Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
48.1.1
Ὁ τῶν Χριστιανῶν κόσμος ἕτερος ἐστι, καὶ ἀγωγὴ καὶ νοῦς καὶ λόγος καὶ πρᾶξις ἑτέρα τυγχάνει, καὶ ἡ τῶν ἀνθρώπων τοῦ κόσμου τούτου διαγωγὴ καὶ νοῦς καὶ λόγος καὶ πρᾶξις ἑτέρα. ἄλλο τί εἰσιν ἐκεῖνοι καὶ ἄλλο τί εἰσιν
48.1.2
οὗτοι, καὶ πολλὴ διάστασις μεταξὺ τούτων κἀκείνων. οἱ γὰρ τῆς γῆς κατοικήτορες καὶ τὰ τέκνα τοῦ αἰῶνος τούτου ἐοίκασι σίτῳ βεβλημένῳ ἐν σινίῳ τῆς γῆς ταύτης, σινιαζόμενοι ἐν ἀστάτοις λογισμοῖς τοῦ κόσμου, ἐν σάλῳ γηΐνων ἐπιθυμιῶν καὶ πολυπλόκων ἐννοιῶν ὑλικῶν τὰς ψυχάς, κλυδωνίζοντος τοῦ σινιάζοντος σατανᾶ διὰ τοῦ τῆς γῆς σινίου (τουτέστι τῶν γηΐνων πραγμάτων).
48.1.3
πᾶν γὰρ τὸ ἁμαρτωλὸν τῶν ἀνθρώπων γένος ἀπὸ τῆς τοῦ Ἀδὰμ ἐκπτώσεως, παραβάντος τὴν ἐντολήν, ὑπὸ τὸν ἄρχοντα τῆς πονηρίας ἐγένετο, λαβόντα κατὰ τοῦ Ἀδὰμ τὴν ἐξουσίαν καὶ λοιπὸν ἀπ' αὐτοῦ ἀπαύστοις λογισμοῖς ἀπάτης καὶ κλόνου σινιάζει καὶ προσκρούει τῷ σινίῳ τῆς γῆς πάντας τοὺς υἱοὺς τοῦ αἰῶνος τούτου.
48.1.4
Ὥσπερ γὰρ ἄλλος ἐστὶν ὁ σῖτος· καὶ ἄλλο τὸ σίνιον· καὶ ἄλλος ὁ σινιάζων διὰ τοῦ σινίου τὸν σῖτον, ἰδοὺ γὰρ ἐν τῷ σινίῳ ὁ σῖτος ὑπὸ τοῦ σινιάζοντος προσκόπτει καὶ ἐν αὐτῷ ἀστάτως σαλευόμενος ἐνστρέφεται, οὕτω διὰ τῶν γηΐνων πραγμάτων πάντας τοὺς ἀνθρώπους κατέχει ὁ τῆς πονηρίας ἄρχων καὶ δι' αὐτῶν σαλεύει καὶ κλονεῖ καὶ σείει καὶ προσκόπτειν ποιεῖ διαλογισμοῖς ματαίοις καὶ αἰσχροῖς καὶ ἐπιθυμίαις καὶ δεσμοῖς γηΐνοις καὶ κοσμικοῖς, ἀστάτως αἰχμαλωτίζων καὶ περικλονῶν καὶ δελεάζων· πᾶν τὸ ἁμαρτωλὸν γένος τοῦ Ἀδάμ, ὡς καὶ ὁ κύριος τοῖς ἀποστόλοις τὴν τοῦ πονηροῦ κατ' αὐτῶν ἐπανάστασιν μέλλουσαν ἔσεσθαι προέλεγεν· «ἐξῃτήσατο ὑμᾶς ὁ σατανᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἀλλ' ἐγὼ ἐδεήθην τοῦ πατρός μου, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις
48.1.5
ὑμῶν». ὁ γὰρ τῷ Κάϊν ὑπὸ τοῦ δημιουργοῦ ῥηθεὶς λόγος καὶ ἀπόφασις εἰς τὸ προφανές· «στένων καὶ τρέμων καὶ σειόμενος ἔσῃ ἐπὶ τῆς γῆς», τύπος καὶ εἰκὼν πάντων τῶν ἁμαρτωλῶν τυγχάνει κατὰ τὸ κρυπτόν. οὕτω γὰρ ἐκπεσὸν τῆς ἐντολῆς τὸ γένος Ἀδὰμ καὶ ἁμαρτωλὸν καταστὰν ἐκείνην τὴν εἰκόνα κατὰ τὸ κρυπτὸν κέκτηται, σαλευόμενον ἀστάτοις λογισμοῖς δειλίας τε καὶ φόβου καὶ πάσης ταραχῆς, ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις καὶ παντοδαπαῖς τοῦ ἄρχοντος τοῦ κόσμου πᾶσαν ψυχὴν κλυδωνίζοντος τὴν μὴ γεγεννημένην ἐκ τοῦ θεοῦ καὶ ὡς σῖτον ἐν σινίῳ στρέφοντος καὶ ἀστάτως τοὺς τῶν ἀνθρώπων λογισμοὺς ποικίλως κλυδωνίζοντος, ἐν ἀπάταις κοσμικαῖς καὶ ἡδοναῖς σαρκικαῖς καὶ φόβοις καὶ ταραχαῖς πάντας σαλεύοντος καὶ δελεάζοντος.
48.1.6
Καὶ γὰρ ὁ κύριος τοὺς ταῖς ἀπάταις καὶ τοῖς θελήμασι τοῦ πονηροῦ ἐξακολουθοῦντας δεικνύων, ὅτι τὴν εἰκόνα τοῦ Κάϊν τῆς πονηρίας φοροῦσιν, ἐλέγχων ἔλεγεν· «ὑμεῖς (φησὶ) τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν τοῦ ἀνθρωποκτόνου· ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἐξ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὔκ ἐστιν».
48.1.7
ὥστε πᾶν τὸ ἁμαρτωλὸν γένος τοῦ παλαιοῦ Ἀδάμ, στένοντες καὶ τρέμοντες ἐν τῷ σινίῳ τῆς γῆς ὑπὸ τοῦ σινιάζοντος σατανᾶ τὴν καταδίκην ἐκείνην κατὰ τὸ κρυπτὸν κέκτηται. ὥσπερ γὰρ ἐξ ἑνὸς Ἀδὰμ πᾶν τὸ γένος τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς ἡπλώθη, οὕτω μία τις κακία τῶν παθῶν εἰς πᾶν τὸ ἁμαρτωλὸν γένος τῶν ἀνθρώπων κατέλυσε, καὶ πάντας ὁ τῆς κακίας ἄρχων ἐν ἀστάτοις καὶ ὑλικοῖς καὶ ματαίοις καὶ ταραχώδεσι λογισμοῖς σινιάζειν
48.1.8
ἐπαρκεῖ. καὶ ὥσπερ εἷς ἄνεμος πάντα τὰ φυτὰ καὶ τὰ σπέρματα καὶ τὰ τῆς γῆς φύματα ἐπαρκεῖ κλονεῖν καὶ σείειν ἢ ὥσπερ ἓν σκότος τὸ τῆς νυκτὸς ἐπὶ πᾶσαν τὴν οἰκουμένην ἐφαπλοῦται, οὕτω καὶ ὁ τῆς πονηρίας ἄρχων, σκότος κακίας καὶ θανάτου ὑπάρχων, καὶ ἄνεμός τις δεινὸς καὶ κρυπτὸς καὶ ἄγριος τυγχάνων, πᾶν τὸ ἐπὶ γῆς ἀνθρώπων γένος κλυδωνίζει καὶ περιφέρει ἀστάτοις λογισμοῖς καὶ ἐπιθυμίαις κόσμου δελεάζων τὰς καρδίας τῶν ἀνθρώπων, καὶ σκότους ἀγνωσίας καὶ πωρώσεως καὶ λήθης ἐμπίπλησι πᾶσαν ψυχὴν τὴν μὴ ἄνωθεν γεγεννημένην καὶ τῷ φρονήματι καὶ τῷ νῷ εἰς ἄλλον κόσμον μεταβεβηκυῖαν, καθὼς εἴρηται· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει».
