Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
50.1.1
Ἡ ἀνθρωπεία φύσις ὑπὸ τὴν ἀπόφασιν τῆς ὀργῆς τοῦ θεοῦ γεγονυῖα, διὰ τὴν τοῦ πρωτοπλάστου Ἀδὰμ παράβασιν τῆς προτέρας ἐκείνης καθαρᾶς καὶ ἀπαθοῦς καταστάσεως ἐκπεσοῦσα καὶ τῇ κακίᾳ τῶν παθῶν συμπλακεῖσα καὶ ὑπ' αὐτῶν διὰ τῆς πλάνης τοῦ πονηροῦ καταδυναστευθεῖσα ἀδυνάτως ἔχει ἑαυτὴν
50.1.2
ἐξελέσθαι τῆς πικρᾶς τοῦ σκότους δουλείας. διὸ τῆς θείας καὶ οὐρανίου δυνάμεως χρεία γεγένηται ταύτῃ συνενωθῆναι καὶ συμπλακῆναι, ἵνα δι' αὐτῆς τὴν λύτρωσιν τῶν παθῶν καὶ βοήθειαν ἐν ταῖς ἀρεταῖς κτησαμένη ἐπὶ τὴν ἐργασίαν τῶν ἀρετῶν τῆς ἀρχαίας καθαρότητος καταντῆσαι δυνηθῇ, καὶ οὕτω τοὺς τῆς δικαιοσύνης καρποὺς ἐντελεῖς τῷ κυρίῳ ἀποδώσῃ. διὸ καὶ τοῦ κυρίου ἐπιδημία γεγένηται, προοικονομήσαντος διὰ πατέρων, διὰ προφητῶν, ἵνα τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ βοηθήσῃ καὶ διὰ τοῦ πνεύματος αὐτοῦ τὰς καρδίας τῶν πιστευόντων ἐργάσηται, ὅπως τοὺς οὐρανίους καρποὺς τῆς χάριτος ἐνεγκεῖν δυνη
50.1.3
θῶσιν. ἑκάστῳ γὰρ τῶν φαινομένων ἐὰν μὴ κοινωνήσῃ ἑτέρα τις ξένη φύσις εἰς βοήθειαν αὐτῆς τῆς ἐργασίας αὐτοῦ, καθ' ἑαυτὸ μόνον ἀνέργαστον καὶ ἀνεπιτήδειον καὶ ἄπορόν ἐστι κοσμήσεως, δι' ἑαυτοῦ μόνου τὴν διακόσμησιν τῆς εὐπρεπείας ἀδυνάτως ἔχον ἐπιτελεῖν. ἡ γὰρ ἄφραστος τοῦ θεοῦ σοφία μυστήρια καὶ τύπους διὰ τῶν φαινομένων κτισμάτων ἐπιδεικνύουσα ἀλλήλων χρῄζειν τῆς ἐργασίας εἰς τὴν διακόσμησιν ᾠκονόμησεν, ἀτελοῦς ἑκάστου καθ' ἑαυτὸ εἰς τὴν εὐπρέπειαν καὶ ἐργασίαν ἀποδεικνυμένου, εἰς τύπον τῆς ἀνθρωπίνης φύσεως ἐξ ἑαυτῆς μόνης τὴν διακόσμησιν τῶν τελείων ἀρετῶν καὶ τὴν πνευματικὴν εὐπρέπειαν τῆς ὡραιότητος ἄνευ τῆς θείας καὶ οὐρανίου δυνάμεως ἀδυνάτως ἐχούσης ἐπιδείξασθαι.
50.1.4
Ἐκ παραδειγμάτων δὲ τὴν πληροφορίαν δεξώμεθα. ἡ γῆ καθ' ἑαυτὴν μένουσα ἀνεπιτήδειός ἐστιν, ἐὰν μὴ λάβῃ διὰ τῶν γηπόνων τὴν ἐπιμέλειαν τῆς ἐργασίας, ἵνα πάσας τὰς ἀκάνθας καὶ τριβόλους ἐξ αὐτῆς καθαρίσωσι καὶ τὸν σπόρον καταθῶνται, εἶθ' οὕτω τὸν ἐξ οὐρανοῦ ὄμβρον ὑποδέξηται καὶ οὕτως διὰ ἀέρων καὶ ἡλίου οἱ ἐν αὐτῇ καρποὶ αὐξηθῶσιναὐτὴ γὰρ καθ' ἑαυτὴν ἀδυνάτως
50.1.5
ἔχει ἐντελεῖς τοὺς καρποὺς ἀποδοῦναι. ἢ ὥσπερ ἐὰν ᾖ οἶκος καὶ ᾖ ἐκ τῆς γῆς πᾶσα ἡ τούτου ἐπισκευή· χρῄζει αὐτοῦ τοῦ ἐξ οὐρανοῦ καὶ ἡλίου φωτός, ὅπερ οὐκ ἔστι τῆς φύσεως αὐτοῦ, ἵνα τὴν εὐπρέπειαν καὶ τὴν ὡραιότητα διὰ
50.1.6
τῆς ἐλλάμψεως τοῦ φωτὸς ἔχειν δύνηται. τὸν αὐτὸν τρόπον καὶ ἡ ἀνθρωπεία φύσις ὑπὸ τὴν ἁμαρτίαν τῶν παθῶν πεσοῦσα καὶ ἐν ἀσθενείᾳ τῶν ἀρετῶν γενομένη ἀδυνάτως ἔχει ἑαυτῇ βοηθῆσαι καὶ ἐκφυγεῖν ἀπὸ τῆς τῶν παθῶν καταδυναστείας, ἵνα καρποὺς τῶν ἀρετῶν τελείους τῷ ἐπουρανίῳ δε
50.1.7
σπότῃ ἀποδοῦναι δυνηθῇ. διὸ εὐδόκησεν ὁ ἀγαθὸς καὶ φιλάνθρωπος θεὸς τῇ πολλῇ αὐτοῦ χρηστότητι πλοῦτον ταῖς ψυχαῖς ἡμῶν τὸν πνευματικὸν ἡμῖν χαρίσασθαι, τουτέστι τὸ τοῦ Χριστοῦ πνεῦμα μὴ ὂν ἐκ τῆς ἡμετέρας φύσεως ἡμεῖς μὲν γάρ ἐσμεν κτίσμα, αὐτὸ δὲ ἀκτιστόν ἐστιν, ἵνα αὐτὸ τῇ ἰδίᾳ ἐπιστήμῃ καὶ τέχνῃ ἐργασάμενον καὶ γεωργῆσαν τῶν πιστῶν τὰς καρδίας εὐτρεπίσῃ τὰς ὅλῳ θελήματι ἑαυτὰς ἐπιδούσας τῷ πνευματικῷ γεωργῷ, ὅπως τὸν ἐξ οὐρανοῦ ὄμβρον τῆς χάριτος δεξάμεναι δυνηθῶσι τοὺς καρποὺς τοῦ πνεύματος καρποφορῆσαι καὶ τῆς δικαιοσύνης τὰ γεννήματα τῷ ἐπουρανίῳ δεσπότῃ ἐντελῆ ἀποδοῦναι καὶ τότε τὴν ἐξ οὐρανοῦ εὐλογίαν κληρονομῆσαι.
