Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
51.1.1
Αἱ φιλαλήθεις καὶ φιλόθεοι ψυχαὶ αἱ τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐν πολλῇ ἐλπίδι καὶ πίστει ἐπιθυμοῦσαι ὑπομνήσεως παρ' ἑτέρων οὐ τοσοῦτον χρῄζουσιν οὐδὲ τοῦ οὐρανίου πόθου καὶ ἔρωτος τοῦ πρὸς κύριον, κἂν ἐπὶ ποσὸν ἐλαττοῦσθαι ὑπομένουσιν, ἀλλ' ὅλαι ἐξ ὅλου τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωμέναι καὶ τῷ οὐρανίῳ ἔρωτι τετρωμέναι πρὸς τὸν πνευματικὸν νυμφίον ὁσημέραι πνευματικῆς
51.1.2
προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν ἐπιγινώσκουσι. τετρωμέναι δὲ τῷ ἐπουρανίῳ πόθῳ καὶ ἔκπεινοι οὖσαι περὶ τὴν δικαιοσύνην τῶν ἀρετῶν καὶ τῆς ἐλλάμψεως τοῦ πνεύματος ἐπιθυμίαν πολλὴν ἀκορέστως ἔχουσαι, εἰ καὶ μυστηρίων θείων διὰ τῆς πίστεως αὐτῶν ἐπίγνωσιν λαμβάνειν καταξιοῦνται, καὶ εὐφροσύνης ἐπουρανίου χάριτος μέτοχοι γίνωνται, οὐ πεποίθασιν ἐν ἑαυταῖς οἰόμεναι εἶναί τι, ἀλλ' ὅσῳ πνευματικῶν χαρισμάτων καταξιοῦνται, τοσούτῳ
51.1.3
μᾶλλον ἀκορέστως ἔχουσαι τοῦ ἐπουρανίου πόθου ἐμπόνως ἐπιζητοῦσι. καὶ ὅσον ἂν προκοπῆς πνευματικῆς ἐν ἑαυταῖς αἴσθωνται, τοσοῦτον μᾶλλον ἔκπεινοι καὶ ἔκδιψοι εἰς τὴν μετάληψιν καὶ αὔξησιν τῆς χάριτος ὑπάρχουσι. καὶ ὅσῳ πνευματικῶς πλουτοῦσι, τοσούτῳ μᾶλλον ὡς πενόμεναι παρ' ἑαυταῖς εἰσιν, ἀκορέστως ἔχουσαι τῷ πνευματικῷ πόθῳ πρὸς τὸν οὐράνιον νυμφίον, ὥς φησιν ἡ γραφή· «οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με· ἔτι διψήσουσιν».
51.1.4
αἱ τοιαῦται ψυχαὶ αἱ ἐμπύρως καὶ ἀκορέστως τὴν ἀγάπην πρὸς κύριον ἔχουσαι ἄξιαι τῆς αἰωνίου ζωῆς τυγχάνουσι· διὸ καὶ τῶν παθῶν τῆς ἀπολυτρώσεως τελείως καταξιοῦνται καὶ τοῦ ἁγιασμοῦ τοῦ πνεύματος τῆς ἀρρήτου καὶ μυστικῆς κοινωνίας ἐν πληρώματι χάριτος τὴν ἔλλαμψιν καὶ μετουσίαν τελείως κομί
51.1.5
ζονται. ὅσαι δὲ ὀκνηραὶ καὶ χαῦνοι καὶ ἄνανδροι ψυχαὶ εἰ ἀπεντεῦθεν ἐν σαρκὶ ἐπιτύχωσι τοῦ ἁγιασμοῦ τῆς καρδίας ἐκ μέρους, ἀλλ' οὐ τελείως, οὐ βούλονται δι' ὑπομονῆς καὶ μακροθυμίας δέξασθαι καὶ κοινωνῆσαι τοῦ παρακλήτου πνεύματος ἐν τελειότητι μετὰ πάσης αἰσθήσεως καὶ πληροφορίας καὶ τῶν παθῶν τῆς κακίας λυτρωθῆναι διὰ τοῦ πνεύματος, ἀλλ' ὡς χάριτος θείας ἀξιωθεῖσαι εἰς ἀμεριμνίαν τινὰ καὶ ἄνεσιν ὑπὸ τῆς κακίας κλεπτόμεναι ἑαυτὰς ἐξέδωκαν καὶ ὡς ἤδη λαβοῦσαι τὴν χάριν τοῦ πνεύματος καὶ ἔχουσαι τὴν παράκλησιν τῆς χάριτος ἐν ἀναπαύσει καὶ πόθῳ καὶ γλυκύτητι πνευματικῇ εἰσι καὶ ἐπὶ τούτῳ πεποιθυῖαι ὑψοῦνται καὶ ἀμεριμνοῦσι, μὴ συντριβόμεναι τῇ καρδίᾳ καὶ τῷ φρονήματι ταπεινούμεναι μήτε ἔκπεινοι οὖσαι εἰς τὸ τέλειον τῆς ἀπαθείας μέτρον μήτε πληρωθῆναι τελείως τῆς χάριτος ἐν πάσῃ σπουδῇ καὶ πίστει ἐκδεξάμεναι, ἀλλ' ἐπληροφορήθησαν καὶ ἐπανεπαύθησαν καὶ ἐναπέμειναν εἰς τὴν ὀλίγην τοῦ πνεύματος παράκλησιν, εἰς ἔπαρσιν μᾶλλον ἤπερ εἰς ταπείνωσιν προκόψασαι. αἱ τοιαῦται ψυχαὶ καὶ οὗπερ κατηξιώθησαν χαρίσματος, ὁτεδήποτε ἀπογυμνοῦνται διὰ τὴν ἀμελῆ καταφρόνησιν καὶ τὸν μάταιον τῆς οἰήσεως αὐτῶν τῦφον.
