Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1.1
Πᾶσαι αἱ νοεραὶ οὐσίαι, λέγω δὴ ἀγγέλων καὶ ψυχῶν καὶ δαιμόνων, ἀκέραιαι καὶ ἁπλαῖ ὑπὸ τοῦ δημιουργοῦ ἐκτίσθησαν. τὸ δέ τινα αὐτῶν τραπῆναι εἰς τὸ κακὸν ἐκ τοῦ αὐτεξουσίου προσεγένετο αὐτοῖς, ἰδίῳ γὰρ θελήματι ἐξετράπησαν ἐκ τοῦ προσήκοντος λογισμοῦ. εἰ δέ φαμεν οὕτως ὑπὸ τοῦ δημιουργοῦ ἐκτίσθαι, ἄδικον κριτὴν λέγομεν τὸν θεὸν πέμποντα εἰς γέενναν τὸν σατανᾶν. εἰσὶ γάρ τινες τῶν αἱρετικῶν λέγοντες ὕλην ἄναρχον καὶ ὕλην ῥίζαν καὶ ῥίζαν δύναμιν
46.1.2
καὶ ἰσοδυναμίαν. πρὸς τοῦτο οὖν ἔχεις εὐλόγως ἀντιθεῖναι ὅτι," 1ποία ἐστὶν ἡ νικῶσα δύναμις;" 2 ἀνάγκη δὲ εἰπεῖν, ὅτι" 1ἡ τοῦ θεοῦ." 2 ἀποκρίνου·" 1λοιπόν, οὐκέτι ἐστὶν ἰσόχρονος ἢ ἰσοδύναμος ὁ ἡττώμενος, ὦ λέγοντες ἐν ὑποστάσει τὸ κακόν. θεῷ οὐδέν ἐστιν ἐνυπόστατον κακὸν κατὰ τὸ ἀπαθὲς αὐτοῦ καὶ θεϊκόν. ἡμῖν δέ ἐστιν ἐνυπόστατον κακὸν ἐνεργοῦν πάσῃ δυνάμει καὶ αἰσθήσει, πάσας ἐπιθυμίας ῥυπαρὰς ὑποβάλλον." 2 οὐ συνεκράθη δὲ οὕτως, ὃν τρόπον τινὲς λέγουσι τὴν μῖξιν τοῦ οἴνου καὶ τοῦ ὕδατος, ἀλλ' ἔστιν ἐν μιᾷ χώρᾳ ὁ σῖτος καθ' ἑαυτὸν καὶ τὰ ζιζάνια καθ' ἑαυτά, ἔστιν ἐν ἑνὶ οἴκῳ ὁ λῃστὴς κατ' ἰδίαν καὶ ὁ οἰκοδεσπότης κατ' ἰδίαν.
46.1.3
Ἔστι πηγὴ ῥέουσα ὕδωρ καθαρὸν καὶ ὑπόκειται βόρβορος· ὅταν ταράξῃ τις τὸν βόρβορον, ὅλη ἡ πηγὴ θολοῦται. οὕτω καὶ ἡ ψυχὴ ὅτε ταράσσεται καὶ θολοῦται, κιρνᾶται καὶ ἕν τι γίνεται ὁ σατανᾶς μετὰ τῆς ψυχῆς (πνευμάτων ὄντων ἀμφοτέρων), οἷον κατὰ τὸν καιρὸν τῆς πορνείας ἢ τοῦ φόνου· διὰ τοῦτο «ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμα» γίνεται. πλὴν ἐν ἄλλῃ ὥρᾳ καθ' ἑαυτήν ἐστι τῆς ψυχῆς ἡ ὑπόστασις, μεταμελομένης ἐφ' οἷς ἔπραξε, καὶ κλαίει καὶ εὔχεται ἐφ' οἷς ἐπλημμέλησε καὶ μνημονεύει θεοῦ. εἰ γὰρ πάντοτε ἦν βεβυθισμένη εἰς τὸ κακόν, πῶς ἠδύνατο ταῦτα πράττειν, τοῦ σατανᾶ μηδέποτε θέλοντος
46.1.4