50.1.8
αὐτὸς γὰρ εὐδόκησε καὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐλλάμψαι, ὃς οὐκ ἔστιν ἐκ τῆς φύσεως τῆς ἡμετέρας, ἐν τῇ ἐσκοτισμένῃ ὑπὸ τῶν παθῶν τῆς ψυχῆς οἰκίᾳ, ἵν' οὕτω καὶ τὸ δεινὸν τῆς ἁμαρτίας σκότος φυγαδευθῆναι δυνηθῇ ἐκ τῆς ἀνθρωπίνης ὑποστάσεως καὶ τὸ κάλλος τῆς οἰκίας τῆς ψυχῆς φανερωθῆναι διὰ τῆς τοῦ πνευματικοῦ καὶ ἐπουρανίου φωτὸς ἐλλάμψεως, καὶ οὕτω τὴν ὡραιότητα καὶ τὴν εὐπρέπειαν καὶ πᾶσαν τῶν ἀρετῶν τὴν διακόσμησιν διὰ τοῦ θείου πνεύματος ἔχειν δύνηται, ὅταν ὁ τῆς δικαιοσύνης ἥλιος ὁ μὴ ὢν ἐκ τῆς φύσεως ἡμῶν ἐλλάμψῃ ἐν ἡμῖν κατὰ τὸ εἰρημένον· «ἵνα γένησθε θείας κοινωνοὶ φύ
50.1.9
σεως». ἡ ψυχὴ γὰρ ὑπὸ τὴν ἁμαρτίαν πεσοῦσα καὶ δεινῶς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων διὰ τῆς ἐνεργείας τῶν παθῶν ἀπόσκληρος καὶ πικρὰ γεγονυῖα, ἐκ τῆς προτέρας ἐκείνης καθαρᾶς καὶ μακαρίας καταστάσεως ἀπαλλοτριωθεῖσα, πάθη κακίας παρὰ τὴν καλὴν αὐτῆς φύσιν ἀνέλαβεν, ἅπερ οὐδεὶς δύναται ἀπ' αὐτῆς ἆραι καὶ εἰς τὴν ἀρχαίαν κατάστασιν τῆς καθαρότητος ἀποκαταστῆσαι εἰ μὴ τὸ ξένον τῆς ἡμετέρας φύσεως, ὅπερ ἐστὶν ἡ τοῦ θείου πνεύματος δύναμις. ἐπιφοιτήσασα γὰρ τῇ πιστῇ ψυχῇ πᾶσαν σκληρότητα καὶ πᾶν πονηρὸν καὶ ἐπείσακτον πάθος διαλύσει καὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν τῆς καθαρότητος τῶν ἀρετῶν ἀποκαταστήσει.
50.1.10
Ἐν καιρῷ χειμῶνος αἱ πικρίαι τῶν σκληρῶν ἀνέμων καὶ τὰ κρύη τῶν παγετῶν μεταβάλλει καὶ μεταποιεῖ τὴν γῆν ἀπὸ τῆς ἁπαλῆς φύσεως εἰς πολλὴν σκληρότητα καὶ τραχύτητα. ὁμοίως καὶ τὴν τῶν ὑδάτων ἁπαλωτάτην φύσιν διὰ τῆς πήξεως ἐξεργάζεται εἰς λίθου φύσιν· ὁρᾷς γὰρ ἐν τῷ καιρῷ τοῦ σφοδροῦ χειμῶνος καὶ τοὺς μεγίστους ποταμοὺς μάλιστα ἐν τοῖς ἀρκτικοῖς μέρεσιν εἰς πῆξιν καὶ ὁμοιότητα λίθου διὰ τῆς ψυχρότητος μεταποιουμένους, ὥστε καὶ ζῷα ἐπάνω τῶν ποταμῶν περιπατεῖν. οὔτε οὖν εἰς τὴν ἰδίαν τῆς φύσεως ἁπαλότητα ἀποκατασταθῆναι δύνανται οὔτε τινὲς ἀνθρώπων, εἰ καὶ πάντες ὁμοῦ συνέλθωσι διὰ τῆς ἰσχύος αὐτῶν ἀποκαταστῆσαι τούτους οἰκείᾳ τάξει δύνανται, διὰ τὸ ἑτέραν τινα φύσιν κρυώδη ἐπεισελθεῖν καὶ συμμιγῆναι τοῖς ὕδασι καὶ μεταβαλεῖν αὐτὰ εἰς λιθώδη τινὰ ἕξιν. καὶ τίς δύναται ταῦτα εἰς τὴν ἰδίαν τῆς ἁπαλότητος φύσιν ἀποκαταστῆσαι εἰ μὴ τὸ ξένον τῆς φύσεως αὐτῶν, ὅπερ ἐστὶν ὁ ἥλιος· τῇ ἰδίᾳ τῆς θερμότητος ἐνεργείᾳ εἰσερχόμενος διαλύσει πᾶσαν κρυώδη τῆς ψυχρότητος φύσιν καὶ εἰς τὴν ἰδίαν τῆς ἁπαλότητος ἕξιν καταστήσει
50.1.11
ἕκαστα. τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἄνθρωπος ὑπὸ τὴν ἁμαρτίαν γεγονὼς ἐκ τῆς ἀρχῆθεν παραβάσεως εἰς πικρὸν καὶ δεινὸν χειμῶνα τῶν πονη
50.1.8
τὸν ἐξ οὐρανοῦ ὄμβρον τῆς χάριτος δεξάμεναι δυνηθῶσι τοὺς καρποὺς τοῦ πνεύματος καρποφορῆσαι καὶ τῆς δικαιοσύνης τὰ γεννήματα τῷ ἐπουρανίῳ δεσπότῃ ἐντελῆ ἀποδοῦναι καὶ τότε τὴν ἐξ οὐρανοῦ εὐλογίαν κληρονομῆσαι.
