Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Περὶ τῆς φαινομένης ἀσκήσεως καὶ ποῖον ἀγαθὸν ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει.
4.1.2
Τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων πᾶσαι αἱ ἀρεταὶ ἐκδέδενται καὶ ἀλλήλων ἐκκρέμανται, ὥσπερ σειρά τις ἅλυσις πνευματικὴ μία ἀπὸ τῆς μιᾶς ἀπηρτημέναι. ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις
4.1.3
ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος. ὥσπερ τὸ ἐναντίον μέρος ἓν ἀφ' ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνότητος, ἡ χαυνότης ἀπὸ τῆς ὀλιγωρίας, ἡ ὀλιγωρία ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας, καὶ τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμεναοὕτως ἐν τῷ ἀγαθῷ μέρει ἀλλήλων αἱ ἀρεταί εἰσιν ἀπηρτημέναι.
4.1.4
Κεφάλαιον δὲ πάσης σπουδῆς ἀγαθῆς καὶ κορυφαῖον τῶν κατορθωμάτων ἐστὶν ἡ τῆς προσευχῆς καρτέρησις, δι' ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα. ἐπειδὴ πρὸς θεὸν ἁγιότητος κοινωνία μυστική τις διὰ πνευματικῆς ἐνεργείας καὶ συνάφειά τις διαθέσεως αὐτοῦ τοῦ νοῦ ἐν ἀγάπῃ ἀρρήτῳ πρὸς κύριον τῇ εὐχῇ τοῖς καταξιουμένοις γίνεται καὶ εἰς ἔρωτα θεῖον καὶ πόθον ἔμπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ θεοῦ ἕλκεται ὁσημέραι ὁ ἑαυτὸν ταῖς εὐχαῖς προσκαρτερεῖν ἀναγκάζων καὶ τὴν τοῦ πνεύματος χάριν τῆς τελειότητος αὐτεξουσίῳ προαιρέσει ἕκαστος ὑποδέχεται τοῦ θεοῦ αὐτῷ διδόντος.
4.2.1
Ἐρώτησις. Ἀλλ' ἐπειδή τινες μὴ ἀκούσαντες τὸν λόγον ὡς χρή, ἀκούσαντες δὲ τοῦ εὐαγγελίου ὅτι ἐάν τις «ψυχροῦ ποτήριον ποτίσῃ», μισθὸν ἔχει, πωλοῦσιν ὑπάρχοντα καὶ ἐλευθεροῦσι δούλους καὶ ἐντολὰς ποιοῦσιν, οὐ ζητοῦσι δὲ λαβεῖν ἐν τῷ κόσμῳ τούτῳ τὸ πνεῦμα, οὕτω ζῶντες οὐκ ἀπέρχονται εἰς βασιλείαν οὐρανῶν;
4.2.2
Ἀπόκρισις. Ὁ λόγος οὗτος λεπτός ἐστι. τινὲς γὰρ λέγουσι μίαν βασιλείαν καὶ μίαν γέενναν, ἡμεῖς δὲ λέγομεν βαθμοὺς πολλοὺς καὶ διαφορὰν καὶ μέτρα καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ καὶ ἐν αὐτῇ τῇ κολάσει περισσείαν. καὶ ὥσπερ ἐστὶ μία ψυχὴ ἐν ὅλοις τοῖς μέλεσι, καὶ ἄνω ἐν τῷ ἐγκεφάλῳ καὶ τοῖς λοιποῖς μέλεσι καὶ κάτω τοὺς πόδας αὐτὴ κινεῖ, οὕτω καὶ ἡ θεότης πάντα τὰ κτίσματα τὰ ἐπουράνια καὶ τὰ ὑποκάτω τῆς ἀβύσσου περιέχει, καὶ πανταχοῦ πεπλήρωται ἐν τῇ κτίσει, καὶ ἐξώτερός ἐστι τῶν κτισμάτων, ἐπειδὴ ἀμέτρητός ἐστι. προσέχει οὖν αὐτὴ ἡ θεότης τῇ ἀνθρωπότητι καὶ οἰκονομεῖ αὐτούς.
4.3.1
Ἐρώτησις. Εἶπες ὅτι προσέχει αὐτοῖς, οὐκ εἶπες δὲ ὅτι ἐνεργεῖ
4.3.2
εἰς αὐτοὺς ἢ διακρίνεται ἐν αὐτοῖς. διάκρινόν μοι ὧδε τοὺς υἱοὺς τῆς βασιλείας καὶ χώρισον τὸν βαθμὸν τοῦτον. ὧδε γὰρ ὁ λόγος ὁ βληθεὶς περὶ πάντων τῶν κοσμικῶν. τινὲς γὰρ εὔχονται καὶ οὐκ οἴδασι τί ζητοῦσι, τινὲς νηστεύουσι, τινὲς στήκουσιν εἰς διακονίαν. οὗτοι ἔχουσι μισθόν; Ἀπόκρισις. Ἐπειδὴ δικαιοκρίτης ἐστὶν ὁ θεός, κατὰ τὸ μέτρον τῆς πίστεως ἀποδίδωσιν αὐτοῖς τὸν μισθόν, ἐπειδὴ ἃ ποιοῦσι, διὰ φόβον θεοῦ
4.3.2
ποιοῦσιν, ἀλλ' οὔκ εἰσιν οὗτοι κληρονόμοι οὔτε υἱοὶ οὔτε βασιλεῖς. εἰσὶ δὲ ἐν αὐτῷ τῷ κόσμῳ οἱ μὲν φονεῖς, ἄλλοι πόρνοι, ἄλλοι ἅρπαγες, καί εἰσιν ἄλλοι τὰ ἴδια αὐτῶν πτωχοῖς διδόντες. προσέχει τούτοις κἀκείνοις ὁ κύριος, καὶ τοῖς ἀγαθοποιοῦσι δίδωσιν ἀνάπαυσιν καὶ τὸν μισθόν. εἰσὶ γὰρ μέτρα ὑπερέχοντα καὶ μέτρα μικρά, καὶ ἐν αὐτῷ τῷ φωτὶ καὶ ἐν αὐτῇ τῇ δόξῃ διαφορά ἐστι· καὶ ἐν αὐτῇ δὲ τῇ γεέννῃ καὶ ταῖς κολάσεσι φαίνονται οἱ φάρμακοι καὶ οἱ λῃσταὶ καὶ οἱ πόρνοι πῶς κρίνονται, καὶ πῶς οἱ ἄλλοι μικρὰ
4.3.3
πλημμελήσαντες. οἱ δὲ λέγοντες ὅτι «μία ἐστὶ βασιλεία καὶ γέεννα μία καὶ οὔκ εἰσι βαθμοί», κακῶς λέγουσι. καὶ γὰρ οἱ τὰ καλὰ ποιοῦντες ἔχουσι μισθὸν καὶ βοήθειαν καὶ τόπους ἀναπαύσεως. πόσοι κοσμικοὶ εἰς τὰ θέατρα στήκουσι καὶ εἰς ἀταξίας, καὶ πόσοι εἰσὶν ἄρτι εὐχόμενοι καὶ φοβούμενοι τὸν θεόν. καὶ τούτοις κἀκείνοις ὁ θεὸς προσέχει, καὶ ὡς δικαιοκρίτης τοῖς μὲν ἀνάπαυσιν ἑτοιμάζει, τοῖς δὲ κόλασιν.
4.3.4
Ὥσπερ βλέπεις τὰ ἅρματα καὶ τοὺς ἵππους πῶς ζευγνύουσι καὶ ἡνιοχοῦσιν ἐλαύνοντες κατ' ἀλλήλωνἕκαστον γὰρ ἅρμα φέρει συμπήξεις καὶ μηχανὰς κατὰ τοῦ ἄλλου ἅρματος, ὅπως ῥίψῃ καὶ νικήσῃ, οὕτως ἐστὶν ἐν τῇ καρδίᾳ τῶν ἀγωνιζομένων θέατρον τῶν πονηρῶν πνευμάτων παλαιόντων τῇ ψυχῇ καὶ θεοῦ καὶ ἀγγέλων θεωρούντων τὸν ἀγῶνα. λοιπὸν καθ' ἑκάστην ὥραν κτίζονται ὑπὸ τῆς ψυχῆς πολλοὶ λογισμοὶ νεαροί, ὁμοίως δὲ καὶ τῆς κακίας ἔνδον. καὶ γὰρ ἡ ψυχὴ πολλοὺς ἔχει ἀποκρύφους λογισμούς, οὓς μήπω οἶδε καὶ ἐν αὐτῇ τῇ ὥρᾳ προφέρει καὶ γεννᾷ καὶ αὐτὴ ἡ κακία πολλοὺς λογισμοὺς ἔχει καὶ ἐπιτηδεύματα, καὶ καθ' ὥραν γεννᾷ λογισμοὺς νεαροὺς κατὰ τῆς ψυχῆς. καὶ γὰρ ὁ νοῦς ἡνίοχός ἐστι καὶ ζεύγνυσι τὸ ἅρμα, κατέχων τὰς ἡνίας τῶν λογισμῶν. καὶ τρέχει κατὰ τοῦ ἅρματος τοῦ σατανᾶ, ὅπερ αὐτὸς ἔζευξε κατὰ τῆς ψυχῆς.
4.4.1
Ἐρώτησις. Πῶς λέγουσί τινες ὅτι" 1οὐκέτι δυνάμεθα εὔξασθαι" 2; εἰ οὖν ἀνάπαυσίς ἐστι, διὰ τί οὐχ ὑπομένουσιν ἐν τῇ εὐχῇ; Ἀπόκρισις. Αὕτη ἡ ἀνάπαυσις πλεονάζουσα εἰς τὸν ἄνθρωπον δίδωσι σπλάγχνα καὶ διακονίας ἑτέρας, τοῦ ἐπισκέψασθαι ἀδελφοὺς ἢ τὸν λόγον διακονεῖν. καὶ αὐτὴ δὲ ἡ φύσις† ἀπελθεῖν† ἰδεῖν τοὺς ἀδελφούς, λαλῆσαι λόγον. οὐδὲν γὰρ ἐν πυρὶ βαλλόμενον δύναται μεῖναι ἐν τῇ φύσει, ἀλλὰ ἀνάγκη ὅτι καὶ αὐτὸ γίνεται πῦρ, ὃν τρόπον ἐὰν βάλῃς κόχλακα εἰς πῦρ (ἢ λίθον) γίνεται ἄσβεστος. καὶ εἰς θάλασσαν ἐὰν θελήσῃς πολὺ δῦναι καὶ ἀπελθεῖν εἰς τὸ μέσον πέλαγος, ὥσπερ καταποντίζεται τὸ ὅλον σου καὶ ἀφανὲς γίνεται, ἀλλ' ὅσῳ κατὰ βάθους κατέρχεται καὶ εἰσέρχεται, πάλιν θέλει αὐτὴ ἡ φύσις ἀναβῆναι καὶ ἐπιπλεῦσαι καὶ ἐξελθεῖν εἰς τὸν λιμένα καὶ ἰδεῖν τοὺς ἐπὶ γῆς ἀνθρώπους, οὕτω καὶ τὸ πνεῦμα· εἰσέρχεταί τις εἰς βάθος τῆς θεότητος πολὺ καὶ εἰς πέλαγος χάριτος, καὶ πάλιν μνημονεύει τῶν ἑταίρων αὐτοῦ καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν πρὸς ἀδελφούς, ἀποπληρῶσαι ἀγάπην, πληροφορῆσαι εἰς λόγον. Ἐρώτησις. Πῶς δύναται τὰ δύο πρόσωπα εἶναι ἐν τῇ καρδίᾳ, ἡ χάρις καὶ ἡ ἁμαρτία; Ἀπόκρισις. Ὥσπερ ἐὰν ᾖ πῦρ ἔξωθεν χαλκίου, λοιπὸν ἐὰν ὑποβάλῃς ξύλα, ἰδοὺ ἔκπυρον γίνεται, καὶ τὸ ἔσωθεν τοῦ σκεύους ἑψεῖται καὶ βράζει, ἔξωθεν τοῦ πυρὸς ὑποκαίοντος. ἐὰν δέ τις ἀμελήσῃ καὶ μὴ βάλῃ ξύλα, ἄρχεται χλιαρώτερον γίνεσθαι τὸ πῦρ καὶ ὥσπερ κατασβέννυσθαι, οὕτω καὶ ἡ χάρις, τὸ πῦρ τὸ οὐράνιον, καὶ ἔσωθέν σού ἐστι καὶ ἔξωθεν. λοιπὸν ὅταν εὔξῃ καὶ δῷς τοὺς λογισμούς σου εἰς τὴν ἀγάπην τοῦ κυρίου, ἴδε ὑπέβαλες τὰ ξύλα καὶ γίνονται ὅλοι οἱ λογισμοί σου πῦρ καὶ βάπτονται εἰς τὸν λογισμὸν τοῦ θεοῦ καὶ ὑποχωρεῖν ἡ ἁμαρτία ὡς ἐξωτέρω γίνεσθαι αὐτήν, ἀλλὰ καὶ ἔσωθεν
4.5.2
σοῦ ἐστιν καὶ ἔξωθέν σου ἐμφαίνεται. ὀλίγον δὲ ἐὰν ἀμελήσῃ τις ἢ εἰς κοσμικὰ πράγματα ἢ εἰς ῥεμβασμόν, πάλιν εἰσέρχεται ἡ κακία καὶ ἐνδύονται τὴν ψυχὴν καὶ ὅλον τὸν ἄνθρωπον θλίβουσι· μνημονεύει γὰρ ἡ ψυχὴ τῆς προτέρας ἀναπαύσεως. ἄρχεται οὖν δεῖσθαι καὶ συνεχέστερον ταλαιπωρεῖν. πάλιν προσέσχεν ὁ νοῦς πρὸς τὸν θεὸν καὶ ἤρξατο προσεγγίζειν αὐτῷ ἡ προτέρα ἀνάπαυσις, ἄρχεται σφοδρότερον ἐπιζητεῖν·" 1δέομαί σου" 2, λέγων," 1κύριε" 2, κατὰ μικρὸν μικρὸν προστίθεται αὐτῷ τὸ πῦρ ἐξάπτειν, ἀνεπαύθη ἡ ψυχή.
4.5.3
ὥσπερ τὸ ἄγκιστρον κατὰ μικρὸν αἴρει ἐκ τοῦ βυθοῦ τὸν ἰχθύν, εἰ γὰρ μὴ τοῦτο ἦν καὶ ἐγεύετο τοῦ πικροῦ θανάτου, πῶς ἐδύνου διακρῖναι τὸ πικρὸν ἀπὸ τοῦ γλυκέως καὶ τὸν θάνατον ἀπὸ τῆς ζωῆς καὶ εὐχαριστῆσαι τῷ ζωοποιῷ.
4.6.1
Ἐρώτησις. Τί ἐστιν ὁ σατανᾶς καὶ πότε ἐξέπεσε καὶ διὰ τί ἠφείθη εἰς τὸν κόσμον; Ἀπόκρισις. Ὁ σατανᾶς ἄγγελος ἦν κτίσμα καὶ πρὸ τοῦ τὸν Ἀδὰμκτισθῆναι. οὗτος ἰδίῳ θελήματι προσέκρουσε τῷ θεῷ καὶ ἥμαρτε. λοιπὸν οὖν οὗτος αὐτὸς εἰς κυβέρνησιν καὶ γυμνασίαν τῷ Ἀδὰμ ἐτέθη καὶ ὡς ῥάβδος ἐστὶ παιδείας. δι' αὐτοῦ γὰρ παιδεύονται οἱ παιδευόμενοι, δι' αὐτοῦ δοκιμάζονται οἱ δοκιμαζόμενοι, δι' αὐτοῦ τελειοῦνται οἱ τελειούμενοι. δι' αὐτοῦ στεφανοῦνται οἱ συνετοί, δι' αὐτοῦ γνωρίζονται οἱ ἀθλοῦντες ἀθληταὶ καὶ στεφανοῦνται. ἐπεὶ εἰ μὴ ἦν οὗτος, ἡσυχία ἂν ἦν πολλὴ καὶ ἠρεμία τῷ Ἀδάμ καὶ γὰρ τὰ ὄρη ἢ τὰ δένδρα οὐ κάμνει οὐδὲ ποιεῖ τιἀλλὰ διὰ τοῦτο ὡς ἠθέλησεν ὁ θεὸς ἐποίησε τὸν κόσμον τοῦτον καὶ εἰς αὐτὸν τὸν Ἀδὰμ παρεχώρησε τῷ πονηρῷ εἰς γυμνασίαν.
4.6.2
Ὥσπερ ἵνα ᾖ κιρκίσιον καὶ ὦσι τρέχοντα δύο ἅρματα, λοιπὸν ὁ βασιλεὺς καὶ ὁ λαὸς καὶ ὁ δῆμος θεωρεῖ ἡδέως, ἐπεὶ οὐ κάμνουσιν αὐτοί, ἀλλὰ οἱ ἀγωνιζόμενοι κατ' ἀλλήλωνἕκαστον γὰρ ἅρμα εἰς πτῶσιν τοῦ ἄλλου τρέχει, τίς τίνα προλάβῃ, τίς τίνα καταρίψῃ, καὶ λοιπὸν ἐπὶ μὲν τῶν νικώντων φωναί, ἐπὶ δὲ τῶν ἡττωμένων πένθος καὶ κλαυθμός, οὕτω καὶ ὁ κύριος ποιήσας τὸν κόσμον τοῦτον, ἵνα μὴ ᾖ ἀργὸς ἁπλῶς ὁ Ἀδάμ, ἔθηκεν αὐτῷ ἀντίπαλον, καὶ ἴδε εἰς τὸ θέατρον τοῦ κόσμου τούτου καὶ εἰς τὸ κιρκίσιον ἀγῶνες πολλοὶ καὶ δρόμοι. ὁ θεὸς καὶ ἡ ἐπουράνιος ἐκκλησία, ἴδε, ὁρᾷ τὸν πόλεμον καὶ τοὺς ἀγῶνας καὶ ἐπὶ τῇ νίκῃ εὐφημίαι πολλαὶ ὑπὸ τῶν ἀγγέλων καὶ νίκης φωναὶ δίδονται, δοξαζόντων τὸν ἐπουράνιον δεσπότην.
