Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 40 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
40.1.1
Γινώσκειν βούλομαι τὴν σύνεσίν σου ὅτι χρὴ τὸν τέλειον ἐν Χριστῷ ἄνδρα ἀφιερωμένον τυγχάνοντα μὴ μόνον αὐτὸν ἐν θεῷ εἶναι, ἀλλὰ καὶ τὸν θεὸν ἐν αὐτῷ οἰκεῖν, καθώς φησιν ὁ κύριος· «ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ». δεῖ γὰρ τὸν τοῦ θεοῦ ἄνθρωπον καὶ παροικῆσαι ἐν τῷ σκηνώματι τῷ θεϊκῷ καὶ κατασκηνῶσαι ἐν τῷ ἁγίῳ ὄρει τῆς ἀχράντου θεότητος, ἵνα μὴ μόνον περιέχων ᾖ, ἀλλὰ καὶ περιεχόμενος ὑπὸ τῆς δόξης τοῦ μὴ συγχωροῦντος καταδυναστεύεσθαι ὑπὸ τῆς τοῦ σκότους ἐνεργείας τῶν παθῶν. ἁγιασμοῦ γὰρ χάριν καὶ τῆς οἰκείας ἀπαθείας ἐνοικεῖ τοῖς ἀξίοις ὁ σωτήρ, ἵνα, καθὼς αὐτὸς ἀπαθὴς τυγχάνει, καὶ τοὺς δεξαμένους αὐτὸν ἀπαθεῖς κατασκευάσῃ, μηκέτι
40.1.2
κλυδωνιζομένους καὶ περιφερομένους ὑπὸ παντὸς ἀνέμου. εἰσὶ γάρ τινες οἱ οὐ μόνον αὐτοὶ πόρρωθεν τῶν τοῦ Χριστοῦ στιγμάτων τυγχάνοντες, ἀλλὰ καὶ τοὺς πλησίον ποτίζοντες ἀνατροπὴν θολεράν, οἵτινες «τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν ἀδικίᾳ» κατέχουσιν, «ἐν οἷς (φησι) τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστι». ματαιωθέντες γὰρ «τοῖς λογισμοῖς αὐτῶν» καὶ σκοτισθέντες κατὰ τὴν ἀσύνετον αὐτῶν καρδίαν φάσκουσι φυσικὰ εἶναι καὶ ἐκ θεοῦ γεγενῆσθαι τὰ «πάθη τῆς ἀτιμίας», ἡδονὴν λέγω φθορᾶς καὶ θυμὸν ἄδικον, ὀργήν τε καὶ λύπην μὴ κατὰ
40.1.3
θεὸν γινομένην καὶ ὅσα τοιαῦτα. ἡμεῖς τοίνυν αὐτούς τε καὶ τὰς σφῶν αὐτῶν ἐκτροπὰς ἐάσαντες ἐπιγνῶμεν τὴν δοθεῖσαν ἡμῖν τῆς ἐλευθερίας αὐτεξουσιότητα παρὰ τοῦ κτίσαντος ἡμᾶς, ἵνα ἐφ' ἡμῖν ᾖ τὸ καὶ τῶν κρειττόνων ὀρέγεσθαι καὶ τῶν χειρόνων ἀπέχεσθαι. οὐ γὰρ ἂν ὁ δίκαιος κριτὴς ἐκόλαζεν ἡμᾶς, εἴπερ ἦν αὐτῶν τῶν κακῶν αὐτὸς ποιητής. ἄπαγε, παρακαλῶ, ἄπαγε, μηδὲ εἰς ἔννοιαν ἔλθῃ τῆς σῆς εὐλαβοῦς διανοίας τὸ ἄτοπον τοῦτο καὶ εὔηθες ῥῆμα. καθαρῶν γὰρ καὶ λίαν καλῶν φύσεων δημιουργὸς ὁ θεός, καθὼς διαγορεύει τὸ ἅγιον πνεῦμα ἐν τῇ κοσμοποιίᾳ· «ἰδού, γάρ φησι, πάντα καλὰ λίαν».
