Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
45.1.1
Ὥσπερ ἵνα ᾖ τις ὑπὸ σφοδροτάτου πυρετοῦ κατεχόμενος καὶ ἔνδοθεν φλεγόμενοςκαὶ τούτῳ ἐὰν προσενέγκῃ ἰατρὸς τροφήν, ἀηδίζεται καὶ σικχαίνει, καὶ λοιπὸν ὁ ἰατρὸς παρακαλεῖ λέγων·" 1ἀνάγκασον σεαυτόν." 2 καὶ ὅταν μεταλάβῃ τροφῆς, κατὰ μικρὸν ἄρχεται ἡ γλυκασία τῆς τροφῆς καταπαύειν καὶ σβεννύειν τὴν ἔνδοθεν φλεγομένην τῆς πικρίας νόσον. ἀλλ' οὐκ ἀπὸ μιᾶς διαγωγῆς διϋλίζεται ὅλος ὁ πυρετός· πολλάκις γὰρ μεταλαμβάνει τῆς τροφῆς καὶ ἐνδυναμοῦται καὶ ὑγιαίνει καὶ περιπατεῖ, καὶ ἔτι ἡ χαυνότης καὶ ἀτονία καὶ ἀσθένεια περίκειται αὐτῷ. καὶ συμβαίνει τινὰ μέλη ἢ ὄψιν ἢ ὀφθαλμοὺς ἔχειν ὡραῖα, ἀλλ' ἔτι τὰ ὑπόλοιπα μέλη ἠφάνισται, ἔχει χεῖρα ὑγιῆ, ἀλλὰ τὸν πόδα ἠφάνισταιοὕτως ἐστὶ καὶ εἰς τὸ πνευματικόν· εἰσὶ μέλη πολλὰ τοῦ πνεύματος καὶ συμβαίνει ἔχειν τινὰ μέλη ἐξ αὐτῶν ὑγιῆ, καὶ παρὰ τοῦτο τέλειος οὐκ ἔστιν. ὁρᾷς πόσοι βαθμοί εἰσι τοῦ πνεύματος καὶ πῶς κατὰ μέρος διϋλίζεται
45.1.2
καὶ λεπτύνεται τὸ κακόν; καὶ οὐκ ἐφάπαξ. ὅλη γὰρ ἡ πρόνοια καὶ ἡ οἰκονομία τοῦ κυρίου (καὶ τὸ ἀνατέλλειν τὸν ἥλιον, καὶ πάντα τὰ δημιουργήματα) γέγονε διὰ τὴν βασιλείαν, ἣν μέλλουσι κληρονομεῖν οἱ ἐκλεκτοί, καὶ διὰ τὸ τὴν εἰρηνικὴν συστῆναι βασιλείαν.
45.1.3
Οἱ δὲ Χριστιανοὶ οὔτε πόρνην διακρίνουσι προεστῶσαν οὔτε ἁμαρτωλοὺς οὔτε ἀτάκτους, ἀλλὰ ἁπλουστάτῳ προαιρέσει καὶ καθαρῷ ὀφθαλμῷ κατανοοῦσι πάντας, ὥσπερ ἐὰν ᾖ τοῦτό τινι ὡς φυσικόν, ὡς πηκτόν, τὸ μηδένα ἐξουθενεῖν, μηδένα κρίνειν ἢ βδελύσσεσθαι καὶ γὰρ ἔχων αὐτοὺς ἐν διακρίσει καὶ τὸν μονόφθαλμον, εἰδὼς ὅτι οὕτως ἐστίν, ὡς ὑγιῆ αὐτὸν ὅρα, τὸν ἔχοντα κυλλὴν τὴν χεῖρα ὡς ὑγιαίνοντα. αὕτη γάρ ἐστιν ἡ καθαρότης τῆς καρδίας, ἵνα συγγνῷ τοῖς ἁμαρτωλοῖς καὶ συμπαθήσῃ καὶ σπλαγχνισθῇ. οἱ γὰρ ἅγιοι τοῦ θεοῦ συμβαίνει ὅτι καθέζονται εἰς θέατρον καὶ βλέπουσι τὸν κόσμον ἐν τῇ ἀπάτῃ τοῦ βίου, καὶ αὐτοὶ κατὰ τὸν ἔσω ἄνθρωπον λαλοῦσι μετὰ τοῦ θεοῦ.
45.1.4
Ἄλλην οὖν ἔχουσι προαίρεσιν οἱ κοσμικοὶ ἐνεργούμενοι ὑπὸ τοῦ πνεύματος τῆς πλάνης τοῦ φρονεῖν τὰ ἐπίγεια. καὶ οἱ Χριστιανοὶ ἄλλην ἔχουσι προαίρεσιν, ἄλλον νοῦν, ἄλλου αἰῶνός εἰσιν, ἄλλης πόλεως· πνεῦμα γὰρ θεοῦ κοινωνεῖ τῇ ψυχῇ αὐτῶν καὶ καταπατοῦσι τὸν ἀντικείμενον. γέγραπται γάρ· «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». οἱ γὰρ θεοσεβεῖς πάντων εἰσὶ δεσπόται, καὶ πυρὸς καταφρονοῦσι καὶ ξίφους καὶ ὑδάτων, καὶ δαιμόνων καὶ παθῶν εἰσι δεσπόται. πάλιν δὲ οἱ χαῦνοι καὶ ἁμαρτωλοὶ ὅλων εἰσὶ δοῦλοι, καὶ πῦρ αὐτοὺς καίει καὶ λίθος ἢ τὸ ξίφος ἀποκτείνεικαὶ δαίμονες κατακυριεύουσιν.
