, περισπῶν αὐτήν, ἵνα ἐν τῷ μέλλοντι αἰῶνι ἀναξίαν αὐτὴν ἐργάσηται. οὐ μόνον δὲ ἀλλὰ καὶ ἡ τρυφή τε καὶ σπατάλη, καθὼς προείπομεν, τὴν φιλαργυρίαν τε καὶ πλεονεξίαν καὶ λογισμοὺς ῥυπαροὺς ἐμποιεῖ, καὶ οὕτως ἕκαστον πνεῦμα τὸ
3.1.7
ἑαυτοῦ πάθος ἐγκινεῖ. ταῦτα οὖν γινώσκων ὁ τῆς ἀληθείας λόγος, ὁ κύριος ἡμῶν, ὃς ὑπέδειξεν ἡμῖν ὁδὸν διὰ τοῦ εὐαγγελίου φησί· «μὴ μεριμνήσητε περὶ τῆς αὔριον», καὶ διὰ τῆς ὑπομνήσεως ταύτης τοῦ μὴ μεριμνᾶν περὶ τῆς αὔριον τὴν ὑπόθεσιν τῶν πονηρῶν πνευμάτων ἀπελαύνει τοῦ μὴ προσέχειν βρώσει καὶ πόσει καὶ μὴ μεριμνᾶν χρόνους μακρούς, ἀλλ' ὡς διδάσκει ἡμᾶς ὁ ζῶν λόγος διὰ τοῦ εὐαγγελίου· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἰδίῳ ἀγρῷ».
3.1.8
Ὥσπερ γὰρ ὄρνεον ἱπτάμενον εἰς τὴν πεδιάδα γῆν διώκεται ὑπὸ τῶν πονηρῶν ὀρνέων, ὥστε τὸ ὄρνεον ἐκεῖνο διαιρεθῆναι καὶ βρωθῆναι ὑπ' αὐτῶν, ἐὰν δὲ περιβλέψηται τὸ ὄρνεον ἐκεῖνο εἴς τινα τόπον, ἐν ᾧ παμμέγεθες δένδρον ἐρρίζωται, καὶ καταφύγῃ εἰς αὐτό, ῥύεται ἀπὸ τῶν πονηρῶν ὀρνέων, οὕτως δὴ καὶ ἡ ψυχὴ ἐσκόρπισται ἐν τῷ αἰῶνι τούτῳ πετομένη ἀπὸ ἀνατολῶν εἰς δυσμὰς καὶ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν διωκομένη ὑπὸ τῶν πονηρῶν πνευμάτων εἰς τὰ ἔργα τοῦ αἰῶνος τούτου. ὅτε δὲ κατανοήσει ἡ ψυχὴ τὸ δένδρον τῆς ἀληθείας καὶ ἐγκαταφεύξει εἰς αὐτὸ καὶ κατασκηνώσει ἐν τοῖς κλάδοις αὐτοῦ, ῥύεται ἀπὸ τῶν πονηρῶν πνευμάτων καὶ ἀδυνατοῦσιν εἰσελθεῖν εἰς αὐτήν, ἔξωθεν δὲ ἐπιθηρεύουσιν αὐτήν, πότε ἐξέλθῃ ἀπὸ τοῦ λόγου, καὶ κατισχύσουσιν αὐτῆς. ὅταν δὲ ἔλθῃ εἰς τοὺς κλάδους τοῦ λόγου ἡ ψυχή, ὑπομονῆς χρεία καὶ μακροθυμίας, ἕως οὗ διαβλέψωσιν οἱ τῆς ψυχῆς ὀφθαλμοὶ καὶ κατανοήσῃ τὸν καρπὸν καὶ μεταλάβῃ καὶ ἐμπλησθῇ, ἵνα μηκέτι ᾖ ἀνάγκη ἔξω τοῦ λόγου περιπατεῖν.
3.2.1
Πῶς δὲ κατανοήσωμεν τὴν ὁδὸν τοῦ λόγου; ὥσπερ τις ὁδεύων ἐν βασιλικῇ στράτᾳ πορεύεται ἐπὶ τὴν πόλιν, ἐν ᾗ ὁ βασιλεὺς κατοικεῖ, καὶ ἐναρξάμενος τῆς ὁδοῦ κατανοεῖ τὰ σημεῖα μηδαμοῦ παραφερόμενος εἰς ἕτερον τόπον καὶ οὐκ ἐκλυθεὶς χαυνώσει καὶ ἀμελήσει, μᾶλλον δὲ σπουδάζων κατανοήσει, πόσον διάστημα ἔχει ἕως τῆς πόλεωςἀπὸ γὰρ τῶν σημείων γνωρίζει τὸ διάστημα, οὕτω γνωρίσωμεν τὴν ὁδὸν τοῦ πνεύματος, καθὼς ὑπέδειξεν ἡμῖν ὁ σωτήρ.
3.2.2
ὁ οὖν πλανώμενος ἐν τῷ αἰῶνι τούτῳ ὡς ἐν τῇ ὕλῃ τῆς ἐρήμου πλανᾶται καὶ ἐν ταῖς πέτραις ἀνοδίᾳ βαδίζων καταπατεῖ ἀκάνθας καὶ τριβόλους. ὅταν δὲ ἔλθῃ ἐπὶ τὴν ὁδὸν τοῦ λόγου, βλέπει τὸ σημεῖον καὶ κατανοεῖ τὸν λόγον, εἶτ' οὖν τὸν τόπον εἰς ὃν ἔφθασεν ἐν τῇ ὁδῷ τῆς ἀληθείας. τὸ δὲ πρῶτον σημεῖον ἐν τῇ ὁδῷ τοῦ λόγου φησί· «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». μακαρίζει τοὺς πτωχοὺς τῷ πνεύματι, οἵτινες τῷ πνεύματι τοῦ νῦν αἰῶνος πτωχεύουσι μηδὲν κεκτημένοι ἀπ' αὐτοῦ, πλούσιοι δὲ κατὰ μέρος ἐν πνεύματι τῆς ἀληθείας καὶ ἀκόρεστοι τυγχάνουσιν ὡς μηδὲν
3.2.3
κεκτημένοι, ἕως οὗ καταλάβωσι τὸ τέλειον. κατανοείτω οὖν ἡ ψυχὴ ἐν τῇ ὁδῷ τῆς ἀληθείας, εἰ ἤγγισεν ἐπὶ τὸ σημεῖον τοῦτο· οὕτω γὰρ προκόπτει καὶ ὁδεύει ἐπὶ τὸ ἔμπροσθεν σημεῖον. φήσι γάρ· «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται». οὐκ ἐπὶ τῇ τῶν σαρκικῶν ἐξελεύσει μακαρίζει τοὺς πενθοῦντας ἐπὶ γονέων ἢ τέκνων ἢ ἀνδρὸς ἢ γυναικός, ἀλλὰ τὸν κατανοήσαντα, πόθεν ἐστὶ καὶ ὅτι ζωῆς ἀθανάτου ἐκοινώνησεν. εἰσελθὼν εἰς τὰς ἐντολὰς τοῦ κυρίου καὶ βαδίζων ἐν τῇ ὁδῷ τῆς ἀληθείας ἔχει πάλην πρὸς τὰ πνευματικὰ τῆς πονηρίας· οὗ πενθεῖ δὲ ἡ ψυχή, μή ποτε ἡττηθεῖσα πάλιν ἀποθάνῃ, καὶ οὕτω προκόπτει ἐν τῇ ὁδῷ. πενθικὴ δέ ἐστιν μὴ ἐπιδεχομένη δόξαν καὶ ἀγαλλίασιν τοῦ αἰῶνος τούτου, ἀλλὰ προβλέπει τὴν δόξαν τοῦ πρώτου ἀνθρώπου τὴν πρὸ τῆς παρακοῆς, καὶ οὕτως ἐν πένθει οὖσα, πότε καταλάβῃ τὴν δόξαν ἐκείνην, ἐκεῖ ἐμμένει οὕτως, ἕως οὗ ἔλθῃ ὁ παράκλητος, καὶ παρακληθήσεται ὑπ' αὐτοῦ.