40.1.4
Ἰερεμίας δὲ ὀδυρόμενος καὶ ἀμφισβητῶν περὶ τῆς τῶν παθῶν αἰτίας «κύριος, φησί, οὐκ εἶπε· τίς οὕτως εἶπε, καὶ ἐγενήθη; κύριος οὐκ ἐνετείλατο ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακά, ἀλλὰ τὰ ἀγαθά». καὶ αὖθις ἡ ἐν τῷ εὐαγγελίῳ πρὸς τὸν κύριον ἐπερώτησις τῶν λογικῶν δυνάμεων· «κύριε, φησίν, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν τοῦτο τὸ ζιζάνιον;» ἑτέρωθι δὲ αὐτὸς ὁ σωτὴρ περὶ τῶν αὐτῶν φησι· «πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται». ὅτι γὰρ πᾶσα ἡ ἐκ θεοῦ φυτεία καλή,
40.1.5
μαρτυρεῖ Παῦλος (ἐν ᾧ Χριστὸς λαλεῖ)· «ὅτι πᾶν κτίσμα θεοῦ καλόν». γίνωσκε τοίνυν μὴ ἡμέτερα εἶναι τὰ ἐναποκεκρυμμένα ἐν ἡμῖν πάθη, ἀλλὰ ἀλλότρια· «ἐκ τῶν κρυφίων μου, γάρ φησι, καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φείσαι τοῦ δούλου σου», καί· «ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου», καί· «δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με». τί οὖν τὰ κρύφια ἢ τίνες οἱ ἀδικοῦντες καὶ πολεμοῦντες ἢ τίνες οἱ ἀλλότριοι, εἰ μὴ τὰ τῆς πονηρίας πνεύματα τὰ ἀντικείμενα ταῖς Χριστοῦ ἀρεταῖς;
40.1.6
Πρόσεχε ἀκριβῶς, ὅπως καὶ ὁ νόμος μαρτυρεῖ καὶ βοᾷ περὶ τῆς κατὰ τὸν ἔσω ἄνθρωπον καθαρότητος· «οὐ λήψῃ, φησί, τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσει κύριος τὴν καρδίαν τοῦ λαμβάνοντος τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ». διὸ καὶ ὁ ἀπόστολος παραινεῖ φάσκων· «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ», οὐ μόνον σαρκός, ἀλλὰ καὶ πνεύματος, καὶ ἑτέρωθί φησι· «ἐρραντισμένοι (φησίν) ἀπὸ συνειδήσεως πονηρᾶς τὴν καρδίαν», καὶ πάλιν· «ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως
40.1.7
διαφυλαχθείη», καί· «ἵνα γένησθε τέκνα θεοῦ ἀμώμητα». ὅσοι τοίνυν βούλονται τῆς υἱοθεσίας καταξιωθῆναι, οὐ τὸ σῶμα μόνον ἁγνὸν φυλάττουσιν, ἀλλὰ καὶ τὴν ψυχὴν κατὰ τὸν λέγοντα· «γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ». οἱ μὲν γὰρ ὑπὸ νόμον τὰ τῆς σαρκὸς δικαιώματα ἐπιτελοῦντες μόνον τὴν ἐκτὸς φυλάττουσι καθαρότητα, οἱ δὲ ὑπὸ χάριν καὶ τῆς ἔνδον ἐν ἁγιασμῷ εἰρήνης ὀρέγονται, πεισθέντες τῷ εἰρηκότι· «ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ
40.1.8
Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». οἱ γὰρ Φαρισαῖοι τυφλωθέντες τὴν διάνοιαν «τὰ ἔξω τοῦ ποτηρίου» πλύνουσιν, ὡς καὶ νῦν οἱ κατ' αὐτοὺς νέοι Φαρισαῖοι τὸν ἔξω ἄνθρωπον ἐν ἐπιτηδευτῷ νοῒ σχηματίζοντες ἑαυτοὺς δικαιοῦσι, μὴ συμμαρτυροῦντος τοῦ ἁγίου πνεύματος τῷ πνεύματι αὐτῶν, ἵνα ὦσι τέκνα θεοῦ κατὰ τὸν λέγοντα ἀπόστολον· «αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα θεοῦ» καὶ μὴ βουλόμενοι γνωρίσαι τὴν ἐν ἁγιασμῷ αὔξησιν τοῦ ἔσω ἀνθρώπου, ἀλλὰ πληροφορούμενοι ἐν τοῖς τῆς σαρκὸς κατορθώμασι, μὴ γνόντες, ὅτι «πᾶσα ἡ δόξα τῆς θυγατρὸς
40.1.9
τοῦ βασιλέως ἔσωθεν». ἔστι γάρ τιςὡς ἔοικεν ἕκαστος ἡμῶννοητὴ
40.1.10
συκῆ, παρ' ἧς ὁ κύριος τὸν ἔνδον καρπὸν ἐπιζητεῖ καὶ οὐ τὸν ἐκ τῶν φύλλων ἐπικείμενον σχηματισμόν.