50.1.9
αὐτὸς γὰρ εὐδόκησε καὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐλλάμψαι, ὃς οὐκ ἔστιν ἐκ τῆς φύσεως τῆς ἡμετέρας, ἐν τῇ ἐσκοτισμένῃ ὑπὸ τῶν παθῶν τῆς ψυχῆς οἰκίᾳ, ἵν' οὕτω καὶ τὸ δεινὸν τῆς ἁμαρτίας σκότος φυγαδευθῆναι δυνηθῇ ἐκ τῆς ἀνθρωπίνης ὑποστάσεως καὶ τὸ κάλλος τῆς οἰκίας τῆς ψυχῆς φανερωθῆναι διὰ τῆς τοῦ πνευματικοῦ καὶ ἐπουρανίου φωτὸς ἐλλάμψεως, καὶ οὕτω τὴν ὡραιότητα καὶ τὴν εὐπρέπειαν καὶ πᾶσαν τῶν ἀρετῶν τὴν διακόσμησιν διὰ τοῦ θείου πνεύματος ἔχειν δύνηται, ὅταν ὁ τῆς δικαιοσύνης ἥλιος ὁ μὴ ὢν ἐκ τῆς φύσεως ἡμῶν ἐλλάμψῃ ἐν ἡμῖν κατὰ τὸ εἰρημένον· «ἵνα γένησθε θείας κοινωνοὶ φύ
50.1.10
σεως». ἡ ψυχὴ γὰρ ὑπὸ τὴν ἁμαρτίαν πεσοῦσα καὶ δεινῶς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων διὰ τῆς ἐνεργείας τῶν παθῶν ἀπόσκληρος καὶ πικρὰ γεγονυῖα, ἐκ τῆς προτέρας ἐκείνης καθαρᾶς καὶ μακαρίας καταστάσεως ἀπαλλοτριωθεῖσα, πάθη κακίας παρὰ τὴν καλὴν αὐτῆς φύσιν ἀνέλαβεν, ἅπερ οὐδεὶς δύναται ἀπ' αὐτῆς ἆραι καὶ εἰς τὴν ἀρχαίαν κατάστασιν τῆς καθαρότητος ἀποκαταστῆσαι εἰ μὴ τὸ ξένον τῆς ἡμετέρας φύσεως, ὅπερ ἐστὶν ἡ τοῦ θείου πνεύματος δύναμις. ἐπιφοιτήσασα γὰρ τῇ πιστῇ ψυχῇ πᾶσαν σκληρότητα καὶ πᾶν πονηρὸν καὶ ἐπείσακτον πάθος διαλύσει καὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν τῆς καθαρότητος τῶν ἀρετῶν ἀποκαταστήσει.
50.1.11
Ἐν καιρῷ χειμῶνος αἱ πικρίαι τῶν σκληρῶν ἀνέμων καὶ τὰ κρύη τῶν παγετῶν μεταβάλλει καὶ μεταποιεῖ τὴν γῆν ἀπὸ τῆς ἁπαλῆς φύσεως εἰς πολλὴν σκληρότητα καὶ τραχύτητα. ὁμοίως καὶ τὴν τῶν ὑδάτων ἁπαλωτάτην φύσιν διὰ τῆς πήξεως ἐξεργάζεται εἰς λίθου φύσιν· ὁρᾷς γὰρ ἐν τῷ καιρῷ τοῦ σφοδροῦ χειμῶνος καὶ τοὺς μεγίστους ποταμοὺς μάλιστα ἐν τοῖς ἀρκτικοῖς μέρεσιν εἰς πῆξιν καὶ ὁμοιότητα λίθου διὰ τῆς ψυχρότητος μεταποιουμένους, ὥστε καὶ ζῷα ἐπάνω τῶν ποταμῶν περιπατεῖν. οὔτε οὖν εἰς τὴν ἰδίαν τῆς φύσεως ἁπαλότητα ἀποκατασταθῆναι δύνανται οὔτε τινὲς ἀνθρώπων, εἰ καὶ πάντες ὁμοῦ συνέλθωσι διὰ τῆς ἰσχύος αὐτῶν ἀποκαταστῆσαι τούτους οἰκείᾳ τάξει δύνανται, διὰ τὸ ἑτέραν τινα φύσιν κρυώδη ἐπεισελθεῖν καὶ συμμιγῆναι τοῖς ὕδασι καὶ μεταβαλεῖν αὐτὰ εἰς λιθώδη τινὰ ἕξιν. καὶ τίς δύναται ταῦτα εἰς τὴν ἰδίαν τῆς ἁπαλότητος φύσιν ἀποκαταστῆσαι εἰ μὴ τὸ ξένον τῆς φύσεως αὐτῶν, ὅπερ ἐστὶν ὁ ἥλιος· τῇ ἰδίᾳ τῆς θερμότητος ἐνεργείᾳ εἰσερχόμενος διαλύσει πᾶσαν κρυώδη τῆς ψυχρότητος φύσιν καὶ εἰς τὴν ἰδίαν τῆς ἁπαλότητος ἕξιν καταστήσει
50.1.12
ἕκαστα. τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἄνθρωπος ὑπὸ τὴν ἁμαρτίαν γεγονὼς ἐκ τῆς ἀρχῆθεν παραβάσεως εἰς πικρὸν καὶ δεινὸν χειμῶνα τῶν πονηρῶν πνευμάτων ἐμπέπτωκε, καὶ πάντες οἱ ἐναντίοι τῆς πονηρίας τῶν παθῶν ἄνεμοι εἰς τὴν ψυχὴν πνέουσι, καὶ ἡ τῆς δυνάμεως δὲ τοῦ σκότους ψυχρότης εἰς αὐτὴν ἐπεισελθοῦσα μετέβαλε τὴν ἱερὰν ἐκείνην καὶ καθαρὰν τῆς ἁπαλῆς καρδίας ἕξιν εἰς σκληρότητα ἀνυπότακτον φρονήματος σαρκικοῦ καὶ τῶν ἁγίων ἐντολῶν παράβασιν καὶ τὴν ἐν πάσῃ ἀρετῇ ὡραιότητος φύσιν εἰς πικράν τινα καὶ συνδεδεμένην ἕξιν μετεποίησε καὶ ἁπαξαπλῶς ἐκ τῆς ἀκεραίας ἐκείνης καὶ πραοτάτης καὶ ἐρασμίου τῆς ψυχῆς καταστάσεως εἰς λιθώδη καὶ συγκεχυμένην
50.1.12
καὶ πονηρὰν μεταβέβληκε ποιότητα. καὶ τίς δύναται ταύτην εἰς τὴν ἀρχαίαν ἐκείνην καὶ καθαρὰν καὶ ἁπαλωτάτην ἕξιν ἀποκαταστῆσαι καὶ τῷ τοῦ θεοῦ νόμῳ ἐν ἀληθείᾳ ὑποταγῆναι, ἐν πάσῃ τῇ τῶν ἐντολῶν ἀμώμῳ ἐργασίᾳ ποιῆσαι, εἰ μὴ τὸ ξένον τῆς φύσεως ἡμῶν, ὁ τῆς δικαιοσύνης ἥλιος Χριστός, εἰς αὐτὴν ἐλλάμψῃ ταῖς τῶν μαρμαρυγῶν αὐτοῦ ἡδυτάταις ἀκτῖσιν, ἵν' οὕτω δυνηθῇ τῇ ἰδίᾳ τοῦ ἐπουρανίου καὶ ἁγίου πυρὸς θερμότητι διαλῦσαι πᾶσαν τὴν πικρὰν τοῦ σκότους τῶν παθῶν κακίαν καὶ εἰς τὴν ἰδίαν ἀγαθότητα τῶν προτέρων ἀρετῶν ἀποκαταστῆσαι τὴν πιστὴν καὶ ὅλην ἑαυτὴν ἀποδοῦσαν τῷ κυρίῳ ψυχήν; ἐὰν μὴ γάρ τις τὸ ἴδιον θέλημα ἐξ ὁλοκλήρου παραστήσῃ τῷ κυρίῳ, κατὰ πάντα ἑαυτὸν ἀποδεδωκώς, οὐκ ἂν ἐκείνης τῆς λυτρώσεως καὶ καθαρότητος τεύξηται.