εἰς μετάνοιαν ἔρχεσθαι τοὺς ἀνθρώπους; ἄσπλαγχνος γὰρ ὑπάρχει. καὶ ἡ γυνὴ κατὰ τὸ συντίθεσθαι τῷ ἀνδρὶ ἕν τι γίνεται μετ' αὐτοῦ, ἄλλῃ δὲ ὥρᾳ κεχωρισμένοι εἰσίν, ὅτι πολλάκις καὶ εἷς αὐτῶν ἀποθνῄσκει καὶ ἄλλος ζῇ. τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος. ἓν πνεῦμα γίνονται οἱ Χριστιανοὶ μετὰ τοῦ κυρίου, ἄλλῃ ὥρᾳ οὔκ εἰσιν ἕν, ἀλλὰ ἀμφότερα αἱ ὑποστάσεις διακεκριμέναι εἰσί. τότε δὲ ἓν γίνεται, ὅταν καταποθῇ ὁ ἄν
46.1.5
θρωπος ἐν αὐτῇ τῇ χάριτι. εἰσὶ δέ τινες ἔχοντες γεῦσιν θεοῦ, ἔτι ἐνεργούμενοι ὑπὸ τοῦ ἀντικειμένου, καὶ ξενίζονται ἄπειροι ὄντες· πῶς (φησι) μετὰ τὴν ἐπίσκεψιν τοῦ θεοῦ ἐνεργοῦσι λογισμοί. οἱ δὲ γεγυμνασμένοι εἰς τὰ μυστήρια τοῦ Χριστιανισμοῦ καὶ ἐν αὐτοῖς γηράσαντες οὐδὲν ξενίζονται. καθάπερ οἱ ἔμπειροι γεωργοὶ ἐκ τῆς πολλῆς συνηθείας, ὅταν γίνωνται εὐφορίαι, οὐ τελείως ἀμεριμνοῦσιν, ἀλλὰ ἐκδέχονται καὶ λιμὸν καὶ στενοχωρίαν, οὔτε δὲ πάλιν ὅταν καταλάβῃ αὐτοὺς λιμὸς ἢ στενοχωρία, ἐπὶ πολὺ ἀπελπίζουσι γνωρίζοντες τὴν μεταβολήν, οὕτω καὶ εἰς τὸ πνευματικόν. ὅταν πειρασμοῖς ποικίλοις περιπέσῃ ἡ ψυχή, οὐ ξενίζεται οὔτε ἀπελπίζει, ἐπειδὴ οἶδεν ὅτι κατὰ συγχώρησιν ἀφίεται ἡ ψυχὴ δοκιμασθῆναι καὶ παιδευθῆναι ὑπὸ τῆς χάριτος, οὔτε δὲ πάλιν ὅταν ἐν πλούτῳ πολλῷ ᾖ καὶ ἀναπαύσει ἀμεριμνεῖ, ἀλλ' ἐκδέχεται τὴν μετα
46.1.6
βολήν. καὶ εἰ ὁ ἥλιος οὗτος, σῶμα ὢν καὶ κτίσμα, καταλάμπων εἰς τόπους δυσώδεις, ἔνθα εἰσὶ νεκρώματα καὶ βόρβορος, οὐδὲν βλάπτεται ἢ μολύνεται, πόσῳ μᾶλλον τὸ καθαρὸν καὶ ἅγιον πνεῦμα συνὸν τῇ ψυχῇ τῇ ἐνεργουμένῃ ὑπὸ τῆς ῥυπαρίας τοῦ πονηροῦ, οὐδὲν συμμεταλαμβάνει· καὶ γὰρ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε».
46.1.7
Καὶ ὅτε οὖν ἐν βάθει ἐστὶ καὶ πλουτεῖ τῇ χάριτι ὁ ἄνθρωπος, ἔστιν ἐκεῖ λείψανον τῆς κακίας,† ἔχων† τὸν ἀντιλήπτορα βοηθοῦντα αὐτῷ. ὅταν οὖν τις ἐν θλίψει ᾖ, οὐκ ὀφείλει ἀπευδοκῆσαι, ἐπεὶ πλέον παχύνεται ἡ ἁμαρτία καὶ ἐπεισέρχεται. ὅταν δὲ ἔχῃ τις πάντοτε τὴν ἐλπίδα τοῦ θεοῦ, ὥσπερ λεπτύνεται καὶ ἐξυδαροῦται τὸ κακόν. τὸ οὖν εἶναί τινας παραλελυμένους καὶ λελωβημένους, πυρέττοντας καὶ ἀσθενοῦντας καὶ πόνους ἔχοντας, τοῦτο ἐκ τῆς ἁμαρτίας προσεγένετο· αὕτη γὰρ ἡ ῥίζα πάντων ἐστὶ τούτων, καὶ τὰ πάθη δὲ τῆς ψυχὴς
46.1.8