4.6.3
Ὥσπερ ἵνα ᾖ λέων καὶ ᾖ ἐκεῖ ὁ ὀφείλων αὐτὸν ὑπεράλλεσθαι καὶ λοιπὸν ἐκεῖ θεωρεῖ ὁ κόσμος καὶ οἱ ἄρχοντες. ἐπὰν οὖν ἀπολυθῇ ὁ λέων καὶ ὑπερπηδησθῇ, ἰδοὺ εἰς γέλωτα καὶ παίγνιον πίπτει ὁ λέων καὶ ἄρχονται καταγελᾶν αὐτοῦ, οὕτω καὶ ὁ σατανᾶς ἡττώμενος ὑπὸ τοῦ Ἀδὰμ εἰς γέλωτα καὶ ἐμπαιγμὸν ὑπὸ τῶν ἀγγέλων πίπτει. αὐτὸς γὰρ ὁ λέων εἰς τὸ κλονεῖν κεῖται, καὶ ὁ σατανᾶς εἰς τὸ ἀφανίζειν τὰς ψυχάς.
4.6.4
Πῶς ὅτε ἦσαν οἱ τρεῖς παῖδες ἐν τῇ πυρᾷ, ἔχαιρεν ὁ κύριος καὶ ἔλεγε τοῖς ἀγγέλοις αὐτοῦ· ἄγωμεν, ἴδωμεν σώματα δικαίων (τοῦ Ἀδὰμ) πῶς αἱ τρίχες τῶν ὄψεων αὐτῶν ἐνίκησαν τὸ πῦρ. πῶς πάλιν ἐθεώρουν τὴν Θέκλαν εἰσελθοῦσαν εἰς τὸ θέατρον, ἐκεῖ λέοντες κατ' αὐτῆς καὶ ταῦροι, ἐκεῖ θηρία πολλά, ἐκεῖ φωναί. ἡ δὲ ἔχουσα τὴν πίστιν καὶ τὴν ἀγάπην καὶ τὸν νοῦν εἰς οὐρανούς, πάντων ἐκείνων περιεγένετο. ὀφείλει οὖν ὁ νοῦς ἕτοιμος εἶναι καὶ ηὐτρεπισμένος εἰς τὸν πόλεμον καὶ μὴ φοβεῖσθαι τὰς ἀπειλὰς τοῦ ἐχθροῦ. πάσας παρ' αὐτοῦ τὰς ἁρμολογίας καὶ τέχνας καὶ τὰ μάγγανα καὶ τὰς συμπήξεις, ἃς ἐπιφέρει τοῖς νοήμασι καὶ τοῖς λογισμοῖς τῶν ἀνθρώπων διὰ τῆς
4.6.5
πίστεως ὁ κύριος καταλύει καὶ θριαμβεύει, μόνον σὺ μὴ φοβηθῇς. Ὥσπερ ἐκεῖ ἔλεγον τῷ βασιλεῖ οἱ τρεῖς παῖδες" 1βάλλεις ἡμᾶς εἰς τὸ πῦρ καὶ οὐκ ἀποθνῄσκομεν" 2, οὕτω καὶ σὺ εἰπὲ τῷ σατανᾷ." 1οὐ φοβοῦμαί σε, υἱὲ πλάνης. εἰ καὶ ἐπιφέρεις μοὶ πληγὰς καὶ πειρασμούς, ἔχω τὸν θεόν, ἔχω τὸν Ἰησοῦν τὸν καταναλίσκοντά σε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, τὸν κολάσει αἰωνίᾳ τιμωρούμενόν σε. καὶ ἐὰν φάγῃς μοὺ ὅλα τὰ μέλη, οὐ φοβοῦμαί σε οὐδὲ ἀποθνῄσκω." 2 ὥσπερ ἵνα ᾖ μάρτυς καὶ κόψουσιν αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας καὶ ὅλα τὰ μέλη καὶ ἔτι οὗτος θαρσῶν καὶ πιστεύων εἰς τὸν κύριον λέγει τῷ κόπτοντι·" 1ποίει ὃ θέλεις. δυνατός ἐστιν ὁ θεός, ᾧ πιστεύω, ὅτι ἐμὲ μὲν σώσει, σὲ δὲ αἰωνίῳ πυρὶ κολάσει." 2 μὴ φοβηθῇς οὖν τὸν σατανᾶν ἀνδρίσαι καὶ ἀγωνίσαι κατ' αὐτοῦ. εἰπὲ αὐτῷ·" 1ἔχω θεὸν τὸν κολάζοντά σε, σατανᾶ." 2 εἰς ἓν δὲ μέρος
4.6.6
σκληρότερός σού ἐστιν ὁ σατανᾶς. οἷον ἐκεῖ τὸν Παῦλον εἰς τὸ φαινόμενον ἔσυραν εἰς τὸ θέατρον καὶ ἔβαλον εἰς θηρία, τὸ μὲν ἀντιστῆναι οὐκ ἠδύνατο, τὸ δὲ εἰσελθεῖνεἰσῆλθεν, οὕτω καὶ σὺ τὸ μὲν εἰσελθεῖν εἰς τὸ θέατρον τῆς καρδίας καὶ συρῆναι καὶ κρατηθῆναι ὑπὸ τῶν ἀκαθάρτων πνευμάτων καὶ τῶν ἰοβόλων θηρίων, ὡς οὐ θέλεις, κατασύρῃ καὶ ἄκων πάσχεις, τὸ δὲ ἀντιστῆναι καὶ ἀγωνίσασθαι τῆς φύσεως σού ἐστι ὥστε καὶ τῆς βοηθείας
4.6.7
τοῦ κυρίου περιγενέσθαι. Καὶ γὰρ ὁ ἅγιος Παῦλος τότε διὰ πίστεως καὶ θείας δυνάμεως συνεργούσης περιεγένετο τῶν θηρίων. νοήματα δὲ καὶ προαιρέσεις αἱ δεθεῖσαι εἰς τὴν ἀγάπην καὶ ἔθη κακά, ἃ συνεγενήθησαν, δυσχερῶς λύονται καὶ ἀφίστανται. πολλοὶ γάρ εἰσι καὶ ἀγαπῶσι τὰς κακὰς συνηθείας, εἰς ἃς ἀνεστράφησαν, εἰς ἡδονὰς αἰσχρὰς ἢ εἰς φιλαργυρίαν ἢ εἰς ἔπαρσιν, τοῦτο ὥσπερ οὐκ εὐκόλως ἀποτίθεται, ὁμοίως πάλιν νοήματα καὶ λογισμοὶ οἱ δεθέντες εἰς τὴν ἀγάπην τοῦ κυρίου καὶ ἀναστραφέντες εἰς
4.6.8
αὐτὴν οὗτοι καλῶς πορεύονται καὶ ἀληθινῶς τὴν ὀρθὴν ὁδὸν διοδεύουσι. καὶ ὥσπερ ἐκεῖ ἡ κιβωτός, ἣν παρέλαβον οἱ ἀλλόφυλοι, ὅπου ἦν ἀποκείμενος ὁ νόμος τοῦ θεοῦ καὶ ὡς μόνον εἰσῆλθεν εἰς τὴν πόλιν ἐκείνην, εὐθέως τὰ ξόανα καὶ τὰ εἴδωλα τῆς πόλεως ἐκείνης κατέπεσαν καὶ πολλαὶ πληγαὶ ἐπηνέχθησαν αὐτοῖς, οὕτω καὶ ὅπου οἱ νόμοι τοῦ θεοῦ εἰς τὰς πλάκας τῆς καρδίας εἰσὶν ἐγγραφόμενοι, πίπτουσι τὰ ξόανα καὶ τὰ εἴδωλα τῶν ἀκαθάρτων πνευμάτων ἐκ τῆς καρδίας τῶν λογισμῶν.
4.7.1
Ἐρώτησις. Πῶς ὀφείλει ἕκαστος συναγαγεῖν τὸν νοῦν αὐτοῦ καὶ τοὺς διαλογισμοὺς αὐτοῦ ῥεμβομένους εἰς τὸν κόσμον καὶ μηδὲν ἄλλο ἐννοεῖν ἢ τὴν προσδοκίαν τοῦ κυρίου καὶ τὴν ἀγάπην τῆς ψυχῆς πρὸς αὐτὸν ἀποσῴζειν; Ἀπόκρισις. Ὥσπερ μήτηρ ἐὰν ἔχῃ τέκνα καὶ ἀπέρχονται ἁπλῶς καὶ ὡς ἔτυχε ῥέμβονται, οὐχὶ λαβοῦσα ἡ μήτηρ συναγάγῃ εἰς τὸν οἶκον αὐτὰ παιδεύουσα καὶ νουθετοῦσα; οὕτω καὶ ἡ ψυχὴ ὀφείλει συνάγειν πανταχόθεν τοὺς ἑαυτῆς λογισμοὺς ῥεμβομένους, ὥσπερ ἑαυτῆς τέκνα. κἂν ὑπὸ τῆς ἁμαρτίας καὶ τῶν μεριμνῶν σκορπίζονται, ὅμως τὸ ἑαυτὴς δυνατὸν ἀεὶ ἀπαύστως ὀφείλει συνάγειν τοὺς λογισμοὺς εἰς τὸν οἶκον τοῦ σώματος αὐτῆς, εἰς ἑαυτήν, καὶ ἀεὶ προσδοκᾶν τὸν κύριον ἐν πίστει βεβαίᾳ καὶ ἀγάπῃ, πότε ἐλθὼν ἐξ ἀληθείας συναγάγῃ αὐτὴν εἰς ἑαυτὸν καὶ ποιήσῃ τοὺς λόγους αὐτῆς θεϊκούς, λογικούς, οὐρανίους καὶ διδάξῃ αὐτὴν εὐχὴν ἀληθινήν, ἀπερίσπαστον,
4.7.2
ἀρέμβαστον. εἰ δὲ καὶ εἰς εὐχὴν κείμενοι τοῖς λογισμοῖς ἔξω ῥεμβόμεθα καὶ μὴ συνάγομεν ἑαυτούς, ἀλλ' ἐπιδίδομεν καὶ χαυνοῦμεν ἑαυτοὺς τοῖς λογισμοῖς τῆς ἁμαρτίας καὶ μὴ τὸ θέλημα ἡμῶν ἕλκῃ καὶ βιάζηται τοὺς λογισμοὺς πρὸς τὸν κύριον, πῶς αὐτὸς ὁ κύριος θελήματι τῷ ἑαυτοῦ ἔλθῃ πρὸς ἡμᾶς καὶ ἐξ ἀληθείας συναγάγῃ ἡμᾶς πρὸς ἑαυτὸν ἡμῶν χαυνωμένων καὶ ῥεμβομένων ἔξω τοῖς λογισμοῖς; (ἐὰν τὸ σῶμα εἰς εὐχὴν δὴ κεῖται, οὐκ ἀφίῃς τὸν κύριον ἐλθεῖν πρός σε τῷ ἑαυτοῦ θελήματι, ὥσπερ οὐδὲ σὺ τῷ σῷ θελήματι σπεύδεις πρὸς αὐτόν).
4.7.3
Πᾶσα γὰρ ἡ εὐαρέστησις τῷ θεῷ καὶ ἡ διακονία τῆς ψυχῆς ἐν τοῖς λογισμοῖς ἐστιν. σπούδασον ἔσωθεν ἀρέσαι αὐτῷ πάντοτε, ἔσωθεν προσδοκῶν αὐτόν, ἀεὶ σπουδαίως ἔσωθεν ζητῶν αὐτὸν ἐν τοῖς διαλογισμοῖς καὶ βιαζόμενος καὶ ἀναγκάζων τὸ ἑαυτοῦ θέλημα καὶ τὴν προαίρεσιν διαπαντὸς πρὸς αὐτόν, καὶ ὄψει πῶς καὶ αὐτὸς τῷ θελήματι αὐτοῦ ἔρχεται πρός σε καὶ μονὴν ποιεῖται παρὰ σοί. ὅσον γὰρ σὺ τὸν νοῦν σου ἀναγκάζεις εἰς τὴν ζήτησιν αὐτοῦ, αὐτὸς πολὺ μᾶλλον ἀναγκάζεται ὑπὸ τῆς εὐσπλαγχνίας καὶ χρηστότητος αὐτοῦ ἐλθεῖν πρός σε καὶ ἀναπαῦσαί σε πνευματικῶς. οὐκ ἀφέστηκέ σου ὅλως, ἕστηκεν ἀοράτως πρός σε, θεωρῶν σου τὸν νοῦν, τοὺς διαλογισμούς, τὰς ἐνθυμήσεις, θεωρῶν πῶς ζητεῖς αὐτόν· εἰ ἐξ ὅλης ψυχῆς, εἰ μὴ νωθρῶς, εἰ μὴ ἀμελείᾳ καὶ χαυνώσει νοός, εἰ μὴ τοῖς πάθεσι τῆς ἀτιμίας συνεργῶν.
4.7.4
καὶ ὅτε ἴδῃ σε ὅτι πάντοτε σπουδαίως ἕλκεις πανταχόθεν τοὺς διαλογισμούς σου πρὸς τὴν αὐτοῦ μόνην ζήτησιν, τότε αὐτὸς φανεροῦται καὶ ἐπιφαίνεται τῇ ψυχῇ σου ἀρρήτῳ καὶ ἐπιθυμητικῷ κάλλει καταλάμπων σε καὶ οὕτω βοηθείας τῆς ἐξ αὐτοῦ μεταδίδωσί σοι καὶ τὴν νίκην ἐν σοὶ πᾶσαν ποιεῖται, ῥυόμενός σε ἐκ τῶν ἀοράτων ἐχθρῶν σου, θεωρήσας πρότερον τὴν σὴν πρὸς αὐτὸν ὀρθὴν καὶ ἀπερίσπαστον ζήτησιν καὶ τοῦ νοός σου τὴν προσδοκίαν ἀδιαλείπτως καὶ τὴν εἰς αὐτὸν εὐθείαν ἀγάπην καὶ οὕτω διδάσκει σε καὶ δίδωσί σοι ἀληθινὴν εὐχήν, ἀγάπην ἀληθινήν, πίστιν ἀληθείας καὶ ἀληθινὴν χαράν, ἥτις αὐτός ἐστιν ὁ κύριος πάντα ἐν σοὶ γινόμενος.
4.8.1
Εἰσέρχεται γάρ τις κλῖναι γόνυ, καὶ ἡ καρδία πληροῦται ἐκ τῆς θείας ἐνεργείας καὶ εὐφραίνεται ἡ ψυχὴ μετὰ τοῦ κυρίου ὡς νύμφη μετὰ τοῦ νυμφίου κατὰ τὸν λόγον Ἠσαΐου τοῦ προφήτου λέγοντος· «ὃν τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται κύριος ἐπί σοι». καὶ συμβαίνει ὅτι ἀσχολεῖται ὁ τοιοῦτος πᾶσαν ἡμέραν καὶ ἐν μιᾷ ὥρᾳ δίδωσιν ἑαυτὸν εἰς εὐχὴν καὶ ἁρπάζεται ἐν τῇ προσευχῇ ὁ ἔσω ἄνθρωπος εἰς ἄπειρον βάθος ἐκείνου τοῦ αἰῶνος ἐν ἡδύτητι πολλῇ, ὥστε ξενίζεσθαι τὸν νοῦν ὅλον ὄντα μετέωρον καὶ ἡρπασμένον ἐκεῖ, ὥστε κατ' ἐκεῖνον τὸν καιρὸν λήθην γενέσθαι ἐν τοῖς λογισμοῖς τοῦ φρονήματος τοῦ ἐπιγείου, διὰ τὸ μεστωθῆναι τοὺς λογισμοὺς καὶ αἰχμαλωτισθῆναι εἰς τὰ θεῖα καὶ ἐπουράνια, εἰς τὰ ἀπέραντα καὶ ἀκατάληπτα πράγματα, εἰς θαυμάσιά τινα, ἃ ἀνθρωπίνῳ στόματι φρασθῆναι ἀδύνατον, ὥστε ἐν ἐκείνῃ τῇ ὥρᾳ εὔχεσθαι καὶ λέγειν ὅτι" 1εἴθε ἀπῆλθεν ἡ ψυχὴ σὺν τῇ εὐχῇ" 2. Ἐρώτησις. Εἰ πάντοτε εἰσέρχεται ὁ ἄνθρωπος εἰς ἐκεῖνα τὰ πράγματα; Ἀπόκρισις. Ἡ μὲν χάρις ἀδιαλείπτως σύνεστι καὶ ἐρρίζωται καὶ ἐζύμωται ἐκ νέας ἡλικίας καὶ ὡς φυσικὸν καὶ πεπηγμένον ἐγένετο αὐτὸ τὸ συνὸν τῷ ἀνθρώπῳ, μία δὲ οὖσα ἡ χάρις πολυτρόπως ὡς θέλει πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ οἰκονομεῖ. ποτὲ μὲν πλέον ἐκκαίεται καὶ ἀνάπτεται τὸ πῦρ, ποτὲ δὲ ὥσπερ πραΰτερον καὶ μαλακώτερον καὶ τοῦτο τὸ φῶς κατὰ καιρούς τινας πλέον ὑφάπτεται καὶ λάμπει, ποτὲ δὲ ὑποστέλλεται καὶ στυγνάζει, καίτοι ἡ λαμπὰς πάντοτε καιομένη ἐστὶ καὶ λάμπουσα, ὅταν δὲ φαιδρυνθῇ, πλέον ἐν μέθῃ ἐξετάζεται τῆς ἀγάπης τοῦ θεοῦ, πότε δὲ κατ' οἰκονομίαν ἐνδίδωσι, καίτοι συνὸν τὸ φῶς ἀμβλύτερόν ἐστι.