50.2.1
Μακάριοι τοιγαροῦν εἰσιν οἱ Χριστιανοὶ οἱ διὰ τῆς πίστεως αὐτῶν καὶ δεήσεως καὶ πολλῆς ἐν ἀρεταῖς σπουδῆς ταύτης τῆς ἀρρήτου καὶ αἰωνίου εὐεργεσίας τετυχηκότες καὶ τοῦ ἐπουρανίου ἀνθρώπου συμμέτοχοι γεγονότες καὶ τῶν ἐπουρανίων μυστηρίων τοῦ πνεύματος πείρᾳ καὶ αἰσθήσει τὴν γνῶσιν παραλαβόντεςοὗτοι κἂν ἐπὶ γῆς φαίνωνται τῷ σώματι περιπατοῦντες, «τὸ πολίτευμα» καὶ τὴν διαγωγὴν τοῦ νοὸς αὐτῶν «ἐν οὐρανοῖς» κέκτηνται, οὗτοι κρείττονες καὶ μείζονες καὶ δυνατώτεροι παρὰ πάντας ἀνθρώπους τυγχάνουσιν. οὐδεὶς γάρ ποτε τῶν ἀνθρώπων, ἢ ἄρχοντες ἢ δυνατοὶ ἢ σοφοὶ ἢ συνετοὶ ἢ φρόνιμοι ἢ ἔνδοξοι, ἠδυνήθησαν εἰς τὸν οὐρανὸν ἀνελθεῖν κἀκεῖ ἐργάσασθαι ἔργα πνευματικὰ καὶ τὰ ἐκεῖ κάλλη τῶν ἀρρήτων φώτων κατοπτεῦσαι καὶ θαυμάσια καὶ παράδοξα μυστήρια ἰδεῖν καταξιωθῆναι, ἅπερ οἱ ἀληθινοὶ Χριστιανοὶ καταξιοῦνται.
50.2.2
Ἐστί τις ἐν τοῖς φαινομένοις πένης, ἐνδεής, οὐ σοφός, οὐ δυναστής, ἐξουδενωμένος ὡς πρὸς ἀνθρωπείαν δόξαν, καὶ ἀπέρχεται οὗτος καὶ προσπίπτει τῷ κυρίῳ ἐπὶ πρόσωπον, καὶ ἰδοὺ ἄνευ σωματικῆς δυναστείας ἢ κόπου χειρῶν ἢ ποδῶν ἐν πληροφορίᾳ τοῦ νοὸς καὶ τῶν λογισμῶν ὅλῳ τῷ φρονήματι τῆς ψυχῆς ἀνέρχεται ἐν οὐρανῷ διὰ πνεύματος ὁδηγούμενος κἀκεῖ ἐργάζεται ἔργα ζωῆς ἀθάνατα καὶ ἄρρητα καὶ ἐκεῖ διαιτᾶται καὶ τὰ ἐκεῖ θαυμάσια τοῦ θεοῦ καὶ ἐξαίσια κάλλη τῶν πνευματικῶν πραγμάτων διὰ πίστεως κατοπτεύει ἐν πάσῃ πληροφορίᾳ. φησὶ γὰρ ὁ ἀπόστολος· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει» καὶ πάλιν· «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», καὶ ἐπάγει·
50.2.3
«ἡμῖν δὲ ἀπεκάλυψεν διὰ τοῦ πνεύματος αὐτοῦ». ὁρᾷς, πόσῳ κρείττους καὶ μείζους εἰσὶ καὶ δυνατώτεροι καὶ ἀληθινὸν καὶ αἰώνιον ἔργον ἐργαζόμενοι παρὰ πάντας τοὺς ἐν τῇ γῇ ἀνθρώπους οἱ τοῦ θεοῦ ἄξιοι, ἤτοι μεγιστάνας ἢ δυνάστας ἢ σοφοὺς ἢ βασιλεῖς. ὅπερ γὰρ οὐδεὶς ἀνθρώπων ποιεῖν δύναται, οὗτοι μόνοι ποιοῦσιν, ἐν οὐρανοῖς ἔργα πνευματικὰ καὶ μυστήρια οὐρανίων πραγμάτων ἀπὸ τοῦ νῦν καταλαμβάνειν ἀξιούμενοι. οὗτοι οὖν εἰσιν ἀληθῶς οἱ σοφοί, οὗτοι δυνατοί, οὗτοι εὐγενεῖς, οὗτοι ἔνδοξοι, οὗτοι πλούσιοι, οἱ τὴν οὐράνιον συγγένειαν τοῦ πνεύματος κτησάμενοι καὶ εἰς τὴν ἐπουράνιον ἐκκλησίαν τῶν ἁγίων καταμιγέντες καὶ τὸν ἐπουράνιον ἄνθρωπον ἔνδοθεν ἐνδυσάμενοι, ὅσον δὲ εἰς τὸ φαινόμενον πτωχοί εἰσιν, ἐνδεεῖς. ὅμοιοι τοῖς λοιποῖς ἀνθρώποις ὡσαύτως περιπατοῦσιν, ὡσαύτως διὰ τῆς σαρκίνης γλώσσης ὁμιλοῦσι καὶ κοπιῶντες καὶ πεινῶντες καὶ καθεύδοντες διὰ τὸ μὴ εἶναι καιρὸν νῦν τῆς σαρκὸς τὴν ἀφθαρσίαν ἀπολαβεῖν· τοῦτο γὰρ ἐν τῇ ἀναστάσει τετήρηται.
