Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 41 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1.1
Ἠκούσατε τῆς γραφῆς λεγούσης, ὅτι ἀφῆκαν τὸν κύριον «πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν». τοῦτο δὲ περὶ τῶν λογισμῶν εἴρηκεν, ὅτι ἀφίεμεν τὴν ζήτησιν τῆς μετουσίας τοῦ κυρίου, ἥτις δι' ἡσυχίας καὶ ἐλπίδος εὑρίσκεται, καὶ τὰ φθαρτὰ καὶ ἐπιβλαβῆ ἐννοοῦμεν, τοῦ κυρίου εἰπόντος· «ζητεῖτε τὴν βασιλείαν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». τὸ δὲ «προστεθήσεται» τί ἐστιν; οὐχ ἵνα μερι
41.1.2
μνῶμεν, ἀλλ' ἵνα ἐλπίζωμεν, καὶ οὐχ ὡς ἡμεῖς θέλομεν, ἀλλ' ὡς αὐτός. τί γὰρ ὠφέλιμον; τῶν ἐπιθυμιῶν ἐμπλησθῆναι ἢ καθαρισθέντας μὴ ἐπιθυμῆσαι; καὶ πάλιν τί συμφέρον; τοῦ ἐχθροῦ ἀνθρώπου κατακυριεῦσαι ἢ μᾶλλον ἀγαπῆσαι; καὶ τί βέλτιον; διαλογίζεσθαι καὶ μεριμνᾶν καὶ συνεχῶς ἀποτυγχάνειν ἢ πιστεύειν καὶ ἐλπίζειν καὶ εὐοδοῦσθαι; γίνεται γάρ, ὅτι πρᾶγμά τι βιαίως ἢ ἀλόγως ἀφέλκει ἡμᾶς τῆς εὐχῆς καὶ τῆς νοερᾶς ἡσυχίας καὶ ἀφέντες τὴν ἐλπίδα ἐπεξερχόμεθα γυμνῇ τῇ διακρίσει καὶ οὐ νοοῦμεν τὰ μεγάλα ζημιούμενοι. ὁ δὲ πρὸ πάντων τὴν βασιλείαν προκρίνων καὶ πιστεύων τῷ κυρίῳ τὰ παρ' αὐτοῦ οἰκονομούμενα ὑπομονητικῶς καταδέχεται. οἶδε γάρ, ὅτι τῷ ἐλπίζοντι τὰ πεμπόμενα εἰς τὸ συμφέρον εἰσί, μόνον μὴ ἡμεῖς αὐτὰ τῇ ἀπιστίᾳ μεταβάλωμεν. κἂν γὰρ πρὸς παρὸν λυπηρὰ εἶναι δοκῇ, ὕστερον διὰ τῆς ὑπομονῆς σωτηρίους καρποὺς ἀποκυΐσκει. ὅταν δὴ οὖν λέγωμεν" 1κύριε ὁ θεὸς ἡμῶν" 2, ἵνα πιστεύωμεν τῇ δυνάμει τοῦ ὀνόματος, ὅτι αὐτός ἐστι πάντων κύριος ὡς οὐρανοῦ καὶ γῆς, ὡς ζωῆς καὶ θανάτου, ὡς ψυχῆς καὶ σώματος, ὡς φανερῶν καὶ κρυφίων, ἐν πᾶσι δὲ τούτοις διὰ καρδίας γνωρίζεται. «μακάριοι» γὰρ
41.1.3
«οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». χαρισάμενος γὰρ ἡμῖν τὸ νοερὸν καὶ αὐτεξούσιον εἶπεν ἐν αὐτῷ ζητεῖν τὴν κεκρυμμένην βασιλείαν τοῦ μὴ τοῖς ἔξωθεν ἐρχομένοις ἔξωθεν προστρέχειν· ἡ γὰρ αἰτία αὐτῶν ἔσωθέν ἐστι. καὶ ἡ ῥίζα παντὸς αἰσθητοῦ τὸ νοερὸν τυγχάνει. καὶ ὅσον γίνεται ἔλλειμμα τῆς εὐσεβείας τοσοῦτον καὶ ἡ ἐπαγωγὴ τῶν κακῶν ἐπέρχεται, ἣν οὐδεὶς δύναται ἀποστρέψαι εἰς τέλος, εἰ μὴ τὸν κύριον παρακαλέσει. αὐτὸς γάρ ἐστιν ὁ τὴν σωτηρίαν ἡμῶν κατεργαζόμενος· οὐ γὰρ εἰς ὀργὴν ἔθετο τὰς ἐπαγωγὰς ἀλλ' εἰς μετάνοιαν καθὼς γέγραπται· «μακάριος ὃν ἤλεγξε κύριος
41.1.4