45.2.1
Ὥσπερ τὸ σῶμα τοῦ κυρίου ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος καὶ μετεμορφώθη εἰς τὴν δόξαν τὴν θεϊκὴν καὶ εἰς τὸ φῶς τὸ ἄπειρον, οὕτω καὶ τὰ σώματα τῶν ἁγίων δοξάζεται καὶ ἐξαστράπτει. ἡ γὰρ ἔσωθεν οὖσα δόξα ἐφηπλώθη τότε τῷ σώματι τοῦ Χριστοῦ καὶ ἔλαμψε, τὸν αὐτὸν δὴ τρόπον καὶ εἰς τοὺς ἁγίους ἡ ἔσωθεν οὖσα τοῦ Χριστοῦ δύναμις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔξωθεν εἰς τὰ σώματα αὐτῶν ὑπερεκχύνεται, ἐπειδὴ γὰρ ἐκ τῆς αὐτοῦ οὐσίας καὶ φύσεως ἀπὸ τοῦ νῦν μετέχουσιν ἐν τῷ νῷ. γέγραπται γάρ· «ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνός» καί· «τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς». ὥσπερ ἀπὸ πυρὸς ἑνὸς ἅπτονται λύχνοι πολλοί, ἀνάγκη καὶ τὰ σώματα αὐτῶν, μέλη Χριστοῦ ὄντα, τὸ αὐτὸ γίνεσθαι ὅπερ ὁ Χριστός. Ἐρώτησις. Πῶς ἀνώτεροι γίνονται οἱ Χριστιανοὶ τοῦ πρώτου Ἀδάμ; ἀποθνῄσκει γὰρ αὐτῶν τὰ σώματα καὶ φθείρεται, ἐκεῖνος δὲ ὥσπερ ἀθάνατος ἦν κατὰ τὴν ψυχήν, οὕτω καὶ τὸ σῶμα ἄφθαρτος. Ἀπόκρισις. Ὁ ἀληθινὸς θάνατος ἔνδοθεν ἐν τῇ καρδίᾳ κέκρυπται καὶ ὁ ἄνθρωπος ἔσω νενέκρωται. εἴ τις οὖν «μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν», εἰς τὸ κρυπτόν, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ καὶ οὐκ ἀποθνῄσκει. ἀλλ' εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρόν τινα, ἀλλ' οὖν ἡγιασμένα τέ εἰσι καὶ ἐγείρεται ἐν δόξῃ. διὸ ὕπνον λέγομεν τὴν κοίμησιν τῶν Χριστιανῶν.
45.3.2
οὐκ ἦν οὖν ἄφθαρτον τὸ σῶμα τοῦ Ἀδάμ, ἀλλὰ μέσον ἀφθαρσίας καὶ φθορᾶς. εἰ δέ, ὡς φῄς, ἀθάνατος ἦν ὁ ἄνθρωπος κατὰ τὸ σῶμα, ὅλος ὁ κόσμος βλέπων τὸ παράδοξον τοῦ πράγματος, ὅτι οὐ φθείρονται τὰ σώματα τῶν Χριστιανῶν, ἀνάγκῃ
45.3.3
λοιπὸν τινί, οὐχ ἑκουσίᾳ τῇ γνώμῃ ἔρχοντο ἐπὶ τὸ ἀγαθόν. ἀλλ' ἵνα διαμείνῃ καὶ φανῇ τὸ αὐτεξούσιον, ὅπερ ἐξ ἀρχῆς ἔδωκε τῷ ἀνθρώπῳ ὁ κύριος, τούτου ἕνεκεν οἰκονομικῶς τὰ πράγματα διοικεῖται καὶ γίνεται λύσις σώματος, ἵνα ᾖ τὸ θέλημα τοῦ ἀνθρώπου τοῦ τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθὸν καὶ ἐπὶ τὸ κακόν. ὁ γὰρ τέλειος εἰς τὸ κακὸν καὶ βαθὺς εἰς τὴν ἁμαρτίαν ἀνάγκῃ τινὶ οὐ δέδεται, καίτοι δὲ ὢν σκεῦος διαβόλου οὐ τὸ ὅλον κατακυριεύεται, ἀλλ' ἔχει τὴν ἐλευθερίαν τοῦ γενέσθαι σκεῦος ζωῆς· οὔτε λοιπὸν ὁ μεμεστωμένος εἰς τὸν θεὸν καὶ ὢν βαθὺς καὶ μεμεθυσμένος ἐν τῇ χάριτι ἀνάγκῃ τινὶ κεκράτηται, ἀλλὰ καίτοι ὢν πεπληρωμένος καὶ δεδεμένος πνεύματι ἁγίῳ ἔχει τὸ αὐτεξούσιον τοῦ τραπῆναι αὐτὸν καὶ ποιεῖν ἃ θέλει εἰς τὸν αἰῶνα τοῦτον.