(τῶν ἐπιθυμιῶν καὶ τῶν ἄλλων κακῶν διαλογισμῶν) ἐξ αὐτῆς ἐστιν. ὥσπερ ἵνα ᾖ πηγὴ ῥέουσα καὶ ἔχῃ τοὺς παρακειμένους τόπους διΰγρους καὶ νοτερούς, θέρμης γενομένης καὶ αὐτὴ ἡ πηγὴ καὶ οἱ ἔγγιστα τόποι ξηραίνονται, οὕτω καὶ εἰς τοὺς δούλους τοῦ θεοῦ, εἰς ὃν ἂν πλεονάσῃ ἡ χάρις, ξηραίνει τὴν τοῦ πονηροῦ ἐπιθυμίαν, ὁμοίως δὲ καὶ τὴν φυσικὴν καὶ τὴν καθαράν, ἐπειδὴ νῦν
46.1.9
οἱ ἄνθρωποι τοῦ θεοῦ μειζότεροι γίνονται τοῦ πρώτου Ἀδάμ. ὁ θεὸς ἀπερίγραπτός ἐστι καὶ ἀκατάληπτος, πανταχοῦ ἐπιφαινόμενος καὶ ἐν τοῖς ὄρεσι καὶ ἐν τῇ θαλάσσῃ καὶ ὑποκάτω τῆς ἀβύσσου καὶ οὐ καταβάσει ἐπιφαίνεται, ὃν τρόπον ὁ ἄγγελος κατερχόμενος ἐξ οὐρανοῦ ἐπὶ τῆς γῆς ἐστιν, ἐν οὐρανῷ δὲ οὔκ ἐστιν. ὁ δὲ θεὸς πανταχοῦ ἐστι καὶ ἄνω ἐστὶ μετεχόμενος ὑπὸ τῶν ἁγίων δυνάμεων καὶ ἐνταῦθα ἐν ἡμῖν ἐστι, καὶ πᾶν ποίημα καὶ κτίσμα ἐν τῇ χειρὶ αὐτοῦ περιδέδρακται, αὐτὸς ἀχώρητος ὤν.
46.1.10
Ἀλλ' ἐρεῖς μοι· «πῶς δύναται ὁ θεὸς ἐν τῷ σκότει εἶναι ἢ ἐν τῷ σατανᾶ ἢ ἐν τόποις, ὅπου ἐστὶ δυσωδία;» Ἀποκρίνομαί σοι κἀγώ, ὅτι ἀπαθὴς ὢν τὰ πάντα περιέχει· ἀπερίγραπτος γάρ ἐστι, καὶ ὁ σατανᾶς ὢν κτίσμα ὑπ' αὐτοῦ κρατεῖται καὶ δεσμεῖται. καὶ τὸ ἀγαθὸν οὐ ῥυπαροῦται οὐδὲ σκοτίζεται. εἰ δὲ οὐ λέγεις αὐτὸν περιέχειν τὰ πάντα καὶ τὴν γέενναν καὶ τὸν σατανᾶν, ποιεῖς αὐτὸν περίγραπτον, ἵνα ζητήσωμεν λοιπὸν ἀνώτερον αὐτοῦ ἄλλον. ἀνάγκη οὖν τὸν θεὸν ἁπανταχοῦ εἶναι καὶ τὰ μυστήρια τῆς θεότητος καὶ τὴν λεπτότητα ἐν αὐτῷ περιεχόμενα ὑπὸ τοῦ σκότους μὴ καταλαμβάνεσθαι. οὔτε γὰρ δύναται τὸ κακὸν μετασχεῖν τῆς καθαρότητος, εἰ καὶ ἐν αὐτῷ ἐστι. τῷ οὖν θεῷ οὐδὲν κακὸν ἐν ὑποστάσει,
46.1.11
ἐπειδὴ οὐδὲν ἀδικεῖται. ἡμῖν δέ ἐστι κακὸν διὰ τὸ οἰκεῖν ἐν τῇ καρδίᾳ καὶ ἐνεργεῖν, ὑποβάλλον λογισμοὺς ῥυπαροὺς καὶ μὴ συγχωροῦν καθαρῶς προσεύχεσθαι, ἀλλ' αἰχμαλωτίζον τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον. ἐδέδυται οὖν τὰς ψυχάς, ἥψατο δὲ καὶ αὐτῶν τῶν ὀστέων καὶ τῶν μυελῶν.
46.2.1
Ὥσπερ οὖν ἐστιν εἰς τὸν ἀέρα ὁ σατανᾶς καὶ ὁ θεὸς παρὼν ἐκεῖ οὐδὲν ἀδικεῖται, οὕτω καὶ ἐν τῇ ψυχῇ ἐστιν ἡ ἁμαρτία, ὁμοίως δὲ καὶ ἡ χάρις τοῦ θεοῦ σύνεστι μηδὲν ἀδικουμένη.