3.2.4
«Μακάριοι οἱ πραεῖς ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν». ἐπειδὴ διὰ τὴν παρακοὴν ἰδίῳ θελήματι τὴν γῆν τῆς καρδίας ἔδωκε τῷ ἀντιδίκῳ καὶ κολακευτικῷ τρόπῳ δουλεύει ἡ ψυχὴ τῇ ἁμαρτίᾳ, μὴ ἔχουσα ἐξουσίαν τῆς ἑαυτῆς οὐσίας καὶ μὴ δυναμένη καθ' ἑαυτὴν ἐκδιῶξαι τὸν ἀντίδικον, πορεύεται πράως πρὸς τὸν νομοθέτην τοῦ πνεύματος, μαστιζομένη δὲ ὑπὸ τοῦ ἀντιδίκου καὶ μὴ ὑπακούουσα αὐτοῦ ἀποβλέπει πρὸς τὸν νομοθέτην καὶ διὰ πολλῶν θλίψεων μακροθυμεῖ καὶ ὑπομένει, καὶ ἀπεκδέχεται, πότε ὁ νομοθέτης Χριστὸς ἐγγράψει τὸν νόμον τοῦ πνεύματος εἰς τὴν πρᾶον καὶ ἡσύχιον καρδίαν τότε ἐκδιώκεται ὁ ἀντίδικος, καὶ ἀπολαμβάνει ἡ ψυχὴ τὴν ἑαυτῆς γῆν. τοιούτους πραεῖς μακαρίζει ὁ σωτήρ, καὶ κληρονομοῦσι τὴν γῆν τῆς καρδίας. τοιαύτη καρδία μετὰ αἴνου δοξάζει τὸν νομοθέτην ῥυόμενον πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
3.2.5
«Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται». ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην οὐκ ἀκηδιᾷ, οὐ ῥέμβεται, οὐ περιβλέπεται ἔξω ὁ νοῦς αὐτοῦ, ἀλλὰ προσέχει τῷ λόγῳ τῆς ἀληθείας καὶ ἐστηριγμένη καὶ τεθεμελιωμένη καὶ ἑδραίᾳ τῇ πίστει ἀπεκδέχεται τὸν λόγον, ὅς ἐστιν ἄρτος ζωῆς.
3.2.6
«Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται». ὁ μὴ ἐλεῶν ἑαυτὸν ἕτερον οὐ δύναται ἐλεῆσαι, ὁ δὲ ἀπεχόμενος ἀπὸ τῶν ἡδονῶν τοῦ αἰῶνος τούτου προπορεύεται διὰ τῆς ὁδοῦ εἰς τὴν μονὴν τῶν ἁγίων. ἡ τοιαύτη ψυχὴ ἐλεήμων τυγχάνει καὶ διὰ τῆς ἐνδόξου αὐτῆς πολιτείας ἐλεεῖ τὸν πλησίον, τύπος αὐτῷ γινομένη.
3.2.7
«Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». ἡ τοιαύτη καρδία θεωρεῖ ἐν αὐτῇ τόν τε πρῶτον λόγον καὶ τὸν δεύτερον καὶ μαστιζομένη ὑπὸ τοῦ δευτέρου λόγου οὐχ ὑποτάσσεται αὐτῷ, βιαζομένη δὲ ὑπὸ τοῦ πρώτου τὸν δεύτερον καταλείπει, καὶ οὕτως ἰδὼν ὁ λόγος τὸν ἀγῶνα τῆς ψυχῆς ἀνατέλλει εἰς αὐτὴν τὸν φωτισμὸν τοῦ εὐαγγελίου καὶ ἀπελαύνει πᾶσαν ἐμφάνειαν πονηρὰν ἀπ' αὐτῆς. τότε καταξιοῦται ἡ ψυχὴ μεταλαβεῖν τῶν καρπῶν τοῦ
3.2.8
δένδρου τῆς ζωῆς, ὅ ἐστιν ὁ λόγος τῆς ἀληθείας. τοιαύτη καρδία ναὸς τοῦ θεοῦ καταξιοῦται γενέσθαι καὶ οἰκητήριον πνεύματος. τοιαύτη καρδία ἀπεκδέχεται τὸν ἔνδοξον καὶ ἐπουράνιον θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσι. τοιαύτη καρδία αὐτὸν τὸν θησαυροφύλακα Χριστὸν ἀπεκδέχεται καὶ ἔνδυμα δόξης ἄφθαρτον ἐνδιδύσκεται καὶ ἐν τοῖς ἀφθάρτοις δείπνοις ἀνακλίνεται μετὰ τῶν τελείων καὶ ἐν τῇ τῶν πρωτοτόκων ἐκκλησίᾳ λειτουργεῖ καὶ προσκυνεῖ τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ.
3.2.9
Κατανοήσωμεν, ἀδελφοί, ἕκαστος τὴν ἑαυτοῦ καρδίαν, πόσον ὁδὸν διώδευσε καὶ πόσον διάστημα ἕως τῆς πόλεως ἔχει, μήποτε νομίζοντες ἐν τῇ ὁδῷ τῆς ἀληθείας περιπατεῖν καὶ κατανοοῦντες τὸ σεμνὸν ἔξωθεν σχῆμα καὶ εἰς τὸ ἔσωθεν μὴ ἐγκύψαντες εὑρεθείημεν ἐν ὕλῃ καὶ ἐρημίᾳ πελαζόμενοι, ὅ ἐστιν ὁ αἰὼν οὗτος, νὺξ καὶ φαντασία τῇ ψυχῇ.
