Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 47 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1.1
Οἱ τὸν θεμέλιον ὥσπερ πέτραν οἰκοδομοῦντες, ἥτις ἐστὶν Ἰησοῦς Χριστός, καὶ ἐπὶ πολλῷ χρόνῳ γυμνασθέντες καὶ δοκιμασθέντες, οὗτοι «τοῖς πειραζομένοις βοηθῆσαι» δύνανται καὶ συμπαθῆσαι καὶ ἐλεῆσαι αὐτούς.
47.1.2
Τινὲς δὲ σφαλλόμενοι εἰς ἑαυτούς, χάριτος θεοῦ γενομένης ἐν αὐτοῖς ἐνεργηθέντες μεγάλως, οὕτως εὗρον τὰ μέλη αὐτῶν ἡγιασμένα, ὥστε λογίζεσθαι ὅτι" 1οὐκ ἐγχωρεῖ εἰς Χριστιανὸν ἐπιθυμίαν εἶναι" 2, ἀλλὰ κέκτηνται νοῦν σώφρονα καὶ ἁγνόν· καὶ ἔστιν ὁ ἔσω ἄνθρωπος μετέωρος εἰς τὰ θεῖα καὶ ἐπουράνια μυστήρια, ὥστε νομίσαι τὸν τοιοῦτον ἤδη εἰς τὰ τέλεια μέτρα ἐφθακέναι.
47.1.3
καὶ ὡς ἐνόμισε προσηγγικέναι τῷ λιμένι, ἐπανέστησαν αὐτῷ κλύδωνες, ὥστε πάλιν αὐτὸν εἰς τὸ μέσον τοῦ πελάγους εἰσενεχθῆναι, ὅπου μόνον οὐρανὸς καὶ θάλασσα καὶ θάνατος ἕτοιμοςἡ ἁμαρτία γὰρ ἐπεισελθοῦσα κατειργάσατο
47.1.4
ἐπιθυμίαν κακήνκαὶ νῦν οἱ αὐτοὶ ὥσπερ ἀπὸ ὅλου βυθοῦ τῆς θαλάσσης ψεκάδας τινὰς ἐδέξαντο καὶ εὑρίσκουσιν ἐκεῖνοι αὐτοὶ καθ' ὥραν καὶ καθ' ἡμέραν τοσαύτην θαυματουργίαν γινομένην, ὥστε τὸν ἐνεργούμενον ἐπὶ τῇ παραδόξῳ καὶ ξένῃ καὶ θεϊκῇ ἐργασίᾳ θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι, πῶς σοφίζει, πῶς φωτίζει, εἰρηνεύει, ὁδηγεῖ, τὰ πάντα ἀγαθύνει, τὰ θεῖα καὶ ἐπουράνια διδάσκει, ὥστε τὸν τοιοῦτον πρὸς σύγκρισιν ἐκείνου τοῦ μυστηρίου τοὺς βασιλεῖς καὶ δυνάστας καὶ σοφοὺς καὶ ἀξιωματικοὺς ὡς ἐλαχίστους ἡγεῖσθαι. καὶ μετὰ καιροὺς καὶ ὥρας μεταβάλλεται τὰ πράγματα, ὥστε ἐξ ἀληθείας ἑαυτὸν ἡγεῖσ
47.1.5
θαι ἁμαρτωλότερον ὅλων τῶν ἀνθρώπων καὶ ἔχειν ἑαυτὸν ὡς πηλόν, πάλιν ἄλλῃ ὥρᾳ ὁρᾷ ἑαυτὸν ὁ τοιοῦτος ὡς βασιλέα μέγιστον, ἐξαίσιον δυνάστην ἢ φίλον βασιλέως, πάλιν ἑαυτὸν ὁρᾷ πτωχὸν καὶ ἀσθενῆ. λοιπὸν εἰς ἀδημονίαν ἐμπίπτει ὁ νοῦς" 1διὰ τί οὕτως καὶ οὕτως;" 2
47.1.6
Ὁ κύριος οἰκονομικῶς σοι ἐμπιστεύει τὴν χάριν, κυβερνᾷ καὶ διοικεῖ· ἐπειδὴ γὰρ ἡ ἀνθρωπίνη φύσις ἀσθενὴς οὖσα ἐπαίρεται καὶ τυφοῦται, ἐὰν εὕρῃ ὀλίγην ἀνάπαυσιν καὶ χάριν τοῦ κυρίου καὶ τοὺς πολλοὺς κρίνει, διὰ τοῦτο παραχωρεῖ ἡ χάρις, ἵνα ᾖ πάντοτε ὁ ἄνθρωπος ὑπὸ κόνδυλον καὶ μέριμναν. οὕτω γὰρ αὐτῷ συμφέρει. ἄρχεται γὰρ πενθεῖν ἑαυτὸν καὶ ὀδύρεσθαι, καὶ ὁ κύριος χαίρει ἐπὶ τῇ τοιαύτῃ προαιρέσει· «καρδίαν» γὰρ «συντετριμμένην καὶ
47.1.7
τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει». ὥσπερ γὰρ ἵνα ἔχῃ δεσπότης δύο δούλους, ὧν ὁ εἷς λαβὼν παρρησίαν, ἄρχεται ἐπιτρεπτικῶς φέρεσθαι πρὸς τὸν δεσπότην, ὁ δ' ἄλλος ὑπὸ φόβον ἐστὶ καὶ πληγάς, καὶ εἴ τι αὐτῷ λέγεται ὑπὸ τοῦ δεσπότου, τρέμων ταχέως ὑπακούει, μήπως ἐὰν παρακούσῃ τυπτηθῇ. ὁ γοῦν δεσπότης ἐπὶ τῷ τοιούτῳ χαίρει, δηλονότι τῷ προθύμως ὑπουργοῦντι
47.1.8
καὶ ἐπιτελοῦντι τὰ λεγόμενα. οἱ ἐξερχόμενοι τῶν οἰκείων καὶ στήκοντες εἰς τὴν θύραν τοῦ κυρίου καλῶς στήκουσιν· ἐξερχόμενοι γὰρ τοῦ κόσμου ζητοῦσι κτήσασθαι καρποὺς ξένους τῆς φύσεως. πάντα γὰρ τὰ ἐπίγεια ἀλλότριά ἐστι τῶν οὐρανίων. ἡ δὲ σὴ φύσις χρῄζει τοῦ κυρίου, εἰς τὸ ἐλθεῖν τὸν κύριον καὶ συγκερασθῆναι τῷ σώματι καὶ τῇ ψυχῇ καὶ γενέσθαι ἓν σῶμα μετὰ τοῦ κυρίου καὶ κατοικῆσαι εἰς τὸν ἔσω ἄνθρωπον τὸν Χριστόν, τουτέστιν ἵνα γένηται εἷς ἄνθρωπος τέλειος τῆς ζωῆς καὶ τῆς βασιλείας τῶν αἰώνων. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ. Ἀμήν. 48. τ. 1 ΛΟΓΟΣ ΜΗʹ.

Intertext edge

Open linked passage

Note