48.1.9
Ἐν τούτῳ γὰρ διαφέρουσιν οἱ ὄντως ἀληθινοὶ Χριστιανοὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων καὶ πολλὴ διάστασις μεταξὺ αὐτῶν καὶ τῶν τοῦ κόσμου ἀνθρώπων τυγχάνει, ὡς προελέγομεν, ἐν τῷ τὸν νοῦν καὶ τὴν διάνοιαν αὐτῶν πάντοτε τῷ οὐρανίῳ φρονήματι τυγχάνειν καὶ τὰ αἰώνια ἀγαθὰ ἐνοπτρίζεσθαι διὰ τὴν μετουσίαν καὶ μετοχὴν τοῦ πνεύματος τοῦ ἁγίου, ἐν τῷ ἄνωθεν αὐτοὺς ἐκ θεοῦ γεγεννήσθαι καὶ τέκνα θεοῦ ἐν δυνάμει καὶ ἀληθείᾳ γενέσθαι κατηξιῶσθαι καὶ εἰς στάσιν καὶ ἑδραιότητα καὶ ἀταραξίαν καὶ κατάπαυσιν διὰ πολλῶν ἀγώνων καὶ κόπων καὶ πόνων καὶ χρόνων κατηντηκέναι, μηκέτι σινιαζομένους
48.1.10
καὶ κυμαινομένους ἐν ἀστάτοις καὶ ματαίοις λογισμοῖς κακίας. ἐν τούτῳ οὖν εἰσὶ μείζους καὶ κρείττους τοῦ κόσμου διὰ τὸ τὸν νοῦν αὐτῶν καὶ τὸ φρόνημα τῆς ψυχῆς ἐν τῇ τοῦ Χριστοῦ εἰρήνῃ καὶ ἐν τῇ τοῦ πνεύματος ἀγάπῃ τυγχάνειν, ὡς καὶ ὁ κύριος περὶ τῶν τοιούτων διεξερχόμενος ἔλεγε· «μεταβέβηκε (φησὶ) ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν».
48.2.1
Τοιγαροῦν οὐκ ἐν σχήμασι καὶ τύποις ἐξωτέροις ἡ ἀλλοίωσις τῶν Χριστιανῶν ὑπάρχει, ὡς οἱ πολλοὶ ἐν τούτῳ οἴονται εἶναι τὴν διαφορὰν καὶ τὴν διάκρισιν μεταξὺ τοῦ κόσμου καὶ αὐτῶν ἐν σχήμασι καὶ τύποις. καὶ ἰδοὺ καὶ τῷ νῷ καὶ τῇ διανοίᾳ ὅμοιοι τῷ κόσμῳ τυγχάνουσι, σεισμὸν καὶ ἀκαταστασίαν τῶν λογισμῶν καὶ ἀπιστίαν καὶ σύγχυσιν καὶ ταραχὴν καὶ δειλίαν ἔχοντες· καὶ τῷ μὲν σχήματι καὶ τῷ δοκεῖν τοῦ κόσμου διαφέρουσι ἢ καὶ τίσιν ἐξωτέροις κατορθώμασι, τῇ δὲ καρδίᾳ καὶ τῷ νῷ ἐν τῇ γῇ περισύρονται καὶ ἐν τῷ κόσμῳ καὶ ἐν τοῖς γηΐνοις δεσμοῖς δέδενται, ἀνάπαυσιν καὶ εἰρήνην τὴν τοῦ πνεύματος οὐράνιον ἐν τῇ καρδίᾳ μὴ κεκτημένοι, ἐπεὶ οὐκ ἐζήτησαν παρὰ θεοῦ οὐδὲν καὶ
48.2.2
ἐπίστευσαν τούτων καταξιωθῆναι. ἐν γὰρ τῇ τοῦ νοὸς ἀνακαινίσει καὶ τῇ τῶν λογισμῶν εἰρήνῃ καὶ τῇ τοῦ κυρίου ἀγάπῃ καὶ οὐρανίῳ ἔρωτι ἡ «καινὴ κτίσις» τῶν Χριστιανῶν πάντων ἀνθρώπων τοῦ κόσμου διαφέρει· διὸ καὶ ἡ ἔλευσις τοῦ κυρίου γεγένηται, τούτων πνευματικῶν ἀγαθῶν καταξιῶσαι τοὺς ἀληθῶς πιστεύοντας εἰς αὐτόν. Χριστιανῶν γὰρ ἡ δόξα καὶ τὸ κάλλος καὶ ὁ πλοῦτος ὁ οὐράνιος ἀλάλητός ἐστι καὶ μετὰ πόνων καὶ ἱδρώτων καὶ δοκιμασιῶν
48.2.3
καὶ ἀγώνων πολλῶν, τὸ δὲ ὅλον χάριτι ποριζόμενος. εἰ γὰρ ἡ τοῦ ἐπιγείου βασιλέως θέα ἐπιθυμητὴ παρὰ πᾶσιν ἀνθρώποις τυγχάνει, καὶ πᾶς τις ἐπιδημῶν ἐν πόλει βασιλέως ἐπιθυμεῖ καὶ μόνον θεάσασθαι τὸ κάλλος αὐτοῦ ἢ τὴν ὡραιότητα τῶν ἐνδυμάτων ἢ τῆς πορφύρας τὴν δόξαν, τῶν ποικίλων μαργαριτῶν τὸ κάλλος, τοῦ διαδήματος τὴν εὐπρέπειαν, τῶν σὺν αὐτῷ ἀξιωμάτων τὴν τιμιότητα καὶ προσώπων τὴν ὡραιότητα, ἐκτὸς εἰ μὴ οἱ πνευματικοὶ ἐξουθενοῦσιν αὐτὰ διὰ τὸ ἄλλης δόξης ἀσωμάτου καὶ οὐρανίου πεπειρᾶσθαι καὶ ἄλλῳ κάλλει ἀρρήτῳ τετρῶσθαι καὶ ἄλλου πλούτου ἀλαλήτου κεκοινωνηκέναι καὶ
48.2.4
τῷ ἔσω ἀνθρώπῳ ἥδεσθαι καὶ ἄλλου πνεύματος μετέχειν· ἐπεὶ οἱ τοῦ κόσμου τούτου ἄνθρωποι οἱ τὸ πνεῦμα τοῦ κόσμου ἔχοντες ἐν πολλῇ ἐπιθυμίᾳ εἰσὶ τὸν ἐπίγειον βασιλέα κἂν θεάσασθαι μόνον σὺν πάσῃ τῇ εὐπρεπείᾳ καὶ τῇ δόξῃ αὐτοῦ· ὅσον γὰρ ἐν τοῖς φαινομένοις πολλῷ μείζων ἡ μερὶς αὐτοῦ ἐστι παρὰ πάντας ἀνθρώπουςοὕτως ἔνδοξον, οὕτως ἐπιθυμητὸν ὑπὸ πάντων τὸ καὶ θεαθῆναι μόνονκαὶ ἕκαστος ἐν ἑαυτῷ λέγει·" 1εἴθε τις ἔδωκέ μοι ἐκείνην τὴν δόξαν καὶ τὴν εὐπρέπειαν καὶ τὴν ὡραιότητα" 2, μακαρίζων ἐκεῖνον τὸν ὅμοιον ἑαυτῷ γήϊνον καὶ ὁμοιοπαθῆ καὶ θνητὸν ὄντα, διὰ δὲ τὴν πρόσκαιρον
48.2.5
εὐπρέπειαν καὶ δόξαν ἐπιθυμητόν, εἰ οὖν οὕτως οἱ σαρκικοὶ ἄνθρωποι ἐπιθυμοῦσι τοῦ γηΐνου βασιλέως τὴν δόξαν ἰδεῖν, πόσῳ μᾶλλον οἷς ἐνέσταξεν ἐκείνη ἡ ῥανὶς τοῦ πνεύματος τῆς θεότητος τῆς ζωῆς καὶ ἔτρωσε τὴν καρδίαν αὐτῶν ἔρωτι θείῳ πρὸς τὸν οὐράνιον βασιλέα Χριστόν, εἰς ἐκεῖνο τὸ κάλλος καὶ τὴν ἀλάλητον δόξαν καὶ ἄφραστον εὐπρέπειαν καὶ τὸν ἀνεννόητον πλοῦτον τοῦ ἀληθινοῦ καὶ αἰωνίου βασιλέως Χριστοῦ δέδενται καὶ αἰχμαλωτίζονται τῇ ἐπιθυμίᾳ καὶ τῷ ποθῷ, ὅλοι ἐξ ὅλου πρὸς αὐτὸν τυγχάνοντες, καὶ ἐπιθυμοῦσι τυχεῖν ἐκείνων, ὧν ἐνοπτρίζονται διὰ τοῦ πνεύματος ἀλαλήτων ἀγαθῶν, οὗ ἕνεκε πάντα τὰ ἐπὶ γῆς κάλλη καὶ εὐπρεπείας καὶ δόξας καὶ τιμὰς καὶ πλοῦτον βασιλέως τε καὶ ἀρχόντων ἐξουδένωσαν· θείῳ γὰρ κάλλει ἐτρώθησαν καὶ ζωὴ
48.2.6
ἀθανασίας οὐρανίου ἐν ταῖς ψυχαῖς αὐτῶν ἐνέσταξε. διὸ καὶ εἰς ἐκείνην τὴν ἀγάπην πρὸς τὸν ἐπουράνιον βασιλέα ὠθοῦνται, αὐτὸν μόνον πρὸ ὀφθαλμῶν ἐν πολλῇ ἐπιθυμίᾳ ἔχοντες, καὶ διὰ τοῦτο πάσης ἀγάπης κόσμου ἑαυτοὺς λύουσιν καὶ ἀναχωροῦσι παντὸς δεσμοῦ γηΐνου, ἵνα δυνηθῶσιν ἐκεῖνον τὸν πόθον ἐν τῇ ἑαυτῶν καρδίᾳ πάντοτε ἔχειν καὶ μηδὲν ἕτερον σὺν ἐκείνῳ.
