Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 49 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
49.1.1
Οἱ τὸν βίον τοῦ Χριστιανισμοῦ ἐν πολλῇ ἀκριβείᾳ βουλόμενοι κατορθῶσαι πρὸ παντὸς τοῦ διανοητικοῦ καὶ διακριτικοῦ καὶ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς ἐν πάσῃ σπουδῇ ἐπιμέλειαν ποιήσασθαι ὀφείλουσιν, ἵνα τὴν διάκρισιν τοῦ καλοῦ καὶ κακοῦ ἐν ἀκριβείᾳ κτησάμενοι καὶ τὰ παρὰ φύσιν πάθη ἀπὸ τῆς καθαρᾶς φύσεως πάντοτε διακρίνοντες κατὰ σκοπὸν εὐθέτως καὶ ἀπροσκόπως πολιτευθήσωνται, καὶ ὀφθαλμῷ τῷ τῆς διακρίσεως μέρει χρώμενοι ἀσυνδύαστοι καὶ ἀσύνθετοι πρὸς τὰς τῆς κακίας ὑποθέσεις εἶναι δυνηθῶσι, καὶ οὕτω τῆς θείας δωρεᾶς τοῦ πνεύματος καταξιωθέντες ἄξιοι γένωνται τοῦ κυρίου.
49.1.2
Ἀπὸ δὲ τῶν ὁρωμένων ὑπόδειγμα λάβωμεν. ἔοικε γὰρ τὸ σῶμα τῇ ψυχῇ καὶ τὰ τοῦ σώματος πράγματα τοῖς τῆς ψυχῆς καὶ τὰ φαινόμενα τοῖς κρυφίοις. ὥσπερ γὰρ τὸ σῶμα ἔχει τὸν ὀφθαλμὸν ὁδηγόν, καὶ αὐτὸς ὁρῶν εὐθύνει ὅλον τὸ σῶμα εἰς εὐθύτητακαὶ ὑπόθου μοι διέρχεσθαι διὰ τόπων ὑλωδῶν τινα καὶ ἀκανθῶν πεπληρωμένων καὶ βορβόρου, ἔνθα καὶ πῦρ ἀνάπτει καὶ ξίφη παραπεπήγασι, κρημνοί τε καὶ ὑδάτων πλήθη ἐκεῖσε τυγχάνει. τὸ λοιπὸν ὁ σπουδαῖος καὶ εὐκίνητος ἔχων τὸν ὀφθαλμὸν ὁδηγὸν πάνυ προσεχόντως παρέρχεται τοὺς χαλεποὺς ἐκείνους καὶ δεινοὺς καὶ φοβεροὺς τόπους, συνέχων πανταχόθεν χερσὶ τὸν χιτῶνα αὐτοῦ, ἵνα μὴ ἐν ταῖς ὕλαις καὶ ἀκάνθαις περισχισθῇ ἢ ἐν τῷ πυρὶ κατακαυθῇ ἢ ἐν τῷ βορβόρῳ ἀφανισθῇ ἢ ὑπὸ ξίφων διακοπῇ, καὶ ὁ ὀφθαλμὸς ὁδηγεῖ ὅλον τὸ σῶμα, φῶς ὢν αὐτοῦ, ἵνα μὴ κρημνοῖς καταρραγῇ ἢ ὕδασι ποντισθῇ ἢ ἔν τινι καταβλαβῇ. ὁ οὕτω γοργῶς καὶ συνετῶς διερχόμενος φυλάσσει ἑαυτὸν ἀβλαβῆ καὶ τὸν χιτῶνα τοῦ ἐνδύματος αὐτοῦ
49.1.3
ἄσχιστον καὶ ἄκαυστον καὶ ἄσπιλον. ἐὰν δέ τις ᾖ ἀργὸς καὶ ὀκνηρὸς καὶ βραδὺς καὶ ἄτονος καὶ χαῦνος διὰ τῶν τοιούτων παρερχόμενος τόπων, εἰ περιρρέοντα ἔχει τὸν ἑαυτοῦ χιτῶνα ἔνθεν κἀκεῖθεν εἰς τὰς ὕλας καὶ ἀκάνθας περισχίζεται καὶ ὑπὸ τοῦ πυρὸς κατακαίεται μὴ σφίγγων τὸ ἔνδυμα αὐτοῦ πάντοθεν ἀνδρείως καὶ ὑπὸ τῶν παραπεπηγμένων ξιφῶν παρακόπτεται καὶ ὑπὸ τοῦ βορβόρου σπιλοῦται, καὶ ἁπαξαπλῶς τάχιον καταφθείρει τὸν καλὸν καὶ καινὸν χιτῶνα διὰ τὴν ἀπροσεξίαν καὶ χαυνότητα καὶ ὀκνηρίαν αὐτοῦ. εἰ δὲ μὴ καλῶς καὶ εὐθέως τῷ ὀφθαλμῷ προσέχει, καὶ εἰς κρημνοὺς καὶ εἰς φάραγγας
49.1.4
πεσεῖται ἢ τοῖς ὕδασι βυθισθεὶς ἀπόλλυται. τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ φοροῦσα ὥσπερ χιτῶνα ἄλλον τὸ ἔνδυμα τοῦ σώματος, ἔχουσα δὲ ὥσπερ ὀφθαλμὸν τὸ γνωστικὸν καὶ διανοητικὸν καὶ διακριτικόν, εὐθύνον ὅλην τὴν ψυχὴν καὶ τὸ σῶμα, παρερχομένη διὰ τῶν ὑλῶν καὶ ἀκανθῶν τοῦ κόσμου τούτου καὶ βορβόρου καὶ πυρὸς καὶ κρημνῶν (τουτέστιν ἐπιθυμιῶν καὶ ἡδονῶν καὶ τῶν λοιπῶν ἀτοπιῶν τοῦ αἰῶνος τούτου), πανταχόθεν ὀφείλει μετὰ νήψεως καὶ σπουδῆς καὶ ἀνδρείας συσφίγγειν καὶ φυλάσσειν ἑαυτὴν καὶ τὸν χιτῶνα τοῦ σώματος αὐτῆς, μή που περισχισθῇ ἐν ταῖς τοῦ κόσμου ὕλαις καὶ ἀκάνθαις τῶν μεριμνῶν καὶ ἀσχολιῶν καὶ περισπασμῶν ἢ πραγματειῶν γηΐνων, καὶ ὑπὸ
49.1.5
τοῦ πυρὸς τῆς ἐπιθυμίας παρακαυθῇ. ὀφείλει γὰρ τὸν ὀφθαλμὸν ἀποστρέφειν τοῦ μὴ ὁρᾶν πονηρά, τὸ οὖς ὁμοίως τοῦ μὴ ἀκοῦσαι κακά, τοὺς πόδας ἀπὸ ἐπιτηδευμάτων κακῶν ἐπέχειν. ἔχει γὰρ θέλημα ἡ ψυχὴ τοῦ ἀποστρέψαι καὶ κωλῦσαι τὰ μέλη τοῦ σώματος ἀπὸ κακίστων θελημάτων καὶ ἀκοῆς πονηρᾶς καὶ αἰσχρᾶς καὶ ἐπιτηδευμάτων πονηρῶν καὶ κοσμικῶν. ἀποστρέφει ἑαυτὴν ἀπὸ ῥεμβασμῶν, φυλάσσουσα τὴν καρδίαν τοῦ μὴ ῥέμβεσθαι καὶ ἐξ
49.1.6
απλοῦσθαι ἐν τῷ κόσμῳ τὰ μέλη αὐτῆς τὰ τῶν λογισμῶν. καὶ οὕτως ἀγωνιζομένη καὶ σπουδάζουσα καὶ ἔχουσα πάντοτε ἐν πολλῇ προσοχῇ τὰ μέλη τοῦ σώματος ἀπὸ τῶν τοῦ κόσμου τούτου ἐπιθυμιῶν καὶ ἐπιτηδευμάτων κακῶν ἄσχιστον καὶ ἄκαυστον καὶ ἀβορβόρωτον καὶ ἄσπιλον τὸν καλὸν χιτῶνα τοῦ σώματος διαφυλάσσει καὶ ἑαυτὴν διὰ τοῦ γνωστικοῦ καὶ διανοητικοῦ καὶ διακριτικοῦ τῆς ψυχῆς ὄμματος ἄτρωτον διατηρεῖ, τὸ δὲ πᾶν διὰ τῆς τοῦ κυρίου δυνάμεως φυλαχθήσεται, αὐτὴ ἑαυτὴν ὅση δύναμις πάντοθεν συσφίγγουσα καὶ πάσης ἐπιθυμίας κοσμικῆς πρότερον ἀποστρέφουσα καὶ οὕτως ὑπὸ κυρίου βοηθουμένη εἰς τὸ ἐξ ἀληθείας φυλαχθῆναι αὐτὴν ἀπὸ τῶν παγίδων καὶ ἐπιθυμιῶν