40.1.10
Ὁ τοίνυν συνηγορῶν τοῖς πάθεσι τῆς ἀτιμίας ὡς φυσικοῖς καὶ οὐχ ὡς συμβεβηκόσι μετήλλαξε «τὴν τοῦ θεοῦ ἀλήθειαν ἐν τῷ οἰκείῳ ψεύδει». ὡς γὰρ προέφημεν, ὁ ἄχραντος καὶ καθαρὸς καὶ τὴν εἰκόνα αὐτοῦ ὁμοίαν ἑαυτοῦ κατε
40.1.11
σκεύασε, «φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν». ἐπειδὴ τοίνυν τὸ τῶν ἀνθρώπων γένος ἐν ἀνομίαις κισσηθὲν καὶ ἐν ἁμαρτίαις γεννηθὲν ἀπηλλοτριώθη ἀπὸ μήτρας καὶ ἐπλανήθη ἀπὸ γαστρός, βασιλευσάσης τῆς ἁμαρτίας ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας, ἦλθεν ἱλασθεὶς «ὁ ἀμνὸς τοῦ θεοῦ ἆραι τὴν ἁμαρτίαν τοῦ κόσμου», διὰ τῆς οἰκείας αὐτοῦ δυνάμεως δήσας τὸν ἰσχυρόν, καὶ οὕτω διαρπάσας τὰ ᾐχμαλωτισμένα αὐτοῦ σκεύη ἡμᾶς, κατὰ τὸ εἰρημένον· «ᾐχμαλώτευσεν αἰχμα
40.1.12
λωσίαν». εἰ οὖν ἔστιν ἡμῖν φροντὶς ἀνακληθῆναι ἀπὸ τῆς αἰχμαλωσίας καὶ φορέσαι «τὴν εἰκόνα τοῦ ἐπουρανίου» καὶ παραστῆσαι τὰ μέλη ἡμῶν δοῦλα τῇ δικαιοσύνῃ καὶ τῷ ἁγιασμῷ, καθὼς παρεστήσαμεν τῇ ἁμαρτίᾳ, πιστεύσωμεν, ὅτι χρὴ ἡμᾶς ἐν τῷ φωτὶ περιπατοῦντας ἀπροσκόπως ὁρᾶν τὰ τοῦ θεοῦ θαυμάσια κατὰ τὸν φήσαντα· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμά
40.1.13
σια ἐκ τοῦ νόμου σου». ὡς γὰρ κατὰ τὸ αἰσθητὸν ὁ ἐν τῷ φωτὶ περιπατῶν οὐ προσκόπτει, οὕτω καὶ κατὰ τὸ νοητὸν ὁ ἐν τελείῳ ἁγιασμῷ ὑπάρχων οὐκ ἐνθυμεῖται πονηρά, οὐ λογίζεται φαῦλα. οὐ τίς «γὰρ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων». ὡς οὖν ναὸς θεοῦ ἐπίγνωθι σεαυτόν, ἀποδιδράσκων τὴν τῶν ἐν καρδίᾳ νοημάτων εἰδώλων ἀποτύπωσιν. πᾶν γὰρ πάθος ἐνεργοῦν τῇ ψυχῇ εἴδωλόν ἐστιν, ὅθεν καλῶς εἴρηται· «ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται». εἰ δὲ τοῖς τῆς σαρκὸς πάθεσι δεδουλώμεθα, δηλονότι τῷ ἁγίῳ
40.1.14
καὶ ἀπαθεῖ πνεύματι οὐ δεδουλώμεθα. οὐ γὰρ δύναταί τις «δυσὶ κυρίοις δουλεύειν». «οὐ δύνασθε, φησί, θεῷ δουλεύειν καὶ μαμωνᾷ». «ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστι», μὴ ἔχων «σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων». διότι «ἅγιον πνεῦμα φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων» καὶ «εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία».