48.2.7
Ὀλίγοι δὲ πάνυ εἰσὶν οἱ τῇ ἀγαθῇ ἀρχῇ τέλος ἀγαθὸν πορισάμενοι καὶ διερχόμενοι ἕως τέλους ἄπτωτοι, τὴν μίαν ἀγάπην τῆς ζωῆς τὴν πρὸς τὸν θεὸν
48.2.8
μόνον κατάσχοντες καὶ πάντων ἑαυτοὺς λελυκότες. πολλοὶ γὰρ κατανύσσονται καὶ πολλοὶ χάριτος οὐρανίου μέτοχοι γίνονται καὶ ἔρωτι οὐρανίῳ τιτρώσκονται, ἀλλὰ διὰ τοὺς ἐν μέσῳ ἀγῶνας καὶ ἀθλήσεις καὶ πόνους καὶ πειρασμοὺς διαφόρους τοῦ πονηροῦ μὴ ὑπομένοντες, ἐν ποικίλαις καὶ διαφόροις ἐπιθυμίαις κοσμικαῖς περιτρεπόμενοι διὰ τὸ θέλημα ἔχειν ἕκαστον τοῦ ἀγαπῆσαί τι τοῦ κόσμου τούτου καὶ μὴ λελυκέναι πάντοθεν τὴν ἀγάπην αὐτοῦ, ἀπέμειναν καὶ ἐβυθίσθησαν ἐν τῷ τοῦ κόσμου βυθῷ διὰ ἰδίου θελήματος ἢ ἀνανδρίαν καὶ χαύνωσιν ἢ δειλίαν ἢ δι' ἀγάπην τινὰ γηΐνην.
48.3.1
Οἱ γὰρ ἐξ ἀληθείας διεξελθεῖν ἕως τέλους ἐν ἀγαθῇ διαγωγῇ βουλόμενοι ἄλλον ἔρωτα καὶ ἄλλην ἀγάπην μετ' ἐκείνης τῆς ἐπουρανίου παραδέξασθαι ἑκουσίως καὶ μῖξαι οὐκ ὀφείλουσιν, ἵνα μὴ ἐμποδισθῶσιν ἐν τοῖς πνευματικοῖς καὶ
48.3.2
στραφῶσιν εἰς τὰ ὀπίσω καὶ τέλος ἐκπέσωσι τῆς ζωῆς. ὥσπερ γὰρ μεγάλα καὶ ἀλάλητα καὶ ἀνεκδιήγητα τὰ ἐπηγγελμένα παρὰ θεοῦ τυγχάνει, οὕτω πίστεως καὶ ἐλπίδος καὶ πόνων καὶ ἀγώνων μεγάλων χρεία καὶ πολλῆς δοκιμασίας· οὐ γάρ τι μικρὸν τυγχάνει, ἃ ἐλπίζει ἀγαθὰ λαβεῖν ἄνθρωπος. βασιλείαν οὐρανῶν ἐπιθυμεῖς καὶ συμβασιλεῦσαι Χριστῷ εἰς τοὺς ἀπεράντους αἰῶνας βούλει, καὶ τοὺς ἀγῶνας καὶ πόνους καὶ πειρασμοὺς δι' ὀλίγου χρόνου τῆς ζωῆς
48.3.3
ταύτης ἀναδέξασθαι προθύμως ἕως θανάτου οὐ καταδέχῃ; τοῦ κυρίου βοῶντος· «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν χαίρων καὶ ἀκολουθείτω μοι», καὶ πάλιν· «ἐὰν μή τις μισήσῃ πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀδελφούς, ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής». οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων τῆς βασιλείας ἐπιτυχεῖν βούλονται καὶ τὴν αἰώνιον ζωὴν κληρονομῆσαι θέλουσιτὸ θέλημα δὲ αὐτῶν ζῇ ἐν τοῖς ἰδίοις θελήμασι καὶ ἀκολουθοῦντες τοῖς θελήμασιν αὐτῶν, μᾶλλον δὲ τῷ ἐνσπείροντι τὰ μάταια, καὶ μὴ ἀρνούμενοι ἑαυτοὺς βούλονται τὴν αἰώνιον ζωὴν κληρονομῆσαι, ὅπερ ἐστὶν ἀδύνατον· ὁ γὰρ
48.3.4
λόγος τοῦ κυρίου ἀληθὴς τυγχάνει. καὶ οὗτοι ἄπτωτοι διεξέρχονται οἱ κατὰ τὴν ἐντολὴν τοῦ κυρίου ἀρνησάμενοι ὅλοι ἐξ ὅλου ἑαυτούς, καὶ πάσας τὰς τοῦ κόσμου ἐπιθυμίας καὶ δεσμοὺς καὶ μετεωρισμοὺς καὶ ἡδονὰς καὶ ἀσχολίας σικχαίνοντες καὶ μόνον αὐτὸν πρὸ ὀφθαλμῶν ἔχοντες καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντες, ὥστε ἰδίῳ θελήματι ἀποστρέφεται ἕκαστος τῆς βασιλείας διὰ τὸ μὴ ἐξ ἀληθείας θελῆσαι καμεῖν καὶ ἀρνήσασθαι ἑαυτὸν καὶ διὰ τὸ ἀγαπᾶν τι σὺν ἐκείνῃ τῇ ἀγάπῃ, τῷ ἥδεσθαί τισι τοῦ αἰῶνος τούτου ἡδοναῖς ἢ ἐπιθυμίαις καὶ τῷ μὴ ὅλῃ τῇ ἀγάπῃ, ὅσον ἐν προαιρέσει καὶ θελήματι δυνατόν, πρὸς κύριον εἶναι.
48.3.5
Ἐξ ἑνὸς δὲ ὑποδείγματος συννόησόν μοι πάντα. διακρίνων μέν, διακρίνει ἕκαστος καὶ οἶδεν, ὅτι ἄτοπόν ἐστιν ὃ θέλει ποιῆσαι, ἀλλ' ἐπειδὴ ἀγαπᾷ καὶ οὐκ ἀρνεῖται αὐτό, ἡττᾶται αὐτῷ. πρότερον γὰρ ἔσω ἐν τῇ καρδίᾳ ὁ πόλεμος γίνεται καὶ τὸ στάθμιον καὶ ἡ ῥοπὴ καὶ τὸ ζύγιον τῆς ἀγάπης τοῦ θεοῦ καὶ τῆς ἀγάπης τοῦ κόσμου, καὶ τότε προέρχεται ἔξω καὶ διακρίνων διακρίνει ἕκαστος, εἰ τύχοι εἰς μάχην καὶ διαπληκτισμὸν πρὸς τὸν ἀδελφόν, λέγων ἐν
48.3.6
ἑαυτῷ·" 1εἴπω; ἀλλὰ μὴ εἴπω; λαλήσω; ἀλλὰ μὴ λαλήσω;" 2 μνημονεύων τοῦ θεοῦ, ἀλλὰ καὶ τὴν ἰδίαν δόξαν περιποιούμενος καὶ μὴ ἑαυτὸν ἀρνούμενος. ἀλλ' ἐὰν ὀλίγον καταβαρήσῃ ἡ ἀγάπη τοῦ κόσμου καὶ ἡ ῥοπὴ ἐν τῷ τῆς καρδίας ζυγῷ, εὐθὺς προέρχεται ὁ πονηρὸς λόγος μεχρὶ τῶν χειλέων. εἶτα ὥσπερ βέλη ἐντείνων ὁ νοῦς ἔνδοθεν τοξεύει τὸν πλησίον διὰ τῆς γλώττης, πέμπων βέλη λόγων ἀπρεπῶν, καὶ ἐκτὸς ὄντων τῆς ἐντολῆς τοῦ θεοῦ· ὡς βαρηθεὶς τῇ ῥοπῇ τῆς ἀγάπης τοῦ κόσμου καὶ θελήματι ἑκουσίῳ τὴν ἑαυτοῦ δόξαν περιποιού
48.3.7
μενος. εἶτα τοξεύων ἐπὶ πολὺ τὸν πλησίον διὰ λόγων ἀπρεπῶν, ἕως οὗ καὶ ἐν τοῖς μέλεσι διαχυθῇ τὸ ἁμάρτημα εἰς συμπληγάδας. ἢ ἐνίοτε καὶ τραύματα διὰ τοῦ σώματος ἀπεργάζεται πολεμούντων πρὸς ἄλληλα τῶν μελῶν, ἐνίοτε δὲ καὶ ἕως φόνου καὶ θανάτου ἀπαρτίζεται τὸ τοῦ πονηροῦ ἐπιθύμημα. ἴδε, πόθεν ἤρξατο καὶ ἕως ποῦ ἔσχε τὸ τέλος ἀγάπη δόξης κοσμικῆς θελήματι ἰδίῳ βαρηθεὶς τῇ ῥοπῇ τοῦ τῆς καρδίας ζυγοῦ· διὰ γὰρ τὸ μὴ ἀρνεῖσθαι ἑαυτὸν ἀλλὰ ἀγαπᾶν τι τοῦ κόσμου ἐκεῖνα ὅλα τὰ ἀτοπήματα γίνεται.
