Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
44.1.1
«Ἐπηρώτησέ τις» τὸν κύριον «λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» ὁ δὲ κύριος ἀπεκρίθη αὐτῷ. «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.» ἆρα οὐκ ἦν ἀγαθὸς ὁ κύριος, οὐκ ἦν χρηστός; ἀλλὰ πρὸς ἐκεῖνον τὸν ἐπερωτήσαντα ἀπεκρίθη· ἐνόμιζε γὰρ αὐτὸν ἐκεῖνος ἄνθρωπον διδάσκαλον εἶναι ὅμοιον πάντων. ὁ δὲ κύριος ἑαυτὸν μετὰ τοῦ γένους Ἀδὰμ ἔθηκεν εἰπών· «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», τουτέστιν ὡς σὺ νομίζεις, οὐκ εἰμὶ ἀγαθός, ἀλλ' ὡς οὐκ οἶδας, οὕτως εἰμὶ ἀγαθός. ἀπὸ γὰρ τοῦ γένους Ἀδὰμ οὐδεὶς ἀγαθόςπάντες γὰρ ὑπὸ ἁμαρτίαν γεγόνασινεἷς δὲ ὁ θεὸς ἀναμάρτητος. οὗτος ἐλυτρώσατο τὸ γένος τοῦ Ἀδὰμ ἀπὸ τῆς κατε
44.1.2
χούσης αὐτὸ «ἐξουσίας τοῦ σκότους» τοῦ διαβόλου. ἔχει δὲ πάλιν καὶ ἑτέρως νοήματα. «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», τουτέστι μόνος ὁ Ἰησοῦς ἀγαθός· χωρὶς γὰρ ἁμαρτίας ἐγεννήθη, ὥσπερ καὶ μόνος ἄνευ κοινωνίας ἀνδρὸς ἐγεννήθη. οὗτος μόνος ἐλεύθερος καὶ ἄπτωτος ἦλθεν εἰς τὸν κόσμον, ἵνα λυτρώσηται τῆς ἁμαρτίας.
44.2.1
Οὗτος γὰρ ἦν «ὁ λόγος» ὁ «ἐν ἀρχῇ», «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν», τουτέστι πᾶν «ὃ γέγονεν ἐν αὐτῷ» ζῇ καὶ κινεῖται, ὅτι πάντων θεός ἐστι καὶ πάντα ζῇ ἐκ τοῦ θεοῦ, καὶ ἕκαστον ἰδίαν ζωὴν κατὰ τὸ μέτρον αὐτοῦ καὶ τὴν ποσότητα ἔχει ἐκ τοῦ θεοῦ· οἷον τὰ πετεινὰ ἰδίαν ζωὴν κέκτηνται, τὰ θηρία, τὰ ἑρπετά, οἱ ἰχθύες, ἕκαστον τῶν ὄντων ζῇ, ἐκ τοῦ θεοῦ ἔχον ζωήν. ἀλλὰ καὶ τὰ κτίσματα, ὁ οὐρανὸς καὶ ἡ γῆ, φυτά, σπέρματα, ἀλλὰ καὶ τὰ ἀόρατα, λέγω δὴ οἱ ἄγγελοι, ἀρχαί, ἐξουσίαι ζῶσιν
44.2.2
ἐκ τοῦ θεοῦ. ὁ θεὸς γάρ ἐστιν ἡ ζωὴ τῶν πάντων. ὁ θεὸς «φῶς» ἐστι «τῶν ἀνθρώπων» καὶ ἐν φωτὶ ἀθανάτῳ ζῶσιν οἱ ἄνθρωποι γεννηθέντες ἄνωθεν ἐκ τοῦ θεοῦ καὶ τέκνα ὄντες θεοῦ. τοῦτο γὰρ τὸ φῶς ἀπὸ τοῦ νῦν ἐλλάμπει καὶ φωτίζει τὰς ψυχὰς τῶν τέκνων τοῦ φωτὸς τῶν ἐκ πνεύματος γεννηθέντων. τοῦτο τὸ φῶς ἐστιν αὐτοῖς ἀνάπαυσις, ζωή, βρῶσις, πόσις, τὰ ἐνδύματα, ὅπλα, τὸ νῖκος, ὁ στέφανος, ἡ χαρά. τοῦτο «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε», τουτέστιν ἡ ἁμαρτία οὐκ ἔγνωκεν αὐτὸ οὔτε ἑώρακεν αὐτό, ἢ οἱ ὑπὸ κάλυμμα ὄντες ἄνθρωποι οὐ δύνανται γνῶναι ἢ ἰδεῖν «τὸ φῶς τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός.