40.2.1
Πιστεύσαντες οὖν ὅτι πᾶς ὁ ἡμῶν νόμος «δακτύλῳ θεοῦ» ἐν καρδίᾳ γράφεται, «οὐ μέλανι, ἀλλὰ πνεύματι» θείῳ, δεξώμεθα τὴν ἀλήθειαν τοῦ νομοθέτου τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ἀλήθεια», τοῦ καὶ τὴν τῆς καρδίας περιτομὴν ποιουμένου καὶ ἐπιγράφοντος ἐπὶ τὰς καρδίας τῶν ἀξίων τὸν τῆς χρηστότητος αὐτοῦ νόμον, ὥς φησιν ἐν τῷ προφήτῃ· «διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν,
40.2.2
καὶ ἐπὶ τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς». αὐτίκα γοῦν ὅσοις φροντίς ἐστιν εἰς «γένος ἔκλεκτον» φθάσαι, εἰς «βασίλειον ἱεράτευμα», εἰς «ἔθνος ἅγιον», εἰς «λαὸν περιούσιον», ῥᾳδίως δέχονται τὴν τοῦ ζωοποιοῦ πνεύματος ἐνέργειαν. διόπερ παρακλήθητι εὔχεσθαι, ὅπως καταξιωθῶμενκἂν γοῦν
40.2.3
βραχέωςσυνιέναι τὴν μονότροπον τῆς ἐν Χριστῷ πολιτείας εὐθύτητα. ἡ γὰρ τοιαύτη ψυχή, ἀποθεμένη τὴν τοῦ προσώπου αἰσχύνην καὶ μηκέτι κατακυριευομένη ὑπὸ τῆς αἰσχρότητος τῶν λογισμῶν καὶ μὴ μοιχευομένη ὑπὸ τοῦ πονηροῦ, μόνῳ δηλαδὴ τῷ ἐπουρανίῳ νυμφίῳ κοινωνεῖ ὡς ἅτε μονότροπος. τετρωμένη γὰρ τῇ εἰς αὐτὸν ἀγάπῃ ἐπιποθεῖ καὶ ἐκλείπει ἵνα τολμήσας εἴπω τὴν πρὸς αὐτὸν ὡς κόρη νοητὴν καὶ μυστικὴν συνουσίαν κατὰ τὴν ἄφθαρτον
40.2.4
συνάφειαν τῆς ἐν ἁγιασμῷ ἑνώσεως. μακαρία ὡς ἀληθῶς ἡ τοιαύτη ψυχή, ἥτις ἡττηθεῖσα τῷ πνευματικῷ ἔρωτι ἀξίως ἐνυμφεύθη τῷ θεῷ λόγῳ. λεγέτω τοίνυν αὐτή· «ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ με ὡς νυμφίῳ μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ». ταύτης γὰρ τοῦ κάλλους ἐπιθυμήσας ὁ βασιλεὺς τῆς δόξης κατηξίωσε χρηματίζεσθαι οὐ μόνον ναὸν θεοῦ, ἀλλὰ καὶ θυγατέρα βασιλέως καὶ βασιλίδα· ναὸν μὲν θεοῦ ὡς οἰκειωθεῖσαν τῷ ἁγίῳ πνεύματι, θυγατέρα δὲ βασιλέως ὡς τεκνοποιηθεῖσαν «παρὰ τοῦ πατρὸς τῶν φώτων» καὶ βασιλίδα ὡς συναφθεῖσαν τῇ θεότητι τῆς δόξης τοῦ μονογενοῦς.