3.3.1
Χρὴ οὖν προβλέπειν τὴν ψυχὴν τοῖς ἔσωθεν ὀφθαλμοῖς, μήποτε παγιδευθῇ ὑπὸ τῆς τοῦ ἀντικειμένου δυνάμεως. ὥσπερ γὰρ τὰ ζῷα παγιδεύονται καὶ θηρῶνται ὑπὸ τῶν θηρευτῶν, καὶ εἴ τι ἓν μέλος παγιδευθῇ, κάμπτεται ὅλον τὸ ζῷον καὶ μελίζεται ὑπὸ τῶν θηρευτῶν, οὕτω δὴ νοήσωμεν καὶ περὶ ψυχῆς, καθὼς τὸ πνεῦμα ἡμῖν δηλοῖ διὰ τοῦ προφήτου· «παγίδα ἡτοίμασαν τοῖς ποσί μου, καὶ κατέκαμψαν τὴν ψυχήν μου». πρῶτον γὰρ μέλος τι παγιδεύεται καὶ κατέχεται, καὶ οὕτως οἱ δαίμονες κάμπτουσι τὴν ψυχὴν εἰς τὰ ἑαυτῶν ἔργα καὶ διὰ τῶν ἡδονῶν τῆς βρώσεως περιποιεῖ ἡ ψυχὴ ὄγκον σώματος, ὅπερ ἐστὶ πῦρ
3.3.2
φλογιζόμενον. μνησθῶμεν οὖν τοῦ εἰπόντος ὅτι· «σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν». ὁ γὰρ βουλόμενος «εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι» οὐκ ἀγαπᾷ ὄγκον σώματος, ἀλλ' ἐνδυναμοῦται πνεύματι. πῶς δὲ δεῖ ἐνδυναμωθῆναι φησὶν ὁ ἀπόστολος· ἡ σοφία τοῦ θεοῦ μωρία ἐστὶ τοῖς ἀνθρώποις. δεῖ οὖν πρῶτον ταπεινωθῆναι καὶ ξένον γενέσθαι τοῦ αἰῶνος τούτου. ὁ γὰρ προφήτης δηλοῖ ἡμῖν· εἶδον τὸν υἱὸν τοῦ ἀνθρώπου καὶ «τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων». ἐλθὼν δὲ ὁ λόγος τοῦ θεοῦ καὶ ὁδὸς ἡμῖν γενόμενος καὶ πύλη τῆς ἄνω πόλεως, ὑπέδειξεν ἡμῖν ἐν ταπεινῇ καρδίᾳ ἐν τῷ αἰῶνι τούτῳ μωροὺς γενέσθαι.
3.3.3
Δεῖ οὖν τὸν βουλόμενον υἱὸν θεοῦ γενέσθαι κατανοῆσαι ἑαυτόν, εἴ ἐστι τὸ εἶδος ἑαυτοῦ «ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων», εἰ ἠτιμάσθη καὶ οὐκ ἐταράχθη, εἰ τὸν νῶτον ἑαυτοῦ ἔδωκεν εἰς μάστιγας καὶ τὸ πρόσωπον ἑαυτοῦ οὐκ ἀπέστρεψεν «ἀπὸ αἰσχύνης ἐμπτυσμάτων», μὴ ἀγαπῶν δόξαν, ἀλλὰ καὶ διδομένην ἀποβαλλόμενος, μὴ κάλλος τοῦ νῦν αἰῶνος, ἀλλὰ διωκόμενος καὶ μαστιζόμενος, ὑπὸ τῆς τοῦ ἀντικειμένου δυνάμεως ὀνειδιζόμενος καὶ ἐξουδενούμενος ὑπὸ πάντων, ἑαυτὸν ἐλάττονα ποιῶν καταπατούμενος ὑπὸ πάντων, ὡς μὴ ἔχων «ποῦ τὴν κεφαλὴν κλῖναι» καὶ ἀναπαυθῆναι, πολεμούμενος κρυπτῶς καὶ φανερῶς, ὁρατῶς καὶ ἀοράτως ἐν πολλῷ ἀγῶνι, ὑποφέρων τὸν κόπον, τῷ νοῒ ἀντιμαχόμενος καὶ προκόπτων, ἵνα ᾖ ἀληθῶς «υἱὸς ὑψίστου». ἐπὶ γῆς γὰρ περιπατοῦντος «τὸ πολίτευμα αὐτοῦ ἐν οὐρανοῖς ὑπάρχει», καὶ σοφὸς βιάζεται τῆς ἄνω πόλεως γενέσθαι. καὶ οὕτως ἰδὼν ὁ κύριος τὸν κόπον καὶ τὸν ἀγῶνα τῆς ψυχῆς ὅτι ἐστένωσεν ἑαυτὴν ἐν τῷ αἰῶνι τούτῳ, τότε ἐμφανίζεται ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ εἰπών· «ἐνοικήσω καὶ ἐμπερι
3.3.4
πατήσω ἐν ὑμῖν». τότε λαμβάνει δύναμιν καὶ ἴσχυν καὶ δεσμεύει τὸν ἰσχυρὸν καὶ τὰ σκεύη αὐτοῦ διαρπάζει καὶ τὰ σκῦλα ἐπαίρει τοῦ ἰσχυροῦ, ἅπερ εἰσὶν ὡς ἀμφιβλήστρῳ ἰχθύες κατεχόμεναι ψυχαὶ ὑπὸ τῆς ἁμαρτίας. ἡ τοιαύτη ψυχὴ «ἐπάνω σκορπίων καὶ ὄφεών» ἐστι, καταπατοῦσα «λέοντα καὶ δράκοντα», «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον» ἐπιβαίνει, καὶ εἰς τὸν φωλεὸν τοῦ λέοντος εἰσελ
3.3.5
θοῦσα αἰχμαλωτίζει τὰ τέκνα αὐτοῦ οὖσα ἐν πολλῇ δυνάμει. ὦ ψυχή, θεοῦ τίμιον σκεῦος, οἰκείᾳ βουλήσει ἀδοξίαν ἑαυτῇ καὶ ἀτιμίαν περιποιήσασα, ἥτις ὑπὸ σκοτεινῆς νεφέλης καταποθεῖσα εἰς βάθη θαλάσσης κατεβιβάσθης, ὑπὸ ὄφεων ἐμπαιζομένη καὶ βιβρωσκομένη ὡς ἰχθύδιον, ἐπίγνωθι σεαυτὴν ποῦ κατέχῃ, γνώρισον πόθεν ἦλθες. ἰδοὺ ὁ ἀληθὴς λόγος ὡς ἀμφίβληστρον ἐλθών σε ἀνεβίβασεν ὡς σκεῦος τοῦ μεγάλου βασιλέως. ναὸς θεοῦ προσαγορευθεῖσα φωλεὸς ὄφεων ἐγένου.
3.3.6
Ὥσπερ οὖν κεραμεὺς τίμιον σκεῦος ἔπλασεν εἰς χρῆσιν ἰδίαν, ὄφις δὲ εἰσῆλθεν ἕρπων εἰς τὸ σκεῦος, οὕτω δὴ γνῶθι σεαυτόν, ὦ ἄνθρωπε, σκεῦος τοῦ μεγάλου βασιλέως ὑπάρχων καὶ ὑπ' αὐτοῦ τετιμημένος, λαβὼν τὸ αὐτεξούσιον σῷ θελήματι ἐπεδέξω τὸν ἐχθρόν, φωλεὸς ὄφεως γενόμενος. ὁ δὲ θεὸς ἀγαθὸς ὢν καὶ φιλάνθρωπος δεσπότης πολλὴν εὐσπλαγχνίαν ποιησάμενος τῷ πλάσματι δι' ἑαυτοῦ ἐλθὼν ἐλυτρώσατο αὐτό.