50.2.4
Οἱ οὖν δυνάμενοι νοῆσαι τοὺς ὄντως Χριστιανούς, τίνες εἰσὶν ἔνδοθεν, ὁρῶσι πόση διαφορὰ μεταξὺ αὐτῶν καὶ πάντων τῶν τοῦ κόσμου ἀνθρώπων ἐστί. καὶ γὰρ ἐπὶ τοῦ κυρίου οὕτως ἦν ἐν ἐκείνῳ τῷ καιρῷ· προσήρχοντο οἱ θεραπεύεσθαι θέλοντες ὡς ἀνθρώπῳ σαρκοφόρῳ, ἐγγιζόντων δὲ αὐτῶν ὁ ἔσωθεν ἀόρατος τοῖς ὀφθαλμοῖς τοῦ σώματος οὐράνιος λόγος θεὸς τὰ παράδοξα καὶ θαυμάσια ἐπετέλει σημεῖα, μάλιστα τοῖς μετὰ πίστεως προσερχομένοις αὐτῷ. ὅθεν καὶ ὁ διάβολος οὐ μικρῶς ἐθορυβεῖτο κλεπτόμενος ὑπὸ τῆς σαρκὸς τοῦ κυρίου· ἡσυχάζοντος γὰρ τοῦ κυρίου ἐκεῖνος ἐταράσσετο, θεωρῶν μὲν ἔξωθεν ἄνθρωπον ὡς πάντας ἀνθρώπους, δι' αὐτοῦ δὲ μεγάλα θαυμάσια ἐκτελουμένα βλέπων ἐθαμβεῖτο καὶ συνείχετο φόβῳ τί ποιήσει, ὅτι τὸ ὁρώμενον μὲν αὐτοῦ ἄνθρωπος ἦν κοπιῶν καὶ πεινῶν καὶ καθεύδων, τὰ δι' αὐτοῦ δὲ γινόμενα οὐκ ἦν ἀνθρώ
50.2.5
που. διὰ γὰρ τὰ ἀνθρώπινα τοῦ κυρίου πάθη τυφλωθεὶς τῇ ἀγνοίᾳ τῆς κακίας αὐτοῦ καὶ νομίσας ἄνθρωπον εἶναι τὸν κύριον ὡς ἕνα τῶν δικαίων εἰς τὴν κατ' αὐτοῦ ἀναίρεσιν διὰ τῶν ὑπηκόων αὐτοῦ ἐπεχείρησε. πρὸς ὃν ὁ κύριος οἱονεὶ ἔλεγεν·" 1ὦ διάβολε, τί ταράσσῃ ἐμοῦ ἡσυχάζοντος; τί θορυβῇ σε;" 2 ὁ δέ·" 1τὰ διὰ σοῦ, φησίν, ἐπιτελούμενα θορυβοῦσι με καὶ δεινόν μοι τάραχον ἐμποιοῦσι. τὸ μὲν γὰρ ὁρώμενόν σου ἄνθρωπός ἐστι, τὰ δὲ διὰ σοῦ γινόμενα οὐκ ἔστιν ἀνθρώπου." 2 διὰ γὰρ τῆς παθητῆς καὶ θνητῆς σαρκὸς δελεάσας αὐτὸν εἰς τὴν ἰδίαν αὐτοῦ ἀναίρεσιν καὶ τὸν θάνατον ὁ κύριος κατήργησεν αὐτοῦ τὴν πᾶσαν τυραννίδα. διὰ τὴν σάρκα γὰρ τῇ κατὰ τοῦ κυρίου ἀναιρέσει ὁ διάβολος ἐπεχείρησε, τὰ δὲ πονηρὰ πνεύματα αὐτοῦ ἐν τῷ σώματι ὄντος ἐπουρανίου πυρὸς τῆς θεότητος κατακαιόμενα ἔκραζον· «τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ;
50.2.6
ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» οὕτως τοίνυν εἰσὶ καὶ οἱ τοῦ Χριστοῦ ἴδιοι. Ἰησοῦς αὐτοῖς ἐνοικεῖ κατὰ τὸ μέτρον αὐτῶν, ὡς δοῦλοι δὲ Χριστοῦ καὶ ὡς παρ' αὐτοῦ τὴν χάριν δεχόμενοι ἔξωθέν εἰσιν ὅμοιοι καὶ ἐνδεεῖς καὶ ἄποροι τῶν κοσμικῶν πραγμάτων ὁρώμενοι, ἔνδοθεν δὲ αὐτῶν ἡ ἐνοικοῦσα τοῦ πνεύματος δύναμις καὶ αὐτοὺς τοὺς δαίμονας καίει. κράζουσι γὰρ ἔμπροσθεν τῶν τοῦ θεοῦ δούλων τὰ πονηρὰ πνεύματα καίεσθαι ὁμολογοῦντα. τοσοῦτον δὲ δυνατοί εἰσιν οὗτοι, ὥστε πάντα τὰ βλεπόμενα, ἄρχοντάς τε καὶ βασιλεῖς καὶ αὐτὸν τὸν σατανᾶν σὺν τῇ στρατιᾷ αὐτοῦ τούτοις προσπολεμοῦντας καὶ πυκτεύοντας παντελῶς ἡττᾶσθαι ὑπὸ τῶν Χριστιανῶν.
50.3.1
Ἴδε οἵας ἀξίας καὶ δυνάμεως οὗτοι τυγχάνουσι, κἂν τοῖς σώμασιν ἐξουδενωμένοι εἰσίν, ὡς πάντα τὰ κτίσματα καὶ τὸν διάβολον ἡττᾶσθαι αὐτοῖς. ἵνα δὲ ἀπόδειξιν τοῦ λόγου ἐνέγκωμεν, ὀλίγων μνημονεύσωμεν ἐν ταῖς γραφαῖς ἱστορουμένων ἀνθρώπων τοῦ θεοῦ, οἷοι τυγχάνουσι. Ναβουχοδονόσορ, ὁ βασιλεὺς Βαβυλῶνος, ὅτε τὴν μεγάλην ἐκείνην εἰκόνα τὴν χρυσῆν κατεσκεύασε, θάμβους καὶ ἐκπλήξεως ἔργον, καὶ ἐκέλευσε πάντα τὰ ἔθνη τῆς γῆς συναχθῆναι εἰς τὸ μέγα ἐκεῖνο πεδίον, ἵνα προσκυνήσωσι τῇ χρυσῇ τοῦ βασιλέως εἰκόνι, τίς ἠδύνατο τὸ ἐπιτήδευμα ἐκεῖνο καὶ τὴν βουλὴν διασκεδάσαι, εἰ μὴ θεὸς μόνος διὰ τῆς ἀφράστου αὐτοῦ σοφίας οἰκονομίαν μεγάλην διὰ τοῦ ἐπιτηδεύματος ἐκείνου ἐπετέλεσε; παρέδωκε πρῶτον τὸν Ἰσραὴλ τῷ Ναβουχοδονόσορ εἰς αἰχμαλωσίαν, ἵνα καὶ ὁ λαὸς αὐτοῦ διὰ τὰς ἁμαρτίας παιδευθῇ καὶ ἡ κατασκευὴ τῆς κακίας ἡ διὰ τῆς εἰκόνος διαλυθῇ καὶ τοὺς οἰκείους