Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
42.1.1
Ἡ τοῦ πονηροῦ δεινότης καὶ δύναμις ἄνευ τῆς συνεργίας τῆς προαιρέσεως τοῦ ἀνθρώπου νεκρὰ σχεδὸν καὶ ἄτονος τυγχάνει ἢ καὶ μόνον δόκησιν φόβου καὶ ἀπειλῆς ἔχει. ἐπὰν δὲ ἔχῃ τὴν προαίρεσιν τῷ βουλήματι αὐτοῦ συνεργοῦσαν καὶ ταῖς ὑποβολαῖς αὐτοῦ ἡδομένην, ὥσπερ ζῶν καὶ δυνατὸς ἄνθρωπος πολεμεῖ δι' αὐτοῦ αὐτόν. παραφυλακτέον οὖν καὶ σπουδαστέον παντὶ τρόπῳ ἀσύμφωνον καὶ ἀσυνδύαστον τὴν προαίρεσιν πάντοτε τῷ πονηρῷ εἶναι, ἵνα ἐξασθενῇ καθ' ἑαυτὸν καὶ νεκροῦται, μηδὲν δυνάμενος δι' ἡμῶν ἐργάσασθαι ὧνπερ ἐπιθυμεῖ.
42.1.2
αὕτη γάρ ἐστιν ἡ ἄθλησις τῶν Χριστιανῶν καὶ ὁ ἀγών, μὴ συνεργεῖν ταῖς κακαῖς αὐτοῦ ὑποσποραῖς, ἵνα μὴ ἰσχὺν καὶ νεῦρα δι' ἡμῶν λαμβάνῃ, ἀλλὰ καθ' ἑαυτὸν ἀσθενῶν καὶ μὴ δυνάμενος ποιεῖν δι' ἡμῶν ὃ βούλεται ἀποθάνῃ τελείως ἐξ ἡμῶν, τῆς χάριτος βασιλευούσης ἐν ἡμῖν. τὸ γὰρ ἐκ τῆς παραβάσεως τοῦ Ἀδὰμ ἐπισυμβεβηκὸς τῇ ψυχῇ τῆς ἁμαρτίας πάθος τὸ παρὰ ἀνθρώποις ἀνίατον μόνῳ θεῷ ἰᾶσθαι δυνατόν. διὸ καὶ ἡ τοῦ κυρίου ἐπιδημία γέγονεν· «ἴδε, γάρ φησιν, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». ἀδύνατον δὲ ἄλλως θεραπείαν ἐπιδέξασθαι μυρίοις τοῦ πνεύματος φαρμάκοις, ἐὰν μὴ τὸ αὐτεξούσιον καὶ προαιρετικὸν παύσηται τοῦ ἁμαρτάνειν συνδυάζον τῇ κακίᾳ.
42.1.3
Ὥσπερ γὰρ ἀκάνθης ἐν ποδὶ πεπηγμένης ἢ ἑτέρου τινὸς ἐν τῷ σώματι κειμένου ἀδύνατον θεραπευθῆναι τὸν πόνον μυρίοις φαρμάκοις, ἐὰν μὴ πρότερον ἐξέλῃ τις τὸ ἐν τῷ σώματι κείμενον, οὕτως εἰς πᾶν, ὃ ἔχει ἡ ψυχὴ ἐκ προαιρέσεως πάθος ἤτοι μῖσος πρὸς τὸν πλησίον ἢ φθόνον τινὰ ἢ ζῆλον ἢ χαύνωσιν ἢ ἑτέραν τινὰ προσπάθειαν ἢ δεσμόν τινα εὐλογοφανῆ, ἐὰν μὴ ἀποστραφῇ τελείως ἡ προαίρεσις ἀπὸ τῶν προλήψεων καὶ συνηθειῶν οὐ καλῶν καὶ παύσηται καὶ ἡσυχάσῃ ἀπ' αὐτῶν, ἀδύνατον τελείαν ἴασιν τῆς ψυχῆς γενέσθαι διὰ τῆς τοῦ πνεύματος δυνάμεως καὶ ἀποκαταστῆναι εἰς τὴν προτέραν τῆς ἀρχαίας
42.1.4
καθαρότητος εὐγένειαν. τὸ γὰρ διὰ τῆς παραβάσεως τοῦ Ἀδὰμ εἰς πάντας διαδοθὲν κακόν, προτρεπτικὴν ἔχον δύναμιν οὐκ ἀναγκαστικήν, ὑπόθου μοι εἶναι οὐγκίαν μίαν ἑκάστῳ ἐξ ἴσου. ταύτην διαφόρως αἱ προαιρέσεις ἀπεργασάμεναι ἐν κακίας προθέσει αἱ μὲν δέκα οὐγκίας πρακτικῶς ἁμαρτιῶν εἰργάσαντο, αἱ δὲ ἑκατόν, αἱ δὲ χιλίας, καὶ οὕτω διαφορὰν ἐργασίας ἐκ συνηθείας κακῶν ἀνθρώπων τὰ κακὰ ποιεῖν ἔμαθεν, ὃ οὖν ὕστερον οἱῳδήποτε τρόπῳ ἐπολυπλασίασεν ἡ προαίρεσις, ἵν' οὕτως εἴπω, τῆς κακίας τὸ τάλαντον. τοῦτο χρὴ πάλιν ἀναλυθῆναι τῇ προαιρέσει διὰ τοῦ γενναίως ἀποστραφῆναι καὶ μισῆσαι πάσας τὰς προτέρας συνηθείας τὰς κακὰς καὶ προλήψεις οὐκ ὀρθάς, ὥσπερ
42.1.5
προαιρέσει προσεπηύξησε τὰ κακά. εἰς τοσοῦτον οὖν χρὴ νεκρῶσαι καὶ ἐλαττῶσαι τὰ πάθη, ἕως οὗ καταντήσῃ πάλιν εἰς τὴν οὐγκίαν τοῦ μέτρου τῆς κακίας κατὰ τὸ ῥηθὲν ὑπόδειγμα, παντελῶς τῆς προαιρέσεως ἀποστάσης τοῦ προθέσει ἁμαρτάνειν, καὶ τότε ὑπὸ τοῦ δικαίου κριτοῦ τελείως ἡ ἐκδίκησις κατὰ τῶν παθῶν γενήσεται τῆς καρδίας τελείως ὑπὸ τοῦ πνεύματος καθαριζομένης καὶ ἁγιαζομένης καὶ οὕτω τῆς βασιλείας καταξιουμένης. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν. 43. τ. 1 ΛΟΓΟΣ ΜΓʹ.