4.9.2
Πλὴν καὶ ἐπεφάνη τισὶ τὸ σημεῖον τοῦ σταυροῦ διὰ φωτὸς καὶ προσεπάγη τῷ ἔσω ἀνθρώπῳ. ἄλλοτε πάλιν ἐν εὐχῇ ὡς ἐν ἐκστάσει γέγονεν ὁ ἄνθρωπος καὶ εὑρέθη εἰς θυσιαστήριον ἑστὼς ἐν ἐκκλησίᾳ καὶ προσηνέχθησαν τῷ τοιούτῳ ἄρτοι τρεῖς ὡς δι' ἐλαίου ἐζυμωμένοι, καὶ ὅσῳ ἤσθιεν, ἐκεῖνο πλέον ηὔξανε καὶ ἐμηκύνετο. ἄλλοτε πάλιν ὥσπερ ἔνδυμά τι φωτεινὸν ἦν οἷον οὐκ ἔστιν ἐπὶ τῆς γῆς εἰς τὸν αἰῶνα τοῦτον οὔτε ὑπὸ ἀνθρωπίνων χειρῶν δυνατὸν κατασκευασθῆναι. καὶ ὃν τρόπον εἰς τὸ ὄρος ἀνελθόντος τοῦ κυρίου μετὰ Ἰωάννου καὶ Πέτρου καὶ Ἰακώβου μετεμορφώθη τὰ ἱμάτια αὐτοῦ καὶ ἐξήστραψεν· οὕτως ἦν τὸ ἔνδυμα ἐκεῖνο καὶ ἐθαμβοῦτο καὶ ἐθαύμαζεν ὁ ἄνθρωπος ἐνδεδυμένος. ἐν ἄλλῳ δὲ καιρῷ αὐτοῦ τοῦ φωτὸς ἀδιαλείπτως φαίνοντος ἐν τῇ καρδίᾳ ἠνοίγετο ἐνδότερον καὶ βαθύτερον καὶ ἀπόκρυφον φῶς καὶ ὁ καινὸς κόσμος καὶ ὁ φωτεινὸς συνῆν τῷ κυρίῳ αἰνῶν καὶ δοξολογῶν, ὥστε ὅλον τὸν ἄνθρωπον καταποθέντα εἰς ἐκείνην τὴν γλυκύτητα καὶ θεωρίαν μηκέτι ἔχειν αὐτόν, ἀλλ' εἶναι ὡς μωρὸν καὶ βάρβαρον τῷ κόσμῳ τούτῳ διὰ τὴν ὑπερβάλλουσαν ἀγάπην καὶ ἡδύτητα καὶ διὰ τὰ ἀπόκρυφα μυστήρια ὡς τὸν ἄνθρωπον κατ' ἐκεῖνον τὸν καιρὸν ἐλευθερωθέντα φθάσαι εἰς τὰ τέλεια μέτρα καὶ εἶναι καθαρὸν καὶ ἐλεύθερον ἀπὸ τῆς ἁμαρτίας.
4.9.3
Ἀλλὰ μετὰ ταῦτα ὑπέστειλεν ἡ χάρις καὶ ἦλθε τὸ κάλυμμα τῆς ἐναντίας δυνάμεως· φαίνεται δέ πως μερικῶς, καὶ ἔστη εἰς βαθμὸν κατώτερον τῆς τελειότητος. ὡς ἵνα εἴπωμεν, δεῖ δεκαδύο βαθμοὺς παρελθεῖν τινα καὶ φθάσαι εἰς τὴν τελειότητα. ἐν καιρῷ τινι ἔφθασε καταλαβεῖν ἐκεῖνο τὸ μέτρον καὶ εἰσελθεῖν εἰς τὴν τελειότητα, πάλιν ἐνδίδωσιν ἡ χάρις καὶ κατέρχεται παρὰ ἕνα βαθμὸν καὶ στήκει εἰς τοὺς ἕνδεκα. εἷς δέ τις πλούσιος ἐν τῇ χάριτι πάντοτε, νυκτὸς καὶ ἡμέρας εἰς τὰ τέλεια μέτρα ἕστηκεν, ὢν ἐλεύθερος καὶ καθαρὸς πάντοτε, αἰχμάλωτος καὶ μετέωρος. καὶ νῷ ἐδείχθη μοι ἐκεῖνα τὰ θαυμάσια καὶ ὧν πεῖραν ἔλαβεν ὁ ἄνθρωποςσυνῆν γὰρ αὐτῷ πάντοτεκαὶ οὐκ ἠδύνατο τὴν οἰκονομίαν τοῦ λόγου ἢ τὸ βάρος ὑποδέξασθαι οὔτε ἠνείχετο ἀκούειν τι ἢ μεριμνᾶν κἂν εἰς τὸ τυχὸν περὶ ἑαυτοῦ οὔτε περὶ τῆς αὔριον, εἰ μὴ μόνον κεῖσθαι ἐν μιᾷ γωνίᾳ μετέωρος καὶ μεμεθυσμένος. ὥστε τὸ τέλειον μέτρον οὐκ ἐδόθη, ἵνα δυνηθῇ σχολάσαι εἰς τὴν μέριμναν τῶν ἀδελφῶν καὶ εἰς τὴν διακονίαν τοῦ λόγου πάλιν «τὸ μεσότοιχον τοῦ φραγμοῦ» διαλέλυται.
4.9.4
Τὰ δὲ πράγματα οὕτως ἐστίν. ὡς γνοφώδης τις δύναμις ἐπίκειται καὶ σκεπάζει ἐλαφρῶς ὡς ἀὴρ παχύς, καίτοι πάντοτε τῆς λαμπάδος καιομένης καὶ φαινούσης, ἀλλ' ὥσπερ ἐπίκειται ἐκείνῳ τῷ φωτὶ κάλυμμα· ὅθεν ὁμολογεῖ ὁ τοιοῦτος, ὅτι οὐκ ἔστι τέλειος οὔτε ἐλεύθερος τὸ ὅλον ἐκ τῆς ἁμαρτίας· ὥστε εἰπεῖν καὶ ἐλεύθερος καὶ οὐκ ἐλεύθερος καὶ διαλέλυται καὶ τέθραυσται «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ πάλιν ἔν τινι οὐ διαλέλυται τὸ ὅλον. οὔτε δὲ πάντοτε ἴση ἡ εὐχή ἐστι· ἔστι γὰρ καιρὸς ὅτε πλέον ἐξάπτει καὶ παρακαλεῖ καὶ ἀναπαύει καὶ ἔστι καιρὸς ὅτε ὑποστέλλει καὶ στυγνάζει, ὡς αὐτὴ ἡ χάρις οἰκονομεῖ πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ. ὅμως εἰσελθὼν εἰς τὸ μέτρον τὸ τέλειον ἐν καιροῖς καὶ γευσάμενος καὶ πεῖραν ἔχων ἐκείνου τοῦ αἰῶνος, ἀκμὴν δὲ οὐδένα εἶδον τέλειον Χριστιανὸν ἢ ἐλεύθερον, ἀλλὰ καὶ ἀναπαύεταί τις ἐν τῇ χάριτι καὶ εἰσέρχεται εἰς μυστήρια καὶ ἀποκαλύψεις καὶ εἰς ἡδύτητα πολλὴν τῆς χάριτος, καὶ ἡ ἁμαρτία ἀκμὴν ἔσω σύνεστιν. αὐτοὶ δὲ διὰ τὴν ὑπερβάλλουσαν χάριν καὶ τὸ ἐν αὐτοῖς φῶς νομίζουσιν ἐλεύθεροι καὶ τέλειοι εἶναι, παρὰ ἀπειρίαν σφαλλόμενοι, ἐπειδὴ ἔχουσι τῆς χάριτος ἐνέργειαν. ἀκμὴν δὲ οὐδένα εἶδον ἐλεύθερον, ἐπειδὴ κἀγὼ μερικῶς ἐν καιροῖς τισιν εἰσῆλθον εἰς τὸ μέτρον ἐκεῖνο καὶ οἶδα καταμαθεῖν, πῶς ἔστι τέλειος ὁ ἄνθρωπος.
4.10.1
Ἐρώτησις. Εἰπὲ ἡμῖν· σύ, ἐν ποίοις μέτροις εἶ; Ἀπόκρισις. Μετὰ τὸ σημεῖον τοῦ σταυροῦ νῦν ἡ χάρις οὕτως ἐνεργεῖ καὶ εἰρηνεύει ὅλα τὰ μέλη τῆς καρδίας, ὥστε τὴν ψυχὴν καθαρὰν γενομένην ἐκ τῆς πολλῆς χαρᾶς ὡς παιδίον ἄκακον καὶ ἀφελὲς φαίνεσθαι καὶ οὐκέτι κατακρίνει ὁ ἄνθρωπος Ἕλληνα ἢ Ἰουδαῖον ἢ ἁμαρτωλὸν ἢ κοσμικόν, ἀλλ' ὁ ἔσω ἄνθρωπος καθαρῷ ὀφθαλμῷ πάντας ὁρᾷ καὶ χαίρει ἐπὶ ὅλῳ τῷ κόσμῳ καὶ πάντας θέλει προσκυνεῖν καὶ Ἕλληνας καὶ Ἰουδαίους ἀγαπᾷ. ἄλλῃ ὥρᾳ ὡς υἱὸς βασιλέως οὕτω θαρσεῖ τῷ υἱῷ τοῦ θεοῦ ὡς πατρί, καὶ ἀνοίγονται αὐτῷ θύραι καὶ εἰσέρχεται ἔνδον εἰς πολλὰς μονάς, καὶ ὅσῳ εἰσέρχεται, πάλιν ἀνοίγονται αὐτῷ, πρὸς λόγον ἀπὸ ἑκατὸν μονῶν ἄλλαι ἑκατὸν μοναὶ καὶ πλουτεῖ, καὶ ὅσῳ πλουτεῖ, πάλιν ἄλλα καινότερα καὶ θαυμάσια δείκνυται αὐτῷ, καὶ ἐμπιστεύεται ὡς υἱὸς καὶ κληρονόμος πράγματα μὴ δυνάμενα ῥηθῆναι ὑπὸ φύσεως ἀνθρωπίνης ἢ στόματι καὶ γλώσσῃ διαρθρωθῆναι. Ἄλλῃ ὥρᾳ λοιπὸν ὡς πρέσβις θεοῦ ἐκ τῆς πολλῆς πρὸς αὐτὸν ἀγάπης ἄρχεται δέεσθαι ὑπὲρ τοῦ κόσμου, ἵνα σωθῇ ὅλος ὁ Ἀδὰμ ἐκκαιόμενος ἐκ τῆς ἀγάπης. καὶ θέλων πάντας σωθῆναι διδάσκει λόγον ζωῆς καὶ τὰ τῆς βασιλείας πρεσβεύων ὑπὲρ Χριστοῦ καὶ ἐξηγούμενος, ὅσον δυνατόν ἐστιν ἀκοῦσαι μυστήριά τινα ἐπουράνια καὶ θεῖα τοῦ ἀπείρου αἰῶνος τοῦ ἀκατονομάστου καὶ ἀκαταλήπτου.
4.11.2
Ἄλλῃ ὥρᾳ ὁπλίζεται ὅλος ὁ ἄνθρωπος τὴν πανοπλίαν τοῦ θεοῦ ἐνδεδυμένος καὶ λαμβάνει στρατιὰν ἐπουράνιον πνευμάτων ἁγίων καὶ ἄρχεται κατακόπτειν τὰς παρεμβολὰς τῶν ἐχθρῶν καὶ ποιεῖν ἐκεῖ σφαγὰς πολλῶν πτωμάτων.
4.11.3
Ἄλλῃ ὥρᾳ ἐνεργεῖ τῇ ψυχῇ καὶ εὐφραίνονται μετ' ἀλλήλων ἡ ψυχὴ καὶ ὁ κύριος καὶ ὁ ἄνθρωπός ἐστιν ἐν πολλῷ φωτὶ καὶ χαρᾷ πρός τε τὸν κύριον καὶ τοὺς ἀδελφούς, ὅμως δὲ ἡ λαμπὰς καὶ τὸ φῶς νυκτὸς καὶ ἡμέρας καίεται. τὸ δὲ ὅλον κατ' οἰκονομίαν οὐκ ἠλευθέρωται ὁ ἄνθρωπος καὶ σχεδὸν ὅλος ἠλευθέρωται καὶ ὅλος ἐστὶ καθαρὸς καὶ σχεδὸν οὔκ ἐστιν ὡς δεῖ. ὅμως διακόπτεται τὸ
4.11.4
μεσότοιχον καὶ νενίκηται ὁ θάνατος. ποτὲ δὲ ἡ λαμπὰς πλέον ἐκκαίεται καὶ φαιδρύνεται, ὥστε μὴ δύνασθαι τὸν ἄνθρωπον φέρειν τὴν λαμπηδόνα ἐκείνην καὶ τὴν στιλβότητα, ἀλλὰ εἶναι ὡς ἐκλελυμένον. πάλιν καίτοι ἁπτόμενον τὸ φῶς ὥσπερ στυγνάζει καὶ ἐπίκειται ὥσπερ ἀήρ τις λεπτός, γνοφώδης, ὡς ἐπὶ δέρματος τῆς ἐναντίας δυνάμεως. διὰ τοῦτο λέγει ὁ τοιοῦτος ἄνθρωπος· ὅτι οὐκ εἰμὶ τὸ ὅλον ἐλεύθερος.
4.12.1
Ἐρώτησις. Διὰ τί οἱ μὴ ἔχοντες τὸ ἅγιον πνεῦμα ἐν ἑαυτοῖς οὐ δύνανται ἄρτιον καὶ ζωηρὸν ἀποδοῦναι λόγον; Ἀπόκρισις. Ὥσπερ τὸ γεννώμενον παιδίον ἐκ τῆς μήτρας σῶα τὰ μέλη ἔχον ἐξέρχεται καὶ μὴ ἔχον σίνος εἰς τὸ σῶμα, οὕτω καὶ οἱ γεννηθέντες ἐκ τῆς χάριτος τοῦ πνεύματος καὶ εἰ ἐν σαρκὶ εἰς τὸν κόσμον τοῦτον φαίνονται, ἀλλὰ τῷ πνεύματι διόλου εἰς τὸν ἐκεῖ κόσμον εἰσὶ ἀναπεπαυμένοι, ὅθεν καὶ ἐγεννήθησαν, καὶ οὗτοι μόνοι δύνανται τέλειον λόγον δοῦναι τοῖς ἀδελφοῖς, ἔχοντες τὰ μέλη τοῦ πνεύματος τέλεια ἐν ἑαυτοῖς. εἰ δέ τινες ἐκεῖθεν οὐκ ἐγεννήθησαν, οὐ δύναται παραδοῦναι λόγον πνευματικόν, ἐπειδὴ οὐκ ἔχουσι τὸ ζῶν πνεῦμα, ὅπερ ὑπαγορεύει αὐτοῖς τὰ ἐπουράνια. Καὶ ὥσπερ ἵνα ἐὰν ᾗ παιδίον ἐκ μήτρας γεννώμενον ἐπίμωμον ἢ χωλὸν ἢ τυφλὸν ἀπὸ γενετῆς, ὡς τέρας καὶ σημεῖόν ἐστι τῷ κόσμῳ, οὕτως εἰσὶν οἱ σοφοὶ οἱ θέλοντες ἑρμηνευταὶ εἶναι τῶν γραφῶν μὴ ἔχοντες τὸ οὐράνιον πνεῦμα· μηκέτι γὰρ κερασθέντες ἐν τῇ θεότητι ἐπίμωμοί εἰσι, μὴ ἔχοντες ὑγιῆ τὰ
4.13.2
μέλη, ἀλλ' ἐπιλήψιμον λόγον καὶ σαθρὸν παραδιδόντες. καὶ ὥσπερ ἵνα ᾗ νόμισμα, ὃ εἰς ἓν μέρος δοκεῖ ἔχειν χάραγμα καὶ εἰς τὸ ἄλλο μέρος βεβλαμμένον ἐστὶ καὶ ἄχρηστον, μὴ ἀπερχόμενον εἰς ἐμπορίαν, οὕτως εἰσὶ καὶ οἱ βεβλαμμένοι ὄντες ὑπὸ τῆς ἐμπυρίας ἤγουν ὑπὸ τῆς ἁμαρτίας· ὑπὸ γὰρ τοῦ νοὸς αὐτῶν ἤτοι σοφίας θέλουσι λαλεῖν τὰ οὐράνια, ὅθεν οὐκ ἐγεννήθησαν.