48.3.8
Οὕτως νόει μοι καὶ εἰς ἕκαστον ἁμάρτημα καὶ ἐπιτήδευμα φαῦλον τῆς κακίας κολακευούσης καὶ προτρεπομένης τὸ θέλημα τοῦ νοὸς ἐν ἐπιθυμίαις κοσμικαῖς καὶ ἡδοναῖς σαρκός. οὕτω πᾶν πρᾶγμα κακίας ἀπαρτίζεται, οὕτω μοιχεία οὕτω κλοπή, οὕτω πλεονεξία οὕτω μέθη, οὕτω φιλαρχία οὕτω κενοδοξία, οὕτω
48.3.9
ζῆλος οὕτω φιλαργυρία καὶ πᾶν ὁτιοῦν ἐστι κακίας ἐπιτήδευμα. ἐνίοτε δὲ καὶ τὰ καλὰ δοκοῦντα ἐπιτηδεύματα διὰ δόξαν κενὴν ἀνθρώπων ἐπιτελεῖται, ἅπερ ἴσα ἐστὶ παρὰ θεῷ ἀδικίας καὶ κλοπῆς καὶ τῶν λοιπῶν ἁμαρτημάτων. «θεὸς (γάρ φησι) διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων», ὥστε καὶ διὰ δοκούντων καλῶν ὑπηρετεῖσθαι καὶ δουλεύεσθαι ὁ πονηρὸς βούλεται· πολυποίκιλος
48.3.10
γάρ ἐστι καὶ ἀπατηλὸς ἐν ἐπιθυμίαις κόσμου. διὰ γὰρ ἀγάπην τινὰ γηΐνην καὶ σαρκικήν, ἐν δεσμεῖταί τις θελήματι ἰδίῳ δελεαζόμενος ὑπὸ τῆς κακίας, ὅπερ γίνεται αὐτῷ ἅλυσις καὶ δεσμὸς καὶ φορτίον βαρὺ καταβυθίζον καὶ πνῖγον ἐν τῷ αἰῶνι τῆς πονηρίας, μὴ συγχωροῦν ἀνακύψαι καὶ εὐθέως πρὸς θεὸν ἀνελθεῖν· ἐπειδὴ ὅπερ ἠγάπησέ τις τοῦ κόσμου, καταβαρεῖ τὸν νοῦν αὐτοῦ
48.3.11
κάτω, καὶ κρατεῖ καὶ οὐκ ἐᾷ ἀνακύψαι. εἰς τοῦτο γὰρ τὸ στάθμιον καὶ ἡ ῥοπὴ καὶ τὸ τῆς καρδίας ζύγιον κρέμαται καὶ δοκιμάζεται πᾶν γένος τῶν ἀνθρώπων ἤτοι Χριστιανῶν τῶν ἐν πόλεσιν οἰκούντων ἢ ἐν ὄρεσιν ἢ ἐν μοναῖς ἢ ἐν ἀγροῖς ἢ ἐν ἐρήμοις τόποις, ὅτι θελήματι ἰδίῳ δελεαζόμενος τίς ποτε, οὐκ ἀγαπᾷ ὀρθῶς καὶ οὐ δέδεται αὐτοῦ ἡ ἀγάπη καὶ οὔκ ἐστιν ὅλη πρὸς θεόν.
48.3.12
Ἠγάπησε γὰρ εἰ τύχοι τίς κτήματα, ἄλλος χρυσίον καὶ ἀργύριον, ἄλλος γαστρὶ δουλεύειν, ἄλλος ταῖς ἐπιθυμίαις τῆς σαρκός, ἄλλος σοφίαν κόσμου διὰ δόξαν ἀνθρώπων, ἄλλος ἠγάπησεν ἀρχήν, ἄλλος δόξαν καὶ τιμὰς ἀνθρώπων, ἄλλος ὀργὴν καὶ μῆνινδιὰ γὰρ τὸ ταχέως ἑαυτὸν ἐκδιδόναι τῷ πάθει ἀγαπᾷ αὐτό, ἄλλος ἀκαίρους συντυχίας, ἄλλος ζῆλον, ἄλλος πᾶσαν ἡμέραν ἁπλῶς μετεωρίζεται καὶ ἥδεται, ἄλλος ἀργοῖς λόγοις ἀγαπᾷ, ἄλλος ὡς νομοδιδάσκαλος εἶναι ἀγαπᾷ διὰ δόξαν ἀνθρώπων, ἄλλος χαυνώσει καὶ ἀμελείᾳ ἥδεται, ἄλλος ἱματίοις καὶ ῥάκεσι δέδεται, ἄλλος μερίμναις γηΐναις ἑαυτὸν ἐνδίδωσιν, ἄλλος ὕπνον ἢ εὐτραπελίαν ἢ ἀκαιρολογίαν ἀγαπᾷ καὶ ἁπλῶς ἐὰν μικρῷ τινι ἢ μεγάλῳ τοῦ κόσμου τούτου δεσμεῖταί τις κατέχεται καὶ οὐκ ἐᾶται ἀνακύψαι.
48.3.13
πρὸς ὃ γάρ τις πάθος οὐ πολεμεῖ γενναίως, ἐκεῖνο ἀγαπᾷ, κἀκεῖνο κρατεῖ αὐτὸν καὶ βαρύνει καὶ γίνεται αὐτῷ ἐμπόδιον καὶ ἅλυσις τοῦ μὴ τὸν νοῦν αὐτοῦ ἀπιέναι πρὸς τὸν θεὸν καὶ εὐαρέστως αὐτῷ μόνῳ λατρεῦσαι καὶ ἐν τῇ βασιλείᾳ ζωῆς αἰωνίου τυχεῖν.
48.4.1
Ψυχὴ γὰρ ἡ ἀληθῶς τὴν ὁρμὴν πρὸς κύριον ἔχουσα ὅλη ἐξ ὅλου τὴν ἀγάπην αὐτῆς πρὸς κύριον κέκτηται καὶ πρὸς αὐτὸν μόνον ὅση δύναμις ἐκ προαιρέσεως δεσμεῖται, κἀκεῖθεν τὴν βοήθειαν τῆς χάριτος προσκτᾶται καὶ ἑαυτὴν ἀρνεῖται καὶ τοῖς θελήμασι τοῦ νοὸς αὐτῆς οὐκ ἀκολουθεῖὅτι δολίως πορεύεται μεθ' ἡμῶν διὰ τὸ συνὸν καὶ δελεάζον κακόν, ἀλλὰ τῷ τοῦ κυρίου λόγῳ ὁλοτελῶς ἑαυτὴν ἐκδίδωσι καὶ παντὸς φαινομένου καὶ κρυπτοῦ δεσμοῦ λύει ἑαυτήν, ὅσον ἐκ θελήματος δυνατὸν καὶ τῷ κυρίῳ ἐξ ὅλου ἑαυτὴν δίδωσι, καὶ οὕτω διεξελθεῖν δυνήσεται ἕως τέλους καθαρῶς· καὶ ἐπικουφισθῆναι τῶν ἀγώνων καὶ
48.4.2
πόνων καὶ ἀθλήσεων. ὅπου γὰρ ἀγαπᾷ τις, ἐκεῖθεν βοηθεῖται καὶ ἐκεῖθεν βαρεῖται. ἐὰν τέ τι τοῦ κόσμου ἀγαπᾷ ἐκεῖνο ὃ δήποτε ὀνομάζει ὡς οὐδέν, ἐκεῖνο γίνεται αὐτῷ ἅλυσις καὶ φορτίον καὶ δεσμοὶ καθέλκοντες κάτω καὶ μὴ
48.4.3
συγχωροῦντες ἄνω πρὸς θεὸν ἀπελθεῖν. ἐάν τε τὸν κύριον καὶ τὰς ἐντολὰς αὐτοῦ ἀγαπᾷ, ἐκεῖθεν βοηθεῖται καὶ ἐπικουφίζεται καὶ εὔκολα αὐτῷ πάντα γίνεται τὰ τοῦ κυρίου παραγγέλματα διὰ τὸ τὴν ἀγάπην αὐτοῦ πρὸς αὐτὸν ἀποσῴζειν ὁλόκληρον καὶ βαρεῖ εἰς τὸ ἀγαθόν, μᾶλλον δὲ κουφίζει καὶ ἐλαφρύνει πάντα πόνον καὶ πᾶσαν θλῖψιν καὶ διὰ τῆς δυνάμεως τῆς θείας τὸν κόσμον διακόπτει καὶ τὰς δυνάμεις τῆς κακίας τὰς ἐν αὐτῷ παγιδευούσας τὴν ψυχὴν ἐν τῷ τοῦ κόσμου βυθῷ καὶ βρόχοις ἐπιθυμιῶν παντοδαπῶν κατα
48.4.4
δεσμευούσας· καὶ οὕτως ἐξειλῆσας ἐξ αὐτῶν διὰ τῆς πολλῆς πίστεως καὶ σπουδῆς καὶ διὰ τῆς ἄνωθεν βοηθείας, ἔνθα ἠγάπησε, τῆς αἰωνίου σωτηρίας ἀξιοῦται· ἰδίῳ γὰρ θελήματι ἀγαπήσας ἐν ἀληθείᾳ ὑπὸ τοῦ κυρίου βοηθεῖται εἰς τὸ τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν.