3.3.7
Καὶ ὥσπερ ὁ κεραμεὺς ἐπὶ ἄνθρακος πυρὸς πυρῶν τὸ ἀγγεῖον ποιεῖ ἐκπορεύεσθαι τὸ ζῷον, οὕτω δὴ καὶ ὁ λόγος τῆς ἀληθείας τῷ πλάσματι αὐτοῦ φησι· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη». πυρουμένης οὖν τῆς ψυχῆς σὺν τῷ σώματι ὑπὸ τοῦ λόγου ἐκδαπανᾶται ἡ ἁμαρτία· δεξαμένη γὰρ ἡ ψυχὴ τὸν λόγον ἐργάζεται ὑπὸ τοῦ λόγου. ψυχὴ δὲ ἐν ἀκηδίᾳ οὖσα ὑπὸ ἀπιστίας φρουρεῖται καὶ ὑπερτίθεται ἡμέραν καὶ ἡμέραν καὶ οὐ δέχεται τὸν λόγον, μακρὰν γενομένη ἀπ' αὐτοῦ, ὥστε ὑπὸ τῆς ἀκηδίας οὐδὲ τῆς φωνῆς τοῦ θεοῦ ἀκούει. ἀναπτεροῖ δὲ ἑαυτὴν ἡ ψυχὴ δι' ὀνείρων καὶ ἐναναπαύεται ἐνυπνίοις, μὴ κατανοήσασα τὸν ἔνδον πόλεμον, ὡς ἐν ἐπάρσει ὕπνων γενομένη καὶ εἰς οἴησιν ἐλθοῦσα· ἡ δὲ οἴησις κάλυμμά ἐστι ψυχῆς καὶ οὐ δύναται γνῶναι ἑαυτήν. ὢ φιλανθρωπίας τοῦ μεγάλου δεσπότου, «ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι» πολυμερῶς νύσσει τὴν ψυχήν, ἵνα ἐξυπνισθῇ.
3.3.8
Ὥσπερ γὰρ ὁ οἰκοδεσπότης ἔχων ἀμπελῶνα καὶ προσέρχεται ἀνθρώπῳ μισθῷ συλλαβεῖν αὐτὸν εἰς τὸν ἀμπελῶνα καὶ ὁ μὲν ἀμπελὼν αἱ ἐντολαί εἰσιν, ὁ δὲ λόγος ὡς οἰκοδεσπότης προσκαλεῖται τὸν ἄνθρωπον μισθῷ εἰς τὸν ἀμπελῶνα, ἵνα ἐργασάμενος τὰς ἐντολὰς ἐπιγνῶ ἑαυτὸν καὶ οὕτως ἡ ψυχὴ ἀναλαβοῦσα τὰς ἐντολὰς εἰς τὴν γῆν τῆς καρδίας ἐργάζεται τὴν γῆν, ἔχουσα καλὴν φυτείαν ἐν ἑαυτῇ καὶ πολὺν καρπὸν ἀναδείξας ὁ ἀμπελὼν ἁπλοῦται ἐν ταῖς ἐντολαῖς σκιαζόμενος ὑπ' αὐτῶν, ἵνα μὴ ὑπὸ τοῦ καύματος ἐκλείπῃ, λέγω δὴ ὑπὸ τῆς τοῦ ἀντικειμένου δυνάμεως. τότε ἡ ψυχὴ ἐν μεγάλῃ χαρᾷ γενομένη ἀπεκδέχεται τὸν οἰκοδεσπότην, πότε ἔλθῃ ὁ λόγος καὶ ἐπισκέψεται τὴν αὐτοῦ φυτείαν θάλλουσαν ἐν τῇ γῇ ἐκείνῃ. τότε ὁ οἰκοδεσπότης χαίρει ἐπὶ τῷ ἐργασαμένῳ τὸν ἀμπελῶνα. τότε ἡ ψυχὴ ἀναπαύεται ἐν τῷ λόγῳ.
3.3.9
Ἔκβαλε οὖν τὴν κρυφίαν πέτραν τὴν ἄκαρπον ἐκ τῆς γῆς τῆς καρδίας καὶ πᾶσαν τὴν λεπτολιθίαν, ἀνάλεξαι «ἀκάνθας τε καὶ τριβόλους» καὶ μὴ ἀκηδιάσῃς οὐ γὰρ μόνος ἐργάζῃ· ἔστι γὰρ θεία δύναμις ἔν σοι συνεργοῦσα. μὴ οὖν ἐκκακήσῃς καὶ ἀκηδιάσῃς σπεῦσον, ἵνα καταλάβῃς, ἵνα ἀναπαυθῇς ἐν τῷ λόγῳ καὶ θυγάτηρ ὑψίστου κληθήσῃ. φησὶ γάρ·" 1ποῦ εἰσι τὰ τέκνα σου;" 2 καὶ τί ἀπεκρίθη, φησίν, ἐν τῷ λόγῳ μου; μακάριοι οἱ ἀόκνῳ σπουδῇ τρέχοντες, ὅτι αὐτοὶ καταλαβόντες ἀναπαυθήσονται. οὐαὶ δὲ τῇ ψυχῇ ἐκείνῃ, ᾕτινι οὐκ ἐμέλησε περὶ τῆς γῆς τῆς καρδίαςκαὶ οὐ παρεκάλησε τὸν οἰκοδεσπότην, ἵνα λάβῃ σφύραν καὶ μοχλοὺς σιδηροῦς, ἵνα ἐκβάλῃ τὴν κρυφίαν καὶ ἄκαρπον πέτρανοὔτε περὶ τῆς λεπτολιθίας ἐμέλησεν, ἀλλ' οὕτω χερσώδης ὑπάρχει ὁ πᾶς τόπος ὅλος ἔρημος. ὑπερτίθεται οὖν ἡμέραν καὶ ἡμέραν καὶ τὸ ἔξωθεν σχῆμα μόνον φυλάσσει μὴ ἀτενίσασα εἰς ἑαυτήν, ἀλλ' ἐν ὑψηλοφροσύνῃ καὶ κενοδοξίᾳ ἐστὶ «πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις». ἡ τοιαύτη ψυχὴ ἀπέχει τὸν μισθὸν αὐτῆς.
3.4.1
Τί δὲ ποιήσει, ὅταν ἀναλύσῃ ἐκ τοῦ σώματος, ὅταν ἑκάστη ψυχὴ ἀναδείξῃ τὸν ἑαυτῆς ἀμπελῶνα τῷ δεσπότῃ; τί εἴπῃ ἡ ψυχὴ ἐκείνη τὴν ἑαυτῆς γῆν ἔρημον καὶ χερσώδη καταλείψασα, ἄλλας δὲ ψυχὰς θεωροῦσα ὅτι εἰργάσαντο τὴν ἑαυτῶν γῆν καὶ ἐν πολλῇ δόξῃ ὑπάρχουσι. φησὶ γάρ· «λάμψει τὰ πρόσωπα αὐτῶν ὡς ὁ ἥλιος». ὅταν οὖν ἴδῃ ἡ ψυχὴ ἐκείνη τοιαύτην δόξαν ἑτέρων ψυχῶν, τότε νοήσει ὅτι ἐνεπαίχθη ὑπὸ τῆς ὑψηλοφροσύνης καὶ κενοδοξίας θεωροῦσα
3.4.2
ἑαυτὴν ἔρημον, μὴ ἐργασαμένην τὴν ἑαυτῆς γῆν. ἐὰν οὖν νοήσῃ ἡ ψυχὴ ἐκείνη, ἔτι ἐν τῷ σώματι οὖσα, ὅτι ἐμπαίζεται ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας, βοησάτω ἐξ ὅλης καρδίας πρὸς τὸν θεόν, εἰπάτω δέ· «ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. ταχὺ εἰσάκουσόν μου, κύριε, ἐξέλιπε τὸ πνεῦμά μου». ἐν πολλῇ γὰρ δυνάμει ἐστὶν ὁ ταπεινῶν ἑαυτόν, καθὼς λέγει· «καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενεῖ», καὶ ἔτι· «θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον». ἡ οὖν συντετριμμένη καὶ τεταπεινωμένη καρδία ἐν πολλῇ δυνάμει ἐστὶ τοῦ ἀντιστῆναι «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» καὶ ἐκζητεῖν τὴν ἑαυτῆς οὐσίαν. μακάριοι οἱ σπουδῇ βαδίζοντες ἐν ταῖς ἐντολαῖς, ὅτι αὐτοὶ καταλάβωσι τὸ τέλειον. διὰ τοῦτο ὁ κύριος ἐφανερώθη, ἵνα ἡμεῖς πεισθῶμεν τῇ ἀληθείᾳ, καὶ κατέβη καὶ ἀνέβη, ἵνα ἡμεῖς ἀκολουθήσωμεν αὐτῷ, γενόμενος ὅ ἐσμεν κατ' οἰκονομίαν, ἵνα γενώμεθα ἡμεῖς ὅ ἐστιν.