49.1.7
καὶ ἡδονῶν ποικίλων τοῦ κόσμου τούτου. ἐπὰν γὰρ ἴδῃ ὁ κύριος ψυχήν τινα οὕτως ἀποστρεφομένην τὰς τοῦ κόσμου ἡδονὰς καὶ περισπασμοὺς καὶ ἀσχολίας καὶ μερίμνας ὑλικὰς καὶ δεσμοὺς γηΐνους καὶ ῥεμβασμοὺς λογισμῶν κοσμικῶν καὶ ματαίων, καὶ τὸ σῶμα καὶ ἑαυτὴν ἀπὸ τούτων πάντων μετὰ πάσης προσοχῆς διαφυλασσομένην, δίδωσι τὴν ἰδίαν τῆς χάριτος αὐτοῦ βοήθειαν, ἄπτωτον διεξερχομένην καλῶς τὸν ἐνεστῶτα πονηρὸν αἰῶνα τοῦ σκότους διατηρῶν αὐτήν, καὶ οὕτως ἐπαίνων οὐρανίων τεύξεται, ὅτι τὸν χιτῶνα τοῦ σώματος αὐτῆς διεφύλαξε καὶ ἑαυτήν, ὅσον τὸ ἐν αὐτῇ δύνατον, πᾶσαν ἐπιθυμίαν κόσμου ἀποστραφεῖσα καὶ μισήσασα καὶ ὑπ' αὐτοῦ βοηθηθεῖσα τὸν δρό
49.1.8
μον τοῦ σταδίου τοῦ κόσμου τούτου καλῶς διεξῆλθεν. εἰ δέ τις ἐν χαυνότητι καὶ ἀμελείᾳ καὶ ῥαθυμίᾳ ἀπροσεχόντως ἐν τῷ βίῳ τούτῳ διαπορεύεται καὶ ἐκ θελήματος μὴ ἀποστρέφεται πᾶσαν ἐπιθυμίαν κοσμικὴν καὶ τὸν κύριον μόνον ἐν πάσῃ ἐπιθυμίᾳ ζητεῖ, εἰς τὰς ἀκάνθας τοῦ κόσμου τούτου καὶ ὕλας περιπείρεται, καὶ ὑπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας παρακαίεται ὁ χιτὼν τοῦ σώματος αὐτοῦ καὶ σπιλοῦται ὑπὸ τοῦ βορβόρου τῶν ἡδονῶν καὶ ἀπαρρησίαστος ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυται, τὸ ἔνδυμα αὐτοῦ ἄσπιλον μὴ τηρήσας, ἀλλὰ καταφθείρας αὐτὸ καὶ περισχίσας ταῖς ἀπάταις τῶν ἐπιθυμιῶν τοῦ κόσμου, καὶ
49.1.9
οὕτως ἀπόβλητος τῆς βασιλείας τοῦ θεοῦ γίνεται. τί γὰρ ποιήσει ὁ θεὸς τῷ ἰδίῳ θελήματι παραδίδοντι ἑαυτὸν τῷ κόσμῳ καὶ ἀπατωμένῳ ταῖς ἡδοναῖς αὐτοῦ καὶ ῥεμβασμοῖς λογισμῶν ὑλικῶν ἐκπλανωμένῳ; ἐκείνῳ γὰρ βοήθειαν δίδωσι τῷ ἀποστρεφομένῳ πάντα τὰ γήϊνα καὶ ὁρώμενα καὶ βίᾳ τὴν διάνοιαν πάντοτε πρὸς κύριον ἕλκοντι καὶ ἀρνουμένῳ ἑαυτὸν καὶ αὐτὸν μόνον ἐπιζητοῦντι. τοῦτον διατηρεῖ τὸν φυλασσόμενον πανταχόθεν ἑαυτὸν ἐκ τῶν παγίδων καὶ βρόχων τῆς ὕλης, τὸν μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτοῦ σωτηρίαν κατεργαζόμενον καὶ μετὰ πάσης προσοχῆς διὰ τῶν παγίδων καὶ ἀκανθῶν καὶ βορβόρου τοῦ κόσμου τούτου παρερχόμενον καὶ μὴ ἁπλούμενον μὲν ἐν λογισμοῖς κοσμικοῖς, ἀλλ' ἑαυτὸν πάντοτε συνέχοντα ὅση δύναμις καὶ τὴν τοῦ θεοῦ βοήθειαν ἐπιζητοῦντα καὶ τῷ ἐλέει αὐτοῦ ἐλπίζοντα καὶ διὰ τῆς χάριτος σῳζόμενον.
49.2.1
Ἰδοὺ γὰρ αἱ πέντε παρθένοι ἐκεῖναι αἱ νήψασαι αἱ φρόνιμοι, αἱ μὴ ἀρνησάμεναι τὸ ξένον τῆς ἑαυτῶν φύσεως, τὸ ἔλαιον λαβοῦσαι ἐν τοῖς ἀγγείοις τῆς καρδίας αὐτῶν (τουτέστι τὴν ἄνωθεν χάριν τοῦ πνεύματος) ἠδυνήθησαν συνεισελθεῖν τῷ νυμφίῳ εἰς τὸν ἐπουράνιον νυμφῶνα. αἱ δὲ ἄλλαι, μωραί, ἐν τῇ ἰδίᾳ φύσει ἀπομείνασαι, οὐκ ἔνηψαν καὶ ἐσπούδασαν δέξασθαι τὸ ἔλαιον τῆς ἀγαλλιάσεως ἐν τοῖς ἀγγείοις τῆς καρδίας αὐτῶν, ὡς ἦσαν ἐν σαρκί, ἀλλ' ὥσπερ ἀπεκοιμήθησαν δι' ἀμέλειαν καὶ χαυνότητα καὶ ῥαθυμίαν οἰήσει δικαιοσύνης. διὸ καὶ τοῦ νυμφῶνος τῆς βασιλείας ἀπεκλείσθησαν, μὴ δυνηθεῖσαι εὐαρεστῆσαι τῷ νυμφίῳ αὐτῶν τῷ ἐπουρανίῳ. κόσμου γὰρ δεσμῷ καὶ ἀγάπῃ τινὶ γηΐνῃ κατεσχέθησαν, διὸ τὴν ἀγάπην ὅλην καὶ τὸν ἔρωτα πρὸς τὸν ἐπουράνιον νυμφίον
49.2.2
οὐκ ἔδωκαν οὔτε τὸ ἔλαιον ἐκομίσαντο. αἱ γὰρ τὸ ξένον τῆς φύσεως, τὸν ἁγιασμὸν τοῦ πνεύματος ζητοῦσαι ψυχαὶ ὅλην τὴν ἀγάπην αὐτῶν πρὸς κύριον δεσμοῦσι· ἐκεῖ γὰρ περιπατοῦσιν, ἐκεῖ εὔχονται, ἐκεῖ λογίζονται, ἐκεῖ μελετῶσι, πάντα ἀποστρεφόμεναι καὶ τὸν μόνον ἀγαθὸν νυμφίον ἀγαπήσασαι. διὸ καὶ καταξιωθεῖσαι λαβεῖν τὸ ἔλαιον τῆς ἐπουρανίου χάριτος ἄπτωτοι ἐξελθεῖν ἠδυνήθησαν τελείως τῷ πνευματικῷ νυμφίῳ εὐάρεστοι εὑρεθεῖσαι. αἱ γὰρ εἰς τὴν φύσιν αὐτῶν ἀπομένουσαι ψυχαὶ γήϊνα φρονοῦσι, καὶ οἱ λογισμοὶ αὐτῶν ἐπὶ γῆς ἕρπουσι καὶ ἐπὶ γῆς λογίζονται καὶ ἐπὶ τῆς γῆς δίαιταν ὁ νοῦς αὐτῶν ἔχει, καὶ τῷ δοκεῖν νομίζουσι τοῦ νυμφίου εἶναι, οὐκ εἰσὶ δέ, ὅτι ἐκ τοῦ πνεύματος ἄνωθεν οὐκ ἐγεννήθησαν, τὸ ἔλαιον τῆς ἀγαλλιάσεως μὴ δεξάμεναι.