46.2.2
Ὥσπερ ἵνα ᾖ δοῦλος ἐγγὺς τοῦ δεσπότου αὐτοῦ, οὗτος πάντοτε ἔγγιστα αὐτοῦ ὢν ὑπὸ φόβον ἐστί, μηδὲν ἄνευ αὐτοῦ διαπραττόμενος, οὕτω καὶ ἡμεῖς τῷ δεσπότῃ ἡμῶν Χριστῷ τῷ καρδιογνώστῃ τοὺς λογισμοὺς ἡμῶν ἀνατιθέναι καὶ φανεροῦν ὀφείλομεν, εἴτε ἐν κακοῖς ἐσμεν εἴτε ἐν ἀναπαύσει, καὶ ἔχειν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν ἐπ' αὐτῷ, ὅτι" 1αὐτός μοῦ ἐστι πλοῦτος, αὐτός μοῦ ἐστι πατήρ, αὐτός μοῦ ἐστι δόξα." 2
46.2.3
Πάντοτε οὖν τῇ συνειδήσει ὀφείλεις ἔχειν τὴν μέριμναν καὶ τὸν φόβον. ἐὰν δὲ καί τις μήπω ἔχῃ χάρισμα τοῦ θεοῦ πεφυτευμένον καὶ πεπηγμένον ἐν αὐτῷ, ἵνα νυκτὸς καὶ ἡμέρας ὡς φυσικὸν ᾖ προσκεκολλημένον τῇ ψυχῇ καθ' ὥραν ὁδηγοῦν αὐτὴν καὶ ὀρθοτομοῦν καὶ αἰχμαλωτίζον εἰς τὰ ἀγαθά, ὥστε ἔχειν τὴν μέριμναν, τὸν πόνον καὶ τὸν φόβον ὡς φυσικὸν καὶ ἄτρεπτον, τὸν συντριμμὸν τῆς καρδίας πάντοτε ἔχειν ὀφείλει πεπηγμένον.
46.2.4
Ὥσπερ δὲ ἵνα ᾖ μέλισσα κρυπτῶς ἐργαζομένη τὸ κηρίον ἐν τῷ κοσκίνῳ, οὕτω καὶ ἡ χάρις ἐργάζεται κρυπτῶς εἰς τὰς καρδίας τὴν ἑαυτῆς ἀγάπην καὶ μεταβάλλει ἀπὸ πικρίας εἰς γλυκύτητα, ἀπὸ τραχύτητος εἰς χρηστότητα.
46.2.5
Ἢ ὥσπερ ἵνα ᾖ ἀργυροκόπος ἢ ἀναγλυφάριος, ἀναγλύψας δίσκον κατὰ μέρος σκεπάζει ἅπερ γλύφει ζῴδια διάφορα, καὶ ἐπὰν τελέσῃ, τότε φανεροῖ αὐτὸν ἐξαστράπτοντα φωτί, οὕτω καὶ ὁ κύριος, ὁ ἀληθινὸς τεχνίτης, ἀναχωνεύει τὰς καρδίας ἡμῶν καὶ ἀνακαινίζει ἐν μυστηρίῳ, ἕως ὅτε ἐκδημοῦμεν τοῦ σώματος, καὶ τότε φαίνεται αὐτῆς τῆς ψυχῆς τὸ κάλλος.
46.2.6
Οἱ γὰρ θέλοντες σκεύη κατασκευάσει καὶ ἐνυφᾶναι ζῴδια πρῶτον κηροπλαστοῦσί τι, καὶ τότε ἐγχέουσι καθ' ὁμοίωμα ἐκείνου, ὥστε τὸ ἔργον κατ' ἐκεῖνο τὸ σχῆμα ἀποτελεσθῆναι, οὕτω καὶ ἡ ἁμαρτία πνεῦμα οὖσα, εἰκόνα ἔχει καὶ μεταβάλλεται εἰς μορφὰς πολλάς.
46.2.7
Ὁμοίως δὲ καὶ ὁ ἔσω ἄνθρωπος ζῷόν ἐστιν, ἔχον εἰκόνα καὶ μόρφωσιν· ὁμοίωμα γάρ ἐστι τοῦ ἔξω ἀνθρώπου ὁ ἔσω. μέγα γάρ ἐστι τὸ σκεῦος καὶ τίμιον, ἐπειδὴ ἀπὸ πάντων τῶν κτισμάτων ἐκεῖ εὐδόκησεν ὁ κύριος οἰκῆσαι.
46.2.8
Οἱ μὲν ἀγαθοὶ λογισμοὶ τῆς ψυχῆς ἐοίκασι λίθοις τιμίοις καὶ μαργαρίταις, οἱ δὲ ἀκάθαρτοι λογισμοὶ μεμεστωμένοι εἰσὶν «ὀστέων καὶ πάσης ἀκαθαρσίας».
46.2.9
Οἱ γὰρ Χριστιανοὶ ἄλλου αἰῶνός εἰσιν, υἱοὶ Ἀδὰμ τοῦ ἐπουρανίου, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, ἀδελφοὶ Χριστοῦ φωτεινοί, μεθ' ὧν καὶ ἡμεῖς ἀξιωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτηρὸς ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, τιμὴ καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 47. τ. 1 ΛΟΓΟΣ ΜΖʹ.