40.2.5
Καθ' ὃν γὰρ τρόπον ὁ κύριος ἡμῶν, εἷς ὢν κατ' οὐσίαν, πολυώνυμος γέγονε κατὰ τροπολογίαν ἕνεκεν τῆς ἐν οἰκονομίᾳ σωτηρίας τῶν ἀνθρώπωνπῇ μὲν πέτρα ὀνομασθεὶς καὶ θύρα, πῇ δὲ ἀξίνη καὶ ὁδός, καὶ αὖθις ἄμπελος καὶ ἄρτοςπέτρα μὲν διὰ τὸ τῆς ῥώμης αὐτοῦ ἄσειστόν τε καὶ ἀπρόσιτον, θύρα δὲ διὰ τὸ αὐτὸν εἶναι εἴσοδον τῆς αἰωνίου ζωῆς, ἀξίνη δὲ διὰ τὸ ἐκκόπτειν αὐτὸν τὰς τῆς κακίας ῥίζας, καὶ ὁδὸς διὰ τὸ ἄγειν αὐτὸν τοὺς ἀξίους ἐπὶ τὴν τῆς ἀληθείας γνῶσιν, καὶ ἄμπελος, ὅτι ἐξ αὐτοῦ ὁ εὐφραίνων καρδίαν ἀνθρώπου οἶνος καρποφορεῖται, ὁμοίως δὲ καὶ ἄρτος οἷα στηρίζων καρδίαν λογικοῦ ζῴου, τὸν αὐτὸν τρόπον καὶ ἡ οἰκειωθεῖσα τῷ τοῦ θεοῦ λόγῳ ἄμωμος ψυχὴ μονότροπος τυγχάνουσα κατὰ τὰς πολλὰς προκοπὰς τῶν πνευματικῶν ἀρετῶν πλεί
40.2.6
στων καὶ τῶν δωρεῶν ἀξιωθήσεται. εἴρηται δέ μοι ταῦτα ἕνεκεν τοῦ οὐ μόνον τριχῇ νοεῖσθαι τὸν χρηματισμὸν τῆς νύμφης, ἀλλὰ καὶ πολλαχῶς. γίνωσκε δὲ τοῦτο ὅτι κόπος ἐστὶν ἐνώπιον ἡμῶν, ἕως οὗ εἰσέλθωμεν «εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητα» ἡμῶν. βούλεται γὰρ ἡμᾶς ὁ σωτὴρ ἐν σαρκὶ ὄντας καὶ τῆς ἀπαθείας αὐτοῦ καταξιωθῆναι καὶ τοῦ ἁγιασμοῦ πληρωθῆναι, ἵνα θαρροῦντες λέγωμεν· «ἐν σαρκὶ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα, τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαι
40.2.7
ροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». χρὴ τοίνυν ἀπεντεῦθεν ἤδη προσηλῶσαι ἡμᾶς τῷ σταυρῷ τὰ πάθη τῆς ἁμαρτίας, κατὰ τὴν τοῦ προφήτου εὐχήν· «καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου». σὰρξ γὰρ καὶ αἷμα, περὶ ὧν λέγει μὴ δύνασθαι βασιλείαν θεοῦ κληρονομῆσαι ὁ ἀπόστολος, οὐ τοῦτό ἐστι τὸ ὁρώμενον σῶμα, τοῦτο γὰρ ὑπὸ θεοῦ ἐπλάσθη, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς τὸ κινούμενον ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας τῶν ἐνεργούντων «ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας». οὐ γὰρ «πρὸς αἷμα καὶ σάρκα» τοῖς ἐν Χριστῷ τελείοις ἀγωνισταῖς «ἡ πάλη», «ἀλλὰ πρὸς τοὺς
40.2.8
κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας». εἰ οὖν ὁμολογοῦμεν μὴ φυσικὴν εἶναι τὴν ἐνέργειαν ταύτην, ἀλλ' ἐκ τῶν ἀντικειμένων δυνάμεων, δυνησόμεθα κατ' αὐτῶν ἀναλαβόντες τὴν Χριστοῦ πανοπλίαν ἀντιστῆναι ταῖς μεθοδείαις αὐτῶν, δωρουμένου ἡμῖν δύναμιν τοῦ σωτῆρος πρὸς τὸ πατεῖν ἡμᾶς ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου, ἵνα θαρρῶμεν λέγειν ἐν σαρκὶ ὄντες· «ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος», καί· «ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα», τουτέστιν ἄνευ πάθους τινὸς σαρκικοῦ τὴν ἐν οὐρανοῖς πολιτείαν ῥᾳδίως βαίνων κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως.