48.4.5
Ἵνα δὲ ἀπὸ πραγμάτων φανερῶν ἀποδείξωμεν, πῶς θελήματι ἰδίῳ ἀπόλλυνται πολλοὶ δι' ἀγάπην τινά· καὶ ἐν πυρὶ καίονται καὶ ἐν θαλάσσῃ βυθίζονται καὶ ἐν αἰχμαλωσίᾳ ἁρπάζονται, ὑπόθου μοὶ οἶκόν τινα ἢ ἀγρὸν ἐμπιπρᾶσθαι πυρί, καὶ ὃς μὲν σῶσαι ἑαυτὸν βουλόμενος αἰσθόμενος τοῦ ἐμπρησμοῦ γυμνὸς ἔφυγε καταλιπὼν πάντα, καὶ τὴν ἑαυτοῦ ψυχὴν μόνον περιποιήσασθαι βουλόμενος διεσώθη. ἄλλος δὲ βουλόμενος λαβεῖν τοῦ οἴκου τινὰ σκεύη ἢ ἱμάτια ἄλλα τινὰ εἰσῆλθεν ἆραι, καὶ ὡς ἔλαβε, κατεκυρίευσε τὸ πῦρ τοῦ οἴκου καὶ συνέλαβεν
48.4.6
αὐτὸν ἔνδον καὶ κατέκαυσεν. ὁρᾷς ὅτι ἰδίῳ θελήματι δι' ἀγάπην τινὰ πρόσκαιρον παρ' ἑαυτὸν ἀγαπήσας ἐκεῖνα ἐν τῷ πυρὶ ἀπώλετο. ὁμοίως πάλιν ἐν θαλάσσῃ στάσει τινὶ περιπεσόντες κλύδωνος τινὲς ἐναυάγησαν· καὶ ὃς μὲν ἀποδυσάμενος γυμνὸς εἰσῆλθεν ἐν τοῖς ὕδασιν ἑαυτὸν βουλόμενος σῶσαι καὶ οὕτως ὑπὸ τῶν κυμάτων τυπτόμενος καὶ ἄνωθεν αὐτῶν ἐπικολυμβῶν διὰ τὸ εὔλυτον αὐτὸν εἶναι ἠδυνήθη διεξελθεῖν τὴν πικρὰν θάλασσαν καὶ οὕτω τὴν
48.4.7
ψυχὴν αὐτοῦ περιεποιήσατο. ἄλλος δέ τις βουλόμενος σῶσαί τινα τῶν ἐνδυμάτων αὐτοῦ ἐνόμισε δύνασθαι ἐκκολυμβῆσαι καὶ διεξελθεῖν σὺν ἐκείνοις, οἷς ᾖρε σὺν ἑαυτῷ, καὶ αὐτὰ ἐκεῖνα ἅπερ ἔλαβε κατεβάρησαν αὐτὸν καὶ κατεβάπτισαν ἐν τῷ βυθῷ τῆς θαλάσσης, καὶ ἀπώλετο δι' ὀλίγον κέρδος μὴ τὴν
48.4.8
ἑαυτοῦ ψυχὴν μόνην σῶσαι βουλευσάμενος. ὁρᾷς ὅτι θελήματι αὐτοῦ ἐθανατώθη. ἢ πάλιν ὑπόθου μοι ἀκοὴν ἀλλοφύλων ἐπέρχεσθαι. καὶ ὃς μὲν τῷ ἀκοῦσαι ἅμα ἔφυγεν εὐθέως μὴ ἀναβαλλόμενος γυμνὸς ἐξελθών. ἄλλος δὲ δυσπιστῶν, ὅτι ἔρχονται οἱ ἐχθροὶ ἢ ἐλεῶν τινα τῶν ἰδίων πραγμάτων καὶ βουλόμενος ἆραι μεθ' ἑαυτοῦ ἐβράδυνε φυγεῖν, καὶ ἐπελθόντες οἱ πολέμιοι κατέλαβον καὶ ᾐχμαλώτευσαν αὐτὸν εἰς τὴν τῶν ἀλλοφύλων πατρίδα κἀκεῖ δουλεύειν πικρῶς κατηνάγκασαν. ὁρᾷς, ὅτι θελήματι αὐτοῦ διὰ χαύνωσιν καὶ ἄνοιαν καὶ ἀγάπην
48.4.9
τινῶν πραγμάτων εἰς τὴν αἰχμαλωσίαν ἀπηνέχθη. οὕτω καὶ οἱ μὴ ταῖς ἐντολαῖς τοῦ κυρίου ἐξακολουθοῦντες καὶ μὴ ἑαυτοὺς ἀρνούμενοι καὶ μόνον τὸν κύριον ἀγαπῶντες, ἀλλὰ δεσμοῖς κόσμου γηΐνοις ἑκουσίως δεσμούμενοι καὶ ἀγάπῃ τινὶ σαρκικῇ κατεχόμενοι, ἐπελθόντος τοῦ πυρὸς τοῦ αἰωνίου εὑρεθέντες ἐν τῇ ἀγάπῃ τοῦ κόσμου καυθήσονται καὶ ὑπὸ τῆς πικρᾶς θαλάσσης τῆς πονηρᾶς καταβυθίζονται καὶ ὑπὸ τῆς αἰχμαλωσίας τῶν ἀλλοφύλων (τουτέστι τῶν πνευμάτων τῆς πονηρίας) αἰχμαλωτιζόμενοι ἀπόλλυνται.