3.4.3
Ὁ ἔνδοξος στρατιώτης ὁ μετὰ πολλῆς σπουδῆς καὶ εὐνοίας ἐκτελῶν τὸ διάταγμα τοῦ βασιλέως καὶ βουλόμενος πορευθῆναι εἰς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἀντιστῆναι καὶ πολεμῆσαι καὶ ἐκδιῶξαι καὶ ἐξολοθρεῦσαι τὰ ἔθνη, ἃ εἶπε κύριος ὁ θεός, ἵνα ἀπολάβῃ τὴν γῆν καὶ ἴδῃ τὴν αὐτοῦ δόξαν, ἣν καὶ ἐπηγγείλατο ὁ βασιλεὺς δοῦναι, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». ὁ τοιοῦτος ὡπλίσατο κατὰ τὸν ἀποστολικὸν λόγον «θώρακα δικαιοσύνης» ἐνδυσάμενος καὶ τὰ ἑξῆς, καὶ οὕτως ἐν καιρῷ πολέμου χαλιναγωγεῖ τὸν ἑαυτοῦ ἵππον, ἵνα κατὰ τὰ ἴχνη τοῦ νοῦ† βαδίζῃ ὁ ἵππος· εἰ δ' οὖν† τῇ ἑαυτοῦ ἀσυνεσίᾳ χρησάμενος ἁρπάζει τὸν ἐπάνω αὐτοῦ ἄοπλον ὄντα καὶ ἐν μέσῳ τῆς παρεμβολῆς τῶν ἀλλοφύλων ῥίπτει, τότε καταγελᾶται ὑπὸ τῶν ἀλλοφύλων, ὅτι ὁ ἔνδοξος στρατιώτης παρελήφθη ὑπ' αὐτῶν, καὶ
3.4.4
χρῶνται αὐτῷ κατὰ τὸν ἑαυτῶν νόμον. ἐπειδὴ οὖν ἡ ψυχὴ κυρία ἐστὶ τοῦ σώματος, ἔχει τὸ σῶμα ὥσπερ τὸν ἵππον, ἡ ψυχὴ χαλιναγωγεῖ τὸ σῶμα καὶ ὁδηγεῖ αὐτό, καθὼς ὁδηγεῖ τὸ πνεῦμα. ἐὰν δὲ καταληφθῇ ἡ ψυχὴ τῷ φρονήματι τῷ σαρκικῷ, κατὰ τὰ ἐπιτηδεύματα τῆς σαρκὸς πορεύεται. ταῖς τοιαύταις ψυχαῖς τὸ πνεῦμα παραγγέλλει διὰ τοῦ προφήτου· «μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὔκ ἐστι σύνεσις». ψυχὴ γὰρ σαρκικῷ φρονήματι συναπαγομένη ἵππος καὶ ἡμίονος τυγχάνει καὶ οὐκ ἔστιν ἐν αὐτῇ σύνεσις ἀγάπης ὅπου γὰρ ζῆλος καὶ ὀργή, ἔρις τε καὶ ὑψηλοφροσύνη, οὐκ ἔστιν ἐν αὐτῇ σύνεσις ἀγάπης. καθὼς οὖν προείπομεν, ψυχὴ ἐνηδυνομένη σαρκικαῖς ἡδοναῖς· ὄντως ἁρπάζεται ὑπ' αὐτῶν καὶ ἐν μέσῳ τῆς παρεμβολῆς τῶν πνευμάτων τῆς πονηρίας εὑρίσκεται, καὶ καταγελᾶται ὑπ' αὐτῶν καὶ ἐξουδενεῖται.
3.4.5
Οὐ μικρὸς οὖν ἀγὼν πρόκειται, ἀδελφοί, διαρρῆξαί τε τὸν θάνατον καὶ διελθεῖν εἰς τὴν ζωήν. φησὶ γάρ· «ἡ βασιλεία ἐντὸς ὑμῶν ἐστιν», ἡ ἀνάπαυσις καὶ ἡ χαρὰ καὶ εὐφροσύνη. ἐντὸς δὲ εὑρίσκεται ὁ αἰχμαλωτίζων καὶ πολεμῶν, ὅ ἐστι θάνατος καὶ ἀπώλεια τῆς ψυχῆς. μὴ οὖν ἀναπαυέσθω ἡ ψυχή, ἕως οὗ θάψῃ ἐπιμελῶς τὰ αἰχμαλωτίζοντα αὐτήν. τότε «ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς» διὰ τὸ ῥαγῆναι ὕδωρ «ἐν γῇ διψώσῃ» καὶ γέγονεν ἡ ἔρημος εἰς πλῆθος ὑδάτων. ἰδοὺ γὰρ ἐπηγγείλατο τὴν ἔρημον καρδίαν πλῆσαι ὕδατος ζῶντος, πρῶτον διὰ τοῦ προφήτου· «ἐγὼ δώσω ὕδωρ τοῖς ἐν δίψει, τοῖς πεπορευμένοις ἐν ἀνύδρῳ», διὰ γὰρ πατρῴαν παρακοὴν ἐν πολλῷ καύσωνι γέγονεν ἡ ψυχή. ἐλθὼν δὲ ὁ κύριος «κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν», ἵνα γνωρίσῃ ἡμῖν τὸ ὕδωρ τὸ ζῶν καὶ τὸν καύσωνα τῆς ψυχῆς καταπαύσῃ, ἐν ᾧ κατείχετο, φησίν· «ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα».
3.4.6
ἔσται γὰρ «πηγὴ ὕδατος ἁλλομένου ἐν αὐτῷ». οὐ μικρόν ἐστιν, ἀδελφοί, ζητῆσαι τὴν παραγγελίαν τοῦ ἀποστόλου καὶ γνῶναι. «εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς». πῶς ἂν οὖν γνῶμεν τὴν παραγγελίαν τοῦ ἀποστόλου; ὁ αὐτὸς λέγει· «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ».