40.2.9
παντὸς γὰρ πάθους ἀλλοτριωθέντες τολμήσωμεν λέγειν·" 1οὐ μόνον τὴν πίστιν τετηρήκαμεν, ἀλλὰ καὶ τὸν δρόμον τετελέκαμεν." 2 οὐ γὰρ πιστεύειν δεῖ Χριστῷ μόνον, ἀλλὰ καὶ συμπάσχειν αὐτῷ κατὰ τὸ εἰρημένον· «ὑμῖν γὰρ ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν». τὸ γὰρ μόνον πιστεύειν θεῷ τῶν τὰ ἐπίγεια φρονούντων ἐστίν, ἵνα μὴ λέγω ὅτι καὶ τῶν ἀκαθάρτων πνευμάτων τῶν λεγόντων· «οἴδαμεν τίς εἶ, υἱὲ τοῦ θεοῦ». ἑκάτερα γὰρ τὰ μέτρα ἐχθρὰ ὑπάρχει τοῦ θεοῦ, μᾶλλον δὲ τοῦ σταυροῦ, καθώς φησιν ὁ ἀπόστολος· «οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια,
40.2.10
καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες». ὁρᾷς ὅτι οὐ μόνον αἱ ἀποστατικαὶ δυνάμεις ἐχθραὶ τοῦ σταυροῦ τυγχάνουσιν, ἀλλὰ καὶ «οἱ τὰ ἐπίγεια φρονοῦντες», διότι ἐξ αὐτῶν τούτων ἐνεργοῦνται. τὸ πιστεύειν εἰς Χριστὸν κοινὸν πάσῃ κτίσει καὶ προαιρέσει ἀγαθῇ καὶ φαύλῃ, τὸ δὲ συμπάσχειν Χριστῷ καὶ συνδοξάζεσθαι μόνον τῶν ἑαυτοὺς σταυρωσάντων τῷ κόσμῳ τούτῳ καὶ «τὰ Χριστοῦ στίγματα» ἐν τοῖς οἰκείοις σώμασι βαστασάντων.
40.3.1
Παθεῖν τοίνυν ἡμᾶς δεῖ ὡς καὶ τὸν Χριστόν, ἵνα τυθέντες κατὰ τὸν χοϊκὸν ζωοποιηθῶμεν κατὰ τὸν ἐπουράνιον. ἐὰν γὰρ μὴ φθαρῇ τὸ κατὰ τὸν χοϊκὸν φρόνημα ἐν τῷ φανερῷ, οὐκ ἀνακαινίζεται ὁ ἐν τῷ κρυπτῷ κατὰ τὸ πνευματικὸν φρόνημα, περὶ οὗ ὁ ἀπόστολός φησιν· «ἀνακαινοῦσθε δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα», καὶ αὖθις· «καθ' ὅσον ὁ ἔξω φθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται». τίς ὁ ἔξω, ἢ τάχα περὶ οὗ ὁ Δαβὶδ λέγει· «τοῦτον ταπεινοῖ»; τίς ὁ ἔσω, περὶ οὗ ὁ αὐτός· «τοῦτον ὑψοῖ». ὁμοίως γὰρ καὶ ὁ ἀπόστολος· «ὅτε ἀσθενῶ κατὰ τὸ φρόνημα τῆς σαρκός»; δυνατός εἰμι κατὰ «τὸ φρόνημα τοῦ πνεύματος»· ἡ γὰρ δύναμις
40.3.2
τοῦ κυρίου ἐν τῇ κατὰ τὸν χοϊκὸν ἄνθρωπον ἀσθενείᾳ τελειοῦται. χρὴ μέντοι, ὡς προεῖπον, ἐντεῦθεν ἤδη ἐν σαρκὶ ἡμᾶς ὄντας ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, εἰθ' οὕτως καταξιωθῆναι τῆς τελείας ἀνακλήσεως τοῦ πνεύματος. προηγουμένης γὰρ τῆς καθάρσεως ἕπεται καὶ ὁ ἁγιασμός. καὶ ἐν ἑτέρῳ γάρ φησι· «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου» καὶ τὰ ἑξῆς, καὶ αὖθις· «τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφα
40.3.3
νοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς». ἀναλύσαντες γὰρ ἀπὸ τοῦδε τοῦ μοχθηροῦ βίου ἄνευ τῆς καθάρσεως καὶ τοῦ ἁγιασμοῦ ἐσόμεθα κενοὶ καὶ ὡς οὐχ ὑπάρξαντες. διὰ τοῦτο φησίν· «ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι οὐ μὴ ὑπάρξω». πρόδηλον γὰρ ὅτι οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ἐξομολόγησις. διό φησιν ὁ αὐτὸς προφήτης· «μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένη;» καὶ ὁ Ἠσαΐας φησίν· «οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν», καὶ ὁ Ἐζεκίας· «οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου. οἱ ζῶντες εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ». καὶ ὁ Ἰώβ φησιν·
40.3.4
«ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι οὐ μὴ ἀναβῇ». βεβαίως οὖν νεκροὶ οἱ διὰ τὸ σαρκικοὶ εἶναι ἀνάξιοι εὑρεθέντες τῆς ἐνοικήσεως τοῦ ζωοποιοῦ πνεύματος, καὶ ᾅδης κυριεύων ὁ τῆς ματαιότητος χῶρος, ἐν ᾧ τὸ σκάμμα τῆς ἁμαρτίας. ἐντεῦθεν οὖν ἔστι τὸ τοῦ Χριστοῦ στάδιον, ἐν ᾧ μὴ νομίμως τις ἀθλήσας οὐ στεφανοῦται.