48.4.10
Εἰ δὲ βούλει γνῶναι ἀγάπης ἀπηρτισμένης πρὸς κύριον εὐθύτητα ἐκ τῶν θεοπνεύστων γραφῶν κατάμαθε· ἴδε τὸν Ἰὼβ πῶς πάντα ἀπεδύσατο ὥσπερ εἰπεῖν, ἅπερ ἦν κεκτημένος, τέκνα, κτήματα, ζῷα, παῖδας καὶ τὰ λοιπὰ ὑπάρχοντα· πῶς ἀποδυσάμενος ἔφυγε καὶ διέσωσεν ἑαυτὸν καὶ αὐτὸν τὸν χιτῶνα ἀφεὶς καὶ προσρίψας τῷ σατανᾷ καὶ μηδένα λόγον βλασφημίας μήτε τῇ καρδίᾳ μήτε τοῖς χείλεσι φθεγξάμενος ἐνώπιον τοῦ κυρίου, ἀλλὰ τοὐναντίον ηὐλόγησε τὸν κύριον· «ὁ κύριος, γάρ φησιν, ἔδωκεν, ὁ κύριος ἀφείλετο· ὡς κύριος ἠθέλησεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον». ἴδε ἀγάπης πρὸς κύριον ὁλοκλήρου εὐθύτητα, ὅτι οὐδὲν παρὰ τὸν κύριον ἠγάπησεν πλὴν αὐτὸν
48.4.11
μόνον. καὶ Ἀβραὰμ ἐνομίζετο κεκτῆσθαι πολλά, δοκιμασθεὶς δὲ ὑπὸ θεοῦ «ἐξελθεῖν ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ», εὐθέως ὥσπερ εἰπεῖν ἀπεδύσατο πάντα, πατρίδα γῆν, συγγένειαν, γο
48.4.12
νεῖς, καὶ ἐξηκολούθησε τῷ λόγῳ τοῦ θεοῦ. εἶτα μεταξὺ πολλῶν δοκιμασιῶν καὶ πειρασμῶν αὐτῷ γεγενημένων, τοῦτο μὲν τῆς γυναικὸς αὐτοῦ λαμβανομένης, τοῦτο δὲ ἐν ξενίᾳ διάγων καὶ ἀδικούμενος, καὶ εἰς πάντα ἀποδειχθείς, ὅτι θεὸν μόνον ἀγαπᾷ ὑπὲρ πάντα, ὕστερον τὸν δι' ἐπαγγελίας καὶ διὰ πολλῶν ἐτῶν υἱὸν μονογενῆ κατὰ πολλὴν ἐπιθυμίαν ἐκτήσατο καὶ αἰτηθεὶς τοῦτον εἰς θυσίαν προθύμως δι' ἑαυτοῦ ἀνέφερεν, ἀποδυσάμενος αὐτὸν καὶ ἀληθῶς ἑαυτὸν ἀρνησάμενος· ἀπέδειξε, ὅτι πάρεξ τοῦ θεοῦ ἄλλο τι οὐκ ἠγάπησε διὰ τῆς τοῦ
48.4.13
μονογενοῦς προσκομίσεως. εἰ γὰρ ἐκεῖνον προθύμως ἀπεδύσατο, πόσῳ μᾶλλον εἰ τὰ λοιπὰ αὐτοῦ ὑπάρχοντα ἐκελεύσθη ἐᾶσαι ἢ πένησιν ὑφ' ἓν διανεῖμαι, ἑτοίμως καὶ προθύμως ἂν ἐποίησεν. ὁρᾷς ἀγάπης ἀπηρτισμένης ἐκ θελήματος πρὸς κύριον εὐθύτητα;
48.4.14
Οὕτω καὶ οἱ τούτων συγκληρονόμοι γενέσθαι βουλόμενοι πάρεξ θεοῦ οὐδὲν ἀγαπῆσαι ὀφείλουσιν, ἵν' ὅτε δοκιμασθῶσι εὑρεθῶσι χρήσιμοι καὶ δόκιμοι, τελείαν τὴν ἀγάπην αὐτῶν πρὸς τὸν κύριον ἀποσῴζοντες. οἱ τοιοῦτοι διεξελθεῖν ἕως τέλους δυνήσονται, οἱ ἐκ θελήματος θεὸν μόνον ἀγαπήσαντες πάντοτε καὶ πάσης ἀγάπης κόσμου ἑαυτοὺς λελυκότες.
48.4.15
Ὀλίγοι δὲ πάνυ σφόδρα εὑρίσκονται οἱ τοιαύτην ἀγάπην ἀναλαμβάνοντες καὶ πάσας τὰς ἡδονὰς καὶ ἐπιθυμίας ἀποστρεφόμενοι καὶ μακροθύμως τὰς ἐπαναστάσεις καὶ πειρασμοὺς τοῦ πονηροῦ ὑπομένοντες. μὴ γὰρ ἐπειδὴ πολλοὶ ποταμοὺς παρερχόμενοι παρασύρονται ὑπὸ τῶν ὑδάτων, οὔκ εἰσιν οἱ παρερχόμενοι καὶ διαπερῶντες γενναίως τοὺς θολεροὺς τῶν τοῦ κόσμου ἐπιθυμιῶν καὶ
48.4.16
παντοδαπῶν καὶ ποικίλων πειρασμῶν ποταμούς; καὶ ἐπειδὴ πολλὰ πλοῖα ἐν τῇ θαλάσσῃ κλυδωνιζόμενα καὶ καλυπτόμενα ὑπὸ τῶν κυμάτων βυθίζονται, οὔκ εἰσι τὰ διαπερῶντα καὶ ἐπάνω τῶν κυμάτων διοδεύοντα καὶ εἰς λιμένα εἰρήνης καταντήσαντα; διὰ τοῦτο πίστεως πολλῆς καὶ μακροθυμίας καὶ ἀγῶνος καὶ ὑπομονῆς καὶ πόνων καὶ ἀγώνων καὶ πείνης καὶ δίψης εἰς τὸ ἀγαθὸν καὶ ὀξύτητος καὶ ἀναιδείας καὶ διακρίσεως καὶ συνέσεως πάντοτε χρεία.
48.5.1
Οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων ἄνευ καμάτων καὶ ἱδρώτων καὶ ἀγώνων
48.5.2
ἐπιτυχεῖν τῆς βασιλείας βούλονται, ὅπερ ἀδύνατόν ἐστιν. ὥσπερ ἐν κόσμῳ ἀπέρχονται ἄνδρες πρός τινα πλούσιον καὶ οἰκοδεσπότην ἐργάσασθαι εἰς θέρος ἢ εἰς ἕτερον ἔργον, ὅπως πορίσωνται ὧν χρῄζουσιν εἰς τὴν διατροφὴν αὐτῶν, εἰσὶ δὲ ἐν αὐτοῖς τινες σκληροὶ καὶ χαῦνοι καὶ ἄργοι, μὴ κάμνοντες δεόντως μηδὲ ἁρμοζόντως ἐργαζόμενοι, καὶ οὗτοι μηδὲν κοπιάσαντες μηδὲ καμόντες εἰς τὸν οἶκον τοῦ πλουσίου ἀνδρός, βούλονται τὸν αὐτὸν μισθὸν τοῖς ἀνδρείως καὶ ὀξέως καὶ ὅλῃ ἰσχύϊ καμοῦσιν λαβεῖν ὡς ἤδη τὸ αὐτὸ ἔργον πεποιηκό
48.5.3
τες, τὸν αὐτὸν τρόπον ἐπαναγινώσκομεν τὰς γραφὰς καὶ μανθάνομεν, πῶς ὁ δίκαιος εὐηρέστησε τῷ θεῷ, πῶς φίλος καὶ συνόμιλος θεοῦ γέγονε, καὶ πάντες δὲ οἱ πατέρες πῶς φίλοι καὶ κληρονόμοι θεοῦ γεγόνασι, πόσας θλίψεις ὑπέμειναν, πόσα διὰ τὸν θεὸν ἔπαθον, πόσα ἠνδραγάθησαν καὶ ἠγωνίσαντο, καὶ μακαρίζωμεν αὐτοὺς καὶ τῶν ἴσων αὐτοῖς δρόμων καὶ ἀξιωμάτων τυχεῖν βουλόμεθα καὶ ἐπιθυμοῦμεν προθύμως τὰ ἔνδοξα ἐκεῖνα λαβεῖν χαρίσματα, ὑπερβαίνοντες τοὺς πόνους αὐτῶν καὶ ἀγῶνας καὶ θλίψεις καὶ τὰ παθήματα καὶ τὰς μὲν τιμὰς αὐτῶν καὶ τὰ ἀξιώματα ἐπὶ θεοῦ οἷα κέκτηνται, προθύμως λαβεῖν θέλομεν, τοὺς δὲ καμάτους αὐτῶν καὶ πόνους καὶ ἀγῶνας οὐκ
48.5.4
ἀναδεχόμεθα. λέγω δέ σοι, ὅτι τούτων καὶ πᾶς τις ἀνθρώπων ἐπιθυμεῖ καὶ θέλει, καὶ πόρναι καὶ τελῶναι καὶ ἄδικοι ἄνθρωποι, εὐκόλως βούλονται ἄνευ πόνων καὶ ἀγώνων τυχεῖν τῆς βασιλείας τῷ θέλειν δέ, ἄνευ τοῦ κάμνειν, ἀλλὰ διὰ τοῦτο ἐν μέσῳ πειρασμοὶ καὶ δοκιμασίαι πολλαὶ καὶ θλίψεις καὶ ἀγῶνες καὶ ἱδρῶτες πρόκεινται, ἵνα φανεροὶ γένωνται. τίνες ἐξ ἀληθείας ἕως θανάτου ἐλθόντες ἐξ ὅλης προαιρέσεως καὶ θελήματος τὸν κύριον αὐτὸν μόνον ἠγάπησαν
48.5.5
καὶ οὐδὲν ἕτερον σὺν τῇ πρὸς αὐτὸν ἀγάπῃ περιπόθητον ἔσχον. διὸ καὶ δικαίως τῆς βασιλείας τῶν οὐρανῶν καταξιοῦνται, ἀρνησάμενοι ἑαυτοὺς κατὰ τὸν τοῦ κυρίου λόγον καὶ παρὰ τὴν ἰδίαν πνοὴν τὸν κύριον μόνον ἠγαπηκότες. διὸ καὶ ἄκροις δώροις οὐρανίοις τὴν ἄκραν ἀγάπην αὐτῶν ἀμειφθήσονται.