αὐτοῦ θεράποντας φανερώσῃ, οἷοί εἰσι, καὶ ἵνα πάντα τὰ ἔθνη συναχθέντα εἰς προσκύνησιν τῆς εἰκόνος ἐκ τῆς τῶν τριῶν παίδων ἀνδραγαθίας μάθωσιν, ὅτι ἔστι θεὸς ἐν οὐρανῷ καὶ τοῦτον ἐπιγνῶσι. θεώριόν τι καὶ ὡς εἰπεῖν θέατρόν τι ἀγαγεῖν ὁ κύριος ἠθέλησε συναχθέντων πάντων τῶν ἐθνῶν, ὡσαύτως καὶ τῶν ἄνω δυνάμεων τῶν ἐπουρανίων, ἵνα ἴδωσι πάντες τὰς ἀριστείας καὶ τὰ ἀνδραγαθήματα τῶν τοῦ θεοῦ δούλων. διὸ προβάλλεται τοὺς τρεῖς παῖδας Ἀνανίαν, Ἀζαρίαν, Μισαήλ, καὶ διεβλήθησαν τῷ βασιλεῖ, ὅτι" 1τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυ
50.3.2
νοῦσιν." 2 ἄγονται τοίνυν οἱ τρεῖς παῖδες ἐν τῷ μέσῳ. ἐπερωτῶνται ὑπὸ τοῦ βασιλέως·" 1εἰ ἀληθῶς, Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε;" 2 παρρησιάζονται τῷ βασιλεῖ ἀποκρινόμενοι·" 1ἡμεῖς τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. βάλε ἡμᾶς εἰς τὴν κάμινον τοῦ πυρός. ἔστι γὰρ θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τοῦ πυρὸς καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς, καὶ ἐὰν μήγνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι
50.3.3
τοῖς θεοῖς σου οὐ λατρεύομεν." 2 λοιπὸν ὅρα ἐνταῦθα πάντες κατ' αὐτῶν λαοί, ἔθνη, μεγιστᾶνες, βασιλεῖς, πάντες ἐναντίοι κατ' αὐτῶν ἦσαν, καὶ πᾶσα κτίσις ὁρατὴ καὶ ἀόρατος δυνάμεων πονηρῶν κατ' αὐτῶν ἦσαν καὶ τρεῖς παῖδες πᾶσαν κτίσιν ὁρατὴν καὶ ἀόρατον ἐνίκησαν. ὅρα πόση δύναμις ἐν τοῖς τοῦ θεοῦ δούλοις. βληθέντων γὰρ αὐτῶν ἐν τῇ καμίνῳ τοῦ πυρὸς διεσχίσθησαν αἱ φλόγες καὶ ἀβλαβεῖς διεφυλάχθησαν οὗτοι διὰ τὴν πρὸς θεὸν αὐτῶν τελείαν πίστιν, καὶ οὕτως ἦσαν ἀσινεῖς ἐξελθόντες ἐκ τῆς καμίνου καὶ τὸ νῖκος κατὰ πάντων ἀράμενοι. ἔκραξεν οὖν ἐπ' αὐτοῖς πᾶσα ἡ ἐπουράνιος τῶν ἀγγέλων καὶ τῶν ἁγίων δυνάμεων ἐκκλησία, νικητὰς αὐτοὺς θεασαμένη. καὶ πᾶσα δὲ ἡ συνάθροισις τῶν ἐπὶ γῆς ἐθνῶν ἐπεκρότησεν αὐτοῖς· ἐκ μεταβολῆς γὰρ τὸν θεὸν τοῦ Ἰσραὴλ προσεκύνησαν ἀντὶ τῆς χρυσῆς εἰκόνος αὐτός τε ὁ βασιλεὺς καὶ οἱ ὑπ' αὐτὸν ὄντες. ἰδοὺ τοῦτο τὸ θέατρον εἰς τὴν τῶν δούλων τοῦ θεοῦ δοκιμασίαν γέγονε. «θέατρον, γάρ φησιν ὁ ἀπόστολος, ἐγενήθημεν καὶ ἀγγέλοις καὶ ἀνθρώποις». ὁρᾷς ὅτι, καθὼς προειρήκαμεν, καὶ οἱ ἐπουράνιοι συνέρχονται εἰς τὰς τῶν ἁγίων ἀνδραγαθίας.
50.3.4
Καὶ ἀλλαχοῦ δὲ κατὰ καιροὺς ἐποίησεν ὁ θεὸς ὥσπερ εἰπεῖν θεώριον καὶ θέατρον τοῖς ἄνω καὶ τοῖς κάτω, ὥσπερ ἐπὶ τοῦ Ἠλία. εἷς ἄνθρωπος πρὸς πολλὰς μυριάδας ἴσχυσε διὰ τῆς τοῦ οὐρανίου πυρὸς καταβάσεως ἐπὶ τὸ θυσιαστήριον, καὶ πάντες ἐκεῖνοι ἕνα ἄνθρωπον θεοῦ ἡττῆσαι οὐκ ἠδυνήθησαν.
50.3.5
ὁμοίως καὶ ἐπὶ τοῦ Μωϋσέως. κἀκεῖ θέατρον τοῦ θεοῦ γέγονε· πρὸς ἕνα ἄνθρωπον τὸν Μωϋσῆν ὅλη ἡ Αἴγυπτος οὐκ ἴσχυσε, καὶ εἷς μόνος ἐνίκησε πᾶσαν τὴν δύναμιν Φαραώ. κἀκεῖ γὰρ ἡ ἐπουράνιος παρῆν ἐκκλησία, θεωροῦσα τὰς τοῦ Μωϋσέως ἀριστείας, ὅθεν καὶ ἐξ οὐρανοῦ κατέφερεν αὐτοῖς μάστιγας καὶ παντοίῳ τρόπῳ ὑπέταξεν αὐτούς, ἕως καὶ θαλάσσῃ παραδοὺς τούτους ποντι
50.3.6
σθῆναι παρεσκεύασεν, ὅτι κατὰ τοῦ λαοῦ τοῦ θεοῦ γεγόνασιν. ὁμοίως ἐπὶ Λὼτ τὸ αὐτὸ γέγονε. μόνος ἠδυνήθη νικήσας ἐκφυγεῖν τὸ πῦρ καὶ σὺν ταῖς θυγατράσιν αὐτοῦ σωθῆναι. ὁμοίως καὶ ἐπὶ τοῦ Νῶε. μόνος γὰρ καὶ αὐτὸς σὺν τοῖς ἰδίοις διασωθεὶς τὸν κόσμον ἐνίκησε. πάντων γὰρ εἰς ἀπώλειαν καὶ ἀφανισμὸν χωρησάντων αὐτὸς ἠδυνήθη μόνος τὴν τοῦ θεοῦ ὀργὴν διαφυγεῖν διὰ τὴν πρὸς αὐτὸν τελείαν εὐαρέστησιν.