45.4.1
Ἐρώτησις. Κατὰ μέρος λεπτύνεται τὸ κακὸν καὶ ἐκκρίνεται, καὶ προκόπτει εἰς τὴν χάριν ὁ ἄνθρωπος, ἢ εὐθέως, ὅταν τύχῃ ἐπισκοπῆς, ἐκριζοῦται τὸ κακόν; Ἀπόκρισις. Ὥσπερ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οὐκ εὐθέως πήγνυται εἰς ἄνθρωπον, ἀλλὰ κατὰ μέρος γίνεται εἰκὼν καὶ γεννᾶται καὶ ἤδη οὐκ ἔστι τέλειος ἄνθρωπος, ἀλλὰ αὐξάνει εἰς πολλὰ ἔτη, καὶ τότε γίνεται ἀνήρ, ἢ ὥσπερ τὰ σπέρματα τῶν κριθῶν ἢ τοῦ σίτου οὐκ εὐθέως βαλλόμενα εἰς τὴν γῆν ῥιζοῖ, ἀλλὰ παρέρχονται χειμῶνες ἄνεμοι καὶ τῷ δέοντι καιρῷ γίνεται ἄσταχυς, καὶ ὁ φυτεύων ἀμπελῶνα οὐκ εὐθέως μεταλαμβάνει τῶν καρπῶν, οὕτω μᾶλλον εἰς τὸ πνευματικόν, ὅπου τοσαύτη σοφία καὶ λεπτότης, κατὰ μικρὸν αὐξάνει καὶ γίνεται «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας» καὶ οὐχ ὥς τινες λέγουσιν·
45.4.2
" 1ἔνδυσαι, ἔκδυσαι." 2 ὥσπερ ὁ θέλων μαθεῖν γράμματα ἀπέρχεται καὶ μανθάνει τὰ σημεῖα, καὶ ὅταν γένηται ἐκεῖ πρῶτος, ἀπέρχεται εἰς τὴν σχολὴν τῶν Ῥωμαϊκῶν, κἀκεῖ ἐστιν ὅλων ἔσχατος. πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, ἀπέρχεται πρὸς τὸν γραμματικόν, καὶ ὅλων ἐστὶν ἔσχατος ἀρχάριος. εἶτα ὅταν γένηται σχολαστικός, ὅλων τῶν δικολόγων ἐστὶν ἔσχατος ἀρχάριος. πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, τότε γίνεται ἡγεμῶν καὶ ὅταν γένηται ἄρχων, λαμβάνει ἑαυτῷ τὸν συγκάθεδρον βοηθόν. εἰ οὖν τὰ φαινόμενα τοσαύτας ἔχει προκοπάς, πόσῳ μᾶλλον τὰ ἐπουράνια μυστήρια ἔχει προκοπὰς καὶ βαθμοὺς πολλοὺς καὶ αὐξάνει, καὶ τότε διὰ πολλῆς γυμνασίας καὶ πολλῶν πειρατηρίων ἐξειλεῖ καὶ γίνεταί τις τέλειος.
45.4.3
Οἱ γὰρ Χριστιανοὶ οἱ γευσάμενοι ἐξ ἀληθείας τῆς χάριτος καὶ ἔχοντες τὸ σημεῖον τοῦ σταυροῦ ἐν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὗτοι ἀπὸ βασιλέως καὶ τῶν κάτω σκύβαλα ἡγοῦνται καὶ οὗτοι δύνανται εἰδέναι, ὅτι ὅλος ὁ δρόμος ὁ γήϊνος καὶ οἱ θησαυροὶ τοῦ βασιλέως καὶ ὁ πλοῦτος καὶ ἡ δόξα καὶ οἱ λόγοι ἐν φαντασίᾳ τινί εἰσι, μὴ ἔχοντα στερεὰν βάσιν, ἀλλὰ παρερχόμενα, καὶ εἴ τί ἐστιν ἀπὸ τοῦ
45.4.4
οὐρανοῦ κάτω, αὐτοῖς ἐστιν εὐκαταφρόνητα. διὰ τί; ἐπειδὴ ξένον τι καὶ θαυμαστὸν τὸ ἐπάνω τοῦ οὐρανοῦ, τὸ μὴ ὂν μήτε εἰς θησαυροὺς βασιλέως μήτε εἰς σοφίαν λόγων μήτε εἰς δόξαν κοσμικὴν ἢ ἀξιώματα ἢ πλοῦτον ἐκεῖνο ἐκτήσαντο, αὐτὸν τὸν κύριον τὸν κτίστην πάντων ἔχοντες ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ, κτῆμα τὸ μὴ παρερχόμενον, ἀλλὰ παραμένον εἰς τοὺς αἰῶνας. Ἀμήν. 46. τ. 1 ΛΟΓΟΣ Μϛʹ.