48.5.6
Εἰς γὰρ τὰς θλίψεις καὶ τὰ παθήματα καὶ τὴν ὑπομονὴν καὶ τὴν πίστιν ἐγκεκρυμμέναι εἰσὶν αἱ ἐπαγγελίαι καὶ ἡ δόξα καὶ ἡ τῶν ἐπουρανίων ἀγαθῶν ἀποκατάστασις, ὥσπερ ἐν τῷ ῥιπτομένῳ ἐν τῇ γῇ σίτῳ ἢ δένδρῳ ἐπικεντριζομένῳ καὶ διὰ σήψεώς τινος καὶ ἀτιμίας διερχομένῳ καὶ τότε τοῦ ἐνδύματος τὴν εὐπρέπειαν καὶ τὴν δόξαν καὶ τὸν πολυπλασίονα καρπὸν ἀναφαίνοντι, εἰ μὴ γὰρ δι' ἐκείνων τῶν ἀτιμίας ἀξίων καὶ ἀφανισμοῦ παρῆλθον, οὐκ ἂν τὴν εὐπρέπειαν τῆς κοσμήσεως καὶ τὸ κάλλος ἐκεῖνο καὶ τὸν πλεονάζοντα καρπὸν
48.5.7
ἀπεδείχθησαν ἔχειν. ὡς καὶ ὁ ἀπόστολος «διὰ πολλῶν θλίψεων, φησίν, δεῖ ἡμᾶς κληρονομῆσαι τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ ὁ κύριος· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» καὶ πάλιν· «ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε». πόνου γὰρ καὶ σπουδῆς καὶ νήψεως καὶ πολλῆς προσοχῆς χρεία καὶ ὀξύτητος καὶ ἀναιδείας εἰς αἴτησιν πρὸς κύριον, εἰς τὸ δυνηθῆναι διεξελθεῖν τὰς τῶν γηΐνων ἐπιθυμιῶν παγίδας καὶ βρόχους τῶν ἡδονῶν καὶ καταιγίδας τοῦ κόσμου, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ἐπαναστάσεις διαφυγεῖν, ἐν πολλῇ νήψει καὶ γοργότητι καὶ τὸ πᾶν τῇ πρὸς κύριον ἀγάπῃ καὶ πίστει, δι' ὧν πόνων καὶ θλίψεων καὶ πίστεως τὸν ἐπουράνιον θησαυρόν (τουτέστι τὴν τοῦ πνεύματος δύναμιν), ἐν ταῖς ψυχαῖς αὐτῶν ἐντεῦθεν ἐκτήσαντο, ὅπερ ἐστὶν
48.5.8
ἀρραβὼν τῆς βασιλείας. ὁ γὰρ μακάριος ἀπόστολος Παῦλος περὶ τούτου τοῦ ἐπουρανίου θησαυροῦ, (τουτέστι τῆς τοῦ πνεύματος χάριτος) διηγούμενος καὶ τὴν ὑπερβολὴν τῶν θλίψεων ἐξαγορεύων, ἅμα δὲ καὶ ὑποδεικνύς, τί ὀφείλει ἕκαστος ζητεῖν ἐντεῦθεν καὶ τί ὀφείλει κτήσασθαι, ἔλεγεν· «οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς».
48.5.9
Ὀφείλει οὖν ἕκαστος ἀγωνίσασθαι καὶ σπουδάσαι διὰ πασῶν ἀρετῶν καὶ πιστεῦσαι, ἐντεῦθεν κτήσασθαι τὸν οἶκον ἐκεῖνον, ἵνα καταλυθείσης ἡμῶν τῆς οἰκίας τοῦ σώματος ἐκεῖ ἔχωμεν ἄλλον οἶκον ἐπουράνιον ἐν ᾧ κατηυλισθῇ ἡμῶν ἡ ψυχή. «εἴγε (φησί) καὶ μὴ ἐκδυσάμενοι γυμνοὶ εὑρεθησόμεθα», τουτέστι ἀπὸ τῆς κοινωνίας καὶ ἀνακράσεως τοῦ ἁγίου πνεύματος, εἰς ὃ μόνον ἡ
48.5.10
πιστὴ ψυχὴ ἀναπαύεσθαι δύναται. διὰ τοῦτο γὰρ οἱ ὄντες ἐν ἀληθείᾳ καὶ δυνάμει Χριστιανοὶ θαρροῦσι καὶ χαίρουσιν ἐξερχόμενοι τῆς σαρκός, ὅτι ἔχουσιν ἐκεῖνον τὸν οἶκον τὸν ἀχειροποίητον, ὃς οἶκος ἐστὶν ἡ ἐνοικοῦσα ἐν αὐτοῖς τοῦ πνεύματος δύναμις. ἐὰν καταλυθῇ οὖν ἡ τοῦ σώματος οἰκία, οὐ φοβοῦνται· ἔχουσι γὰρ τὴν ἐπουράνιον τοῦ πνεύματος οἰκίαν καὶ τὴν δόξαν ἐκείνην τὴν ἄφθαρτον, ἥτις δόξα ἐν τῇ τότε ἡμέρᾳ τῆς ἀναστάσεως οἰκοδομήσει καὶ δοξάσει
48.5.11
τὸν οἶκον τοῦ σώματος, ὥς φησιν ὁ ἀπόστολος· «ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν», καὶ πάλιν· «ἵνα ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν» καὶ «ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς».
48.6.1
Ἀγωνισώμεθα οὖν διὰ τῆς πίστεως καὶ τῆς ἐναρέτου πολιτείας ἐντεῦθεν κτήσασθαι τὸ ἔνδυμα ἐκεῖνο, ἵνα μὴ ἐκδυσάμενοι τὸ σῶμα γυμνοὶ εὑρεθησόμεθα, καὶ οὐκ ἔστιν ὃ δοξάσει ἡμῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὴν σάρκα. ἕκαστος γὰρ ὅσον κατηξιώθη διὰ τῆς πίστεως καὶ σπουδῆς μέτοχος ἁγίου πνεύματος γενέσθαι, τοσοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δοξασθήσεται αὐτοῦ καὶ τὸ σῶμα. ὃ γὰρ νῦν ἐναπεθησαύρισεν ἔνδοθεν ἡ ψυχή, τότε ἀποκαλυφθήσεται καὶ φανήσεται ἔξωθεν ἐπὶ τοῦ σώματος.
48.6.2
Ὥσπερ τὰ δένδρα παρεληλυθότα τὸν χειμῶνα ἐπιθαλψάσης δυνάμεως ἀοράτου εἴτε ἡλίου εἴτε τῶν ἀνέμων ἔσωθεν ἐκφύει καὶ ἐκβάλλει ὡς ἔνδυμα τὰ φύλλα καὶ ἄνθη καὶ καρπούς, ὁμοίως καὶ τὰ τοῦ χόρτου ἄνθη ἐν ἐκείνῳ τῷ καιρῷ ἔνδοθεν ἐκ τῶν κόλπων τῆς γῆς προέρχεται, καὶ σκέπεται καὶ ἀμφιέννυται ἡ γῆ καὶ ὁ χόρτος ὡς τὰ κρίνα, περὶ ὧν ὁ κύριος εἶπεν· ὅτι «οὐδὲ Σολομὼν περιεβάλλετο ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ ὡς ἓν τούτων» ταῦτα γὰρ πάντα τὰ ὑπο
48.6.3
δείγματα τύποι καὶ εἰκόνες εἰσὶ τῶν Χριστιανῶν ἐν τῇ ἀναστάσειοὕτω γὰρ πάσαις ταῖς φιλοθέοις ψυχαῖς (τουτέστι τοῖς ἀληθινοῖς Χριστιανοῖς) ἐστι μὲν μὴν πρῶτος ὁ Ξανθικὸς ὅ ἐστιν Ἀπρίλλιος, ὅπερ ἐστὶν ἡ ἡμέρα τῆς ἀναστάσεως. διὰ γὰρ τῆς δυνάμεως τοῦ ἡλίου τῆς δικαιοσύνης ἔνδοθεν ἐξέρχεται δόξα τοῦ ἁγίου πνεύματος, καλύπτουσα καὶ σκέπουσα τὰ σώματα τῶν ἁγίων,
48.6.4
ἥνπερ δόξαν εἶχε νῦν κεκρυμμένην ἔνδον τοῦ σώματος. ὅπερ γάρ τις ἔχει νῦν, αὐτὸ προέρχεται ἔξω τότε, «οὗτος, φησίν, μὴν πρῶτος ἔσται ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ»· οὗτος χαρὰν προσφέρει πάσῃ τῇ κτίσει, οὗτος ἀμφιέννυσι τὰ γυμνὰ δένδρα, οὗτος τὰς πόας ἀνατέλλει, οὗτος πᾶσι τοῖς ζῴοις χαρὰν προσφέρει τὴν γῆν διανοίγων, οὗτος πρῶτος τὴν ἱλαρότητα πᾶσι δείκνυσιν, οὗτος ἐστὶ τῶν Χριστιανῶν μὴν πρῶτος Ξανθικός, ὅς ἐστιν ὁ τῆς ἀναστάσεως καιρός, ἐν ᾧ δοξασθήσονται τὰ σώματα αὐτῶν διὰ τοῦ ἀπὸ τοῦ νῦν ὄντος ἐν αὐτοῖς φωτὸς ἀρρήτου (τουτέστι τῆς δυνάμεως τοῦ πνεύματος), ὅπερ ἔσται αὐτοῖς τότε ἔνδυμα, βρῶσις, πόσις, ἀγαλλίασις, χαρά, εἰρήνη, ἄμφιον καὶ τὸ
48.6.5
πᾶν ζωὴ αἰώνιος. πᾶσα γὰρ καλλονή, λαμπρότης καὶ ὡραιότης οὐράνιος εἰς αὐτοὺς τὸ πνεῦμα τῆς θεότητος, ὅπερ ἀπὸ τοῦ νῦν δέξασθαι καταξιώθησαν, τότε γίνεται. πῶς τοίνυν οὐκ ὀφείλει τις ἀγωνίσασθαι καὶ πιστεύσαι καὶ σπουδάσαι ἐν πάσῃ ἐναρέτῳ πολιτείᾳ καὶ προσδοκῆσαι ἐν ἐλπίδι καὶ ὑπομονῇ πολλῇ νῦν καταξιωθῆναι τὴν ἐξ οὐρανοῦ δύναμιν λαβεῖν καὶ δόξαν τοῦ ἁγίου πνεύματος ἔνδον ἐν τῇ ψυχῇ, ἵνα τότε λυομένων τῶν κτισμάτων ἔχῃ τι αὐτὸν ἀμφιάσει καὶ ζωοποιήσει; «εἴγε (φησὶν) καὶ ἐκδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα, καὶ ζωοποιήσει (φησὶ) τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν».
