Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
43.1.1
Πρὸς τοὺς λέγοντας· εἰ πιστὸν ἦν ὑμῖν τὸ βάπτισμα καὶ ἀληθές, οὐκ ἂν ἄλλο τι προσεδοκᾶτε ἐξ οὐρανοῦ λαμβάνειν· νῦν ἰδοὺ φανερόν ἐστιν, ὅτι λύεται αὐτὸ διὰ τὸ ἄλλο τι ἐκδέχεσθαι.
43.1.2
Ἀπόκρισις πρὸς ταῦτα: Τὴν ἀρχὴν τῆς ὑποστάσεως τοῦ πνεύματος καὶ τῆς σωτηρίας ἡμῶν ἐκεῖθεν λαμβάνομεν. φησὶ γὰρ ὁ ἀπόστολος· «ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως αὐτοῦ μέχρι τέλους βεβαίαν κατάσχωμεν» καὶ αὐτὸ ἐκεῖνο, ὅπερ ἐν τῷ βαπτίσματι ἐδεξάμεθα ἕκαστος, «κατὰ ἀναλογίαν τῆς πίστεως» ἐν τῇ ἀρετῇ προκοπτόντων καὶ ταῖς εὐχαῖς προσκαρτερούντων αὔξει ἐν τοῖς σπουδάζουσι καὶ πιστεύουσι καὶ ἕως αἰσθήσεως καὶ ἀποκαλύψεως προκοπτόντων καὶ ὀρθῶς διοδευόντων τὴν τελείωσιν τῆς καθαρότητος καὶ τῆς λυτρώσεως τῆς ἀπὸ τῶν παθῶν ἐξεργάζεται, τελείως τοῦ καλύμματος τοῦ σκότους περιαιρουμένου καὶ τὸ τῆς υἱοθεσίας πνεῦμα τὸ παράκλητον λαβεῖν καταξιούμεθα. ἀπὸ δὲ πολλῆς λεπτότητος τὴν ἀρχὴν λαμβάνει ὁ ἄνθρωπος ὁ πιστεύων τὴν μετουσίαν τοῦ πνεύματος κομίσασθαι ὡς ἀγνοεῖν τὴν ἐνέργειαν καὶ νεύματι χάριτος οἰκονομούμενος κατὰ βραχὺ εἰς αὔξησιν καὶ φανέρωσιν ἔρχεται.
43.1.3
Ὥσπερ γὰρ τὸ γεννώμενον παιδίον τὰ αὐτὰ μέλη καὶ σῶμα ἔχον καὶ βραχὺ
43.1.4
ὂν αὔξει ἕως τέλειος ἀνὴρ ἀποκατασταθῇ, καὶ ὥσπερ ὁ τοῦ σινάπεως κόκκος καθὼς ὁ κύριος εἶπε σπειρόμενος κατὰ βραχὺ εἰς αὔξησιν δένδρου ἀποκαθίσταται, ᾧ καὶ τὴν βασιλείαν τῶν οὐρανῶν παρείκασεν, οὕτως ἐν τῷ πιστεύοντι λέγομεν αὔξεσθαι τὴν τοῦ πνεύματος δωρεὰν καὶ τὸν ἀρραβῶνα τῆς κληρονομίας ἕως ὅλης τῆς κληρονομίας (τουτέστι τοῦ παρακλήτου πνεύματος τῆς υἱοθεσίας) διὰ πάσης ἀρετῆς καὶ σπουδῆς προκόπτων καὶ εὐθέως τρέχων τελείως καταξιωθῇ. ὡς καὶ ὁ ἀπόστολος ἐκ τῆς τῶν χαρισμάτων κατὰ μέρος τελειότητος ἀνάγων πρὸς τὴν τῆς ἀγάπης τελείωσιν ὥσπερ νηπίων αὐτῶν ὄντων.
43.1.4
«Ἔτι, φησί, καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. καὶ ἐὰν ἔχω πίστιν ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι». ὅρα τὸ «οὐδέν εἰμι» καὶ τὸ «οὐδὲν ὠφελοῦμαι» καὶ τὴν πρὸς τὸ τέλειον τῆς ἀγάπης σύγκρισιν ὥσπερ νηπίου τελείῳ ἀνδρὶ συγκρινομένου. ἐπείτοιγε πῶς ὁ αὐτὸς λέγει·
43.1.5
«θέλω δὲ ὑμᾶς πάντας λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε». οὕτως ἡ ἄφραστος σοφία τοῦ θεοῦ ᾠκονόμησε κατὰ βραχὺ τοῦ πνεύματος τοῦ ἁγίου ἐν ἀνθρώπῳ πιστεύοντι τὴν φανέρωσιν καὶ μετουσίαν γίνεσθαι πρὸς τὴν τοῦ αὐτεξουσίου θελήματος δοκιμασίαν καὶ τὸν ἀγῶνα, ἵνα φανεροὶ ὦσιν οἱ ὄντως ἕως τέλους θεὸν μόνον ὑπὲρ πάντα ἠγαπηκότες μικροὺς ἑαυτοὺς ἀνατιθέντες αὐτῷ καὶ ἐν παντὶ ἀγῶνι ὑπομείναντες ἕνεκεν τῆς βασιλείας, οἱ ὀκνηροὶ δὲ καὶ ῥᾴθυμοι καὶ δειλοὶ ἀποστραφέντες τῆς ὁδοῦ καὶ μὴ εἰς τέλος ὑπομείναντες τῆς βασιλείας ἀλλοτριούμενοι ἐλεγχθήσονται.
43.1.6
Ἀπὸ τοσαύτης τοίνυν λεπτότητος ἄρχεται ἡ θεία χάρις ἐν ἀνθρώπῳ γίνεσθαι, ὡς μὴ δὲ νοεῖν μηδὲ καταλαμβάνειν, καὶ ὥσπερ τοῖς βασιλευομένοις ὑπὸ τοῦ πνεύματος διὰ τὸ ὑπερπλεονάζον τοῦ πλούτου τῆς χάριτος καὶ τῆς ἀναστροφῆς τοῦ πνεύματος τὰς ποικιλότητας τῶν ἐνεργειῶν καὶ ἀρρήτων μυστηρίων ἀδύνατον καταλαμβάνειν ἢ διηγεῖσθαι διὰ «τὸ ὑπερβάλλον μέγεθος» καὶ «πλοῦτον» οὐράνιον «τῆς χάριτος», οὕτω καὶ τὴν λεπτότητα τῆς χάριτος καὶ τῆς τοῦ πνεύματος οἰκονομίας, ἐν οἷς γίνεται, ἀδύνατόν τινα καταλαβεῖν καὶ γνῶναι οὔτε τὴν λεπτότητα καὶ σμικρότητα οὔτε τὸ μέγεθος καὶ τὸν ἄρρητον τῆς δυνάμεως καὶ ἐπουράνιον πλοῦτον. ὥστε ἀληθὲς ἡμῖν καὶ βέβαιον τὸ βάπτισμα καὶ τὴν ζωὴν τοῦ πνεύματος ἐκεῖθεν λαμβάνομεν, καὶ ἐμμενόντων καὶ προκοπτόντων ἐν πάσαις ἀρεταῖς, ἐν πάσῃ σπουδῇ καὶ ἀγῶνι αὔξει καὶ φανεροῦται ἐν ἡμῖν τελειοῦν ἡμᾶς ἐν τῇ ἰδίᾳ χάριτι. Ἀμήν. 44. τ. 1 ΛΟΓΟΣ ΜΔʹ.