40.3.5
Διὰ τοῦτο τοίνυν ἀγωνισώμεθα, ἵνα τύχωμεν θείου πνεύματος ἔτι ἐν τῷ βίῳ ὄντες, εἰδότες ὅτι «εἴ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ». οὕτω διώξωμεν, ἵνα καταλάβωμεν, οὕτω δράμωμεν «ὡς οὐκ ἀδήλως», ἀλλ' ὡς πεισθέντες τῷ εἰρηκότι, ὅτι «ἡ βασιλεία ἐντὸς ὑμῶν ἐστι». τίς δέ ἐστιν αὕτη
40.3.6
ἡ βασιλεία, εἰ μὴ τὸ ἐν ταῖς ψυχαῖς πλήρωμα τοῦ θείου πνεύματος; τούτου ἀπεντεῦθεν ἤδη χρὴ ἀξιωθῆναι τοὺς τοῦ Χριστοῦ ἀθλητάς, μηδενὸς ἑτέρου ὑπολειπομένου αὐτοῖς ἢ μόνον τῆς ἐν τῇ ἀναστάσει ἀπολυτρώσεως τῶν σωμάτων, ἧς ἕνεκεν ὁ ἀπόστολος ἔφασκε· «συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἰ πῶς καταντήσωμεν εἰς τὴν ἐξανάστασιν τὴν ἐκ τῶν νεκρῶν». οὐδενὸς γὰρ ἐνέδει ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα καὶ τὰ ὑστερήματα αὐτοῦ ἐληλυθὼς ἀποπληρῶσαι ἢ μόνον, ὡς προεῖπον, τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σώματος, περὶ ἧς ἔλεγεν· «οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι». οὐ γὰρ ὡς ἀτελὴς ἔλεγεν,
40.3.7
ὅτι «ὅσοι τέλειοι, τοῦτο φρονοῦμεν». ἡμεῖς γοῦν ἀρνησώμεθα «τὸν ἕτερον νόμον τὸν ἐν τοῖς μέλεσιν ἡμῶν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς ἡμῶν καὶ αἰχμαλωτίζοντα ἡμᾶς τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσιν ἡμῶν» καὶ δεξώμεθα τὸν τοῦ θεοῦ πνευματικὸν νόμον ἐν ἑαυτοῖς, ὅπως μὴ ὑποσκελίζηται ἡμῖν τὰ τῆς ψυχῆς διαβήματα κατὰ τὸν λέγοντα· «ὁ νόμος τοῦ θεοῦ ἐν
40.3.8
καρδίαις αὐτῶν, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτῶν». καὶ ταῦτα ἡμεῖς μὲν γράφομεν, ὑμεῖς δὲ πράττετε. πιστεύω γάρ σε θεοδίδακτον ὄντα ἀπεκδύσασθαι πᾶσαν ἐνέργειαν ῥυπαρίας πονηρῶν λογισμῶν καὶ ἐνθυμήσεων αἰσχρῶν καὶ ἀνειληφέναι τὴν τοῦ κυρίου πανοπλίαν ἐν τῷ ἀγαθῷ φρονήματι τοῦ πνεύματος. εὖξαι τοίνυν καὶ ἡμᾶς φθάσαι εἰς τὸν «τέλειον ἄνδρα», εἰς τὸ «μέτρον τῆς ἐν Χριστῷ ἡλικίας», ὅπως προσοικειωθέντες τῇ θείᾳ δυνάμει, ἔνθα τὸ ἁγιαστήριον τοῦ θεοῦ, ἀδεῶς παραστῶμεν τῷ βήματι αὐτοῦ ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς ἐνδόξου αὐτοῦ παρουσίας. Ἀμήν. 41. τ. 1 ΛΟΓΟΣ ΜΑʹ.

Intertext edge

Open linked passage

Note