49.2.3
αἱ γὰρ πέντε αἰσθήσεις τῆς ψυχῆς, σύνεσις, γνῶσις, διάκρισις, ὑπομονή, ἔλεος, ἐὰν δέξωνται τὴν ἄνωθεν χάριν καὶ τὸν ἁγιασμὸν τοῦ πνεύματος, ἀληθῶς παρθένοι φρόνιμοι τυγχάνουσιν, τὴν ἄνωθεν τῆς χάριτος φρόνησιν δεξάμεναι. ἂν δὲ εἰς τὴν φύσιν αὐτῶν μόνον ἀπομείνωσι, μωραὶ εὑρίσκονται καὶ τέκνα τοῦ κόσμου ἀποδείκνυνται. οὐκ ἀπεδύσαντο γὰρ τὸ πνεῦμα τοῦ κόσμου, κἂν τῷ
49.2.4
δοκεῖν νομίζωσι δι' εὐλογοφανείας τινὰς τοῦ νυμφίου εἶναι νύμφαι. ὥσπερ γὰρ αἱ ψυχαὶ αἱ ὅλαι ἐξ ὅλου τῷ κυρίῳ προσκολλώμεναι· ἐκεῖ ἔχουσι τοὺς λογισμοὺς αὐτῶν, ἐκεῖ εὔχονται, ἐκεῖ περιπατοῦσι, ἐκεῖ καταποθοῦνται εἰς τὴν τοῦ κυρίου ἀγάπην, διὸ καὶ ἄπτωτοι τυγχάνουσιν. οὕτω πάλιν αἱ ψυχαὶ αἱ εἰς τὴν ἀγάπην τοῦ κόσμου δεθεῖσαι καὶ ἐν τῇ γῇ τὴν δίαιταν ἔχειν βουλόμεναι ἐκεῖ περιπατοῦσιν, ἐκεῖ λογίζονται, ἐκεῖ ὁ νοῦς αὐτῶν ἐνδιατρίβει, ἐκεῖ ἐν τῇ ὕλῃ βεβύθισται καὶ καταποθεῖται; διὸ καὶ ἀμετάτρεπτοι πρὸς τὸ ἀγαθὸν φρόνημα
49.2.5
τοῦ πνεύματος τυγχάνουσι. ξένου τοίνυν ὄντος τῆς φύσεως ἡμῶν τοῦ ἐπουρανίου χαρίσματος χρεία ἡμῖν συγκαταμιγῆναι τοῦτο καὶ συμπλακῆναι τῇ φύσει ἡμῶν, ἵνα δυνηθῶμεν εἰς τὸν ἐπουράνιον νυμφῶνα τῆς βασιλείας τῷ Χριστῷ συνεισελθεῖν καὶ τῆς αἰωνίου σωτηρίας τυχεῖν. ὥσπερ γὰρ ξένην τῆς φύσεως ἡμῶν οὖσαν τὴν κακίαν τῶν παθῶν ἐν ἡμῖν διὰ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου προσγενομένην ἐδεξάμεθα, καὶ ὡσπερεὶ φύσιν ἡμῶν καταστᾶσαν διὰ τὴν χρονίαν πρόληψιν ἐν ἑαυτοῖς ἔσχομεν, οὕτω καὶ διὰ τοῦ ξένου τῆς φύσεως ἡμῶν τῆς ἐπουρανίου δωρεᾶς τοῦ ἁγίου πνεύματος ἐξωσθῆναι πάλιν ταύτην ἐκ τῆς φύσεως ἡμῶν χρὴ καὶ εἰς τὴν ἀρχαίαν καθαρότητα ἀπο
49.2.6
κατασταθῆναι. ἐὰν γὰρ μὴ ἐκείνην τὴν ἐξ οὐρανοῦ ἀγάπην τοῦ πνεύματος δεξώμεθα νῦν ἐν πολλῇ αἰτήσει καὶ δεήσει καὶ πίστει καὶ προσοχῇ καὶ ἀποστροφῇ τοῦ κόσμου, καὶ ἁγιασθῇ ἡ μιανθεῖσα ὑπὸ τῆς κακίας φύσις ἡμῶν ὑπὸ τῆς ἀγάπης ἐκείνης, ἥτις ἐστὶν ὁ κύριος, καὶ ἕως τέλους διαμείνωμεν ἄπτωτοι ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ ἀναστρεφόμενοι, τῆς ἐπουρανίου βασιλείας τυχεῖν οὐ δυνησόμεθα.
49.2.7
Λεπτὸν δέ τινα λόγον καὶ βαθὺν κατὰ τὴν προσοῦσαν δύναμιν εἰπεῖν βούλομαι. ἐσωματοποίησεν ἑαυτὸν ὁ ἄπειρος καὶ ἀόρατος καὶ ἀπρόσιτος θεὸς διὰ ἄπειρον καὶ ἀνεννόητον χρηστότητα καὶ ὡς εἰπεῖν συνεσμίκρυνεν, ἵνα δυνηθῇ συγκερασθῆναι τοῖς ἀοράτοις καὶ νοεροῖς αὐτοῦ κτίσμασιν, οἷον ψυχαῖς ἁγίων λέγω καὶ ἀγγέλοις, ἵνα δυνηθῶσι ζωῆς ἀθανάτου καὶ θεότητος μετασχεῖν. ἕκαστον γὰρ κατὰ τὴν ἰδίαν φύσιν σῶμά ἐστιν, ὁ ἄγγελος, ἡ ψυχή, ὁ δαίμων. κἂν γὰρ λεπτά εἰσιν, ἀλλ' ὅμως ἐν ὑποστάσει καὶ χαρακτῆρι καὶ εἰκόνι καὶ
49.2.8
κατὰ τὴν λεπτότητα τῆς φύσεως σῶμα τυγχάνει λεπτόν. ὥσπερ γὰρ ἐν ὑποστάσει τοῦτο τὸ σῶμα παχύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ σῶμα οὖσα λεπτὸν περιεβάλετο καὶ ἐνεδύσατο τὰ μέλη τοῦ σώματος τούτου· περιεβάλετο τὸν ὀφθαλμὸν δι' οὗ ὁρᾷ, τὸ οὖς ὁμοίως δι' οὗ ἀκούει, τὴν χεῖρα καὶ ἁπαξαπλῶς ὅλον τὸ σῶμα καὶ τὰ μέλη αὐτοῦ περιέλαβεν ἡ ψυχὴ καὶ συνεκεράσθη ὅλον χεῖρ χειρί, ποῦς ποδί, ὀφθαλμὸς ὀφθαλμῷ, οὖς ὠτίῳ, δι' ὧν ἀπεργάζεται πάντα
49.2.9
τὰ ἐν τῷ βίῳ ἐπιτηδεύματα. τὸν αὐτὸν τρόπον ἡ ἄπειρος καὶ ἀλάλητος καὶ ἀνεννόητος χρηστότης τοῦ κυρίου σμικρύνει ἑαυτὸν διὰ τῆς ἀπείρου δόξης, δι' ἡμερότητα καὶ φιλανθρωπίαν καὶ σωματοποιεῖ, καὶ μίγνυται καὶ κιρνᾶται καὶ περιλαμβάνει τὰς πιστὰς καὶ ἀξίας καὶ εὐαρέστους αὐτῷ ψυχὰς καὶ γίνεται μετ' αὐτῶν εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου, ψυχὴ ὡς εἰπεῖν εἰς ψυχὴν καὶ ὑπόστασις εἰς ὑπόστασιν, ἵνα δυνηθῇ ἐν τῇ θεότητι ζῆσαι καὶ αἰσθέσθαι ἀθανάτου ζωῆς καὶ ἀφθάρτου ἡδονῆς μέτοχος γενέσθαι καὶ δόξης ἀρρήτου ἀπο
49.2.10
λαῦσαι ἡ ἀξία καὶ εὐάρεστος αὐτῷ ψυχή. εἰ γὰρ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι πεποίηκε τὴν ὁρωμένην κτίσιν ταύτην ἐν πολλῇ τινι διαφορότητι καὶ ποικιλίᾳ, ἣ καὶ πρὶν γενέσθαι οὐκ ἦν· ἠθέλησε δέ, καὶ εὐκόλως ἐποίησεν ἐκ τῶν μὴ ὄντων τὰς ὑποστάσεις παχείας καὶ σκληράς (οἷον γῆν λέγω παχείαν, ὄρη, δένδρα· ὁρᾷς, οἷα σκληρότης τῆς φύσεως), καὶ πάλιν μέσα καὶ ἁπαλὰ (οἷον ὕδατα) καὶ ἐξ αὐτῶν γεννᾶσθαι προσέταξε πετεινά, καὶ πάλιν λεπτότερα (οἷον ἀέρα καὶ ἀνέμους), καίπερ σῶμα ὄντας καὶ μὴ ὁρωμένους τῷ τοῦ σώματος
49.2.11