ἐπὶ τῆς γῆς». Μὴ οὖν τὰ ἔξωθεν ἀπωθώμεθα παρὰ φύσιν αὐτὰ ἡγούμενοι, ἀλλὰ μᾶλλον διὰ τῆς εὐχῆς νικῶμεν. ὅταν γὰρ αὐτὰ τῷ δοκεῖν σωματικῶς ἀποβάλλωμεν χαλεπώτεροι ἡμῖν ἐπιφέρονται κίνδυνοι. ὅσοι οὖν τῆς περὶ τῶν αἰωνίων ἀμελοῦμεν εὐχῆς, καὶ τὸν ἐπὶ γῆς κίνδυνον τὸν ἐκ τῆς ἀμελείας συμβαίνοντα φοβηθῶμεν. οὐδαμοῦ γὰρ ἀκίνδυνος ἄνθρωπος μὴ φυλασσόμενος τῷ κυριακῷ πνεύματι. οὐχὶ παντὸς πόνου ὀδυνωτέρα ἐστὶ στενοχωρία πνεύματος καὶ πόνος καρδίας; καθὼς λέγει· «πᾶς πόνος καὶ μὴ πόνος καρδίας»,
41.1.5
καὶ πάλιν φησίν· «ἐν στενοχωρίᾳ πνεύματος κεκράξεται». ἔχοντι τοίνυν καρδίαν καὶ πνεῦμα σαρκὶ συνδεδεμένον, ποῖος σοι τόπος λοιπὸν πρὸς ἀφοβίαν; διὰ τοῦτο αὐτὸν φοβοῦ μετ' εὐχῆς καὶ οὐδὲν φοβηθῇς. ὅταν δὲ νοῦς ἐπιλάθηται τῆς νοερᾶς καὶ εὐσεβοῦς θλίψεως, τότε καὶ τῶν ἐντολῶν ἐπελάθετο, καὶ ὅθεν ἂν δοκῇ τρέχειν, παρεκτρέπεται τῆς λείας καὶ σκολιάζων πορεύεται· διὰ τοῦτο συναντᾷ θηρίοις. εἰ γὰρ μὴ τὸν τῆς εὐχῆς καὶ ἐλπίδος πόνον ἐκκόπτομεν, οὐκ ἂν ἐπλημμελήσαμεν καὶ τοῖς ὑπὲρ δύναμιν πειρασμοῖς περιεπέσαμεν, τοῖς μὲν γὰρ περὶ ψυχῆς θλιβομένοις λέγει· «πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε»· ἀπαιδεύτοις δὲ συναντήσει κακά.
41.1.6
Σπουδάσωμεν τοίνυν δι' εὐχῆς ποιεῖν, ὅσα ἡμῖν αὐτὸς κελεύει καὶ μὴ ὡς ἡμεῖς φιλονεικοῦμεν. αὐτὸς γὰρ ἀκριβῶς οἶδε τὰ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ παρ' ἡμῶν θέλει τὴν ἐκ πίστεως ἐλπίδα. πάντα οὖν αὐτῷ ἀναθέμενοι μηδὲν μεριμνήσωμεν, εἰ μὴ τὴν μετουσίαν τοῦ ἁγίου πνεύματος. οὕτω γὰρ καὶ τοὺς πονηροὺς φύγωμεν δαίμονας καὶ τὰς συμβαινούσας θλίψεις ὑπομενοῦμεν καὶ ἐν κυρίῳ ὑπὸ τῆς χάριτος αὐτοῦ συνετιζόμενοι εὐχαριστῆσαι τῷ ἁγίῳ πνεύματι
41.1.7
δυνηθῶμεν, τῷ λυτρουμένῳ ἡμᾶς τῆς ἔνδον ἁμαρτίας. τὴν οὖν εὐχὴν περὶ τούτου πανταχῇ προσήκει φυλάσσειν. ἐντεῦθεν γὰρ φανούμεθα ἢ πιστεύοντες τῷ ἀποστολικῷ λόγῳ ἢ ἀπιστοῦντες. μὴ οὖν φοβηθῶμεν τοὺς ἐχθρούς, ἀλλὰ τὸν κύριον. οἱ γὰρ φαῦλοι λογισμοὶ τοὺς μὲν ἀγωνιστὰς θλίβοντες, μᾶλλον ἔτι προσφεύγειν τῷ κυρίῳ ἀναγκάζουσιν ὡς οὐ θέλουσι, τοὺς δὲ ἡδυπαθεῖς περιπλανῶντες εἰς λήθην καθέλκουσι. διὰ τοῦτο καὶ αἱ φανεραὶ θλίψεις ἐπέρχονται, ἵνα κἂν δι' αὐτῶν πάλιν ἐπὶ τὴν εὐσέβειαν ἐπιστρεφώμεθα. οἱ μὲν οὖν νήπιοι θεὸν ζητοῦσι φοβούμενοι τὸν ἐπὶ γῆς κίνδυνον, οἱ δὲ προκόψαντες τῷ πόθῳ κρατοῦνται· ἡ γὰρ «τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον». Ἀμήν. 42. τ. 1 ΛΟΓΟΣ ΜΒʹ.

Intertext edge

Open linked passage

Note