50.4.1
Ταῦτα δὲ ἀπεδείξαμεν, ἀγαπητοὶ ἀδελφοί, συνιστῶντες ἡλίκοι εἰσὶν τῇ δυνάμει οἱ τελείοι Χριστιανοί, ὥστε πάντα τὰ φαινόμενα καὶ πάντα τὸν κόσμον νικᾶν αὐτούς. καὶ τὰ τῆς πονηρίας δὲ πνεύματα τούτοις πολεμοῦντα ἡττῶνται, καὶ πάντων τούτων ἀνώτεροι οἱ ἄξιοι δοῦλοι τοῦ Χριστοῦ τυγχάνουσι διὰ τὴν ἐν αὐτοῖς οἰκοῦσαν τοῦ θεοῦ δύναμιν. πάντα γὰρ τὰ φαινόμενα καὶ τὰ ἀόρατα τῆς πονηρίας πνεύματα τούτοις ἐναντιοῦται καὶ πολεμεῖ. διπλοῦς τοίνυν ἐστὶ τοῖς Χριστιανοῖς ὁ πόλεμος καὶ διπλῆ «ἡ πάλη», πρός τε τὰ ὁρώμενα τῷ ὀφθαλμῷ τούτῳ καὶ «πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας» τοῦ κοσμοκράτορος. τὰ γὰρ τοῖς ὀφθαλμοῖς τούτοις βλεπόμενα ἐρεθίζει καὶ γαργαλίζει καὶ προτρέπεται τὴν ψυχὴν εἰς τὸ ἐν τούτοις δεδέσθαι καὶ κατέχεσθαι καὶ ἥδεσθαι, μᾶλλον δὲ
50.4.2
αὐτὴ ἡ κακία εἰς τὰ φαινόμενα δεσμεῖ τοὺς ὑπηκόους αὐτῇ. ἵνα δὲ παραστήσω ταῦτα οὕτως ἔχειν, ἄκουσον ἐν τῷ εὐαγγελίῳ τοῦ κυρίου λέγοντος περὶ τοῦ σπόρου τοῦ εἰς τὴν ἀκανθώδη γῆν πεσόντος, ὅτι ἀνελθοῦσαι «αἱ ἄκανθαι συνέπνιξαν αὐτόν», καὶ ἑρμηνεύει ὁ κύριος τὰς μερίμνας καὶ φροντίδας τὰς
50.4.3
βιωτικὰς εἶναι. καὶ ἀλλαχοῦ φανερῶς ἐκτίθεται τοὺς κληθέντας εἰς τοὺς γάμους τοῦ βασιλέως καὶ διὰ τὰ βιωτικὰ πράγματα μὴ βουληθέντας ἀπελθεῖν. «ὁ πρῶτος, γάρ φησιν, εἶπεν· ἀγρὸν ἠγόρασα, καὶ ὑπάγω ἐπισκέψασθαι αὐτόν, ἔχε με παρῃτημένον». ὁμοίως καὶ ὁ ἄλλος· «ζεύγη βοῶν ἠγόρασα, καὶ ὑπάγω δοκιμάσαι αὐτά, ἔχε με παρῃτημένον». ὡσαύτως καὶ ὁ ἕτερος· «γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν». φανερὸν δέ, ὅτι ταῦτα τὰ βλεπόμενά εἰσι, δι' ἅπερ οὐκ
50.4.4
ἠδυνήθησαν εἰς τοὺς γάμους τοῦ βασιλέως ἀπελθεῖν. διπλοῦς τοίνυν ἐστὶν ὁ πόλεμος τοῖς Χριστιανοῖς, ὡς προείρηται, καὶ διπλοῦν ἀγῶνα καὶ πυκτὴν ἔχει ἀγωνίσασθαι ἕκαστος καὶ θλιβῆναι ὁ βουλόμενος εὐαρεστῆσαι τῷ κυρίῳ. ὅταν γάρ τις ἀναχωρήσῃ ἀπὸ τῶν γονέων, ἀπὸ γυναικὸς ἢ κτημάτων ἢ τρυφῆς ἢ πατρίδος ἢ συνηθειῶν καὶ νικήσῃ ὥσπερ εἰπεῖν ταῦτα καὶ καταγωνίσηταικαὶ ταῦτα γὰρ πόλεμός ἐστι, τότε συναγαγὼν ἑαυτὸν καὶ σχολάζων τῷ κυρίῳ καὶ ἐγκύψας ἔνδον ἐν τῇ ἑαυτοῦ ψυχῇ ἔχει πάλιν πόλεμον καὶ ἀγῶνα μέγαν πρὸς ἀντικειμένας δυνάμεις, πρὸς ἀοράτους ἐχθροὺς καὶ ἐνεργείας σκότους, πρὸς ἃ πολεμῆσαι αὐτὸν καὶ ἀγωνίσασθαι χρὴ ἀναλαβόντα ὅπλα οὐράνια, ἵνα δυνηθῇ
50.4.5
νικῆσαι τὸν δεινὸν καὶ πικρὸν τῆς κακίας πόλεμον. Ἵνα δὲ καὶ ταῦτα μὴ δόξωμεν ἀφ' ἑαυτῶν λέγειν, ἄκουε τοῦ ἀποστόλου λέγοντος· «πειρασμὸς ἡμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος» (τουτέστι φαινόμενος), ὥστε ἔστι μὴ ἀνθρώπινος, ἀλλὰ ἀόρατος πειρασμός τε καὶ πόλεμος, καὶ πάλιν· «τὸ λοιπόν, ἀδελφοί, ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας». ὥστε εἰσὶν ἀρχαὶ καὶ ἐξουσίαι καὶ κοσμοκράτορες καὶ πνευματικὰ τῆς πονηρίας, πρὸς ἃ δεῖ ἡμᾶς ἀγωνίζεσθαι
50.4.6
καὶ πολεμεῖν. καὶ ποῦ εἰσι ταῦτα καὶ ποῦ πολεμοῦσιν; ἔνδον ἐν τῇ ψυχῇ, ἐν τοῖς διαλογισμοῖς. διὸ ἐπιφέρει· «στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης. ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος». καὶ ἐπάγει, πῶς τις εὕρῃ καὶ κτήσεται ταῦτα, ὅτι «διὰ πάσης προσευχῆς», φησί, «καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ, καὶ εἰς αὐτὸ τοῦ
50.4.7
το προσκαρτεροῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει». ἐδίδαξεν οὖν πῶς δεῖ ἡμᾶς εὑρεῖν τὰ ὅπλα τὰ πνευματικά, δι' ὧν δυνάμεθα τοὺς ἀοράτους ἐχθροὺς τροπώσασθαι. ἀλλὰ καὶ ὁ κύριος περὶ τοῦ διπλοῦ τούτου πολέμου, τοῦ τε διὰ τῶν φαινομένων καὶ τοῦ διὰ τοῦ πονηροῦ γινομένου αἰνισσόμενος ἔλεγε· «τίς βασιλεὺς ἀπερχόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον οὐχὶ καθίσας συμψηφίζει καὶ θεωρεῖ εἰ δύναται ἀπαντῆσαι μετὰ δέκα χιλιάδων τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ; ἐπεὶ ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην». καὶ διδάσκει λέγων·" 1ὅρα πῶς ὀφείλεις ἀγωνίσασθαι καὶ ὅλον ἑαυτὸν δοῦναι, ὡς εἰδώς, ὅτι τοιούτους μέλλεις πολέμους
50.4.8
ἀγωνίζεσθαι φανερούς τε καὶ κρυφίους." 2 καὶ γὰρ Μωϋσῆς τὴν σκιὰν τῆς ἀληθείας προεκτυπῶν ἐκέλευσε κήρυκα βοᾶν ἐν τῷ λαῷ, ἐπὰν ἔμελλεν εἰς πόλεμον ἐξέρχεσθαι· εἴ τις (φησὶ) δειλός, μὴ ἐξέλθῃ ἐν τῷ πολέμῳ, μήποτε δειλανδρήσας καὶ τὰς τῶν ἄλλων καρδίας εἰς δειλίαν ἐνέγκῃ καὶ εἰς τὰ ὀπίσω
50.4.9
στρέψῃ. ὁμοίως εἴ τις (φησὶν) ἔγημε προσφάτως γυναῖκα, μὴ ἐξέλθῃ, μήποτε γενόμενος ἐν τῷ πολέμῳ καὶ μνησθεὶς τῆς γυναικὸς αὐτοῦ ἀποστραφῇ καὶ ἄλλους σὺν ἑαυτῷ παραλήψεται. εἴ τις ᾠκοδόμησεν οἶκον καὶ οὐκ ἐξετέλεσε, μὴ ἐξέλθῃ ἐν τῷ πολέμῳ, μήποτε μνησθεὶς τῆς οἰκοδομῆς καὶ
50.4.10
χαυνωθεὶς ἐν τῷ πολέμῳ καὶ ἄλλους ἀποστραφῆναι ποιήσῃ. τὸν αὐτὸν τρόπον καὶ ὁ κύριος ἐνταῦθα γενναίας καὶ εὐπροαιρέτους καὶ ἀνδρείας ψυχὰς ἐπιζητῶν ἔλεγεν, ὅτι «πρῶτον βλέπει εἰ δύναται μετὰ δεκὰ χιλιάδων ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ πρὸς αὐτόν, εἰ δὲ μή γε, ἔτι πόρρω αὐτοῦ ὄντος ἐρωτᾷ τὰ πρὸς εἰρήνην», ἀνδρείους ἐπιζητῶν καὶ προθύμους καὶ ὅλον τὸ ἑαυτῶν θέλημα τῷ κυρίῳ ἐν πεποιθήσει ἀναθέντας καὶ ἔκδοτον τὴν ἑαυτῶν προαίρεσιν ἐκδιδόντας καὶ ὀπίσω αὐτοῦ ἀκολουθοῦντας καὶ πιστεύοντας, ὅτι πᾶσα ἡ νίκη διὰ τῶν ἐξ οὐρανοῦ πνευματικῶν ὅπλων διδομένων τοῖς πιστεύουσι γίνεται.