ὀφθαλμῷ. ὢ πῶς ἡ ἄπειρος καὶ ἀνεκδιήγητος τῆς πολυποικίλου σοφίας τοῦ θεοῦ τέχνη, ἔκτισεν ἐκ μὴ ὄντων καὶ παχύτερα καὶ ἁπαλώτερα καὶ σκληρότερα καὶ λεπτότερα σώματα καὶ ἐν ὑποστάσει θελήματι αὐτοῦ γεγόνασι; εἰ οὖν ταῦτα, πόσῳ μᾶλλον αὐτὸς ὁ ὢν ὡς θέλει καὶ ὃ θέλει διὰ χρηστότητα ἄφραστον καὶ ἀγαθότητα ἀνεννόητον συμμεταβάλλει καὶ σμικρύνει καὶ ἐξομοιοῖ ἑαυτὸν καὶ σωματοποιεῖ καὶ συγκιρνᾶται ταῖς ἁγίαις καὶ ἀξίαις καὶ πισταῖς ψυχαῖς, ἵνα ὁραθῇ ὁ ἀόρατος καὶ ψηλαφηθῇ ὁ ἀψηλάφητος (κατὰ τὴν φύσιν τῆς λεπτότητος τῆς ψυχῆς), καὶ αἴσθηται αὐτοῦ τῆς γλυκύτητος καὶ τῆς χρηστότητος καὶ τοῦ φωτὸς ἀπολαύσῃ καὶ τῆς ἀναπλάσεως τῆς ἀρρήτου πεῖραν τινὰ
49.2.12
δέξηται. ὅτε βούλεται, πῦρ γίνεται καῖον πᾶν φαῦλον καὶ ἐπεισάκτον τῆς ψυχῆς πρᾶγμα· καὶ γὰρ «ὁ θεὸς» ἡμῶν, φησὶν ὁ προφήτης, «πῦρ καταναλίσκον». ὅτε βούλεται, ἀνάπαυσις ἄρρητος καὶ ἄφραστος γίνεται, ἵνα ἀναπαυθῇ καὶ ἀπολαύσῃ θεότητος ἡ ψυχή. ὅτε βούλεται, χαρὰ καὶ εἰρήνη γίνεται, θάλπων καὶ
49.2.13
περιέχων τὴν ψυχήν. εἰ δὲ καὶ εἰς ἓν τῶν κτισμάτων βούλεται ἑαυτὸν σωματοποιῆσαι δι' εὐφροσύνην καὶ ἀγαλλίασιν τῆς ψυχῆς, οἷον ἢ πόλις φωτὸς Ἱερουσαλὴμ ἢ ὄρος Σιὼν ἐπουράνιον, δύναται ὡς θέλει, καθὼς εἴρηται· «ὑμεῖς δὲ προσεληλύθατε τῷ Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος ἐπουρανίᾳ Ἱερουσαλήμ».
49.2.14
πάντα εὔκολα αὐτῷ ἐστι καὶ εὐχερῆ, εἰς ἃ θέλει μεταβαλλομένῳ καὶ μεταμορφουμένῳ καὶ ἐμφανιζομένῳ ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ πισταῖς ψυχαῖς. μόνον τις ἀγωνισάσθω φίλος καὶ εὐάρεστος αὐτῷ γενέσθαι, καὶ αὐτῇ πείρᾳ καὶ αἰσθήσει ὄψεται ἀλάλητα ἀγαθὰ ἐπουράνια καὶ τρυφὴν ἀνέκφραστον καὶ πλοῦτον ἄπειρον θεότητος, ἀληθῶς «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», ὅσα τὸ πνεῦμα τοῦ κυρίου γίνεται εἰς ἀνάπαυσιν καὶ ἀγαλλίασιν καὶ τρυφὴν καὶ ζωὴν αἰώνιον τῆς ἀξίας ψυχῆς. σωματοποιεῖ γὰρ ἑαυτὸν καὶ εἰς βρῶσιν πνευματικὴν καὶ ἐνδύματα καὶ κάλλη ἀλάλητα, ἵνα ἀναπαύσῃ ἀνεκλαλήτως καὶ ἀφράστως καὶ ἐμπλήσῃ εὐφροσύνης πνευματικῆς τὴν
49.2.15
ἀξίαν καὶ πιστὴν ψυχήν, ὥς φησιν ὁ κύριος· «ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα», καί· «ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», καί· «ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου
49.2.16
εἰς ζωὴν αἰώνιον», «καὶ πάντες (φησὶ) τὸ αὐτὸ πνεῦμα ἐφωτίσθημεν». καὶ οὕτως ἑκάστῳ τῶν ἁγίων ὤφθη ὡς ἠθέλησε καὶ ὡς συνέφερεν, οἷον ἄλλως τῷ Ἀβραάμ, ἄλλως τῷ Ἰσαάκ, ἄλλως τῷ Ἰακώβ, ἄλλως τῷ Νῶε, τῷ Δανιήλ, τῷ Δαβίδ, τῷ Σολομῶντι, τῷ Ἰωσήφ, ἑκάστῳ τῶν ἁγίων προφητῶν, τῷ Ἠσαΐᾳ, τῷ Ἰερεμίᾳ, τῷ Ἠλίᾳ, ἄλλως τῷ Μωϋσῇ. καὶ ἐγὼ νομίζω, ὅτι κατὰ πᾶσαν ὥραν Μωϋσῆς εἰς ἐκείνην τὴν πνευματικὴν τράπεζαν εἰσερχόμενος ἐνετρύφα καὶ ἀπήλαυεν ἐν τῷ ὄρει ἐν τῇ διὰ τεσσαράκοντα ἡμερῶν νηστείᾳ. καὶ ἑκάστῳ τῶν ἁγίων ὡς ἠθέλησεν ὤφθη εἰς τὸ ἀναπαῦσαι καὶ σῶσαι καὶ ζωοποιῆσαι
49.2.17
καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. πάντα γὰρ αὐτῷ εὐχερῆ ἃ βούλεται, καὶ ὡς θέλει σμικρύνει ἑαυτὸν σωματοποιῶν καὶ μεταμορφούμενος καὶ ὀπτανόμενος τοῖς ἀγαπῶσιν αὐτόν, ὢν ὃ ἔστι. διὰ δὲ τὴν πολλὴν καὶ ἄφραστον ἀγάπην φανερούμενος τοῖς ἀξίοις αὐτοῦ κατὰ τὴν αὐτῶν χώρησιν καὶ δύναμιν οὐ καθόσον αὐτὸς ἔστιν· ἀχώρητος γάρ ἐστι. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ καὶ τῷ ἀπείρῳ ἐλέει.
49.3.1
Ψυχὴ γὰρ ἡ καταξιωθεῖσα ἐν πολλῇ ἐπιθυμίᾳ καὶ προσδοκίᾳ καὶ πίστει καὶ ἀγάπῃ δέξασθαι ἐκείνην τὴν ἐξ ὕψους δύναμιν καὶ ἐν τοῖς μέλεσιν αὐτῆς ἐγκερασθῆναι τὴν ἐπουράνιον τοῦ πνεύματος ἀγάπην καὶ τὸ ἐπουράνιον πῦρ τῆς ἀθανάτου ζωῆς λαβεῖν ἀξιωθεῖσα, ἁπάσης ἀγάπης κοσμικῆς ἐξ ἀληθείας λύε
49.3.2
ται καὶ παντὸς δεσμοῦ κακίας ἐλευθεροῦται. ὥσπερ γὰρ σίδηρος ἢ μόλυβδος ἢ χρυσὸς ἢ ἄργυρος ἐν πυρὶ βληθεὶς λύεται καὶ ἐκ τῆς φύσεως τῆς σκληρᾶς εἰς ἁπαλότητά τινα μεταβάλλεται καὶ ἐφ' ὅσον ἐν τῷ πυρὶ τυγχάνει λέλυται καὶ ἠλλοίωται τῆς φυσικῆς ἐκείνης σκληρότητος διὰ τὴν τοῦ πυρὸς θερμοτάτην δύναμιν, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀρνησαμένη τὸν κόσμον καὶ τὸν κύριον μόνον ποθήσασα ἐν πολλῇ ζητήσει καὶ πόνῳ καὶ ἀγῶνι καὶ τὴν προσδοκίαν ἀδιάλειπτον ἐν ἐλπίδι καὶ πίστει πρὸς αὐτὸν ἔχουσα καὶ δεξαμένη ἐκεῖνο τὸ ἐπουράνιον τῆς θεότητος πῦρ τὸ τῆς ἀγάπης τοῦ πνεύματος, τότε ἐξ ἀληθείας πάσης ἀγάπης τοῦ κόσμου λύεται καὶ πάσης κακίας παθῶν ἐλευθεροῦται καὶ πάντα ἐκτὸς αὐτῆς τυγχάνει καὶ ἐξ αὐτῆς τῆς φυσικῆς ἕξεως καὶ σκληρότητος τῆς ἁμαρτίας μεταβάλλεται καὶ πάντα περισσὰ ἡγεῖται πρὸς μόνον τὸν ἐπουράνιον νυμφίον, ὃν ἐδέξατο, ἀναπαυομένη ἐν τῇ ζεούσῃ καὶ ἀρρήτῳ αὐτοῦ ἀγάπῃ.