4.13.3
ἐπεὶ ὑπόστησόν μοι πρόσωπον ἕν, ὅτι ἔστι τις σοφός, παρθένος καὶ ἐν τοῖς φαινομένοις ἀνεπίληπτος, νηστεύων, ἀγρυπνῶν, ἀποταξάμενος, ξένος τοῦ κόσμου, εὐχόμενος. λοιπὸν διαλέγομαι ἐγὼ πρὸς τοῦτον· παρθένος εἶ σύ; μᾶλλον σοῦ ἐγώ. πτωχὸς εἶ; περισσότερον σοῦ ἐγώ. νηστεύεις; μᾶλλον σοῦ ἐγώ. λοιπὸν ἐν τούτοις ἐγὼ περισσότερός σου· λέγω οὖν ὅτι οὐκ ὀφείλει τις ἐναπομεῖναι ἐν τούτοις τοῖς φαινομένοις καὶ οὐκ ὀφείλει ἀμεριμνεῖν ὁ νοῦς καὶ ἐπαναπαύεσθαι ἐν τούτοις ὡς ὢν τέλειος, ἀλλὰ ζητεῖν χρὴ τὸν νοῦν δύναμίν τινα ἐπουράνιον, ἵνα κερασθῇ ἐν τῷ νῷ καὶ ἐκδέξασθαι κατὰ πᾶσαν ὥραν τὸ οὐράνιον δῶρον τοῦ τὴν φύσιν σου τοῖς φυσικοῖς καρποῖς μιγῆναι, ἵνα πάντα ἅπερ ποιῇς
4.13.4
καθαρῶς ᾖς ποιῶν. καὶ ὥσπερ ἵνα ᾖ βασιλεὺς ἔχων σῶα τὰ μέλη, ἐὰν μὴ ᾖ τὴν πορφύραν ἐνδεδυμένος, οὐ προσκυνεῖται ὡς βασιλεύς, οὕτω καὶ σύ, εἰκῇ τὰ φυσικὰ μέλη σῶα ἔχεις, ἐὰν μὴ ἐνδύσῃ πορφύραν πνεύματος οὐ στεφανοῦσθαι οὐδὲ εἰς θρόνον βασιλικὸν ἀναβῆναι δυνήσῃ· ἀλλὰ εἰκῆ ταῦτα περιφέρεις.
4.14.1
Ἐρώτησις. Ἐὰν δὲ εἰς ἔτη τριάκοντα ἢ τεσσαράκοντα μὴ δέξωμαι τὴν θείαν δύναμιν καὶ συμβῇ με ἐξελθεῖν ἐκ τοῦ βίου, τί; Ἀπόκρισις. Ἐγώ σοι πρὸς τοῦτο ἀποκρίνομαι, ὅτι οὐ κρίνει σε ὁ θεὸς ὡς βλάσφημον, ὅτι περισσοτέραν σπουδὴν ἐνεδείξω. εἰπεῖν σοι ἔχει ὁ θεός, ὅτι ἐπειδὴ ἐξῆλθες ὀπίσω μου καὶ ἔκλαυσας καὶ ἐζήτησας νυκτὸς καὶ ἡμέρας καὶ παρ' ὃ ᾖς τὸ πρότερον ἀμεριμνῶν ἐν τοῖς φαινομένοις καὶ φυσιούμενος ἐπ' αὐτοῖς, νῦν πλέον ἐσπούδασας κατὰ τὰς γραφὰς ζητῶν τὴν ἀλήθειαν, ὥστε δέξασθαι τὴν θείαν δύναμιν ἐν ἑαυτῷ, οὐ κρίνω σε ἐν τούτῳ ὡς βλάσφημον· μὴ γένοιτο, ἀλλὰ δέχεται σε ὡς καλλίονα σεαυτοῦ γενόμενον παρ' ὃ ᾖς τὸ πρότερον. καὶ σὺ δὲ αὐτὸς δοκίμασον ἐν ἑαυτῷ καὶ διάκρινον ὅτι ἡ νῦν σου πολιτεία καὶ ἐργασία ἀνωτέρα ἐστίν. ἐγὼ δέ σοι λέγω κατὰ τὰς γραφάς, ὅτι «ὁ ζητῶν εὑρίσκει, καὶ ὁ αἰτῶν λαμβάνει, καὶ τῷ κρούοντι ἀνοιγήσεται».
4.14.2
Ἀλλὰ λέγεις μοι ὅτι· ἀπόδειξόν μοι, πῶς σύνεστι τοῖς πιστοῖς ἡ θεία δύναμις. ἀποκριθήσομαι σοι καὶ πῶς σε πείσω, ὅτι ἡ θεία δύναμις τοῖς πιστοῖς σύνεστιν, ἀπὸ τῆς παλαιᾶς διαθήκης ἢ ἀπὸ τῆς καινῆς; ἔλθωμεν πρῶτον ἐπὶ τὴν σκιάν. τίς ἐνεδυνάμωσε τὸν Ἀβραὰμ γέροντα ὄντα καὶ ἔχοντα «σῶμα νενεκρωμένον» ἐλθεῖν εἰς ἀνακαινισμὸν καὶ γεννῆσαι υἱόν; ἀλλὰ λέγεις μοι· τὰς μὲν θυσίας αὐτοῦ ἐδέξατο, πρὸς αὐτὸν δὲ οὐκ ἦν. καὶ τίς φίλος βουλόμενος τῷ φίλῳ αὐτοῦ συντυχεῖν πρῶτον εἰς τὴν ὕπαρξιν αὐτοῦ διακινεῖ, εἰς χώραν ἢ εἰς ἄμπελον, καὶ τότε αὐτὸν ὁρᾷ καὶ καταφιλεῖ; καὶ ὁ θεὸς ἄρα οὐ τὰς μὲν θυσίας τοῦ Ἀβραὰμ ἐδέξατο καὶ τὰ ὑπάρχοντα, πρὸς αὐτὸν δὲ οὐκ ἦν οὐδὲ ᾤκει ἐντὸς αὐτοῦ; καὶ ὅτε συνέβαλεν εἰς πόλεμον, τίς ἦν ὁ νικῶν; ἡ φύσις αὐτοῦ μόνον ἢ ὁ θεὸς ἦν οἰκῶν ἐν αὐτῷ καὶ ποιῶν τὴν νίκην; ἔλθωμεν ἐπὶ τὸν Νῶε. τίς ἦν ὁ ὑποτάξας ἔμπροσθεν αὐτοῦ ὅλα τὰ γένη τῶν θηρίων; ἡ φύσις αὐτοῦ ἢ οὐράνιόν τι συνὸν αὐτῷ τὸ ὑπὲρ τὴν φύσιν, ὅπερ ἔκτισεν καὶ αὐτὰ τὰ ζῷα καὶ ὑπέταξεν ἔμπροσθεν αὐτοῦ ταῦτα τὰ θηρία; ὁ Ἰακὼβ δὲ ὑπὸ ἰδίας δυνάμεως τοιοῦτον λίθον ἀπεκύλισεν ἢ θεία δύναμις ἦν ἐν τῷ νοῒ αὐτοῦ ἡ ἀποκυλίσασα τὸ βάρος τοῦ λίθου; τοσοῦτον δὲ ἀδιαλείπτως σὺν αὐτῷ ἦν ὁ θεός, ὅτι οὐδὲ εἰ ἐκοιμᾶτο ἠφίει αὐτόν. ἤνοιξε γὰρ αὐτῷ τὰς θύρας τῶν οὐρανῶν καὶ ἔδειξεν αὐτὸν τὸν οὐράνιον οἶκον, εἰς τύπον κλίμακος φανεὶς αὐτῷ. εἶτα ἐπάλαιεν αὐτῷ ὡς ἄνθρωπος πρὸς ἄνθρωπον.
4.15.1
Τίς ἦν ὁ κλείσας τὰς θύρας τῶν οὐρανῶν; Ἠλίας ἦν; ἢ θεὸς ἦν ἐν αὐτῷ ὁ ἐπιτάξας τῷ ὑετῷ; νομίζω ὅτι ὁ ἐξουσιαστὴς τῶν ὑετῶν καὶ κτίστης τῶν οὐρανῶν. οὗτος ἐνεκαθέσθη ἐντὸς τοῦ νοὸς αὐτοῦ καὶ διὰ τῆς γλώσσης αὐτοῦ ὁ λόγος τοῦ θεοῦ ἐκώλυσε τοῦ μὴ κατελθεῖν ὑετὸν ἐπὶ τῆς γῆς, καὶ πάλιν
4.15.2
εἶπε, καὶ ἠνοίγησαν αἱ θύραι τῶν οὐρανῶν καὶ κατῆλθεν ὑετός. ὁμοίως ὁ Μωϋσῆς ἔθηκε τὴν ῥάβδον καὶ ἐγένετο ὄφις καὶ εἶπε καὶ ἐγένετο ξύλον, ἔλαβεν ἀπὸ καμίνου τέφραν καὶ ἐσκόρπισε καὶ ἐγένοντο σκνῖφες καὶ βάτραχοι εἰς τοὺς οἴκους τῶν βασιλέων καὶ πάντων τῶν Αἰγυπτίων. ἡ μία δρὰξ τῆς αἰθάλης πῶς ἤκουσε καὶ ὥδευσε καὶ εἰσῆλθεν ὡς οὔτε ψυχὴν εἶχεν οὔτε νοῦν λογικόν; ταῦτα ἆρα φύσις ἀνθρωπίνη ποιεῖν δύναται; λέγει τῇ θαλάσσῃ καὶ διαμερίζεται, λέγει τῷ ποταμῷ καὶ μεταβάλλεται εἰς αἷμα, δηλονότι οὐρανία δύναμις ᾤκει ἐν
4.15.3
τῷ σώματι αὐτοῦ καὶ διὰ Μωϋσέως ἐποίει τοιαῦτα σημεῖα. ὁ Δαβὶδ πῶς ἐδύνατο ἄνευ ὅπλου κατὰ τοιούτου γίγαντος συμβαλεῖν εἰς πόλεμον; λέγει γὰρ ὁ θεὸς τῷ Δαβὶδ ἀποθέσθαι αὐτὸν τὰ ὅπλα καὶ γυμνὸν ἀπελθεῖν πρὸς αὐτόν, καὶ ὁ ἀλλόφυλος κατεγέλα αὐτοῦ. καὶ ὅτε ἔρριψεν ὁ Δαβὶδ τὸν λίθον κατὰ τοῦ ἀλλοφύλου, διὰ τῆς χειρὸς τοῦ Δαβὶδ χεὶρ θεοῦ ὡδήγει τὸν λίθον, ὅπως ἀπέλθῃ κατ' αὐτοῦ καὶ αὐτὴ ἡ θεία δύναμις ἀπέκτεινεν αὐτόν. οὐ γὰρ ἐδύνατο ὁ Δαβὶδ ἀσθενὴς ὢν κατὰ τὸ σῶμα νικῆσαι τοιοῦτον γενναῖον, εἰ μὴ
4.15.4
θεία δύναμις συνῆν αὐτῷ ἡ ποιήσασα τὴν νίκην. Ἰησοῦς ὁ τοῦ Ναυὴ ὅτε ἀπῆλθεν εἰς τὴν πόλιν Ἰεριχώ, περιεκαθέσθη ἑπτὰ ἡμέρας μηδὲν δυνάμενος τῇ ἰδίᾳ φύσει ποιῆσαι. ἐκέλευσεν οὖν αὐτῷ ὁ θεὸς συλλέγειν κιθάρας καὶ σάλπιγγας, καὶ οὕτως ἀφ' ἑαυτῶν τὰ τείχη ἔπεσον τῆς πόλεως. ὁμοίως καὶ ὅτε ἀπῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, λέγει τῷ Ἰησοῦ ὁ κύριος·" 1ἄπελθε εἰς πόλεμον." 2 λέγει ὁ Ἰησοῦς τῷ κυρίῳ·" 1ζῇ κύριος, οὐ μὴ ἄνευ σου ἀπέλθω." 2 καὶ τίς ἐστιν ὁ ἐπιτάξας τῷ ἡλίῳ, ὥστε στῆναι αὐτὸν εἰς ἄλλας δύο ὥρας ἐν τῇ συμβολῇ τοῦ πολέμου; αὕτη ἡ φύσις ἐδύνατο ἐπιτάξαι; ἢ ἡ δύναμις ἡ συνοῦσα αὐτῷ ἐπέταξε
4.15.5
τῷ ἡλίῳ καὶ ἐπήκουσε καὶ ἐποίησε τὴν νίκην; Μωϋσῆς ὅτε συνέβαλε τῷ Ἀμαλήκ, ὅτε μὲν ἐξέτεινε τὰς χεῖρας πρὸς τὸν θεόν, ἐπάτει τὸν Ἀμαλήκ, ὅτε δὲ ἔκλινε τὰς χεῖρας, περιεγένετο ὁ Ἀμαλήκ.
4.15.6
Ὅτε ἀκούεις ταῦτα γενόμενα, μὴ μακράν σου ἀπέλθῃ ὁ νοῦς, ἐπειδὴ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῶν ἀληθινῶν πραγμάτων. ἀνάλαβε οὖν πρὸς ἑαυτόν. ὅτε γὰρ ἐκτείνῃς τὰς χεῖρας τοῦ νοός σου καὶ τοὺς λογισμούς σου εἰς τὸν οὐρανὸν καὶ θελήσεις προσκολληθῆναι τῷ κυρίῳ, κατώτερος τῶν λογισμῶν σου γίνεται ὁ σατανᾶς, καὶ πατεῖς αὐτόν, ὅταν δὲ κλίνῃ σου ὁ λογισμὸς ἤγουν ὁ νοῦς ἐπὶ τὰ γήϊνα καὶ σαρκικά, ἀνώτερος τῶν λογισμῶν σου γίνεται ὁ σατανᾶς. καὶ ὥσπερ ἐκεῖ τὰ τείχη ἔπεσαν διὰ δυνάμεως θεοῦ, οὕτω καὶ νῦν τὰ τείχη τῆς κακίας τὰ κωλύοντα τὸν νοῦν καὶ αἱ πόλεις τοῦ σατανᾶ καὶ οἱ ἐχθροὶ ἐξολοθρεύ
4.15.7
ονται διὰ δυνάμεως θεοῦ. εἰ οὖν κατὰ τὸ εἰρημένον εἰς τὴν σκιὰν οὕτω συνῆν τοῖς δικαίοις ἡ δύναμις τοῦ θεοῦ ποιοῦσα θαυμάσια φοβερὰ καὶ φανερὰ, ἀλλ' εἰ καὶ ἔξωθεν σημεῖα ἐποίουν διὰ τῆς θείας δυνάμεως, ἀλλ' ἔσωθεν δὲ ᾤκει ἐν αὐτοῖς ἡ θεία χάρις, ὁμοίως καὶ εἰς τοὺς προφήτας, ὅτε χρεία ἦν πράγματα μεγάλα εἰπεῖν τῷ κόσμῳ, ἐνήργει εἰς αὐτοὺς καὶ διηκόνει τὸ πνεῦμα ἐν ταῖς ψυχαῖς, τοῦ προφητεύειν καὶ λαλεῖν. οὐ πάντοτε δὲ ἐλάλουν, ἀλλ' ὅτε ἤθελε τὸ
4.15.8
ἐν αὐτοῖς πνεῦμα· πλὴν ἡ δύναμις πάντοτε συνῆν. εἰ οὖν εἰς τὴν σκιὰν τοσοῦτον ἐξεχύθη τὸ πνεῦμα, πόσῳ μᾶλλον εἰς τὴν καινὴν διαθήκην, εἰς τὴν ἔλευσιν τοῦ κυρίου, ὅπου ἐγένετο ἡ ἔκχυσις καὶ ἡ μέθη τοῦ πνεύματος. «ἐκχέω, γάρ φησιν, ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα». διὰ τοῦτο γὰρ εἶπε· «μεθ' ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος». «πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει». «εἰ γὰρ ὑμεῖς πονηροὶ ὄντες οἴδατε ἀγαθὰ δόματα διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ οὐράνιος δίδωσι πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν».
4.15.9
ἐκείνη ἡ δύναμις ἡ ἐξ ἀρχῆς γενομένη μετὰ τῶν πατέρων καὶ μετὰ τῶν ἀποστόλων, ἡ αὐτὴ ἵνα κατασκηνώσῃ εἰς ἡμᾶς καὶ ἀναπαύσῃ ἡμᾶς.