44.2.3
Ὥσπερ γὰρ ὁ ἥλιος φαίνει καὶ ἐπὶ τοὺς τυφλοὺς καὶ ἐπὶ τοὺς βλέποντας, ἀλλ' οἱ τυφλοὶ παρὰ τὸ τετυφλῶσθαι οὐχ ὁρῶσι τὸν εἰς αὐτοὺς φαίνοντα, οἱ δὲ βλέποντες καθαρῶς ὁρῶσι τὸ φῶς διὰ τὸ τοὺς ὀφθαλμοὺς αὐτῶν ἠνεῳγμένους εἶναι, οὕτω καὶ τὸ φῶς τοῦ θεοῦ πανταχοῦ φαίνει διὰ τὸ εἶναι αὐτὸ ἀπερίγραπτον, ἀλλὰ οἱ ὄντες ὑπὸ τὴν σκοτεινὴν νεφέλην τῆς ἁμαρτίας οὐ γινώσκουσιν αὐτὸ οὔτε ὁρῶσι διὰ τὸ τοὺς ὀφθαλμοὺς τῆς καρδίας τετυφλῶσθαι. οἷς δὲ ἐπέλαμψεν ἡ χάρις καὶ ἐγεννήθησαν ἄνωθεν ἐκ πνεύματος ἁγίου, οὗτοι γινώσκουσι καὶ ὁρῶσι «τὸ ἀληθινὸν φῶς» ἐν πάσῃ πληροφορίᾳ, ἐπειδὴ τὸ σκότος τῆς ἁμαρτίας ἐχωρίσθη ἀπ' αὐτῶν καὶ τὸ κάλυμμα περιῃρέθη ἀπὸ τῶν ὀφθαλμῶν τῆς ψυχῆς καὶ ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς πεφωτισμένοι εἰσὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας. ἐν τούτῳ τῷ φωτὶ ζῶσι τὰ γεννώμενα τέκνα τοῦ θεοῦ.
44.2.4
Οὐαί, εἴ τινι οὐκ ἔλαμψε τοῦτο «τὸ φῶς τὸ ἀληθινὸν» εἰς τὴν καρδίαν. οὐαί, εἴ τινος οὐκ ἤρθη τὸ κάλυμμα. ὁ τοιοῦτος ἐν τῷ σκότει ἐστὶ τῆς ἁμαρτίας. τὸν δὲ ἐν τῷ σκότει ὄντα ἀνάγκη ὅτι τὸ σκότος διαδέχεται.
44.2.5
Ὁ δὲ γεννώμενος ἐν τῷ φωτὶ τῷ ἀληθινῷ καὶ ἀνεκλαλήτῳ «μεταβέβηκεν ἀπὸ θανάτου» αἰωνίου «εἰς ζωὴν» αἰώνιον. πάλιν δὲ ὁμοίως τὸ φῶς τὸ ὂν ἐν τῷ καταξιωθέντι ἀπὸ τοῦ νῦν διαδέχεται ἀνακαινούμενον ἡμέραν ἐξ ἡμέρας καὶ σὺν αὐτῷ ἀναλύει πρὸς τὸν ἐπουράνιον πατέρα. ὅπου γὰρ τὸ φῶς τοῦτο ἐλλάμψει καὶ ἐνεργήσει, τὸ σκότος τῆς ἁμαρτίας φεύγει ἀπὸ τῆς καρδίας καὶ γὰρ ἀπὸ φωτὸς ἡλίου τὸ σκότος φεύγει. καὶ ὁ ὁρῶν τοῦτο «τὸ φῶς τὸ ἀληθινὸν» καὶ ἔχων αὐτὸ ἐν ἑαυτῷ, ἀνάγκη ὅτι ὁρᾷ τὸ σκότος ἀφαντούμενον, κεκτημένος τοὺς καρποὺς τοῦ πνεύματος· τοῦτο γὰρ τὸ φῶς «ἀγάπη» ἐστὶν ἀνεκλάλητος, «μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις» καὶ τὰ λοιπὰ τῆς ἀρετῆς ἐνεργήματα. ταῦτα πάντα «τὸ φῶς» τοῦτό ἐστι «τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός, ὥς φησιν
44.2.6
Ἰωάννης ὁ ἀπόστολος· «ἡ δὲ ἀγάπη ἐστὶν ὁ θεός». ὥσπερ γὰρ τὸ πῦρ φύσιν ἔχει τοῦ εἶναι θερμὸν καὶ τὸ ὕδωρ τοῦ εἶναι ὑγρόν, οὕτω καὶ «τὸ φῶς τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός, φύσιν ἔχει τοῦ εἶναι ἀγάπην, χαράν, εἰρήνην, ἀγαθωσύνην ἄπειρον καὶ ἀμέτρητον, καθὼς γέγραπται· «κατὰ τὴν μεγαλωσύνην αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ». εἰς ἣν δ' ἂν ψυχὴν ἐλλάμψῃ τοῦτο τὸ φῶς τὸ ἄρρητον, ἀδιάλειπτον ἐκεῖ ἐστι.