49.3.3
Λέγω δέ σοι, ὅτι καὶ αὐτοὺς περιποθήτους ἀδελφούς, οὓς ἔχει πρὸ ὀφθαλμῶν, ἐὰν ἐμποδίζωσί τι αὐτῇ ἀπ' ἐκείνης τῆς ἀγάπης, ὥσπερ εἰπεῖν ἀποστρέφεται. ἐκείνη γὰρ αὐτῆς ἐστι ζωὴ ἀληθινὴ καὶ ἀνάπαυσις πνευματική, ἡ τοῦ ἐπουρανίου νυμφίου ἄρρητος κοινωνία. εἰ γὰρ σαρκικῆς κοινωνίας ἀγάπη (γάμου λέγω) χωρίζει πατρός, μητρός, ἀδελφῶν, καὶ πάντα ἐξώτερα αὐτοῦ ἐστιν ἐν τῷ νῷ, κἂν ἀγαπᾷ τί, ἐξωτέρως ἀγαπᾷ, τὴν δὲ διάθεσιν αὐτοῦ ὅλην εἰς τὴν σύνοικον αὐτοῦ κέκτηται, καὶ πάσης ἀγάπης ἐκείνη ἡ τῆς σαρκὸς κοινωνία λύσειν δύναταιἀντὶ «τούτου (γάρ φησι) καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ ἰδίᾳ γυναικί, καὶ ἔσονται οἱ
49.3.4
δύο εἰς σάρκα μίαν». εἰ οὖν ἡ τῆς σαρκὸς ἀγάπη οὕτω λύει πάσης ἀγάπης κόσμου, πόσῳ μᾶλλον ὅσοι κατηξιώθησαν ἐκείνῳ τῷ ἐπουρανίῳ πόθῳ καὶ τῇ ἀγάπῃ τοῦ πνεύματος ἐξ ἀληθείας κοινωνῆσαι πάσης ἀγάπης κόσμου λυθήσονται καὶ πάντα περισσὰ αὐτοῖς καταφανήσεται διὰ τὸ νενικῆσθαι τῷ ἐπουρανίῳ πόθῳ καὶ τῇ τρώσει καὶ τῷ ἔρωτι τῷ θείῳ ἡνῶσθαι. ἐκεῖ γὰρ ὅλοι δι' ὅλου ζῶσιν, ἐκεῖ λογίζονται, ἐκεῖ περιπατοῦσιν, ἐκεῖ ὁ νοῦς αὐτῶν πάντοτε διατρίβει νενικημένος τῷ θείῳ καὶ ἐπουρανίῳ ἔρωτι καὶ πόθῳ ἡμέρῳ καὶ πνευματικῷ.
49.4.1
Τὸ λοιπόν, ὦ ἀδελφοὶ ἀγαπητοί, τοιούτων ἀγαθῶν προκειμένων καὶ τοιούτων ἡμῖν ἐπαγγελιῶν δοθεισῶν πάντα τὰ ἐμπόδια ἀπορρήξωμεν ἀφ' ἑαυτῶν καὶ πᾶσαν ἀγάπην κόσμου ἀποστραφῶμεν καὶ πρὸς ἐκεῖνα τὰ ἀγαθὰ μόνα καὶ ζήτησιν καὶ πόνον διὰ πίστεως ἐκδῶμεν, ἵνα δυνηθῶμεν τυχεῖν ἐκείνης τῆς ἀρρήτου ἀγάπης τοῦ πνεύματος, περὶ ἧς ὁ μακάριος Παῦλος πολλὰ παρῄνεσεν ὥστε σπεύδειν ἡμᾶς πρὸς αὐτὴν λέγων· «διώκετε τὴν ἀγάπην», ἵνα δυνηθῶμεν ἐκ τῆς σκληρότητος ἡμῶν τῆς ἀλλοιώσεως τῆς δεξιᾶς τοῦ ὑψίστου καταξιωθῆναι καὶ εἰς ἡμερότητα καὶ ἀνάπαυσιν πνευματικὴν ἐλθεῖν ἔρωτι θείῳ τοῦ πνεύματος τρωθέντες. ἰδοὺ γὰρ ὁ κύριος φιλανθρωπεύεται καὶ σπλαγχνίζεται ἐφ' ἡμᾶς, ἐκδεχόμενος πότε ἐπιστρέψομεν ὅλοι ἐξ ὅλου πρὸς αὐτὸν τῶν ἐναν
49.4.2
τίων ἑαυτοὺς αἴροντες. εἰ καὶ ἡμεῖς διὰ πολλὴν ἄγνοιαν καὶ νηπιότητα καὶ πρόληψιν κακίας ἀποστρεφόμεθα τὴν ζωὴν καὶ ἐμπόδια πολλὰ τιθέαμεν ἑαυτοῖς, μὴ βουλόμενοι ἐξ ἀληθείας μετανοῆσαι· αὐτὸς δὲ πολὺ σπλαγχνίζεται καὶ χρηστεύεται ἐφ' ἡμᾶς μακροθυμῶν, πότε προσέλθωμεν αὐτῷ ἐξ ἀληθείας καὶ φωτισθῶμεν τὸν ἔσω ἡμῶν ἄνθρωπον, ἵνα μὴ καταισχυνθείη τὰ πρόσωπα
49.4.3
ἡμῶν ἐν ἡμέρᾳ κρίσεως. εἰ καὶ δύσκολον ἡμῖν καταφαίνεται προσελθεῖν διὰ τὴν σκληρὰν τῆς ἀρετῆς ἄσκησιν, μᾶλλον δὲ διὰ τὴν ὑπόθεσιν καὶ συμβουλίαν τοῦ ἀντικειμένου, βουλομένου πάντας ἡμᾶς ἀποστρέφειν τοῦ ἀγαθοῦ, ὁ δὲ κύριος μακροθυμεῖ καὶ σπλαγχνίζεται ἐκδεχόμενος τὴν ἡμετέραν ἐπιστροφήν, καὶ ἁμαρτανόντων ἡμῶν ἀνέχεται ἀναμένων τὴν μετάνοιαν ἡμῶν καὶ πιπτόντων ἡμῶν οὐκ ἐπαισχύνεται πάλιν δέξασθαι ἡμᾶς, καθὼς εἴρηται ἐν τῷ προφήτῃ· «μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει»;
49.4.4
μόνον ἡμεῖς ὀλίγον διανήψωμεν ἔννοιαν ἀγαθὴν κτησάμενοι καὶ ἐπιστρέψωμεν εὐθέως πρὸς αὐτὸν βοήθειαν παρ' αὐτοῦ ἐπιζητοῦντες, καὶ αὐτὸς ἕτοιμός ἐστι τοῦ σῶσαι ἡμᾶς. ἐκ τοῦ θελήματος ἡμῶν ἀπαιτεῖ τὴν πρὸς αὐτὸν ὅσην ἔχομεν δύναμιν ὁρμὴν καὶ τὴν ἐκ προαιρέσεως ἀγάπην καὶ πίστιν καὶ προθυμίαν, τὴν
49.4.5
δὲ κατόρθωσιν πᾶσαν αὐτὸς ἐν ἡμῖν ἐργάζεται. σπουδάσωμεν τοίνυν, ὦ τέκνα, ἀποδυσάμενοι πᾶσαν πρόληψιν καὶ ἀμέλειαν καὶ χαύνωσιν γενναίως, καὶ ἕτοιμοι γίνεσθαι θελήσωμεν ἀκολουθεῖν ὀπίσω αὐτοῦ, μὴ ἀναβαλλόμενοι ἡμέραν ἐξ ἡμέρας, ἢ ὑπὸ τῆς κακίας κλεπτόμενοι· οὐ γὰρ οἴδαμεν πότε ἀπὸ τῆς σαρκὸς ἡ ἔξοδος ἡμῶν γίνεται. μεγάλαι γὰρ καὶ ἄρρητοί εἰσιν αἱ τῶν Χριστιανῶν ἐπαγγελίαι τοσοῦτον, ὅτι μιᾶς ψυχῆς πιστῆς πλούτῳ καὶ δόξῃ οὐκ ἀναλογεῖ πᾶσα ἡ δόξα καὶ τὸ κάλλος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, πᾶσα ἡ διακόσμησις καὶ ὡραιότης καὶ ἡ ποικιλότης τῶν ὁρωμένων.