3.4.7
Ὥσπερ γὰρ βασιλεὺς οἰκοδομήσας ὁ θεὸς πόλιν καὶ παλάτιον ἐν αὐτῇ, ἔθετο θησαυροὺς ἀποκρύφους ἐν αὐτῇ καὶ παρέδωκε τῷ οἰκονόμῳ εἰπών·" 1ταῦτα πάντα δίδωμί σοι εἰς ἐξουσίαν, φύλασσε τὴν πόλιν καὶ τὰ ἐν αὐτῇ. ἃ δὲ ἀπεκάλυψά σοι, ἔχε εἰς τροφήν, καὶ ἀφ' οὗ παρηγγέλῃ σοι μὴ φαγεῖν, βλέπε μὴ παρακούσῃς. εἰ δὲ μήγε, θανάτῳ ἀποθανῇ. ἰδοὺ τὰ τείχη μου ὑψηλὰ καὶ αἱ πύλαι τῇ ἐμῇ σοφίᾳ γεγένηται πρὸς τὸ ἀδυνατεῖν τινα ἀνοῖξαι αὐτάς, εἰ μή σοι μόνῳ ἐδόθη ἡ ἐξουσία ἀνοίγειν καὶ κλείειν. μὴ οὖν ἀκούσῃς τοῦ τυράννου. εἰ δὲ μήγε, εἰς δοῦλον παραληφθήσῃ ὑπ' αὐτοῦ καὶ ἔσῃ ἐργαζόμενος
3.4.8
τὰ ἔργα αὐτοῦ." 2 καὶ ταῦτα παραγγείλας ἀπῆλθεν ἀπ' αὐτοῦ. Καὶ προσελθὼν ὁ τύραννος τῷ οἰκονόμῳ εἶπεν αὐτῷ·" 1διὰ τί τῶν ὄντων ὑπὸ τὴν πόλιν οὐ πάντων ἐξουσιάζεις; δέξαι με ὑπὸ τὴν πόλιν καὶ χρῆσαι ταῖς συμβουλίαις μου, καὶ ἔσῃ ἴσος τῷ βασιλεῖ." 2 ὁ δὲ οἰκονόμος ἀκούσας ταῦτα, παρακούσας τῆς ἐντολῆς τοῦ βασιλέως, ἰδίῳ θελήματι ἀνοίξας τὰς θύρας τῆς πόλεως ἐδέξατο τὸν τύραννον καὶ τὸν στρατὸν αὐτοῦ. τότε ἤρθη τὸ ἔνδυμα τοῦ οἰκονόμου καὶ εὑρέθη ἐξαίφνης γυμνός. ἠλαύνετο γὰρ ὑπὸ τῆς στρατιᾶς τοῦ τυράννου εἰς τὰ ἔργα αὐτῶν ποιεῖν τὰ κελευόμενα ὑπὸ τοῦ μείζονος.
3.4.9
ἔχων δὲ τὴν ἐξουσίαν ποιεῖν ὃ θέλει ἀφόβως ὁ βασιλεὺς ζητεῖ τὸν οἰκονόμον·" 1ποῦ εἶ ᾧ ἐνεπίστευσα τὴν πόλιν μου; διὰ τί μου ἀπέστης; τί μου κατέγνως; οὐ γὰρ ἦν πάντα τὰ ἐν τῇ πόλει ὑπ' ἐξουσίαν σήν; καὶ ἵνα τί μου παρήκουσας τῆς ἐντολῆς καὶ ὑπήκουσας τοῦ τυράννου; καὶ νῦν ὁρῶ σε ὑποτεταγμένον ὡς δοῦλον αὐτοῦ. σοὶ ἐθεμελίωσα πόλιν, ἵνα μοι συμβασιλεύσῃς, σὺ δὲ ἀπέστης ἀπ' ἐμοῦ καὶ ὁρᾷς σεαυτὸν γυμνὸν καὶ μηδὲν κεκτημένον. εἰ δὲ βούλει ἐπαναδραμεῖν εἰς τὸν τόπον σου καὶ ἀπολαβεῖν τὴν δόξαν σου, ὥσπερ ἐγκατέλιπες τὰς ἐντολάς μου καὶ ἐποίησας τὸ διάταγμα τοῦ ἀντάρτου, οὕτως ἐγκαταλιπὼν τὸ διάταγμα τοῦ ἀντάρτου οὗ ὑπήκουσας, ἐπιστράφηθι πρός με ποιῶν τὸ θέλημά μου. πλὴν ἐν πολλῷ κόπῳ καὶ «ἐν ἱδρῶτι τοῦ προσώπου σου» ἀπολάβῃς τὸν πλοῦτόν σου. ἀκαμάτως γὰρ λαβὼν καὶ μὴ εἰδὼς τὸν κόπον οὕτως ἀπώλεσας καὶ παρέδωκας τὴν κληρονομίαν σου." 2
3.5.1
Ἐπίγνωμεν οὖν, ἀδελφοί, ἕκαστος τί ἀπωλέσαμεν, καὶ ἀναλάβωμεν τὸν θρῆνον τοῦ προφήτου· ὄντως γὰρ «ἡ κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις καὶ οἱ οἶκοι ἡμῶν ξένοις» διὰ τὸ παρακοῦσαι ἡμᾶς τῆς ἐντολῆς τὰ ἑαυτῶν θελήματα ἐκτελοῦντας καὶ ἡδυνομένους ἐν τοῖς ῥυπαροῖς καὶ γηΐνοις λογισμοῖς. ἀποστὰς γὰρ νοῦς ἀπὸ τῶν ἐντολῶν ἀσχολεῖται ὑφ' ὧν κατέχεται λογισμῶν τῆς πονηρίας καὶ ἐν αὐτοῖς ἔγκειται. ἀπὸ πολλοῦ οὖν διαστήματός ἐστιν ἡ ψυχὴ ἀπὸ τοῦ θεοῦ, καὶ ὄντως «ὀρφανοὶ ἐγενήθημεν» ὡς μὴ ἔχοντες πατέρα.
3.5.2
τοῦτο οὖν ἀγωνιζέσθω ὁ ἔχων πόνον ψυχῆς, τὸ καθαίρειν πονηροὺς «λογισμοὺς καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ», καὶ οὕτω βιαζομένου τὸν ναὸν τοῦ θεοῦ ἄσπιλον φυλάσσειν, ἔρχεται ὁ ἐπαγγειλάμενος καὶ εἰπών· «ἐνοικήσω καὶ ἐμπεριπατήσω» ἐν ὑμῖν. τότε ἀπολαμβάνει τὴν ἑαυτῆς κληρονομίαν ἡ ψυχὴ καὶ καταξιοῦται ναὸς γενέσθαι θεοῦ, ἐκδιώξασα τὸν πονηρὸν καὶ τὸν στρατὸν αὐτοῦ, καὶ λοιπὸν βασιλεύει. πῶς ἠγάπησεν ὁ θεὸς τὴν ψυχὴν καὶ ἐτίμησεν αὐτήν, ἐν ὁμοιώσει καὶ εἰκόνι ἑαυτοῦ δοξάσας αὐτήν, καὶ αὐτὴ ἠθέτησεν αὐτὸν παροργίσασα αὐτόν.