4.16.1
Ἐρώτησις. Ἐπειδή τινες λέγουσιν, ὅτι οἱ θρόνοι καὶ οἱ στέφανοι κτίσματά εἰσι καὶ οὐχὶ πνεύματα, πῶς ὀφείλομεν ἀκοῦσαι; Ἀπόκρισις. Ὁ θρόνος τῆς θεότητος ὁ νοῦς ἡμῶν ἐστι, καὶ πάλιν ὁ θρόνος τοῦ νοῦ ἡ θεότης ἐστὶ καὶ τὸ πνεῦμα. ὁμοίως δὲ καὶ ὁ σατανᾶς καὶ αἱ δυνάμεις καὶ ἄρχοντες διὰ τῆς παραβάσεως τῆς ἐντολῆς ἐνεκάθισαν εἰς τὴν καρδίαν καὶ εἰς τὸν νοῦν καὶ εἰς τὸ σῶμα τοῦ Ἀδὰμ ὡς εἰς θρόνον ἴδιον. λοιπὸν οὖν διὰ τοῦτο ἦλθεν ὁ κύριος καὶ ἔλαβεν ἐκ τῆς παρθένου τὸ σῶμα. εἰ γὰρ ἠθέλησε γυμνῇ τῇ θεότητι κατελθεῖν, τίς ἠδύνατο ὑπενεγκεῖν; ἀλλὰ διὰ τοῦ ὀργάνου τοῦ σώματος λαλεῖ τοῖς ἀνθρώποις. λοιπὸν οὖν τὸ σῶμα, εἰς ὃ ἐνεκαθέζοντο τὰ πονηρὰ πνεύματα, ἀπεξέδυσεν ὁ κύριος καὶ ἐνεδύσατο τὸ σῶμα «ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» καὶ ἐποίησεν ἐκεῖνο τὸ σῶμα ἴδιον θρόνον τοῦ πνεύματος αὐτοῦ. ὥσπερ καὶ ἡ Μαρία λέγει ὅτι «ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός». «καθεῖλε δυνάστας ἀπὸ θρόνων», τὰ ἀρχοντικὰ πνεύματα τῆς πονηρίας ἀπὸ τῶν θρόνων τῶν νοημάτων καὶ τῶν λογισμῶν, ὅπου ἐνεπολιτεύοντο, καθεῖλε καὶ ἐκαθάρισε τὴν συνείδησιν ὁ κύριος καὶ ἑαυτῷ θρόνον ἐποίησε τὸν νοῦν καὶ τὸ σῶμα καὶ τοὺς λογισμούς. Ἐρώτησις. Τί οὖν ἐστιν ὃ εἶπε· «καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ»; Ἀπόκρισις. Τοῦτο εὑρίσκομεν ὅτι ἐπὶ τῆς γῆς ἐγένετο, ὅτε ἀνελήφθη ὁ κύριος εἰς τοὺς οὐρανούς. ἔπεμψε γὰρ τὸ πνεῦμα τὸ παράκλητον ἐπὶ τοὺς δώδεκα ἀποστόλους, τὴν ἁγίαν αὐτοῦ δύναμιν, ἥτις ἐλθοῦσα κατεσκήνωσε καὶ ἐνεκαθέσθη εἰς τοὺς θρόνους τῶν νοημάτων αὐτῶν. καὶ ἴδε οἱ παρεστῶτες λέγουσιν· «ὅτι γλεύκους μεμεστωμένοι εἰσί». λοιπὸν ἤρξατο Πέτρος κρίνειν αὐτούς, λέγων περὶ τοῦ Ἰησοῦ ὅτι" 1ἄνδρα δυνατὸν ἐν λόγῳ καὶ ἐν σημείοις ὑμεῖς ἐσταυρώσατε κρεμάσαντες ἐπὶ ξύλου" 2, καὶ ποιεῖ θαυμάσια καὶ διαρρήσσει τοὺς λίθους τῶν μνημείων καὶ ἐγείρει τοὺς νεκρούς. γέγραπται δὲ ὅτι· «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες» καὶ νῦν πληροῦται. ἦλθον οὖν εἰς μετάνοιαν κατηχηθέντες ὑπὸ τοῦ Πέτρου πολλοί, ὡς γενέσθαι κόσμον θεοῦ ἐκλεκτόν.
4.17.2
Ὁρᾷς πῶς ἀρχὴ κρίσεως τότε γέγονεν, ἐκεῖ γὰρ ἐφάνη κόσμος καινός. ὧδε δὲ ἐδόθη αὐτοῖς ἐξουσία τοῦ καθεσθῆναι ἐν τῷ κόσμῳ τούτῳ καὶ κρῖναι καίτοι μελλόντων αὐτῶν καθέζεσθαι καὶ ποιεῖν κρίσιν ἐπὶ τῆς παρουσίας αὐτοῦ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν, ὧδε γίνεται τοῦ ἁγίου πνεύματος καθεσθέντος ἐν τῷ θρόνῳ τῶν νοημάτων αὐτῶν. ἀλλὰ καὶ τὰ διαδήματα, ἅπερ λαμβάνουσιν οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι, οὐκ εἰσὶ κτίσματακαὶ οἱ λέγοντες κακῶς λέγουσιν, ἀλλὰ ταῦτα τὸ πνεῦμα μεταμορφούμενον ὑποδεικνύει. τί λέγει ὁ ἀπόστολος περὶ Ἱερουσαλὴμ τῆς ἐπουρανίου, ὅτι «αὕτη ἐστὶ μήτηρ πάντων ἡμῶν», εἰς ἣν ὁμολογοῦμεν. περὶ δὲ τοῦ ἐνδύματος, οὗ φοροῦσιν οἱ Χριστιανοί, δηλονότι αὐτὸ τὸ πνεῦμα ἀμφιάζει αὐτούς.
4.18.1
Ὥσπερ ἐάν τις ἔλθῃ εἰς οἴκους βασιλικοὺς καὶ ἴδῃ τὰς ἐκεῖ ἱστορίας καὶ τὰ κάλλη, ἀλλαχοῦ θησαυροὺς ἀποκειμένους, καὶ ἀνακλιθῇ μετὰ τοῦ βασιλέως καὶ παρατεθῇ ἐδέσματα καὶ πόματα ἡδύτατα καὶ ἀναπαυθῇ παντοίως εἰς τὰς θεωρίας καὶ τὰ κάλλη, μετὰ ταῦτα δὲ ἀποσπασθεὶς ἔνθεν εὑρεθῇ εἰς δυσώδεις τόπους, λοιπὸν ἄρχεται ἐκχέειν δάκρυα ὡς ἀπὸ τοιούτων τόπων εἰς σκοτεινοὺς
4.18.2
καὶ δυσώδεις τόπους ἀπαχθείς. ἢ ὥσπερ ἵνα ᾖ τις ὡραία καὶ σοφωτάτη καὶ πλουσιωτάτη ὑπὲρ πάσας, καὶ ἀναλάβῃ ἄνδρα πενιχρὸν καὶ ταπεινόν, δυσειδῆ, ἐνδεδυμένον ῥάκη, καὶ ἀποδύσῃ αὐτὸν τὰ ῥυπαρὰ ἐνδύματα καὶ ἐνδύσῃ βασιλικὴν ἐσθῆτα καὶ θῇ αὐτῷ διαδήματα καὶ γένηται αὐτῷ κοινωνική, λοιπὸν ἄρχεται ὁ πτωχὸς πτοεῖσθαι καὶ ξενίζεσθαι λέγων·" 1ἐμοὶ τῷ ταλαιπώρῳ καὶ ταπεινῷ καὶ μετρίῳ τοιαύτη κοινωνικὴ ἐδόθη;" 2 οὕτως ὁ θεὸς τῷ ταπεινῷ καὶ ταλαιπώρῳ ἀνθρώπῳ ἐποίησεν. ἔγευσεν αὐτὸν ἄλλου αἰῶνος, ἄλλης τρυφῆς ἡδυτάτης, ἔδειξεν αὐτῷ δόξας καὶ κάλλη βασιλικά, ἄρρητα, ἐπουράνια, καὶ λοιπὸν ὁ ἄνθρωπος συγκρίνων ἐκεῖνα τὰ πνευματικὰ τοῖς τοῦ αἰῶνος τούτου, πάντα ἀποβάλλει, εἴτε βασιλέα βλέπει εἴτε δυνάστας εἴτε σοφούς, ὅλα σικχαίνει πρὸς ἐκεῖνον τὸν θησαυρὸν τὸν ἐπουράνιον· ἐπειδὴ γὰρ «ὁ θεὸς ἀγάπη ἐστίν», ἐδέξατο τὸ νοερὸν καὶ θεῖον πῦρ τοῦ Χριστοῦ καὶ ἀνεπαύθη καὶ ἐχάρη, καὶ ἐκεῖ ἐστιν ἀποδεδεμένος.
4.19.1
Ἐρώτησις. Σύνεστιν ὁ σατανᾶς τῷ θεῷ εἴτε ἐν τῷ ἀέρι εἴτε ἐν ἀνθρώποις; Ἀπόκρισις. Ὁ ἥλιος οὗτος κτίσμα ὤν, καταλάμπων εἰς βορβορώδεις τόπους τί βλάπτεται; πόσῳ μᾶλλον τὸ θεῖον συνὸν τῷ σατανᾷ οὔτε ῥυποῦται οὔτε μιαίνεται· ἐπέτρεψε δὲ εἶναι τὸ κακὸν εἰς γυμνασίαν τῷ ἀνθρώπῳ. πλὴν τὸ κακὸν ἐσκότωται καὶ τετύφλωται καὶ οὐ δύναται ἰδεῖν τὸ καθαρὸν καὶ λεπτὸν τοῦ θεοῦ. εἰ δὲ λέγεις ἴδιον τόπον ἔχειν τὸν σατανᾶν καὶ ἴδιον τὸν θεόν, ποιεῖς αὐτὸν μὴ ἐν παντὶ ὄντα καὶ περιγραπτὸν εἰς ἐκεῖνον τὸν τόπον, ἔνθα κατοικεῖ. ἡμεῖς δὲ λέγομεν τὸν θεὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον καὶ πάντα ἐν αὐτῷ εἶναι, καὶ μὴ μιαίνεσθαι τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοῦ. μὴ γάρ, ἐπειδὴ ὁ οὐρανὸς καὶ ὁ ἥλιος καὶ τὰ ὄρη ἐν αὐτῷ τῷ θεῷ εἰσι καὶ δι' αὐτοῦ συνεστήκασι, μὴ καὶ αὐτὰ θεὸς ἐγένετο; τὰ δημιουργήματα εἰς τὴν ἰδίαν τάξιν πέπηκται, καὶ ὁ δημιουργὸς συνὼν τοῖς κτίσμασι θεός ἐστι. Ἐρώτησις. Ἐπειδὴ ἡ ἁμαρτία «μεταμορφοῦται εἰς ἄγγελον φωτὸς» καὶ παρόμοια τῆς χάριτος φέρει, πῶς ἵνα νοήσῃ ἄνθρωπος «τὰς μεθοδείας τοῦ διαβόλου», καὶ πῶς δέξηται καὶ διακρίνῃ τὰ τῆς χάριτος; Ἀπόκρισις. Τὰ τῆς χάριτος χαρὰν ἔχει, εἰρήνην, ἀγάπην, ἀλήθειαν, καὶ ὅταν δέξηται τὴν ἀλήθειαν, ἀναγκάζει τὸν ἄνθρωπον ἀλήθειαν ἐπιζητεῖν. τὰ δὲ τῆς ἁμαρτίας ἀειδή ἐστι, τεταραγμένα, οὐκ ἔχει ἀγάπην καὶ χαρὰν πρὸς τὸν θεόν. ὥσπερ ἐστὶν ἡ πικρὶς ὁμοία τῆς θρίδακοςἀλλὰ τὸ μὲν γλυκύ, τὸ δὲ πικρὸν εἶναι καὶ παρόμοιον, οὕτω καὶ ἐν αὐτῇ τῇ χάριτι ἔστιν ὁμοίωμα
4.20.2
ἀληθείας καὶ ἔστιν αὐτὴ ἡ ὑπόστασις τῆς ἀληθείας. οἷον ἔστιν ἡ αὐγὴ τοῦ ἡλίου καὶ αὐτὸς ὁ κύκλος, ἄλλως ἡ αὐγὴ φαίνει καὶ ἄλλως τὸ φῶς τὸ ἀποκείμενον ἐν τῷ κύκλῳ. ἔστι λύχνος ἅπτων εἰς οἶκον, ἄλλος ἐστὶν ἅπτων πανταχοῦ. ἄλλη οὖν ἡ αὐγὴ ἡ ἁπτομένη ἐν αὐτῷ τῷ λύχνῳ, λαμπροτέρα καὶ φαιδροτέρα. οὕτως ἐστίν, ὅτε ὡς μακρόθεν αὐτοῦ ὁράσεις τινὰς βλέπει ὁ ἄνθρωπος καὶ χαίρει ἐν αὐταῖς ταῖς ὁράσεσι, καὶ ἔστιν ἄλλος καὶ εἰσέρχεται εἰς αὐτὸν ἡ δύναμις τοῦ θεοῦ καὶ κατέχει αὐτοῦ τὰ μέλη καὶ τὴν καρδίαν καὶ αἰχμαλωτίζει τὸν νοῦν
4.20.3
εἰς ἀγάπην θεοῦ. τὸν Πέτρον ὅτε ἐκράτησαν καὶ ἔβαλον εἰς φυλακήν, ὡς ἦν αὐτὸς ἐγκεκλεισμένος, ἦλθεν ἄγγελος καὶ διέρρηξε τὰ δεσμὰ αὐτοῦ καὶ ἐξέβαλεν αὐτόν, καὶ αὐτὸς ὥσπερ ἐν ἐκστάσει ὢν ἐνόμιζεν ὅραμα εἶναι.
4.21.1
Ἐρώτησις. Καὶ πῶς πίπτουσιν οἱ ἐνεργούμενοι ὑπὸ χάριτος θεοῦ; Ἀπόκρισις. Αὐτοὶ οἱ λογισμοὶ οἱ καθαροὶ ἐν τῇ ἰδίᾳ φύσει αὐτοὶ ὀλισθαίνουσι καὶ πίπτουσιν. ἔρχεται γὰρ ἐπαίρεσθαι καὶ κατακρίνειν καὶ λέγειν·" 1σὺ ἁμαρτωλὸς εἶ" 2, ἔχει δὲ ἑαυτὸν δίκαιον. οὐκ οἶδας, τί λέγει Παῦλος· «ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι»; ἔχει γὰρ ἡ καθαρὰ φύσις τὸ ἐπαίρεσθαι. Ἐρώτησις. Εἰ δύναταί τις διὰ φωτὸς ἰδεῖν τὴν ἑαυτοῦ ψυχήν, ἐπειδή τινες τὴν ἀποκάλυψιν ἀναιροῦσι καὶ λέγουσι, διὰ γνώσεως καὶ αἰσθήσεως εἶναι τὴν ὅρασιν; Ἀπόκρισις. Ἔστιν αἴσθησις καὶ ἔστιν ὅρασις καὶ ἔστι φωτισμός. καὶ οὗτος ὁ ἔχων τὸν φωτισμὸν μειζότερός ἐστι τοῦ ἔχοντος τὴν αἴσθησιν. ἐφωτίσθη γὰρ ὁ νοῦς αὐτοῦ, ὅτι μερίδα τινὰ μειζοτέραν ἔλαβε παρὰ τοῦτον τὸν τὴν αἴσθησιν ἔχοντα, ἐπειδὴ εἶδέ τινα πληροφορίαν ἐν ἑαυτῷ ὁράσεων. πλὴν ἄλλο ἐστὶν ἀποκάλυψις καὶ ἄλλο φωτισμός. ἀνωτέρα δέ ἐστιν ἡ ἀποκάλυψις, ὅτι πράγματα μεγάλα καὶ μυστήρια θεοῦ ἀποκαλύπτεται τῇ ψυχῇ. Ἐρώτησις. Εἰ βλέπει τις διὰ φωτὸς θεϊκοῦ καὶ ἀποκαλύψεως τὴν ψυχήν; Ἀπόκρισις. Ὥσπερ οἱ ὀφθαλμοὶ οὗτοι βλέπουσι τὸν ἥλιον, οὕτω καὶ οἱ φωτισθέντες βλέπουσι τὴν εἰκόνα τῆς ψυχῆς, ἀλλὰ ταῦτα ὀλίγοι καὶ Χριστιανοί. Ἐρώτησις. Εἰ ἔχει μορφὴν ἢ εἰκόνα ἡ ψυχή; Ἀπόκρισις. Ἔχει εἰκόνα καὶ μορφὴν ὁμοιάζουσαν τῷ ἀγγέλῳ, ὥσπερ καὶ οἱ ἄγγελοι ἔχουσιν εἰκόνα καὶ μορφήν. καὶ ὥσπερ ὁ ἔξω ἄνθρωπος ἔχει εἰκόνα, οὕτω καὶ ὁ ἔσω ὁμοίαν τῷ ἀγγέλῳ ἔχει εἰκόνα καὶ οὐ τῷ ἔξω ἀνθρώπῳ. Ἐρώτησις. Εἰ ἄλλος ἐστὶ νοῦς καὶ ἄλλη ψυχή; Ἀπόκρισις. Ὥσπερ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα εἷς ἄνθρωπος λέγεται, οὕτω καὶ μέλη ψυχῆς ἐστι πολλά, νοῦς, συνείδησις, λογισμοὶ θέλημα κατηγοροῦντες καὶ ἀπολογούμενοι. ἀλλὰ ταῦτα εἰς ἕν εἰσιν ἀποδεδεμένα. μέλη ἐστὶ ψυχῆς, μία δέ ἐστι ψυχή, εἷς ὁ ἔσω ἄνθρωπος. ὥσπερ δὲ οἱ ἔξω ὀφθαλμοὶ βλέπουσι μακρὰν τὰς ἀκάνθας καὶ τοὺς κρημνοὺς καὶ τοὺς βόθρους, οὕτω καὶ ὁ νοῦς προβλέπει γοργότερος ὢν τῆς ἀντικειμένης δυνάμεως τὰς τέχνας καὶ τὰς ἐπισκευὰς καὶ προασφαλίζεται τὴν ψυχήν, ὡς ὀφθαλμὸς ὢν τῆς ψυχῆς. Οἱ Χριστιανοὶ ἄλλου αἰῶνός εἰσι, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, φωτεινοί, ὅμοιοι τοῦ πατρὸς αὐτῶν, τοῦ Ἀδὰμ τοῦ πνευματικοῦ, τοῦ φωτεινοῦ, ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως. οὔκ εἰσι τοῦ κόσμου τούτου, ἄλλου κόσμου εἰσίν· αὐτὸς γὰρ λέγει· «οὐκ ἐστὲ ἐκ τοῦ κόσμου
4.26.2
τούτου, ὡς ἐγὼ οὔκ εἰμι ἐκ τοῦ κόσμου τούτου». ὥσπερ γὰρ ἔμπορος ἀπὸ πολλῶν μονῶν ἀπερχόμενος καὶ πολυπλασιάζων αὐτοῦ τὴν ἐμπορίαν ἀποστέλλει τοῖς ἰδίοις ἐπὶ τῷ κτισθῆναι αὐτῷ παραδείσους, οἴκους, ἐνδύματα ἀναγκαῖα, καὶ ὅταν ἀναλύσῃ εἰς τὰ ἴδια, πάλιν πλοῦτον πολὺν ἐπιφέρεται, καὶ μετὰ πολλῆς χαρᾶς δέχονται αὐτὸν οἱ ἴδιοι αὐτοῦ, οὕτω πολλῷ μᾶλλον εἰς τὸ πνευματικόν, ὅσοι ἐμπορεύονται τὸν πλοῦτον τὸν ἐπουράνιον, οἴδασι τούτους οἱ συμπολῖται αὐτῶν, τουτέστι τῶν ἁγίων τὰ πνεύματα καὶ τῶν ἀγγέλων, καὶ θαυμάζουσιν ὅτι εἰς μέγα πλοῦτον ἐνέπεσον οἱ ἀδελφοὶ ἡμῶν ἐπὶ τῆς γῆς. ἔχοντες οὖν τὸν κύριον μεθ' ἑαυτῶν ἐν τῇ ἀναλύσει, ἐν πολλῇ χαρᾷ ἀπέρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ κυρίου ἐκεῖ, εὐτρεπίσαντες αὐτοῖς οἴκους καὶ παραδείσους, ἐνδύματα ὁλόλαμπρα καὶ πολυτελῆ.