49.4.6
Πῶς τοίνυν οὐ θελήσομεν τοσαύταις ἐπαγγελίαις τοῦ κυρίου ὅλοι ἐξ ὅλου προσελθεῖν καὶ ἐκδότους ἑαυτοὺς τῷ κυρίῳ δοῦναι, ἀρνησάμενοι κατὰ τὸ εὐαγγέλιον μετὰ πάντων, ἔτι καὶ τὴν ἑαυτῶν ψυχήν, καὶ μόνον αὐτὸν ἀγαπῆσαι καὶ σὺν αὐτῷ ἄλλο οὐδέν, ἀλλὰ ἰδοὺ ταῦτα πάντα καὶ πόση δόξα ἐδόθη καὶ πόσαι οἰκονομίαι τοῦ κυρίου διὰ πατέρων γεγόνασι, πόσαι ἐπαγγελίαι προηγγέλθησαν, πόσαι προτροπαί, πόση εὐσπλαγχνία τοῦ δεσπότου ἐφ' ἡμᾶς γέγονεν ἐξ ἀρχῆς. ἔσχατον δὲ καὶ διὰ τῆς ἰδίας ἐπιδημίας τὴν ἄρρητον χρηστότητα ἐφ' ἡμᾶς διὰ
49.4.7
σταυρώσεως ἐπεδείξατο, ἵνα ἡμᾶς εἰς ζωὴν ἀπενέγκῃ ἐπιστρέψαντας. καὶ ἡμεῖς τῶν θελημάτων ἡμῶν καὶ τῆς ἀγάπης τοῦ κόσμου καὶ τῶν προλήψεων καὶ συνηθειῶν κακῶν οὐκ ἀναχωροῦμεν, δι' ὧν ὀλιγόπιστοι ἢ καὶ ἄπιστοι ἀποδεικνύμεθα καὶ ἰδοὺ αὐτὸς χρηστεύεται, ἀοράτως φρουρῶν καὶ θάλπων καὶ μὴ κατὰ τὰ ἁμαρτήματα ἡμῶν παραδιδοὺς ἡμᾶς εἰς τέλος τῇ κακίᾳ καὶ τῇ τοῦ κόσμου ἀπάτῃ μηδὲ ἐῶν ἡμᾶς ἀπολέσθαι, διὰ πολλὴν χρηστότητα καὶ
49.4.8
μακροθυμίαν ἀποσκοπῶν, πότε ἐπιστρέψωμεν. ἀλλὰ μήποτε ἡμεῖς καταφρονητικῇ ἐννοίᾳ συζῶντες καὶ ταῖς προλήψεσιν ἡμῶν συναπαγόμενοι τὸ τοῦ ἀποστόλου ῥητὸν βεβαιώσωμεν εἰς ἡμᾶς τὸ λέγον· «ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει»; ἐὰν γὰρ τῇ πολλῇ χρηστότητι καὶ τῇ μακροθυμίᾳ καὶ τῇ ἀνοχῇ τοῦ θεοῦ πλέον ἁμαρτήματα ἐπὶ ἁμαρτήμασι προσθῶμεν καὶ κατάκρισιν μείζονα διὰ τῆς ἀμελείας καὶ καταφρονήσεως ἑαυτῶν πορισόμεθα, ἐπιφέρομεν ἑαυτοῖς τὸ ἀκόλουθον τοῦ ῥητοῦ· «κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ», ὅτε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· πολλῇ γὰρ ἀγαθότητι καὶ ἀνεκδιηγήτῳ μακροθυμίᾳ καὶ ἀνεκφράστῳ κέχρηται ὁ θεὸς ἐπὶ τῷ γένει τῶν ἀνθρώπων. μόνον ἡμεῖς διανῆψαι θελήσωμεν καὶ ἐξ ὅλου ἐπιστραφῆναι πρὸς αὐτὸν σπουδάσωμεν, ἵνα σωτηρίας αἰωνίου τυχεῖν δυνηθῶμεν.
49.5.1
Εἰ δὲ βούλει γνῶναι τὴν τοῦ θεοῦ πολλὴν μακροθυμίαν καὶ χρηστότητα, ἀπὸ τῶν θεοπνεύστων γραφῶν τὴν γνῶσιν λάμβανε. ἀπόβλεψον εἰς τὸν Ἰσραήλ, ἐξ οὗ οἱ πατέρες, οἷς αἱ ἐπαγγελίαι ὡρίσθησαν, «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα», ἐν οἷς ἡ λατρεία καὶ ἡ διαθήκη, πόσα ἥμαρτον, ποσάκις ἐξετράπησαν, καὶ αὐτὸς οὐκ εἴασεν αὐτοὺς εἰς τέλος. εἰ γὰρ καὶ πρὸς καιρὸν καὶ χρόνον πρὸς τὸ αὐτῶν συμφέρον καὶ παιδείαις αὐτοὺς παρεδίδου, τὸ σκληρὸν τῆς καρδίας αὐτῶν μαλάξαι βουλόμενος, ἀλλὰ πάλιν σπλαγχνιζόμενος ἐπέστρεφε, παρεκάλει, προφήτας ἀπέσταλλε καὶ πόσοις χρόνοις ἐμακροθύμησε καὶ ἁμαρτανόντων αὐτῶν καὶ προσκοπτόντων καὶ ἐπιστρεφόντων, μετὰ χαρᾶς προσελαμβάνετο αὐτούς.
49.5.2
καὶ πάλιν ἐκτρεπομένων αὐτῶν αὐτὸς αὐτῶν οὐκ ἀφίστατο, ἀλλὰ διὰ τῶν ἁγίων προφητῶν εἰς ἐπιστροφὴν αὐτοὺς μετεκαλεῖτο καὶ πλεονάκις ἐκτραπέντων αὐτῶν καὶ ἐπιστρεφομένων ἡδέως ἐδέχετο, ἕως οὗ ὕστερον ἐν τῷ μεγάλῳ παραπτώματι εὑρέθησαν, χεῖρας ἐπιβαλόντες εἰς τὸν ἴδιον δεσπότην, ὃν προσεδόκων διὰ παραδόσεων πατέρων καὶ προφητῶν, λυτρωτὴν καὶ βασιλέα καὶ προφήτην· καὶ ἐλθόντα τοῦτον οὐ παρεδέξαντο, ἀλλὰ τοὐναντίον ὕβρεσι καὶ λοιδορίαις ὑπέβαλον καὶ τὰ τῶν ἀτίμων ἄξια αὐτῷ ἐνδειξάμενοι ὕστερον σταυροῦ θανάτου ἐτιμω
49.5.3
ρήσαντο. καὶ ἐν τούτῳ τῷ μεγάλῳ προσκόμματι καὶ ὑπερβάλλοντι παραπτώματι αἱ ἁμαρτίαι αὐτῶν ὑπερπληθύνασαι ἐπληρώθησαν, καὶ οὕτω λοιπὸν εἰς τέλος ἀφείθησαν, τοῦ ἁγίου πνεύματος ἐκεῖθεν ἀναχωρήσαντος, ὅτε «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη» καὶ ὁ ναὸς αὐτῶν καὶ ἡ πόλις παραδοθεῖσα τοῖς ἔθνεσι κατεσκάφη καὶ ἠρημώθη κατὰ τὴν τοῦ κυρίου ἀπόφασιν· «οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθῳ ἕως οὗ καταλυθῇ», καὶ οὕτως εἰς τέλος παρεδόθησαν καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ, ὑπὸ τῶν αἰχμαλωτισάντων αὐτοὺς τότε βασι
49.5.4
λέων μηκέτι εἰς τοὺς ἰδίους τόπους ἐπανακάμψαι κελευσθέντες. οὕτω καὶ ἐφ' ἑκάστῳ ἡμῶν χρηστὸς ὢν καὶ ἀγαθὸς μακροθυμεῖ, ὁρῶν πόσα ἕκαστος προσκόπτει, καὶ ἡσυχάζει ἐκδεχόμενος πότε ἀνανήψῃ καὶ ἀποστραφῇ ἀπὸ τοῦ μηκέτι προσκόπτειν, ἐν πολλῇ ἀγάπῃ καὶ χαρᾷ τὸν ἐπιστρέφοντα ἀπὸ τῶν τῆς ἁμαρτίας προσκομμάτων δεχόμενος. οὕτω γάρ φησι· «χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», καὶ πάλιν· «οὐκ ἔστι θέλημα τοῦ πατρός μου,
49.5.5
ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων». εἰ δέ τις τῆς χρηστότητος καὶ μακροθυμίας πολλῆς κειμένης ἐπ' αὐτῷ καὶ μὴ ἐπεξερχομένης εἰς ἄμυναν τοῖς κατὰ μέρος τῶν ἁμαρτιῶν προσκόμμασιν εἴτε κρυπτοῖς εἴτε φανεροῖς οἷα ὁρῶντος καὶ ἡσυχάζοντος καὶ εἰς μετάνοιαν ἐκδεχομένου, αὐτὸς εἰς καταφρόνησιν πολλὴν ἐλθὼν ἁμάρτημα ἐπὶ ἁμαρτήματι προστίθησι καὶ ῥαθυμίαν ἐπὶ ῥαθυμίᾳ συνάπτει καὶ πρόσκομμα ἐπὶ προσκόμματι ἐποικοδομεῖ, πληροῖ τοὺς ὅρους τῶν ἁμαρτιῶν καὶ εἰς τοιοῦτον λοιπὸν πρόσκομμα ἔρχεται, ἐξ οὗ οὐ δύναται ἀνακύψαι, ἀλλὰ συντρίβεται καὶ εἰς τέλος τῶν πονηριῶν παραδοθεὶς ἀπόλλυται.