3.5.3
Ὥσπερ γὰρ φυτεύεται φυτὸν καὶ εἰκὼν τίς ἐστι τελείου δένδρου, οὕτως δὴ καὶ ἡ ψυχὴ ὡς φυτὸν ἐτέθη ἐν τῷ παραδείσῳ, ἵνα αὐξηθῇ καὶ καρποφορήσῃ, διὰ δὲ τὴν παρακοὴν ἀπέστη ἀπὸ τῆς ἐντολῆς καὶ ἐν φρονήματι κακίας ἐκαρποφόρησε τὴν ἁμαρτίαν. ὥσπερ οὖν ἰδίῳ θελήματι ηὐξήθη τῇ κακίᾳ, οὕτω δὴ πάλιν αὐτεξουσίως ἐξᾶραι τὸν ἐγκεντρισμὸν ὀφείλει τῆς κακίας, ἵνα τῇ ἑαυτῆς
3.5.4
ἐλαίᾳ ἐγκεντρισθῇ κατὰ τὸν ἀποστολικὸν λόγον. εἰ δὲ θέλεις γνῶναι, ὅτι ὁ θεὸς φυτῷ τὴν ψυχὴν παρεικάζει, τί λέγει ὁ προφήτηςμᾶλλον δὲ τὸ πνεῦμα διὰ τοῦ προφήτουκαὶ διὰ τοῦ μακαρισμοῦ ἀποστρέφει τὴν ψυχὴν ἀπὸ τῆς βουλῆς τῆς ἀσεβείας καὶ ἑστάναι ἐν τῇ ὁδῷ τῆς ἁμαρτίας κωλύει καὶ ὁδηγεῖ αὐτὴν ἐν τῷ νόμῳ τοῦ πνεύματος, ἵνα νυκτὸς καὶ ἡμέρας ἐν τῷ νόμῳ γενομένη αὐξηθῇ ἐν πνεύματι; διὸ καὶ ἐπιφέρει· «καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὁ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ». ψυχῇ δὲ ἐν τῇ ὁδῷ τῆς βουλῆς τῆς ἀσεβείας βαδισάσῃ ὁμοίως καὶ ἐν τῇ ὁδῷ τῆς ἁμαρτίας ἐπιφέρει· «οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ'
3.5.5
ἢ ὡσεὶ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς». γνῶθι οὖν τὴν διαφορὰν τῶν ἀμφοτέρων ψυχῶν. ἡ γὰρ ἐν κόπῳ καὶ πολλῷ ἀγῶνι γενομένη διὰ τὴν ἐντολήνἐπίρροια πνεύματος γίνεται ἐπ' αὐτήν, καὶ οὕτως ἐν πολλῇ δυνάμει οὖσα μεταβάλλεται «εἰς μέτρον ἡλικίας», ὃ ὑπέδειξεν ἐλθὼν ὁ σωτήρ. ἡ δὲ ἐνάμαρτος ψυχὴ ἡδυνομένη ἐν βουλαῖς ἀσεβείας βαδίζειν καὶ ἐν τῇ ὁδῷ τῶν ἁμαρτωλῶν ἑστάναι ἐπιθυμοῦσα, ἡ τοιαύτη ψυχὴ παραφέρεται ὑπὸ τῆς τοῦ ἀντικειμένου δυνάμεως καὶ ἐμπαίζεται ἐν τῷ ἀέρι. πάντα γὰρ πεφανέρωται τῷ θεῷ καὶ γινώσκει τὰς ὁδοὺς τῶν καρδιῶν ἡμῶν καὶ τὰς τρίβους τῶν ψυχῶν ἡμῶν ἐπίσταται. καταργήσωμεν οὖν ἕκαστος τὸ σαρκικὸν ἡμῶν θέλημα, ἵνα μὴ ὑπὸ τῆς τοῦ ἀντικειμένου δυνάμεως «ὡς χνοῦς» ἐπαρθῶμεν, μᾶλλον δὲ ἑνωθέντες τῇ ἐντολῇ ἐπιρροίᾳ πνεύματος αὐξηθῶμεν κατὰ τὸ εἰρημένον φυτόν.
3.5.6
Ὥσπερ γὰρ βρέφος γεννηθὲν εἰκών ἐστι τελείου ἀνδρός, οὕτω δὴ καὶ ἡ ψυχὴ εἰκών ἐστι τοῦ ποιήσαντος αὐτήν. καὶ ὥσπερ παιδίον κατὰ μέρος αὐξανόμενον ἐκ μέρους γινώσκει τὸν πατέρα, ἐλθὸν δὲ εἰς ἡλικίαν παιδεύεται τῇ τοῦ πατρὸς σοφίᾳ καὶ τότε ἐπιγινώσκει πατὴρ υἱὸν τελείως καὶ υἱὸς πατέρα καὶ ἀποκαλύπτεται ὁ τοῦ πατρὸς θησαυρὸς τῷ υἱῷ, οὕτω καὶ ἡ ψυχὴ ἔμελλε προκόπτειν πρὸ τῆς παρακοῆς καὶ ἔρχεσθαι εἰς ἄνδρα τέλειον, διὰ δὲ τὴν παρακοὴν καὶ ἡ εἰκονικὴ ἀγάπη ἐκαλύφθη. μέρος δέ τι κέκτηται ἐξ αὐτῆς, εἰς πόντον δὲ ἀγνωσίας ἐνέδυ καὶ εἰς πέλαγος λήθης καὶ εἰς ὄγκον πλάνης κατε
3.5.7
βιβάσθη καὶ ἐν πύλαις ᾅδου κατέλυσε. ἀπὸ πολλοῦ οὖν διαστήματος ἐμακρύνθη ἀπὸ τῆς ἐντολῆς ἡ ψυχὴ καὶ οὐκ ἠδύνατο ἑνωθῆναι αὐτῇ οὐδὲ ἐπιγνῶναι, ἀλλὰ ὁ θεὸς πρῶτον μὲν διὰ τῶν προφητῶν ἐπέστρεφεν αὐτὴν πάλιν εἰς ἐπίγνωσιν, ἐπ' ἐσχάτων δὲ τῶν καιρῶν ὁ ἀκατάληπτος καὶ ἀπερινόητος καὶ μήτε ἀρχὴν ἔχων μήτε τέλος, ἡ μακαρία τριάς, ἡ ἀμέριστος βουλὴ καὶ ἀπέραντος οὐσία, οὗτος ὁ θεὸς ἡμῶν ὁ ἀνεξερεύνητος καὶ ἀνεκδιήγητος, αὐτὸς ἑαυτὸν ἐντολὴν ἐποίησε κατ' οἰκονομίαν δι' ἡμᾶς ἀποστείλας αὐτὸς
3.5.8
ἑαυτόν. ἐλθὼν οὖν ὁ υἱὸς παρὰ τοῦ πατρὸς διεσκέδασε τὸν βυθὸν τῆς ἀγνωσίας τήν τε λήθην καὶ τὴν πλάνην καὶ πύλας ᾅδου μὴ ἀνοιγομένας διέρρηξε καὶ εἰσῆλθεν ἐπὶ τὴν πεπλανημένην ψυχήν, ἵνα αὐτὸν ἡ ψυχὴ ὑπόδειγμα λαβοῦσα ἀκολουθήσῃ τῇ ἐντολῇ ἕως πρώτης εἰκόνος, ἵνα τότε κατὰ μέρος ἑνωθῇ καὶ κραθῇ τῇ ἐντολῇ καὶ ἕν τι γένηται μετ' αὐτῆς, ἵνα ἐκ τῆς παρακοῆς ἔλθῃ εἰς τὴν εἰκονικὴν ἀγάπην, ἐκ δὲ τῆς εἰκονικῆς διὰ τῆς ἐντολῆς εὕρῃ τὴν
3.5.9