4.27.1
Ὅτι καὶ οἱ πνευματικοὶ καὶ οἱ ἔχοντες χαρίσματα πίπτουσιν ἐπαιρόμενοι. Καὶ οἱ χρηστοὶ κατὰ φύσιν, ἐὰν μὴ ἀσφαλίσωνται, κατὰ μικρὸν δι' αὐτῆς τῆς χρηστότητος ὑποσύρονται, καὶ οἱ ἔχοντες σοφίαν δι' αὐτῆς τῆς σοφίας κλέπτονται. χρὴ οὖν ἐν πᾶσι τοῖς μέρεσι συγκεκερασμένον εἶναι τὸν ἄνθρωπον, τὸ χρηστὸν μετὰ τοῦ ἀποτόμου, τὸ σοφὸν μετὰ διακρίσεως, τὸν λόγον μετὰ τοῦ ἔργου, τὸ ὅλον πεποιθέναι ἐπὶ τὸν θεὸν καὶ μὴ ἐφ' ἑαυτόν.
4.27.2
Οἱ λέγοντες μὴ εἶναι ἁμαρτίαν ἐν ἀνθρώπῳ οὕτως εἰσὶν ὡς ὑπὸ πλημμύρας ὑδάτων πολλῶν καταπεποντισμένοι καὶ ἀπαγόμενοι καὶ λέγοντες" 1ἤχους ὑδάτων ἠκούσαμεν." 2 οὕτω καὶ οὗτοι καταπεποντισμένοι ὑπὸ τοῦ βυθοῦ τῆς κακίας καὶ τῶν κυμάτων οὐ λέγουσιν εἶναι ἐν τῷ νῷ αὐτῶν καὶ τοῖς λογισμοῖς τὴν ἁμαρτίαν.
4.27.3
Ἄλλοι εἰσὶν οἱ λόγον λαλοῦντες μὴ ἠρτυμένοι τῷ ἅλατι τῷ ἐπουρανίῳ, ὥστε διηγεῖσθαι περὶ τραπέζης βασιλικῆς καὶ μηδὲν φαγεῖν ἢ κτήσασθαι. ἄλλος δέ ἐστιν ὁ θεασάμενος αὐτὸν τὸν βασιλέα ἀνοιγέντων τῶν θησαυρῶν καὶ εἰσελθὼν καὶ κληρονομήσας καὶ φαγὼν καὶ πιὼν ἐκ τῶν ἐδεσμάτων τῶν πολυτελῶν.
4.27.4
Ὥσπερ δὲ ἵνα ᾖ μήτηρ ἔχουσα υἱὸν μονογενῆ, εὐειδέστατον, σοφόν, ἐφ' ᾧ ἔχει πάσας τὰς ἐλπίδας, καὶ συμβῇ τοῦτον θάψαι, πόνον ἔχει ἄπαυστον καὶ πένθος ἀπαραμύθητον, οὕτω καὶ ὁ νοῦς ὡς ἀποθανούσης τῆς ψυχῆς ἀπὸ
4.27.5
θεοῦ ὀφείλει ἔχειν πένθος καὶ πόνον καὶ δάκρυα ἄπαυστα, συντετριμμένην ἔχειν τὴν καρδίαν καὶ εἶναι ὑπὸ φόβον καὶ μέριμναν, ἔχειν πείναν καὶ δίψαν τοῦ ἀγαθοῦ πάντοτε. καὶ τὸν τοιοῦτον λοιπὸν διαδέχεται χάρις θεοῦ καὶ ἐλπίς, καὶ οὐκέτι ἐστὶν ἐν τῷ τοιούτῳ πένθει, ἀλλ' ὡς εὑρὼν τὸν θησαυρὸν χαίρει καὶ πάλιν τρέμει, μήπως ἀπολέσῃ αὐτόν. ἐπέρχονται γὰρ οἱ λῃσταί.
4.27.6
Ὥσπερ ἵνα τις εἰς πολλὰς λειτουργίας καὶ ζημίας ἐμπεσὼν μετὰ πολλοῦ καμάτου διαφύγῃ καὶ μετὰ ταῦτα ἐμπέσῃ εἰς περιουσίαν μεγάλην καὶ ὑπόστασιν πολλήν, καὶ οὗτος οὐκέτι δέδοικε ζημίας ἢ πενίαν διὰ τὸν πλεονάσαντα πλοῦτον, οὕτω καὶ οἱ πνευματικοί, πρῶτον διελθόντες εἰς τόπους φοβερούς, εἶτα μεμεστωμένοι χάριτος οὐκέτι δεδοίκασι τοὺς θέλοντας συλῆσαι αὐτούς, ἐπειδὴ ὁ πλοῦτος σύνεστιν αὐτοῖς, ἔχουσι δὲ φόβον, οὐ τὸν τῶν ἀρχαρίων τῶν φοβουμένων τὰ πονηρὰ πνεύματα, ἀλλὰ τὸν φόβον καὶ τὴν μέριμναν, πῶς διοικήσωσι
4.27.7
τὰ ἐμπιστευθέντα αὐτοῖς πνευματικὰ χαρίσματα. ἔχει δὲ οὗτος ἐξουδενωμένον ἑαυτὸν παρὰ πάντας τοὺς ἀνθρώπους, καὶ τοὺς ἁμαρτωλοὺς καὶ τοὺς ἀτάκτους, καὶ ὅσῳ εἰς πλοῦτον χάριτος καὶ φωτός ἐστι, τοσοῦτον ἔχει ἑαυτὸν πένητα καὶ ἐμφυτευθέντα ἐν αὐτῷ ὡς φυσικὸν τὸν τοιοῦτον λογισμόν, καὶ ὅσον εἰσβαίνει εἰς γνῶσιν θεοῦ τοσοῦτον ἔχει ἑαυτὸν ἰδιώτην, καὶ ὅσῳ μανθάνει ὡς μηδὲν εἰδὼς διάκειται. ταῦτα δὲ ἡ χάρις διακονοῦσα ὡς φύσιν τινὰ ἀπεργάζεται ἐν τῇ ψυχῇ.
4.27.8
Ὥσπερ ἵνα ᾖ παιδίον ὑπὸ νεανίσκου ὀξυδρόμου βασταζόμενον οὐκέτι τὸ παιδίον ὃ θέλει πράσσει, ἀλλ' ὁ βαστάζων αὐτὸ περιφέρει ὡς θέλει, οὕτω καὶ ἡ κατὰ βάθος ἐνεργοῦσα χάρις βαστάζει τὸν νοῦν καὶ ἀναφέρει εἰς τοὺς οὐρανοὺς καὶ ἀναφέρει εἰς τὸν ἴδιον κόσμον, εἰς τὴν τελείαν κατάπαυσιν.
4.28.1
Οἱ γὰρ Χριστιανοὶ οὐδὲ ἐν τοῖς θλιβεροῖς πράγμασιν ἄχθονται ἢ λυποῦνται. ἐὰν ἐξετασθῶσιν ἐν πενίᾳ καὶ κακουχίᾳ ἢ ἐν ἀστοχήμασιν, οὐκ ὀφείλουσιν ἀηδίζεσθαι, ἀλλὰ μᾶλλον χαίρειν καὶ προτιμᾶν τὴν πενίαν ἀντὶ πλούτου, τὴν νηστείαν ἀντὶ τρυφῆς, τὴν ἀδοξίαν ἀντὶ δόξης. καὶ πάλιν ὅταν ἐμπέσωσιν εἰς πράγματα τρυφηλὰ καὶ ἔνδοξα τοῦ βίου τούτου, ἅπερ προτρέπεται αὐτοὺς εἰς ἀνάπαυσιν ἐλθεῖν τὴν φαινομένην ἢ δόξαν ἢ πλοῦτον ἢ τρυφήν, οὐκ ὀφείλουσιν ἥδεσθαι ἐν τούτοις καὶ ἐπαναπαύεσθαι, ἀλλὰ μᾶλλον ἀποφεύγειν ὡς ἀπὸ πυρός. Τιμία γάρ ἐστιν ἡ ψυχὴ ὑπὲρ ὅλα τὰ δημιουργήματα. μόνος γὰρ ὁ ἄνθρωπος κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ἐγένετο. ἰδοὺ γὰρ ὁ οὐρανὸς οὗτος πόσος ἐστὶν ὑπερμεγέθης καὶ ἡ γῆ, ὡς τίμια σκεύη τῶν κτισμάτων, ἀλλ' ὁ ἄνθρωπος παρὰ πάντα κτίσματα τίμιός ἐστιν, ἐπειδὴ εἰς αὐτὸν μόνον εὐδόκησεν ὁ κύριος, εἰ καὶ τὰ κήτη τῆς θαλάσσης καὶ τὰ ὄρη καὶ τὰ θηρία εἰς τὸ φαινόμενον μείζω αὐτοῦ εἰσι. «ποιήσωμεν, γάρ φησιν ὁ θεός, ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν». βλέπε οὖν σοῦ τὸ ἀξίωμα, πῶς εἰ τίμιος καὶ παρ' ἀγγέλους, ὁπότε αὐτὸς δι' ἑαυτοῦ εἰς σὴν πρεσβείαν καὶ λύτρωσιν παρεγένετο ἐπὶ τῆς γῆς.
4.29.2
Ὁ θεὸς οὖν καὶ οἱ ἄγγελοι εἰς τὴν σὴν λύτρωσιν καὶ σωτηρίαν ἦλθον. βασιλεὺς υἱὸς βασιλέως συμβούλιον ἐποιήσατο καὶ ἐλθὼν ἔθηκε τὴν ψυχὴν αὐτοῦ ἐπὶ τοῦ σταυροῦ. καὶ τοσαύτη ἐστὶν ἀγάπη θεοῦ πρὸς ἄνθρωπον, ὅτι ὁ ἀθάνατος σταυροῦται διὰ σέ. «οὕτω γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὅτι τὸν υἱὸν αὐτοῦ μονογενῆ ἔδωκεν» ὑπὲρ αὐτοῦ· «πῶς οὐχὶ καὶ σὺν αὐτῷ πάντα ἡμῖν χαρίσηται»; καὶ ἀλλαχοῦ πάλιν λέγει· «ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν». καὶ γὰρ Ἐλισσαῖος ὅτε ἦν εἰς τὸ ὄρος καὶ ἦλθον κατ' αὐτοῦ οἱ ἀλλόφυλοι, τὸ παιδίον ἔλεγε·" 1πολλοὶ ἔρχονται καθ' ἡμῶν. καὶ ἡμεῖς μόνοι ἐσμέν·" 2 ἀπεκρίνατο Ἐλισσαῖος·" 1οὐχ ὁρᾷς παρεμβολὰς καὶ πλήθη ἀγγέλων κύκλῳ ἡμῶν βοηθοῦντα ἡμῖν;" 2 ὁρᾷς ὅτι τὰ πάντα καὶ πλήθη ἀγγέλων σύνεστι τοῖς τοῦ θεοῦ δούλοις. πόση οὖν ἐστιν ἡ ψυχή, ὅτι ὁ θεὸς καὶ οἱ ἄγγελοι ταύτην ἐπιζητοῦσιν εἰς κοινωνίαν ἰδίαν καὶ εἰς τὴν βασιλείαν, καὶ ὁ σατανᾶς καὶ αἱ δυνάμεις αὐτοῦ ταύτην ἐπιζητοῦσιν εἰς τὸ ἴδιον μέρος.
4.29.3
Ἐν τοῖς φαινομένοις γὰρ ὁ βασιλεὺς οὐ διακονεῖται ὑπὸ ἀγελιμαίων, ἀλλ' ὑπὸ ὡραίων, πεπαιδευμένων, οὕτω καὶ εἰς τὸ ἐπουράνιον παλάτιον οἱ ἄμωμοι, οἱ ἀνεπίληπτοι, οἱ καθαροὶ τῇ προαιρέσει καὶ ὡραῖοι, μὴ ἔχοντες μῶμόν τινα, οἱ εὐειδέστατοι, ἐκεῖνοι εἰς κοινωνίαν βασιλέως ἀπέρχονται, οὕτω καὶ εἰς τὸ πνευματικόν· ψυχαὶ αἱ ἐν πᾶθεσιν ἤθεσι καὶ τρόποις χρηστοῖς κεκοσμημέναι αὗται κοινωνοῦσι τῷ ἐπουρανίῳ βασιλεῖ.
4.29.4
Εἰ εἰς τὸ φαινόμενον ὅπου ἀπέρχεται ἄρχων μεῖναι, καὶ συμβῇ ἐκείνην τὴν οἰκίαν ἔχειν ἀκαθαρσίαν, εὐτρεπίζεται καὶ διακόσμησις πολλὴ γίνεται καὶ ἀρώματα βάλλεται, πόσῳ μᾶλλον ὁ οἶκος τῆς ψυχῆς, εἰς ὃν ὁ κύριος ἀναπαύεται, πολλῆς διακοσμήσεως χρῄζει, ἵνα δυνηθῇ ἐκεῖ εἰσελθεῖν ὁ ἄμωμος καὶ ἄσπιλος καὶ ἀναπαυθῆναι· εἰς γὰρ τοιαύτην καρδίαν ὁ θεὸς καὶ ὅλη ἡ ἐπουράνιος ἐκκλησία ἐπαναπαύεται.
4.29.5
Ἐν γὰρ τοῖς φαινομένοις ἐὰν ἔχῃ πατὴρ κτήματα, ἔχῃ δὲ καὶ διαδήματα καὶ λίθους τιμίους, ταῦτα εἰς οἴκους ἀποθέτους κρύβει καὶ ταμιεύεται τῷ ἀγαπητῷ αὐτοῦ υἱῷ κἀκείνῳ δίδωσιν. οὕτω καὶ ὁ θεὸς τὴν ἰδίαν φύσιν μετὰ τῶν ἑαυτοῦ τιμίων ἐμπιστεύει τῇ ψυχῇ.
4.29.6
Εἰς τὸ φαινόμενον, ἐὰν ᾖ πόλεμος (καὶ ἔλθῃ ὁ βασιλεὺς μετὰ τοῦ στρατοῦ εἰς τὸ πολεμῆσαι), καὶ ἐὰν ᾖ τὸ ἓν μέρος ἐλάχιστον, εὐθέως ἀποστέλλει πρεσβείαν τὰ πρὸς εἰρήνην ζητῶν. ἐὰν δὲ ᾖ ἔθνος μέγιστον πρὸς ἔθνος μέγιστον, οἷον βασιλεὺς Περσῶν πρὸς βασιλέα Ῥωμαίων, ἀνάγκη ὅτι οἱ δύο βασιλεῖς μετὰ ὅλων τῶν στρατοπέδων κινοῦνται. βλέπεις ὁποῖον σοῦ ἐστι τὸ ἀξίωμα, ὅτι ὁ θεὸς ἐκινήθη μετὰ τοῦ ἰδίου στρατοπέδου, μετὰ τῶν ἀγγέλων καὶ τῶν πνευμάτων συμβαλεῖν τῷ ἀντικειμένῳ, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου. ὁ θεὸς παρεγένετο διὰ σέ.