49.5.6
Οὕτως ἐπὶ Σοδόμων γέγονεν· οἱ πολλὰ ἁμαρτάνοντες καὶ μὴ ἐπιστρέφοντες ὕστερον τοιούτῳ τολμήματι προσέκοψαν ἐπὶ τῶν ἀγγέλωνἀρσενοκοιτίαν εἰς αὐτοὺς ἐργάσασθαι τολμήσαντες, ὡς μηκέτι ἔχειν αὐτοὺς μετάνοιαν. ἐπλήρωσαν γὰρ τὸν ὅρον τῶν ἁμαρτιῶν καὶ ὑπερέβησαν, διὸ καὶ πυρίκαυστοι ὑπὸ τῆς θείας δίκης γεγόνασιν. οὕτως ἐπὶ Νῶε πολλὰ προσκόπτοντες καὶ μὴ μετανοοῦντες εἰς τηλικαῦτα ἁμαρτήματα ἔφθασαν, ὥστε εἰς τέλος πᾶσαν τὴν γῆν
49.5.7
καταφθαρῆναι. οὕτως ἐπὶ τῶν Αἰγυπτίων πολλὰ προσκοψάντων καὶ εἰς τὸν λαὸν τοῦ θεοῦ ἁμαρτανόντων ἐχρηστεύετο ὁ θεός, τοιαύτας μάστιγας αὐτοῖς ἐπιφέρων, ὥστε μὴ εἰς τέλος διαφθαρῆναι, ἀλλὰ εἰς δουλείαν καὶ ἐπιστροφὴν καὶ μετάνοιαν ἔφερεν αὐτοῖς ἐκείνας τὰς μικρὰς πληγὰς τῶν μαστίγων μακροθυμῶν καὶ εἰς μετάνοιαν αὐτοὺς ἐκδέχεσθαι. οἱ δὲ πολλὰ ἁμαρτήσαντες εἰς τὸν λαὸν τοῦ θεοῦ καὶ ἐπιστρέφοντες καὶ πάλιν μεταμελόμενοι καὶ εἰς τὴν ἀρχαίαν ἀπιστίαν τῆς κακῆς προαιρέσεως ἀποκαθιστάμενοι καὶ τὸν λαὸν τοῦ κυρίου καταπονήσαντες, ὕστερον ὅτε διὰ πολλῶν θαυμασίων τὸν λαὸν διὰ Μωϋσέως ἐξ Αἰγύπτου ἐξήγαγε, μέγα προσέκρουσαν καταδιώξαντες ὀπίσω τοῦ λαοῦ αὐτοῦ. διὸ καὶ εἰς τέλος ἡ θεία δίκη ἠνάλωσεν αὐτοὺς καὶ διέφθειρε καὶ
49.5.8
ἐν τοῖς ὕδασι κατεπόντισε, μηδὲ τῆς ὁρωμένης ζωῆς ἀξίους κρίνας. ὁμοίως τοῦ Ἰσραήλ, καθὼς προείρηται, πολλὰ προσκόπτοντος καὶ ἁμαρτάνοντος καὶ τοὺς προφήτας τοῦ θεοῦ ἀποκτένοντος καὶ πολλὰ κακοποιοῦντος ἐμακροθύμει ὁ θεὸς ἡσυχάζων εἰς μετάνοιαν αὐτοὺς ἐκδεχόμενος ἔσχατον δὲ εἰς τοιοῦτον προσέκοψαν, ὅθεν συντριβέντες οὐκέτι ἐξηγέρθησαν. εἰς τὸ δεσποτικὸν γὰρ ἀξίωμα τὰς ἑαυτῶν χεῖρας ἐπέβαλον. διὸ καὶ εἰς τέλος καταβληθέντες ἀπεβλήθησαν καὶ ἤρθη ἀπ' αὐτῶν ἡ προφητεία καὶ ἡ ἱερατεία καὶ ἡ λατρεία καὶ ἐδόθη τοῖς πιστεύσασιν ἔθνεσιν, ὥς φησιν ὁ κύριος· «ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». μέχρι γὰρ τότε ἠνείχετο αὐτῶν ὁ θεὸς καὶ ἐμακροθύμει καὶ οὐκ ἀφίστατο σπλαγχνιζόμενος εἰς ἐπιστροφὴν αὐτῶν. ἐκεῖνοι δὲ ἀνεπλήρωσαν τὸν ὅρον τῶν ἁμαρτιῶν καὶ ὑπερεπλεόνασαν, διὸ καὶ εἰς τέλος ὑπὸ τοῦ θεοῦ ἐγκατελείφθησαν.
49.6.1
Ταῦτα δὲ διὰ πλειόνων διεξήλθομεν, ἀγαπητοί, ἀπὸ γραφικῶν ἐννοιῶν συνιστῶντες πρὸς τὸ δεῖν ἡμᾶς τάχιον σπουδάσαι ἐπιστρέψαι πρὸς αὐτὸν πάσης συνηθείας καὶ προλήψεως ἀναχωροῦντας χρηστευόμενον καὶ ἐκδεχόμενον ἀεὶ ἡμᾶς καὶ ἐπιστρέφοντας μετὰ χαρὰς πολλῆς προσδεχόμενον, ἵνα μὴ ἐπαύξῃ ἡμέραν ἐξ ἡμέρας ἡ καταφρόνησις εἰς ἡμᾶς καὶ τὰ προσκόμματα πλέον εἰς ἡμᾶς προστίθηται καὶ διὰ τοῦτο τὴν ὀργὴν τοῦ θεοῦ ἐπενέγκωμεν ἑαυτοῖς.