50.4.11
Χρὴ τοίνυν τὸν βουλόμενον τοῦ κυρίου ἄξιον γενέσθαι πρῶτον ἀναχωρῆσαι πάντων τῶν φαινομένων καὶ μισῆσαι τὰ τοῦ κόσμου πράγματα καὶ ἡδονὰς καὶ τρυφὰς καὶ δόξας καὶ ἀξιώματα καὶ κτήσεις καὶ πατρίδα, γονεῖς τε καὶ συγγενεῖς καὶ φίλους κατὰ σάρκα καὶ τιμὰς καὶ ἐπαίνους καὶ προσκυνήσεις ἀνθρώπων, καὶ ὅταν εἰς ταῦτα τὰ φαινόμενα ἀγωνισάμενος καλῶς νικήσῃ, τὸ λοιπὸν χρὴ αὐτὸν προσκαρτερῆσαι τῷ κυρίῳ ἐν πάσῃ δεήσει καὶ πόνῳ, ἐν αἰτήσει τῆς προσευχῆς, ἵνα λάβῃ τὸ ὅπλον ἐξ οὐρανοῦ, «τὴν μάχαιραν τοῦ
50.4.12
πνεύματος» καὶ ἵνα τοῖς ὅπλοις τούτοις ἐγγυμνάσηται. ὥσπερ γὰρ τήρωνες νεόλεκτοι λαμβάνοντες προσφάτως τὰ ὅπλα ἐγγυμνάζεσθαι καὶ μελετᾶν ἐν τοῖς ὅπλοις ὀφείλουσι, καὶ τότε εἰσέρχεσθαι εἰς πόλεμον, ἔστι δὲ ἄλλος ὃς ἤδη εἰσερχόμενος καὶ ἐξερχόμενος εἰς πολέμους πολλοὺς οὐ ξενίζεται, ἀλλὰ μετὰ θάρσους καρδίας μηδὲν δεδιὼς ἀπέρχεται, οὕτω καὶ ἐνταῦθα οἱ λαμβάνοντες τὰ ἐξ οὐρανοῦ ὅπλα πνευματικὰ πρῶτον ἐν αὐτοῖς διαγυμνάζονται ὑπὸ τῆς χάριτος ὁδηγούμενοι καὶ κυβερνώμενοι καὶ διδασκόμενοι, πῶς δεῖ τοῖς ἀοράτοις ἐχθροῖς πολεμεῖν, καὶ οὕτως εἰς τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον κατέρχονται, ἵνα μὴ ὦσιν ὥσπερ δειλιῶντες καὶ ξενιζόμενοι, εἰσὶ δὲ ἄλλοι οἷς λοιπὸν ὁ πόλεμος οὕτως ἐστὶν εὔκολος ὡσεὶ παίγνιον, ἐπειδὴ πολλάκις εἰσῆλθον καὶ ἐξείλησαν καὶ λοιπὸν τῇ πεποιθήσει τοῦ κυρίου καὶ τῇ δυνάμει τῶν τοῦ πνεύματος ὅπλων ἀναιροῦντες καὶ νικῶντες τοὺς ἐχθροὺς θαρσαλέοι καὶ πρόθυμοι τυγχάνουσι καὶ εἰς μείζους προκοπὰς ἡμέραν ἐξ ἡμέρας ἔρχονται. ἀλλὰ τὰ μέτρα ταῦτα ἕτερά ἐστι παρ' ἐκεῖνα τοῦ ἀρχὴν ἔχοντος πολεμεῖν. ἐὰν δὲ μὴ ἔχῃ τὰ ὅπλα τοῦ πνεύματος οὐ δύναται τοῖς ἐχθροῖς πολεμῆσαι καὶ κατὰ τῶν τῆς πονηρίας πνευμάτων τὴν νίκην ἄρασθαι· ἀπόλλυται γὰρ ὑπ' αὐτῶν. ὥσπερ οὐδεὶς ἐν τοῖς φαινομένοις ἄνευ ξίφους καὶ ὅπλων πολεμεῖ, ἐπεὶ κατασφάττεται, οὕτω κἀνταῦθα.
50.4.13
Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν ὅσοι μάλιστα τοῦ βίου τούτου ἠλλοτριώθημεν καὶ μονάζοντες καὶ ξένοι τῶν ἰδίων γεγόναμεν ἐν ἀδιαλείπτῳ εὐχῇ καὶ πόνῳ καρδίας καὶ προσκαρτερήσει δεήσεως, ἵνα ὁ κύριος δώσει ἡμῖν τὰ ἐπουράνια τοῦ πνεύματος ὅπλα, ὅπως δυνηθῶμεν δι' αὐτῶν περιγενέσθαι πάντων τῶν ἀντικειμένων ἡμῖν τῆς πονηρίας πνευμάτων, καὶ οὕτως ἀγωνισαμένοις κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ ὅλον τὸ θέλημα ἡμῶν αὐτῷ ἐκδεδωκόσι καὶ διὰ τῶν ὅπλων αὐτοῦ ἀνδραγαθήσασι καὶ τὴν κατὰ τῶν ἐχθρῶν νίκην ἀραμένοις οὕτω τὸν στέφανον τῆς δικαιοσύνης ὁ Χριστὸς ἡμῖν ἀποδώσει, σὺν αὐτῷ καταξιῶν ἡμᾶς εἰς τοὺς ἀπεράντους αἰῶνας συμβασιλεύειν. Δόξα τῇ αὐτοῦ ἀγαθότητι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 51. τ. 1 ΛΟΓΟΣ ΝΑʹ.