44.2.7
Παρακαλέσωμεν οὖν τὸν θεὸν νυκτὸς καὶ ἡμέρας, ἵνα ἀποκαλύψῃ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἡμῶν καὶ χωρίσῃ τὸ σκότος τῆς ἁμαρτίας ἐκ τῶν καρδιῶν ἡμῶν καὶ ἐλλάμψῃ ἡμῖν «τὸ φῶς αὐτοῦ τὸ ἀληθινὸν» καὶ κοινωνήσῃ τῇ ψυχῇ ἡμῶν κοινωνίαν ἄρρητον ὥσπερ ἰδίᾳ νύμφῃ, ἵνα συμμέτοχοι γενώμεθα τῆς ἀγαθότητος αὐτοῦ συγκερασθέντες αὐτῷ, καὶ ἄρῃ ἀφ' ἡμῶν πάντα μῶμον καὶ ῥυτίδα τῆς ψυχῆς, ἵν' οὕτως ἀπὸ τοῦ νῦν φωτισθέντων καὶ ἐχόντων τοῦτο «τὸ φῶς τὸ ἀληθινὸν» ἐν ταῖς καρδίαις ἡμῶν αὐτὸ τὸ φῶς δέξηται ἡμᾶς εἰς αἰώνιον ζωήν. ἀλλὰ καὶ ἐν τῇ ἀναστάσει ἀνίσταται τὰ σώματα ἡμῶν ὑπ' αὐτοῦ τοῦ φωτὸς δεδοξασμένα καὶ πεφωτισμένα τοῦ ἀπὸ τοῦ νῦν ἐν ἡμῖν ὄντος, καὶ οὕτω φῶς ὅλοι ψυχῇ καὶ σώματι γενόμενοι καὶ συγκερασθέντες τῷ τοῦ θεοῦ φωτὶ συμβασιλεύσωμεν αὐτῷ εἰς ἀπεράντους αἰῶνας.
44.3.1
Ὥσπερ δὲ ὁ ἥλιος διὰ θυρίδος φαίνων ἐν οἴκῳ εἰς ἓν μέρος τοῦ οἴκου ἐστίν, ἐν δὲ τῷ καθαρῷ ἀέρι καὶ ἐν τῇ γῇ ἔξωθεν τοῦ οἴκου ὅλον ἐξ ὅλου φῶς λάμπει ἀσκίαστον, οὕτω καὶ «τὸ φῶς ἀληθινόν», ἐπὰν λάμψῃ τῇ ψυχῇ, ὥσπερ ἐν μέρει ἐστὶ καὶ οὔπω ὅλη πεφώτισται, ἀλλ' ἔτι σκότος περίκειται. ἀρχὴν μὲν φωτισμοῦ ἔχει καὶ ἐπιγνώσεως θείας, οὔπω δὲ τελείως πεφώτισται. ἐπὰν δὲ σκότος ἐν αὐτῇ μηκέτι ᾖ, ἀλλὰ ἀδιαλείπτως ὅλη ἐξ ὅλου φωτισθῇ ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς ὥσπερ γῆ ἐν αἰθερίῳ ἀέρι ὑπὸ τοῦ ἡλίου, τότε ὅλου τοῦ σκότους ὑποχωρήσαντος ἐν τῷ φωτὶ ἀϊδίως οὖσα τελειοῦται ἐν τῷ φωτὶ φῶς καὶ αὐτὴ ἡ ψυχὴ γενομένη.