4.29.7
Ὥσπερ ἵνα ᾖ βασιλεὺς καὶ εὕρῃ πτωχὸν ἔχοντα λέπραν εἰς ὅλα τὰ μέλη, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλὰ θῇ αὐτῷ φάρμακα εἰς ὅλα τὰ τραύματα καὶ ἰάσηται αὐτοῦ τὰς πληγὰς καὶ εἰς τράπεζαν βασιλικὴν ἀπενέγκῃ καὶ περιθῇ αὐτῷ πορφύραν καὶ ποιήσῃ αὐτὸν βασιλέα, οὕτω καὶ ὁ θεὸς ἐποίησε τῷ γένει τῶν ἀνθρώπων. ἀπέπλυνεν αὐτῶν τὰ τραύματα καὶ ἰάσατο αὐτοὺς καὶ εἰσ
4.29.8
ήγαγεν αὐτοὺς εἰς τὸν ἐπουράνιον νυμφῶνα. μέγα οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν τοιοῦτον, ὅτι ἀπ' ἀρχῆς (ἐξ οὗ ἐκτίσθη ὁ Ἀδάμ) ἕως τῆς συντελείας τοῦ κόσμου εἰ ἠγωνίζετο πρὸς τὸν σατανᾶν, οὐδὲν ἄξιον ἐποίει πρὸς τὸ δόμα, πρὸς τὴν δωρεὰν καὶ τὴν δόξαν, ἣν μέλλει κληρονομεῖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀντιπράττων καὶ ἀντιμαχόμενος.
4.29.9
Ἐὰν δὲ μετεωρίζῃ καὶ ἐκλύῃ, ἔοικας τινί; ὥσπερ γὰρ ἵνα ᾖ πόλις μὴ ἔχουσα τεῖχος καὶ οἱ λῃσταὶ ὅθεν θέλουσιν εἰσέρχονται μὴ ἐμποδιζόμενοι καὶ ἐρημοῦσι καὶ ἐμπυρίζουσιν, οὕτως ἀμελοῦντός σου καὶ μὴ ἑαυτῷ ὀργιζομένου εἰσέρχονται τὰ πνεύματα τῆς πονηρίας καὶ ἀφανίζουσι καὶ ἐρημοῦσι τὸν νοῦν, σκορπίζοντες τοὺς διαλογισμοὺς εἰς τὸν αἰῶνα τοῦτον.
4.29.10
Πολλοὶ γὰρ περὶ τὰ ἔξωθεν ἀκριβευόμενοι καὶ ἐπιστήμην ἀσκοῦντες καὶ βίου ὀρθοῦ ἐπιμελούμενοι τοῦτο νομίζουσιν εἶναι τὸ τέλειον, μὴ ἐγκύπτοντες εἰς τὴν ἑαυτῶν καρδίαν καὶ ὁρῶντες τὰ ἐκεῖ συνέχοντα τὴν ψυχὴν κακά. ἐπειδὴ ἡ ῥίζα τῆς κακίας ἐνδότερον τῶν μελῶν τοῦ σώματός ἐστι, καὶ ὁ λῃστὴς ἐν τῇ οἰκίᾳ ἐστί, τοῦτό ἐστιν ἡ ἐναντία δύναμις ὑποστατικὴ οὖσα νοερά, καὶ ἐὰν μή τις θῇ ἀγῶνα κατὰ τῆς ἁμαρτίας, κατὰ μέρος ὑπερεκχυνομένη ἡ ἔσωθεν κακία διὰ τὸν πλεονασμὸν φέρει τὸν ἄνθρωπον καὶ εἰς τὸ φανερὰς ἁμαρτίας κατεργάζεσθαι. ἐπειδὴ ὡς ὀφθαλμὸς πηγῆς ἐστι πάντοτε βρύων καὶ εὐθὺς οὐ γίνῃ ἐπὶ τὸ ἐπισχεῖν τὰ ῥεύματα, ἀλλὰ συντίθῃ καὶ συνηδύνῃ καὶ λοιπὸν ἐμπίπτων εἰς μυρία κακὰ ὡς θαμβούμενος εἶ καὶ ἔκφρων γενόμενος.
4.29.11
Ὃν τρόπον ἵνα ᾖ τις εὐγενής, ἀμέριμνος πλούσιος, καὶ τοῦτον οἱ διάκονοι τοῦ ἄρχοντος, οἱ ὀφφικιάλιοι, ἁρπάσουσιν ἀποφέροντες, πρὸς αὐτὸν λέγοντες ὅτι" 1κατηγορήθης ἐπὶ ἐγκλήματι καὶ θανάτῳ ὑπόκεισαι" 2, λοιπὸν ἐκ τοῦ φόβου ἀπώλεσεν ὅλας αὐτοῦ τὰς ἐνθυμήσεις καὶ ὥσπερ τεθαμβωμένος ἐστίν. οὕτως ὑπολάμβανέ μοι καὶ περὶ τῶν πνευμάτων τῆς πονηρίας.
4.29.12
Καὶ γὰρ ὁ φαινόμενος κόσμος ἀπὸ βασιλέως καὶ ἕως πτωχοῦ ἐν θορύβῳ εἰσὶ καὶ ἀκαταστασίᾳ καὶ μάχῃ, καὶ οὐδεὶς αὐτῶν οἶδε τὴν αἰτίαν, ἐπειδὴ οὐκ ἔστι φαινόμενον τὸ κακὸν τὸ παρεισελθὸν διὰ τῆς παρακοῆς τοῦ Ἀδάμ, «τὸ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία». ἡ γὰρ παρεισελθοῦσα δύναμις λογικὴ καὶ οὐσία νοερὰ τοῦ σατανᾶ ἐνέσπειρε πάντα τὰ κακά, ἐπειδὴ λεληθότως εἰς τὸν ἔσω ἄνθρωπον καὶ εἰς τὸν νοῦν ἐνεργεῖ καὶ μάχεται τοῖς λογισμοῖς, καὶ οὐκ οἴδασιν οἱ ἄνθρωποι, ὅτι ὑπὸ ἀλλοτρίας δυνάμεως ἐλαυνόμενοι ταῦτα πράττουσιν, ἀλλὰ νομίζουσι φυσικὰ ταῦτα εἶναι καὶ ἀπὸ ἰδίας φύσεως ταῦτα ποιεῖν. οἱ δὲ ἔχοντες τὴν εἰρήνην τοῦ Χριστοῦ ἐν αὐτῷ τῷ νῷ καὶ τὸν φωτισμὸν αὐτοῦ
4.29.13
οἴδασι, πόθεν ταῦτα κινεῖται. πάσχει γὰρ οὗτος ὁ κόσμος πάθος κακίας καὶ οὐκ οἴδασιν. ἔστι γὰρ πῦρ ἀκάθαρτον, ὅπερ ἀνάπτει τὴν καρδίαν καὶ οὕτω διατρέχει εἰς ὅλα τὰ μέλη καὶ προτρέπεται τοὺς ἀνθρώπους εἰς ἀσελγείας καὶ μυρία κακά. οἱ οὖν συγγαργαλιζόμενοι καὶ συνηδόμενοι ἔνδον ἐν τῇ καρδίᾳ ἐπιτελοῦσι τὴν πορνείαν, καὶ οὕτω νεμομένου τοῦ κακοῦ καταπίπτουσι καὶ εἰς φανερὰν πορνείαν. τὸ αὐτὸ νόει καὶ περὶ τῆς φιλαργυρίας καὶ
4.29.14
κενοδοξίας, τυφώσεως, ζήλου, θυμοῦ. ὥσπερ ἵνα τις κληθῇ εἰς ἄριστον καὶ παρατεθῇ ἐδέσματα πολλά. λοιπὸν ἡ ἁμαρτία ὑποβάλλει πάντων ἅψασθαι,
4.29.15
καὶ οὕτως ἡ ψυχὴ συνηδομένη βαρύνεται. ὄρη γάρ ἐστι δύσβατα ἐν μέσῳ καὶ ποταμοὶ καὶ πλῆθος δρακόντων καὶ θηρίων ἰοβόλων καὶ ἑρπετῶν. καὶ ὥσπερ ἵνα ᾖ κῆτος καὶ καταπίῃ τὸν ἄνθρωπον ἐν τῇ κοιλίᾳ, οὕτω καὶ ἡ ἁμαρτία καταπίνει τὰς ψυχάς. φλόγες πυρός εἰσι καίουσαι καὶ «βέλη πεπυ
4.29.16
ρωμένα». ἐνεμήθη γὰρ τὸ κακὸν ἐν ταῖς ψυχαῖς καὶ ἐθεμελίωσεν. οἱ δὲ φρόνιμοι, ὅταν ἐπαναστῇ τὰ πάθη, οὐχ ὑπακούουσιν, ἀλλὰ μετὰ τὸ ἄρξασθαι ὑποβάλλειν ἀπωθοῦνται καὶ ὀργίζονται ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἑαυτῶν ἔχοροι γίνονται. ὁ γὰρ σατανᾶς πολὺ θέλει τῇ ψυχῇ ἐπαναπαυθῆναι καὶ ἐφαπλωθῆναι,
4.29.17
καὶ θλίβεται καὶ στενοχωρεῖται μὴ ὑπακουούσης αὐτῆς τῆς ψυχῆς. εἰσὶ δέ τινες κρατούμενοι ὑπὸ θείας δυνάμεως, οἱ ἐὰν ἴδωσι νέον μετὰ γυναικός, εἰ καὶ οὐ λογίζονταί τινα ὅλως, οὐδὲ μιαίνεται ὁ νοῦς αὐτῶν, οὐδὲ ἐπιτελοῦσιν ἔνδον ἁμαρτίαν, ἀλλ' οὔπω ἐστὶ τῷ τοιούτῳ πράγματι θαρρῆσαι. εἰσὶ δὲ ἄλλοι, εἰς οὓς τελείως πέπαυται τὰ πάθη καὶ κατεσβέσθη καὶ ἐξηράνθη· ἀλλὰ τὰ μέτρα ταῦτα τῶν μεγάλων εἰσίν.
4.29.18
Ὥσπερ οἱ ἔμπειροι γυμνοὶ κατέρχονται εἰς βυθὸν θαλάσσης καὶ εἰς θάνατον τοῦ ὕδατος, ἵνα ἐκεῖ εὕρωσι μαργαρίτας προχωροῦντας εἰς τὸν στέφανον τοῦ βασιλέως καὶ εἰς τὴν πορφύραν, οὕτω καὶ οἱ μονάζοντες γυμνοὶ ἐξέρχονται ἐκ τοῦ κόσμου καὶ κατέρχονται εἰς βυθὸν θαλάσσης τῆς κακίας καὶ εἰς τὴν ἄβυσσον τοῦ σκότους καὶ ἀπὸ τῶν βαθέων λαμβάνουσι καὶ ἀναφέρουσι λίθους τιμίους καὶ μαργαρίτας προχωροῦντας εἰς τὸν στέφανον τοῦ Χριστοῦ, εἰς τὴν ἐκκλησίαν τὴν ἐπουράνιον, εἰς αἰῶνα καινὸν καὶ πόλιν φωτεινὴν καὶ δῆμον ἀγγελικόν.
4.29.19
Ὥσπερ γὰρ ἐν τῇ σαγήνῃ πολλὰ εἴδη ἐμπίπτει, καὶ τὰ ἀχρηστότερα πάλιν ὁ θηρατὴς εἰς τὸν βυθὸν ῥίπτει, οὕτω καὶ ἡ σαγήνη τῆς χάριτος ἐφαπλοῦται εἰς πάντας καὶ ζητεῖ ἀνάπαυσιν, καὶ οἱ ἄνθρωποι οὐχ ὑπακούουσιν· διὰ τοῦτο πάλιν εἰς αὐτὸν τὸν βυθὸν τοῦ σκότους ῥίπτονται.
4.29.20
Ὥσπερ γὰρ ὁ χρυσὸς ἀπὸ πολλῆς ἄμμου πλυνόμενος εὑρίσκεται ὡς κέγχρος,
4.29.21
οὕτω καὶ ἀπὸ πολλῶν ὀλίγοι εἰσὶ δόκιμοι, ἐπειδὴ οἱ ἔχοντες τὸ ἔργον τῆς βασιλείας φανεροί εἰσι καὶ οἱ κοσμοῦντες τὸν λόγον αὐτῶν φαίνονται, ὁμοίως δὲ καὶ οἱ ἠρτυμένοι τῷ ἅλατι τῷ ἐπουρανίῳ καὶ ἐκ τῶν θησαυρῶν τοῦ πνεύματος λαλοῦντες. καὶ φαίνεται σκεύη, ἐν οἷς ὁ θεὸς εὐδοκεῖ καὶ δίδωσι τὴν ἑαυτοῦ χάριν. καὶ ἄλλοι μετὰ πολλῆς ὑπομονῆς δέχονται τὴν ἁγιαστικὴν δύναμιν, καθὼς ὁ κύριος θέλει πολυτρόπως. ὁ οὖν λαλῶν, ἐὰν μὴ ᾖ ὁδηγούμενος ὑπὸ φωτὸς οὐρανίου καὶ σοφίας, οὐ δύναται πληροφορεῖν τὸν ἑκάστου νοῦν, ἐπειδὴ πολλαί εἰσιν αἱ προαιρέσεις, αἱ μὲν ἐν πολέμῳ, ἄλλαι ἐν ἀναπαύσει.
4.29.22
Ὥσπερ ἵνα ᾖ πόλις ἠρημωμένη, καὶ θέλῃ τις ταύτην ἀνακτίσαι, εὐθέως τὰ ὑπεκρεύσαντα καὶ καταπεσόντα τελείως καταβάλλει, καὶ οὕτως ἄρχεται σκάπτειν καὶ προβάλλεσθαι τὴν οἰκοδομήν· οὔπω δέ ἐστιν ἡ οἰκία. ἢ ὥσπερ τις παράδεισον οἰκοδομεῖ εἰς τόπους ἐρήμους καὶ δυσώδεις, πρῶτον ἄρχεται καθαρίζειν καὶ φραγμὸν περιτιθέναι καὶ ἑτοιμάζειν ὀχετοὺς καὶ φυτεύειν, ἵνα μετὰ πολὺν χρόνον ἐξενέγκῃ καρποὺς ὁ παράδεισος, οὕτω καὶ αἱ προαιρέσεις τῶν ἀνθρώπων μετὰ τὴν παράβασιν κεχερσωμέναι εἰσίν, ἠρημωμέναι, ἀκανθώδεις· εἶπε γὰρ αὐτῷ ὁ θεός· «τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ». χρεία οὖν καμάτου καὶ κόπου πολλοῦ, ἵνα τις ζητήσῃ καὶ θῇση τὸν θεμέλιον, ἕως οὗ ἔλθῃ εἰς τὰς καρδίας τὸ ἐπουράνιον πῦρ καὶ ἄρξηται περικαθαίρειν τὰς ἀκάνθαςκαὶ οὕτως ἄρχονται ἁγιάζεσθαι.
4.30.1
Οἱ λόγοι μὲν οἱ λεγόμενοι προτρεπτικοί εἰσι, προθυμοποιοῦντες τὴν ψυχήν, αὐτοὶ δὲ οὗτοι οἱ λόγοι ἔργων χρῄζουσιν. ἰδοὺ γὰρ γραφαὶ καὶ νόμος καὶ διδάσκαλοι καὶ ὁ θεὸς λαλοῦσι λόγους, ἵνα οὗτοι οἱ λόγοι ἐν ἔργῳ γένωνται τῇ
4.30.2
ψυχῇ. καὶ γὰρ ἐλθὼν ὁ κύριος ἐπὶ τῆς γῆς ἔργον ἐποίησεν ἐν αὐτῇ, εἰργάσατο γὰρ τὴν χερσωθεῖσαν γῆν καὶ ἐρημωθεῖσαν καὶ ἐξέβαλεν ἐξ αὐτῆς ἀκάνθας καὶ τριβόλους καὶ ἔλαβεν ἐξ αὐτῆς φυτὸν νέον καὶ ἐφύτευσεν ἐν αὐτῇ οὐράνιον φυτείαν καινήν. εἰ γὰρ ἤθελε γυμνῇ τῇ θεότητι κατελθεῖν ἐπὶ γῆς, οὔτε οἱ ἄνθρωποι ἠδύναντο ἰδεῖν τὴν δόξαν αὐτοῦ οὔτε αὐτὸς ὁ θάνατος ἠδύνατο ὑπενεγκεῖν οὔτε ὑποστῆναι ἡ κτίσις. ἀλλ' εἰς ἓν μέρος ἔθηκε τῆς δόξης αὐτοῦ τὸ μέγεθος καὶ ἐχρήσατο ἐργαλείοις γεωργικοῖς καὶ σχῆμα ἀνέλαβε γεωργοῦ, ὁμοίως δὲ καὶ ἐνδύματα ἐνεδύσατο τὰ σκεύη τοῦ σώματος καὶ τῆς ψυχῆς καὶ οὕτως εἰσελθὼν τὴν ἔρημον γῆν τῆς καρδίας εἰργάσατο. εἰ γὰρ τὴν δόξαν Μωϋσέως ὑπενεγκεῖν Ἰσραὴλ οὐκ ἠδυνήθη, πόσῳ μᾶλλον τὴν θεϊκὴν δόξαν οὐδεὶς ἐδύνατο ὑποστῆναι. ἀνέλαβεν οὖν σχῆμα γεωργοῦ καὶ ἔνδυμα ζευγηλάτου. ὥσπερ ἵνα ᾖ ἐργάτης καὶ λάβῃ τὰ ἐργατικὰ σκεύη καὶ τὰ τοῦ ἀρότρου καὶ οὕτω σκάψῃ τὴν γῆν, οὕτως ὁ κύριος λαβὼν τὸ ἔνδυμα τὸ ἐργατικὸν ἔβαλεν ἐργάτας εἰς τὴν γῆν καὶ εἰργάσατο καὶ ἔσκαψε κατὰ βάθους καὶ ἔβαλε σπόρον ἐπουράνιον.