49.6.2
σπεύσωμεν τοίνυν προσελθεῖν αὐτῷ ἐξ ὅλης καρδίας μὴ ἀπελπίζοντες τῆς ἑαυτῶν σωτηρίας, ὅπερ καὶ αὐτὸ αὐτῆς τῆς κακίας πανούργευμα τυγχάνει, ὑπομνήσει προλαβουσῶν ἁμαρτιῶν εἰς ἀπελπισμὸν φέρον τὸν ἄνθρωπον καὶ εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ῥαθυμίαν, ἵνα μὴ ἐπιστρέψας καὶ προσελθὼν τῷ
49.6.3
κυρίῳ σωτηρίας τεύξηται. εἰ δὲ τοῦτο ἡμῖν δύσκολον καταφαίνεται καὶ ἀδύνατον ὡς προλελημμένοις ἔν τισι καὶ τοῦτο αὐτό, ὡς προείρηται, τῆς κακίας ὑποτιθεμένης, ἵνα μὴ τῷ κυρίῳ προσέλθωμεν σπλαγχνιζομένῳ ἐφ' ἡμᾶς, μνημονεύσωμεν καὶ ἀπίδωμεν, πῶς ὁ κύριος ἐπιδημήσας τῇ χρηστότητι αὐτοῦ τυφλοὺς ἀναβλέψαι ἐποίησε, παραλυτικοὺς ἐθεράπευσε, πᾶσαν νόσον ἰάσατο, νεκροὺς εἰς καταφθορὰν καὶ ἀφανισμὸν ἤδη τυγχάνοντας ἀνέστησε, κωφοὺς ἀκοῦσαι πεποίηκε λεγεῶνας δαιμόνων ἀπήλασεν ἀπὸ ἑνὸς καὶ εἰς σωφροσύνην
49.6.4
μετέστρεψε τὸν εἰς τοσαύτην μανίαν ἐληλακότα. πόσῳ μᾶλλον ψυχὴν τὴν ἐπιστρέφουσαν πρὸς αὐτὸν καὶ παρ' αὐτοῦ ἔλεος ἐπιζητοῦσαν καὶ δεομένην τῆς παρ' αὐτοῦ βοηθείας οὐκ ἐπιστρέψει καὶ εἰς σωφροσύνην ἀπαθείας καὶ κατάστασιν ἀρετῆς καὶ νοὸς ἀνακαινισμὸν ἐνέγκῃ καὶ μεταβάλῃ εἰς ὑγιότητα καὶ ἀνάβλεψιν διανοίας καὶ λογισμὸν εἰρήνης καὶ ἀπὸ τῆς τυφλώσεως καὶ νεκρώσεως τῆς ἀγνωσίας καὶ ἀπιστίας καὶ ἀφοβίας εἰς σωφρονισμὸν πάσης ἀρετῆς καὶ καθαρότητα καρδίας ἐνέγκῃ ὁ γὰρ κτίσας τὸ σῶμα αὐτὸς καὶ τὴν ψυχὴν πεποίηκε, καὶ ἐπιδημήσας αὐτὸς ἐν τῇ γῇ τοῖς προσερχομένοις αὐτῷ καὶ ζητοῦσι τὴν αὐτοῦ βοήθειαν καὶ ἴασιν ἀφθόνως χρηστευόμενος παρεῖχε καὶ ἑκάστῳ ὧν
49.6.5
ἔχρῃζεν ὡς ἀγαθὸς καὶ μόνος ἰατρός. εἰ οὖν ἐπὶ τὰ λυόμενα καὶ ἀποθνῄσκοντα πάλιν σώματα οὕτως ἐσπλαγχνίσθη καὶ ἑκάστῳ ὃ ἐπεζήτει προθύμως καὶ χρηστῶς παρεῖχε, πόσῳ μᾶλλον τῇ ἀθανάτῳ ψυχῇ καὶ ἀδιαλύτῳ καὶ ἀφθάρτῳ, τυγχανούσῃ δὲ ἐν ἀγνοίας νόσῳ τῆς κακίας καὶ ἀπιστίας καὶ ἀφοβίας καὶ ἐν τῷ σκότει τῆς πονηρίας καὶ τῶν λοιπῶν τῆς ἁμαρτίας παθῶν κατακειμένῃ, προσερχομένῃ αὐτῷ καὶ τὴν παρ' αὐτοῦ βοήθειαν ἐπιζητούσῃ καὶ εἰς τὸ αὐτοῦ ἔλεος ἀποσκοπούσῃ καὶ τὴν χάριν τοῦ πνεύματος παρ' αὐτοῦ δέξασθαι ἐπιθυμούσῃ εἰς λύτρωσιν καὶ σωτηρίαν αὐτῆς καὶ πάσης κακίας καὶ πάθους ἀπαλλαγήν, οὐ μᾶλλον ποιήσει ἑτοιμοτέρως τὴν λύτρωσιν τῆς ἰάσεως. κατὰ τὸν αὐτοῦ λόγον· «πόσῳ μᾶλλον ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος ποιήσει ἐκ
49.6.6
δίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας» καὶ ἐπάγει· «ναὶ λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει», καὶ πάλιν παραινεῖ· «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται». καὶ διεξελθὼν ἐπιφέρει· «πόσῳ μᾶλλον ὁ πατὴρ ὁ οὐράνιος δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν», καὶ πάλιν· «ἀμὴν λέγω ὑμῖν, κἂν διὰ τὸ φίλον εἶναι οὐ δώσει αὐτῷ, διάγε τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ ὅσον ἂν χρῄζῃ».
49.6.7
Ἀναιδῶς καὶ ἀπερικακήτως καὶ ἀδιαλείπτως αἰτεῖν ἡμᾶς τὴν παρ' αὐτοῦ τῆς χάριτος ἀντίληψιν διὰ τούτων πάντων προετρέψατο. διὰ γὰρ τοὺς ἁμαρτωλοὺς ἦλθεν, ἵνα ἐπιστρέψῃ πρὸς αὐτὸν καὶ ἰάσηται τοὺς πιστεύοντας αὐτῷ. ἡμεῖς μόνον τῶν κακῶν προλήψεων ἀρῶμεν ἑαυτούς, ὅσον τὸ ἐν ἡμῖν δυνατόν, καὶ μισήσωμεν τὰ φαῦλα ἐπιτηδεύματα καὶ τὰς τοῦ κόσμου ἀπάτας, καὶ τοὺς πονηροὺς καὶ ματαίους διαλογισμοὺς τοὺς ἐν ἡμῖν ἀποστραφῶμεν καὶ πάντοτε πρὸς αὐτὸν ὅση δύναμις ἡμῖν ἐκ προαιρέσεως προσκολληθῶμεν καὶ αὐτὸς ἑτοί
49.6.8
μως ποιεῖ ἡμῖν τὴν παρ' αὐτοῦ βοήθειαν. καὶ γάρ ἐστιν ἐλεῶν καὶ σῴζων καὶ ἰώμενος τὰ ἀνίατα πάθη καὶ λύτρωσιν ποιῶν τοῖς ἐπικαλουμένοις αὐτὸν καὶ δεχόμενος τοὺς πρὸς αὐτὸν ἐπιστρέφοντας καὶ πάσης κοσμικῆς ἀγάπης ὅση δύναμις αὐτοῖς, ἐκ θελήματος καὶ προαιρέσεως ἀναχωροῦντας καὶ τὴν διάνοιαν αὐτῶν ἀπὸ γῆς ἕλκοντας καὶ πρὸς κύριον μόνον ἀποκρεμοῦντας τῇ ζητήσει καὶ
49.6.9
τῇ πρὸς αὐτὸν ἐπιποθήσει. τοιαύτη δὲ ψυχὴ τῆς παρ' αὐτοῦ βοηθείας ἀξιοῦται ἡ ἐκ θελήματος καὶ προαιρέσεως ὅλης αὐτὸν ἐπιζητοῦσα μόνον καὶ πάντα περισσὰ ἡγουμένη καὶ ἐπὶ μηδενὶ τοῦ κόσμου τούτου ἀναπαυομένη, ἀλλ' εἰς τὴν ἀνάπαυσιν τῆς αὐτοῦ χάριτος ἀναπαυθῆναι καὶ δοξασθῆναι ἐκδεχομένη. καὶ οὕτω διὰ τῆς τοιαύτης πίστεως ἐπιτυχοῦσα τῆς ἐπουρανίου δωρεᾶς καὶ τὴν ἐπιθυμίαν αὐτῆς ἐν πληροφορίᾳ ἀναπαύσασα διὰ τῆς χάριτος καὶ συμφώνως τῷ πνεύματι τῷ ἁγίῳ διακονήσασα καὶ ὁσημέραι εἰς τὸ ἀγαθὸν προκόπτουσα καὶ εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης ἐμμένουσα καὶ εἰς τέλος ἄκαμπτος καὶ ἀσυνδύαστος εἰς τὸ τῆς κακίας μέρος διαμείνασα καὶ τὴν χάριν ἐν μηδενὶ λυπήσασα τῆς αἰωνίου σωτηρίας σὺν πᾶσι καταξιοῦται τοῖς ἁγίοις, ἅτε δὴ συγκοινωνὸς καὶ σύνδρομος κατὰ μίμησιν αὐτῶν ἐν κόσμῳ ἀναστραφεῖσα. Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 50. τ. 1 ΛΟΓΟΣ Νʹ.

Intertext edge

Open linked passage

Note