51.1.6
Ψυχὴ γὰρ ἡ ἀληθῶς φιλόθεος καὶ φιλόχριστος κἂν μυρίας δικαιοσύνας ποιήσῃ, ὡς οὐδὲν ἐργασαμένη οὕτως ἐν ἑαυτῇ ἐστι διὰ τὸν πρὸς κύριον πόθον τὸν ἀκόρεστον· κἂν νηστείαις καὶ ἀγρυπνίαις τὸ σῶμα καταδαπανήσῃ, ὡς μηδέπω ἀρξαμένη ποιεῖν περὶ τὰς ἀρετὰς διάκειται· κἂν χαρισμάτων πνεύματος διαφόρων ἢ ἀποκαλύψεων καὶ μυστηρίων οὐρανίων τυχεῖν καταξιωθῇ, ὡς μηδὲν ἀκμὴν κεκτημένη ἐν ἑαυτῇ ἐστι διὰ τὴν ἄμετρον καὶ ἀκόρεστον πρὸς κύριον
51.1.7
ἀγάπην. ἀλλὰ πᾶσαν ἡμέραν ἔκπεινος καὶ ἔκδιψος διὰ πίστεως καὶ ἀγάπης ἐν προσκαρτερήσει εὐχῆς εἰς τὰ τῆς χάριτος γίνεται μυστήρια καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀκορέστως ἔχει, ἔρωτι πνεύματος οὐρανίου τετρωμένη, καὶ πόθον ἔμπυρον διὰ τῆς χάριτος ἀεὶ ἐν ἑαυτῇ ἀνακινεῖ πρὸς τὸν οὐράνιον νυμφίον, ἐπιθυμοῦσα καταξιωθῆναι τελείως τῆς πρὸς αὐτὸν μυστικῆς, ἀρρήτου ἐν ἁγιασμῷ πνεύματος κοινωνίας ἀποκεκαλυμμένη ψυχὴ πρόσωπον πρὸς πρόσωπον τῷ ἐπουρανίῳ νυμφίῳ ἐν φωτὶ πνευματικῷ καὶ ἀνεκλαλήτῳ ἐν πληροφορίᾳ πάσῃ ἀνακιρναμένη καὶ συμμορφουμένη τῷ θανάτῳ αὐτοῦ ἐν ἐπιθυμίᾳ πολλῇ καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον προσδοκῶσα πάντοτε καὶ τῆς ἁμαρτίας καὶ τῆς σκοτίας τῶν παθῶν τελείαν λύτρωσιν ὑπὸ τοῦ πνεύματος δέξασθαι ἐν πληροφορίᾳ πιστεύουσα, ἵνα καθαρθεῖσα διὰ τῆς χάριτος τοῦ πνεύματος καὶ ἁγιασθεῖσα καθαρὸν σκεῦος εἰς ὑποδοχὴν τοῦ οὐρανίου μύρου καὶ μονὴν τοῦ ἀληθινοῦ βασιλέως Χριστοῦ γενέσθαι καταξιωθείη. καὶ τῆς αἰωνίου βασιλείας
51.1.8
οἰκητήριον καθαρὸν τοῦ πνεύματος τοῦ ἁγίου ἐνταῦθα γενομένη. εἰς ταῦτα δὲ τὰ μέτρα ἐλθεῖν ψυχὴν οὔτε ὑφ' ἓν οὔτε ἀδοκιμάστως ἔσται, ἀλλὰ διὰ πολλῶν πόνων καὶ ἀγώνων καὶ χρόνων καὶ σπουδῆς μετὰ δοκιμασίας καὶ πειρασμῶν ποικίλων τὴν πνευματικὴν αὔξησιν καὶ προκοπὴν λαμβάνει ἕως τοῦ τελείου τῆς ἀπαθείας μέτρου, ἐν πᾶσιν δὲ εὑρεθεῖσα ἀνδρεία καὶ πάντα πειρασμὸν ὑπὸ τῆς κακίας ἐπαγόμενον ὑπομένουσα προθύμως καὶ γενναίως τότε τῶν μεγάλων τιμῶν καὶ χαρισμάτων πνευματικῶν καὶ πλούτου οὐρανίου ἡ ψυχὴ καταξιοῦται, καὶ οὕτω τῆς οὐρανίου βασιλείας κληρονόμος καθίσταται ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 52. τ. 1 ΛΟΓΟΣ ΝΒʹ.