48.6.6
Μωϋσῆς γὰρ ὁ μακάριος ὑπέδειξε τὸν τύπον διὰ τῆς ἐπὶ τοῦ προσώπου αὐτοῦ ἐπικειμένης τοῦ πνεύματος δόξης, εἰς ἣν οὐδεὶς ἀνθρώπων ἀτενίσαι ἠδύνατο, πῶς ἐν τῇ ἀναστάσει τῶν δικαίων δοξασθήσεται τὰ σώματα· τὴν γὰρ δόξαν ἀπὸ τοῦ νῦν ἔνδοθεν ἐν τῷ ἔσω ἀνθρώπῳ ψυχαὶ ἁγίων καὶ πιστῶν ἔχειν
48.6.7
καταξιοῦνται. «ἡμεῖς, γάρ φησι, πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, (τουτέστι τῷ ἔσω ἀνθρώπῳ) τὴν δόξαν κυρίου κατοπτριζόμεθα, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν», ὁμοίως πάλιν· «τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγεν». γέγραπται γάρ· «καὶ ὕδωρ οὐκ ἔπιεν». ἀδύνατον δὲ τὴν τοῦ σώματος φύσιν ἄνευ ἄρτου ἐπὶ τοσοῦτον ζῆσαι, εἰ μή τινος τροφῆς ἑτέρας πνευματικῆς μετελάμβανεν, ἧσπερ τροφῆς ἀπὸ τοῦ νῦν ἁγίων ψυχαὶ ἀοράτως ἐκ τοῦ πνεύματος μεταλαμβάνουσι.
48.6.8
κατὰ δύο οὖν τρόπους ὁ μακάριος Μωϋσῆς ὑπέδειξεν, ἥνπερ ἐν τῇ ἀναστάσει ἕξουσιν δόξαν φωτὸς τοῦ πνεύματος καὶ τροφὴν νοερὰν οἱ ἀληθινοὶ Χριστιανοί, ἥνπερ καὶ κρυπτῶς ἔχειν ἐν ταῖς ψυχαῖς ἀπὸ τοῦ νῦν καταξιοῦνται· διὸ καὶ τότε ἐπὶ τοῦ σώματος αὐτῶν φανερωθήσεται, ἥνπερ γὰρ ἀπὸ τοῦ νῦν ἔχουσιν δόξαν ἐν ταῖς ψυχαῖς οἱ ἅγιοι ὡς προείρηται ἐκείνη ἡ δόξα ἐκκαλύψει καὶ ἀμφιάσει καὶ τὰ γυμνὰ σώματα ἐν τῇ ἀναστάσει καὶ εἰς οὐρανοὺς ἁρπάσει καὶ τότε λοιπὸν σώματι καὶ ψυχῇ ἐν τῇ βασιλείᾳ εἰς αἰῶνας σὺν κυρίῳ ἀνα
48.6.9
παύσονται. τὸν γὰρ Ἀδὰμ κτίσας ὁ θεὸς οὐ κατεσκεύασεν αὐτῷ σωματικὰς πτέρυγας ὡς τοῖς πετεινοῖς, τὰς τοῦ πνεύματος τοῦ ἁγίου πτέρυγας προευτρεπίσας αὐτῷ, ἐν τῇ ἀναστάσει ἃς ἔμελλεν αὐτῷ διδόναι, ἵνα αὐταὶ αὐτὸν κουφίζωσιν ἔνθα ἂν τὸ πνεῦμα βούληται· ἃς πτέρυγας ψυχαὶ ἁγίων ἀπὸ τοῦ νῦν καταξιοῦνται ἔχειν εἰς τὸ οὐράνιον φρόνημα τῷ νῷ ἀνιπτάμεναι.
48.6.10
Χριστιανῶν γὰρ κόσμος ἄλλος ἐστὶ καὶ ἄλλη τραπέζα καὶ ἄλλα ἐνδύματα καὶ ἄλλη ἀπόλαυσις καὶ ἄλλη κοινωνία καὶ ἄλλο φρόνημα· διὸ καὶ κρείττους πάντων ἀνθρώπων τυγχάνουσι. τούτων δὲ τὴν δύναμιν νῦν ἔνδον λαβεῖν καταξιοῦνται ἐν ταῖς ψυχαῖς διὰ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος. διὸ καὶ ἐν τῇ ἀναστάσει τὰ σώματα αὐτῶν καταξιωθήσονται ἐκείνων τῶν αἰωνίων τοῦ πνεύματος ἀγαθῶν καὶ τῇ δόξῃ ἐκείνῃ ἀνακραθήσονται, ἧς ἀπὸ τοῦ νῦν αἱ ψυχαὶ αὐτῶν τὴν πεῖραν ἐδέξαντο.
48.6.11
Ὀφείλει τοίνυν ἕκαστος ἡμῶν ἀγωνίσασθαι καὶ πονῆσαι καὶ σπουδάσαι ἐν πάσαις ἀρεταῖς καὶ πιστεῦσαι καὶ ζητῆσαι παρὰ κυρίου ἐξ ἐκείνης τῆς δόξης τὸν ἔσω ἄνθρωπον ἀπὸ τοῦ νῦν μέτοχον γενέσθαι καὶ ἐκείνης τῆς ἁγιότητος τοῦ πνεύματος τὴν ψυχὴν κοινωνῆσαι, ἵνα καθαρθέντες τοῦ ῥύπου τῆς κακίας καὶ ἐν τῇ ἀναστάσει γυμνῶν τῶν σωμάτων ἡμῶν ἀνισταμένων ἔχωμεν ὃ ἀμφιάσει ἡμῶν τὴν ἀσχημοσύνην καὶ ζωοποιήσει καὶ εἰς αἰῶνας ἐν τῇ βασιλείᾳ
48.6.12
τῶν οὐρανῶν ἀναπαύσει. μέλλει γὰρ ὁ Χριστὸς ἔρχεσθαι ἐξ οὐρανοῦ καὶ πάντα τὰ φῦλα τοῦ Ἀδὰμ ἀναστήσει, τοὺς ἀπ' αἰῶνος κοιμηθέντας κατὰ τὰς ἁγίας γραφὰς καὶ εἰς δύο μερίσει πάντας, καὶ τοὺς ἔχοντας τὸ ἴδιον σημεῖον (τουτέστι τὴν σφραγῖδα τοῦ πνεύματος) τούτους ὡς ἰδίους προσφωνήσας ἐκ δεξιῶν στήσει· «τὰ ἐμά, γάρ φησι, πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι καὶ
48.6.13
γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν». καὶ τότε δόξῃ θείᾳ τὰ σώματα τούτων περιβληθήσονται ἐκ τῶν ἀγαθῶν ἔργων καὶ δόξης πνεύματος, ἣν ἀπὸ τοῦ νῦν εἶχον ἐν ταῖς ψυχαῖς. καὶ οὕτω δοξασθέντες τῷ θείῳ φωτὶ καὶ εἰς οὐρανοὺς ἁρπαγέντες «εἰς ἀπάντησιν τοῦ κυρίου καὶ εἰς ἀέρα», κατὰ τὸ γεγραμμένον, «πάντοτε σὺν κυρίῳ ἐσόμεθα», σὺν αὐτῷ βασιλεύοντες εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν. 49. τ. 1 ΛΟΓΟΣ ΜΘʹ.