4.30.3
Ὥσπερ γὰρ ἐν δικαστηρίῳ καθέζεται ὁ ἄρχων πρὸ βήματος καὶ λοιπὸν εἰς τὴν θύραν τίθεται παραπέτασμα, ἵνα οἱ ἔξωθεν προθυμότεροι ὦσι καὶ ἄφοβοι, οὕτως αὐτὴ ἡ θεότης ἐκρύβη εἰς τὴν ἀνθρωπότητα καὶ ὡς καλύμματι ἢ παραπετάσματι τοῦ ἀνθρώπου τῷ σώματι ἀπεχρήσατο. καὶ κελεύει ἔξωθεν καὶ γίνεται εἰς ἄλλο πρόσωπον. ἁλιεύς ἐστι βαλὼν τὸ δίκτυον εἰς τὸ βάθος τῆς θαλάσσης καὶ ἀπὸ τοῦ σκοτεινοῦ βάθους ἀνήνεγκε τὸν Ἀδάμ, καὶ ἴδε ἐπάνω τοῦ ὕδατος κολυμβᾷ.
4.30.4
Τίς γὰρ ἦν κάματος τῇ θεότητι, ὡς ἦν καθ' ἑαυτὴν γυμνή, ἀποκτεῖναι τὸν θάνατον; ἀλλὰ καὶ λαβὼν τὸ σῶμα μᾶλλον ὑβρίσθη καὶ ἔπαθεν. ἄλλως δὲ θαύμασον αὐτοῦ τὴν σοφίαν καὶ τὴν δόξαν, πῶς κατῆλθε νεκρὸν σῶμα καὶ αὐτὸν τὸν χοῦν καὶ τὰ ὀστᾶ καὶ τὰς ἁρμονίας τῇ τέχνῃ αὐτοῦ καὶ τῇ σοφίᾳ πάλιν συνέπηξεν, ἔσχισε λίθους καὶ ἀνέστησε σώματα νεκρά. κἀκεῖ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας κατεθεμάτισεν, ἐθριάμβευσε τὸν σατανᾶν καὶ ἐπάνω τοῦ τάφου πάλιν ὧδε ἐποίησε νίκην, καὶ ἐλυτρώσατο τὸν καταδεδουλωμένον Ἀδὰμ ἀπὸ τοῦ βαρυτάτου φορτίου τοῦ θανάτου. αὐτός ἐστι τὰ ὅπλα, αὐτός ἐστιν ὁ πολεμιστής, διὰ τούτου γὰρ νίκη δίδοται τῷ Ἀδάμ. ἴδε ὁποῖον ἔργον ἐλθὼν ὁ κύριος εἰργάσατο ἐπὶ τῆς γῆς καὶ ἐν τῷ ᾅδῃ κατελθών. ἐπειδὴ γὰρ μετὰ τὴν παράβασιν ἐφυτεύθη εἰς τὸν Ἀδὰμ πικρὸν δένδρον, ἦλθεν ὁ κύριος ἐκεῖνο ἐκριζῶσαι καὶ νέα φυτὰ ἐπουράνια στῆσαι. τούτους δὲ τοὺς λογισμοὺς ἐβάλομεν, ἵνα τις σὺν τῷ λόγῳ καὶ τοῦ ἔργου ἐπιλάβηται, ἵνα αὐτὸς οὗτος ὁ λόγος ἐνέργεια καὶ δύναμις γένηται.
4.30.5
Ὥσπερ γάρ ἐστι πόλις ἔχουσα τείχη, καὶ πάντα γέμει ἐν τῇ πόλει ἐν ταῖς ἀγοραῖς, καὶ ἐν αὐταῖς πρόσωπα βασιλέων ἐζωγραφημένα καὶ αὐτὴ ἡ πορφύρα τοῦ βασιλέως ἄλλοι διὰ χαλκοῦ ποιοῦσιν ὁμοιώματα ἀνδριάντων, ἄλλοι ποιοῦσιν εἰκόνας, ἕτεροι ζωγραφοῦσι θάλασσαν καὶ ἰχθύας, ἄλλοι ὁμοιώματα πτηνῶν καὶ προστιθέασιν αὐτοῖς πτερά, ἃ οὔτε ζῶσιν οὔτε πέτανται, ἄλλοι ζωγραφοῦσιν ἥλιον σὺν ταῖς ἄκτισιν, ἄλλοι ποιοῦσιν οὐρανὸν καὶ ἀστέρας. ἀλλὰ ταῦτα νεκρά ἐστι, μὴ ἔχοντα ψυχὴν μήτε δύναμιν κινοῦσαν αὐτά. ἄπελθε πρὸς τὴν εἰκόνα τοῦ βασιλέως καὶ λάλησον αὐτῇ, καὶ οὔτε ἀκούει οὔτε ἀποκρίνεταί σοι ἢ κινεῖται· οὐ γὰρ ἔχει ψυχὴν κινοῦσαν αὐτήν. ἄπελθε πρὸς τοὺς ζωγραφηθέντας ἀνδριάντας ἢ ἐν τῷ χαλκῷ ἢ ἐν τοῖς ξύλοις· ὁμοίως κἀκεῖ εὑρίσκεις νεκρὰς εἰκόνας μὴ ἐχούσας φωνὴν μηδὲ ψυχὴν ζῶσαν. θεωρεῖς ὄρνεα ἐζωγραφημένα, καὶ οὔτε ὁδεύει οὔτε πέταται. θεωρεῖς ἥλιον ἐζωγραφημένον καὶ ζήτησον παρ' αὐτοῦ φῶς, καὶ οὐκ ἔχει σοι δοῦναι. διὰ τί; ἐπειδὴ οὐκ ἔχει κινητικὴν ὑπόστασιν. οὕτω καὶ ὅλος ὁ Ἀδὰμ ἐκ τῆς παραβάσεως τῆς ἐντολῆς εἰκόνα μέν τινα εἶχε τοῦ πρώτου ἀνθρώπου, ψυχὴν δὲ ἐπουράνιον οὐκ εἶχεν οὔτε εἰκόνα θεϊκὴν ζῶσαν ἐν ἑαυτῷ. διὰ τοῦτο νεκρός ἐστιν ἀπὸ τοῦ θεοῦ καὶ οὔτε πτερὰ ἔχει, ἵνα πετασθῇ εἰς τὸν θεϊκὸν ἀέρα, οὔτε φῶς ἔχει ἵνα φωτισθῇ καὶ σχῇ κληρονομίαν μετὰ τοῦ ἐπουρανίου φωτός.
4.30.6
Εἰσῆλθε ζύμη παλαιὰ τοῦ σκότους καὶ ἐζύμωσεν ὅλον τὸν Ἀδάμ, ζύμη τοῦ ἐχθροῦ, καὶ ἔν τινι μέρει συνεφυράθη αὐτὸς ὁ Ἀδὰμ μετὰ τῆς κακίας. εἰκόνα μὲν εἶχε τοῦ πλάσματος τοῦ πρώτου, ἐν θεῷ δὲ ζῆν οὐκ ἠδύνατο καὶ οὐδεὶς τούτῳ ἴσχυσε δοῦναι ζωὴν ἢ δύναμιν οὔτε ψυχὴν κινοῦσαν αὐτόν, οὔτε Μωϋσῆς οὔτε προφῆται, μόνην δὲ σκιάν τινα ἔφερον καὶ ἐπαγγελίαν ὅτι ἔρχεται
4.30.7
ὁ λυτρωτής. ὥσπερ δὲ βασιλεὺς ὁρᾷ τὴν εἰκόνα αὐτοῦ καὶ προσεγγίζει αὐτῇ καὶ σπουδαίως προσέχει, ἐπειδὴ ἰδία αὐτοῦ ἐστιν εἰκών, οὕτω καὶ ὁ κύριος ἀπέστειλε τὴν εἰκόνα αὐτοῦ διὰ νόμου, ὕστερον δὲ ἐπηκολούθησεν αὐτὴ ἡ ὑπόστασις. γεγραμμένον γὰρ ἦν ἐν τῷ νόμῳ, ὅτι ὅπου ἂν εὑρεθῇ παλαιὰ ζύμη ἐξολοθρευθήσεται. οὕτως οὖν παραγενόμενος ὁ κύριος ἐπ' ἐσχάτων τῶν ἡμερῶν πᾶσαν τὴν παλαιὰν ζύμην τὴν ἐξαφανίσασαν τὸν νοῦν καὶ τὴν ψυχὴν τοῦ Ἀδὰμ ἐκαθάρισε καὶ ἐξωλόθρευσε καὶ ἔβαλε νέον προζύμιον εἰς τὴν γῆν τοῦ Ἀδὰμ καὶ πάλιν ἀνεζύμωσε τὸν Ἀδὰμ ζύμῃ ἐπουρανίῳ.
4.30.8
Εἰ οὖν οἱ λόγοι καλοί εἰσιν, ἀλλὰ σκία εἰσὶ τῶν ἀληθινῶν πραγμάτων. εἰκόνος γὰρ ζώσης χρεία, ἵνα ἐλθοῦσα ἡ ἐπουράνιος εἰκὼν τοῦ Χριστοῦ κερασθῇ μετὰ τῆς ψυχῆς, καὶ τότε δύναται ζῆν ἐν θεῷ, ἵνα λάβῃ πτερὰ ἐκεῖθεν τοῦ πνεύματος καὶ χεῖρας καὶ πόδας καὶ ὀφθαλμοὺς τοῦ περιπατεῖν εἰς ἀέρα θεϊκὸν καὶ ἰδεῖν τὸ φῶς τὸ οὐράνιον καὶ ἐργάζεσθαι ἔργον θεϊκόν. καὶ αὐτοὶ δὲ οἱ τεχνῖται οἱ τὰ εἴδωλα ποιήσαντες διὰ ξύλου καὶ χαλκωμάτων καὶ χρυσοῦ καὶ ἀργύρων ἐποίησαν εἰκόνας ἀνθρώπων καὶ ζῴων καὶ θηρίων. ἄπελθε ἐκεῖ ζήτησον· οὐ ψυχὴν εὑρίσκεις, οὐ φωνὴν ἀκούεις, ἵνα ἀποκρίνηταί σοι ὀφθαλμοὺς γὰρ ἔχουσι καὶ οὐ βλέπουσι, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν.
4.30.9
Ἔστη οὖν ὁ κύριος εἰς τὸ μέσον τοῦ στοιχείου τῆς γῆς, καὶ ἰδοὺ διὰ τῆς δυνάμεως αὐτοῦ ὅλον τὸν κόσμον συνήγαγε πρὸς ἑαυτόν. τὸ γὰρ φορτίον αὐτοῦ μεμέστωται παντοίων ἀγαθῶν. καὶ ἔστησε τὴν πανήγυριν αὐτοῦ πεπληρωμένην παντοίων εἰδῶν πολυτίμων βασιλικῶν. πάντα οὖν εὑρίσκεις ἐκεῖ, προτρέπεται πάντας καὶ συνάγει ὅλον τὸν Ἀδὰμ λέγων· πραγματευτής εἰμι καὶ ἡ πανήγυρίς μου γέμει. ἰατρός εἰμι καὶ ἔχω φαρμάκων εἴδη πολλά. ὁ χωλὸς λάβῃ φάρμακον τὸ ἰώμενον τὴν ἀσθένειαν αὐτοῦ καὶ ὁ κυλλὸς δέξεται φάρμακον τὸ ἰώμενον τὸ πάθος αὐτοῦ, ὁ τυφλὸς λάβῃ κολλύριον τὸ ἀνοῖγον τὴν πήρωσιν αὐτοῦ, ὁ νεκρὸς λάβῃ ψυχὴν τὴν κινοῦσαν αὐτὸν καὶ ζωοποιηθήσεται ἐκ τῆς νεκρώσεως αὐτοῦ.
4.30.10
Ὥσπερ γὰρ διὰ τοῦ σώματος τοῦ Ἀδάμ, τοῦ πρώτου ἀνθρώπου, κατέστρεψεν ὁ θάνατος ὅλον τὸν κόσμον καὶ ἀντῆρε καὶ ὑψηλοφρόνησεν, οὕτως πάλιν ὁ κύριος δι' αὐτοῦ τοῦ σώματος, οὗπερ ἀνέλαβε, κατεπάτησε καὶ ἦρε τὰ σκῦλα ἀπὸ τοῦ ἀνθρώπου, ἐλευθερώσας αὐτοὺς ἐκ τοῦ πικροῦ ζυγοῦ τῆς δουλείας, ἀπέστειλε γὰρ τὸ δίκτυον καὶ προσέδησε τὸ βάρος τοῦ σώματος, καὶ οὕτως κατῆλθεν εἰς τὰ καταχθόνια καὶ ἐποίησε πόλεμον πρὸς τὸν θάνατον καὶ ἀνήγαγεν ἐλεύθερον τὸν Ἀδάμ, καὶ κάτω οὖν αὐτὸς ἐποίησε τὴν νίκην καὶ ἄνω ἐπὶ τῆς γῆς αὐτὸς διὰ τοῦ σταυροῦ κατέκρινε τὴν ἁμαρτίαν.
4.30.11
Προσκολληθῶμεν οὖν αὐτῷ νυκτὸς καὶ ἡμέρας καὶ διακονήσωμεν ἑαυτοὺς καὶ εἰς πάντα μιμησώμεθα αὐτόν. ὥσπερ γὰρ σὺ τρέχεις ὀπίσω αὐτοῦ, οὕτω καὶ αὐτὸς κατελθὼν ἐξ ἁγίων οὐρανῶν ἦλθεν ὀπίσω σου εἰς ἀναζήτησιν καὶ ἔλαβε μορφὴν δούλου, ἵνα ἐκ τῆς δουλείας σε ῥύσηται, καὶ ἀφῆκε πλοῦτον καὶ ἔλαβε πτωχείαν, ἵνα σε ἐλευθερώσῃ ἐκ τῆς δουλείας τῆς πτωχείας ἐγεύσατο θανάτου ὁ ἀθάνατος, ἵνα σε τὸν τεθανατωμένον ζωοποιήσῃ ἐκ τοῦ θανάτου σου εἰσῆλθεν εἰς πάθη καὶ θλίψεις, ἵνα σε ἐκ τῶν παθῶν καὶ πειρασμῶν ῥύσηται. αὐτὸς γὰρ ὁ σατανᾶς νομίσας αὐτὸν ἄνθρωπον εἶναι ἀπῆλθε πειράσαι αὐτὸν καὶ τῷ σώματι αὐτοῦ ἐνόμιζεν ἐμπαίζειν, καὶ εὑρέθη δι' αὐτοῦ τοῦ σώματος ἐμπίπτων καὶ κατακρινόμενος.
4.30.12
Εἰσὶ δέ τινες, οἵτινες ἐὰν ἀναστῶσι διακονῆσαι ἀδελφοῖς, ὥσπερ βάρος ἡγοῦνται, κλεπτόμενοι ὑπὸ τῆς ἁμαρτίας. ἆρα οὐ βλέπεις ὅτι ὁ κύριος ἐλθὼν ὑπέδειξεν ὁδὸν καὶ εἰς τὸ σωματικὸν καὶ εἰς τὸ πνευματικόν; λαβὼν γὰρ λέντιον περιεζώσατο καὶ ἔνιψε τοὺς πόδας τῶν μαθητῶν. οὕτως εἶ λιθοκάρδιος, ὅτι οὐ κινεῖταί σου ἡ καρδία εἰς ζῆλον δικαιοσύνης καὶ ἐξακολουθεῖς τῷ κυρίῳ καὶ δουλεύεις τοῖς ἀδελφοῖς;
4.30.13
Περὶ τῶν υἱῶν Ζεβεδαίου λέγει ἡ μήτηρ αὐτῶν· κύριε, θέλω «ἵνα οἱ δύο μου υἱοὶ καθίσωσιν εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων». ἀπεκρίθη ὁ κύριος· «τοῦτο οὐκ ἔστιν ἐμόν», ἐπειδὴ μόνον τὰ περὶ αὐτῶν ἐζήτησεν. ὁ δὲ Πέτρος λέγει περὶ πάντων, ὡς μέλη ἴδια λογιζόμενος τοὺς ἀδελφούς, οὓς κοινωνοὺς ἐζήτησεν· «ἡμεῖς οἱ ἀφέντες πάντα καὶ ἀκολουθήσαντές σοι· τί ἕξωμεν»; ἀπεκρίθη ὁ κύριος αὐτῷ περὶ πολλῶν εἰπών· «ὑμεῖς οἱ ἀφέντες καὶ ἀκολουθήσαντές μοι καθήσεσθε ἐν τῷ καινῷ αἰῶνι ἐπὶ δώδεκα θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ». καὶ πάλιν· «ἑκατονταπλασίονα λήψεσθε ἐν τῷ νῦν αἰῶνι».
4.30.14
Πάντες οὖν οἱ ἀδελφοὶ ἑαυτοὺς ὡς ἴδια μέλη καὶ ἓν σῶμα λογιζώμεθα. ἓν γὰρ μέλος ἐσμὲν ἐν Χριστῷ οἱ πάντες. οὕτω γὰρ εὐδόκησεν ὁ θεός, ἵνα οἱ κάτω καὶ οἱ ἐπουράνιοι μία ἐκκλησία γένωνται εἰς ἕνα σύνδεσμον τῆς ἀγάπης. μὴ τὸ βρῶμα ἐὰν ἀπενέγκῃ ἡ χεῖρ εἰς τὸ στόμα, τῷ ἑνὶ μέλει ἐποίησεν; οὐχὶ ὅλῳ τῷ σώματι; οὕτως οἱ πολλοὶ ἀδελφοὶ ἕν εἰσιν ἐν Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 5. τ. 1 ΛΟΓΟΣ Εʹ.