44.3.2
Καὶ ὥσπερ ἥλιος τὰς μαρμαρυγὰς τῶν ἀκτίνων ἐξ ἑαυτοῦ ἔχει, αἵτινες εἰ καὶ μεμερισμέναι εἰσὶν ἀπ' ἀλλήλων, ἀλλ' ἐκ τοῦ ἑνὸς σώματος τοῦ ἡλίου εἰσὶ πᾶσαι, καὶ εἰ καὶ ἑτέρα τῆς ἑτέρας κρείττων, ἀλλ' ἐκ μιᾶς δὴ φύσεως εἰσὶ πᾶσαι καὶ ἐκ τοῦ αὐτοῦ κύκλου τοῦ ἡλίου, οὕτω καὶ οἱ ἅγιοι οἱ γεννηθέντες ἐκ τοῦ θείου πνεύματος καὶ τέκνα ὄντες θεοῦ καὶ ἔχοντες τὸ φῶς τῆς θεότητος ἐν
44.3.3
ἑαυτοῖς ἐκ τοῦ αὐτοῦ πνεύματός εἰσιν. ὥσπερ δὲ αἱ ἀκτῖνες τοῦ ἡλίου κεχωρισμέναι εἰσὶν ἀπ' ἀλλήλων, οὕτω καὶ οἱ ἅγιοι κεχωρισμένοι εἰσὶ καὶ τὰ σώματα καὶ τὰς ψυχάς. Πέτρος γὰρ Πέτρος ἐστί, καὶ Παῦλος Παῦλος καὶ πάντες οἱ ἅγιοι ὁμοίως. ἕκαστος ἴδιον σῶμα ἔχει καὶ τὴν ψυχὴν ἔχει ἰδίαν, ἐν πᾶσι δὲ ὁ αὐτὸς θεὸς οἰκεῖ, καὶ αὐτοὶ πάντες ἐν τῷ θεῷ ἐνοικοῦσιν, ἕκαστος ἰδίαν ἀρετὴν καὶ κάλλος ἔχων τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος διὰ τὴν τοῦ θεοῦ πολυποίκιλον σοφίαν καὶ τὴν τοῦ πνεύματος πολύτροπον χάριν καθὼς βούλεται εἰς αὐτοὺς ἐνεργεῖ. ἐκ τοῦ αὐτοῦ σώματος τῆς θεότητος, ἐκ τῆς αὐτῆς ὑποστάσεως, ἐκ τῆς αὐτῆς οὐσίας πάντες οἱ ἅγιοι μετέχουσι καὶ εἰσὶν ὥσπερ
44.3.4
ἀκτῖνες ἡλίου συνδεδεμένοι τῇ τοῦ θεοῦ δικαιοσύνῃ. ὅταν γὰρ ὁ αὐτὸς ἥλιος πρὸς δυσμὰς γένηται, πάσας τὰς ἀκτῖνας συστέλλει πρὸς ἑαυτὸν καὶ οὐδὲ μίαν ἀκτῖνα τῷ σκότει ἐπαφίησιν, οὕτω καὶ ὁ Χριστὸς ἐν τῇ συντελείᾳ τοῦ κόσμου ἐρχομένης τῆς κρίσεως καὶ τῆς γεέννης φανερουμένης πάσας τὰς ἀκτῖνας (τουτέστι τοὺς ἁγίους) ἐν οἷς ἐνήργησε καὶ οἷς μετέδωκε τοῦ πνεύματος αὐτοῦ, συνάγει πρὸς ἑαυτὸν εἰς τὰ ἴδια μέρη ἱστῶν αὐτούς, οὐδένα ἐάσας ἐν τῇ νυκτὶ καὶ τῷ σκότει, ἀλλὰ τοὺς πάντας εἰσδεχόμενος εἰς ἑαυτὸν ἐν τῇ αἰωνίᾳ αὐτοῦ βασιλείᾳ. Ἀμήν. 45. τ. 1 ΛΟΓΟΣ ΜΕʹ.