ἀνάπαυσιν, ἀγάπην τὴν μηδέποτε τρεπομένην. ἰδοὺ ὁ Ἰησοῦς βαπτίζεται ὑπὸ Ἰωάννου ἁγιάσας μὲν τὰ ὕδατα, καθὼς γέγραπται, ψυχῶν δὲ πιστῶν ὑποδείξας συγχώρησιν παραπτωμάτων. ἔπειτα μαρτυρεῖ Ἰωάννης ὅτι εἶδον «τὸ πνεῦμα τοῦ θεοῦ» «ἐρχόμενον ἐπ' αὐτὸν» τὸν Ἰησοῦν. ὁ δὲ ἀποστέλλων καὶ ὁ ἀποστελλόμενος καὶ ἐφ' ὃν ἀπεστάλη ἕν εἰσι. κατ' οἰκονομίαν οὖν, καθὼς προείπομεν, ὑπέδειξε διὰ τοὺς μέλλοντας προκόπτειν καὶ «εἰς ἄνδρα τέλειον» ἔρχεσθαι. πειραζόμενος δὲ κατ' οἰκονομίαν καὶ μέχρι τῆς ἀγγελικῆς διακονίας ὑποδεικνύει τὴν ἐλευθερίαν τῆς ψυχῆς. ἔπειτα ὀνειδισμοὺς καὶ ἐξουθενώσεις, ὕβρεις τε καὶ ῥαπίσματα καὶ ἀνακρίσεις ὑπὸ ἀρχόντων μέχρι τοῦ σταυροῦ
3.5.10
ὑπέδειξε. καθὼς οὖν ἔπαθεν ὁ σωτήρ, ἀναλαβέτω ἡ ψυχὴ εἰς ἑαυτήν, ἵνα προσέχῃ. πῶς δεῖ ἀπαντῆσαι πρὸς τοὺς ὀνειδίζοντας καὶ ἐξουδενοῦντας καὶ σταυροῦντας αὐτήν, ἵνα γένηται ὡσεὶ κωφὸς καὶ ἄλαλος, μὴ ἀνοίγων τὸ στόμα, καθὼς ὑπέδειξε, καὶ οὕτω κατὰ τὰ ἴχνη τοῦ ὑποδείξαντος βαδίζουσα, ἵνα προβλέπῃ τὴν ἐνέργειαν καὶ λεπτότητα τῆς πονηρίας καὶ ὡς ἐν σταυρῷ ἐμπεπηγμένων τῶν ἥλων μετὰ κραυγῆς ἰσχυρᾶς βοησάτω πρὸς τὸν δυνάμενον αὐτὴν ῥύσασθαι ἐκ θανάτου. εἰπάτω δέ· «ἀπὸ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας», ἵνα καθαρισθεῖσα ἄμωμος γένηται. τότε εὑρίσκει τὸν ὑποτάξαντα αὐτῷ τὰ πάντα, τότε ἀνακιρνᾶται ἡ ψυχὴ τῇ ἐντολῇ, τότε θαμβοῦται καὶ βασιλεύει καὶ ἀναπαύεται.
3.6.1
Διὰ γὰρ τὴν παρακοὴν ὑπὸ ὑλικῶν καὶ ῥυπαρῶν λογισμῶν καταποθεῖσα ἄλογος γέγονεν. οὐ μικρόν ἐστιν, ἀδελφοί, ἐκ τῆς τοιαύτης ὕλης ἐξελθεῖν καὶ κατανοῆσαι τὴν λεπτότητα τῆς πονηρίας καὶ διελθεῖν, ἵνα ἀνάρχῳ νοῒ συγκραθῇ. ὦ ἀγάπη ἀνεκλάλητος καὶ εὐσπλαγχνία καὶ οἰκτιρμοὶ τοῦ δεσπότου. ἑαυτὸν ὀρνέῳ παρεικάζει, ἵνα ἡ ἐν πλάνῃ ψυχὴ εἰς τὰς πτέρυγας αὐτοῦ καταφύγῃ, καί φησιν ὁ ζωοποιὸς λόγος· «ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν ὑμᾶς, ὃν τρόπον ὄρνις τὰ νοσσιὰ ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε»; ἰδοῦ ἥπλωσε τὰς πτέρυγας αὐτοῦ καὶ ἐκδέχεται τὴν ψυχήν, πότε εἰσέλθῃ
3.6.2
καὶ ἀναπαυθῇ ἐν ταῖς πτέρυξιν αὐτοῦ. ὥσπερ γὰρ ὄρνεον ἐκ δευτέρου γεννᾶται, πρῶτον μὲν ἐν καλύμματι, ἔπειτα ἐκ δευτέρου ἀναλαμβανόμενον ὑπὸ τὰς πτέρυγας, καὶ ὂν μὲν ἐν τῷ καλύμματι ὑπὸ τῆς θερμότητος πυροῦται τὸ εἶδος, ὅ ἐστιν ὁ νεοσσός, περιαιρομένου δὲ τοῦ καλύμματος ἐμμένει ἐν ταῖς πτέρυξι τῆς μητρός, ἕως ὅτου αὐξηθῇ «εἰς μέτρον ἡλικίας» τῆς μητρὸς αὐτοῦ καὶ τὰ ἑξῆς, ὥστε αὐτὸ εἰς οὐρανὸν ἵπτασθαι καὶ ἐπάνω γενέσθαι πάντων τῶν ἑρπετῶν τῶν βουλομένων διελεῖν αὐτὸ καὶ ἀπολέσαι· οὕτω δὴ καὶ ἡ ψυχὴ ἐλθοῦσα εἰς τὸν κόσμον, εἰσέρχεται διὰ τῶν προφητῶν εἰς τὸ τῆς δικαιοσύνης ἐργαστήριον καὶ νόμον φυλάσσει, ἐλθὼν δὲ ὁ ζωοποιὸς λόγος διδάσκει ἡμᾶς περισσεύειν τὴν δικαιοσύνην «πλεῖον τῶν γραμματέων
3.6.3
καὶ Φαρισαίων». αἰνίττεται δὲ ἡμῖν ἐπάνω γενέσθαι τοῦ νόμου, φησὶ γάρ· «ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν». καὶ τὰ πλεῖστα ἐντελλόμενός ἐστιν, ἵνα εἰσέλθωμεν εἰς τὰς πτέρυγας τῆς μητρὸς ἡμῶν (τουτέστιν εἰς τὰς ἐντολὰς αὐτοῦ). πυρουμένη γὰρ ἡ ψυχὴ ὑπὸ τοῦ λόγου καὶ ἐνδυναμωθεῖσα περιαιρεῖ τὸ κάλυμμα καὶ ἀναγεννᾶται ἐν πνεύματι, ἀνακαλυφθεὶς δὲ Χριστὸς αὐτῇ ἐκράθη ἀπερι
3.6.4
ορίστῳ πηγῇ καὶ ἀνάρχῳ νοΐ. γνῶθι οὖν, ψυχή, ἐὰν ᾖ ἐν ταῖς πτέρυξι τῆς μητρός σου καὶ μὴ ἐξέλθῃς, ἵνα μὴ ὑπὸ ὄφεων ἀναλωθήσῃ. ἦλθε γὰρ ὁ σωτὴρ ἀνακαινίσαι καὶ ζωοποιῆσαι τὴν ψυχὴν καὶ ἐκδαπανῆσαι τὸ ἀλλότριον, ὅ ἐστι τυφλὴ καὶ νυκτερίνη ἐπισπορά, ἵνα τὴν ἑαυτοῦ ἀγάπην ἐπιδείξηται καὶ πλεονάσῃ ἐν αὐτῇ, ἵνα διελθοῦσα ἀρχὰς καὶ ἐξουσίας μίξῃ γόνιμον φῶς φωτὶ μακαρίῳ. Ὦ πτέρυγες ἡπλωμέναι, ὦ σπλάγχνα πατρός. Ἀμήν. 4. τ. 1 ΛΟΓΟΣ Δʹ.