Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
52.1.1
Πᾶσα ἡ φαινομένη τῆς ἐκκλησίας τοῦ θεοῦ οἰκονομία γέγονε διὰ τὴν ζῶσαν καὶ νοερὰν οὐσίαν τῆς ψυχῆς τῆς λογικῆς τῆς κατ' εἰκόνα θεοῦ ποιηθείσης, ἥτις ἐστὶν ἡ ζῶσα καὶ ἀληθινὴ θεοῦ ἐκκλησία. καὶ διὰ τοῦτο τοῖς ὁμοίοις ὀνόμασιν ἐτιμήθη τὰ ἄλογα καὶ ἄψυχα καὶ σωματικὰ τῶν λογικῶν καὶ ζώντων καὶ ἐπουρανίων, ἵνα διὰ τῆς σκιᾶς ὁδεύσασα ἡ νηπία ψυχὴ ἐπὶ τὴν ἀλήθειαν καταντήσῃ. ἐκκλησία γὰρ Χριστοῦ καὶ ναὸς θεοῦ καὶ θυσιαστήριον ἀληθινὸν καὶ θυσία ζῶσα ὁ τοῦ θεοῦ ἄνθρωπος τυγχάνει, δι' οὗ καὶ τὰ σωματικὰ ἁγια
52.1.2
ζόμενα τὴν ἐπίκλησιν τῶν οὐρανίων ἔλαχεν. ὥσπερ γὰρ ἡ τοῦ νόμου λατρεία καὶ διαγωγὴ σκιὰ ἦν τῆς νῦν ἐκκλησίας τοῦ Χριστοῦ, οὕτως ἡ νῦν ὁρωμένη ἐκκλησία σκιά ἐστι τοῦ ἔνδον ἀνθρώπου τοῦ λογικοῦ καὶ ἀληθινοῦ. ἰδοὺ γὰρ πᾶσα ἡ φαινομένη οἰκονομία καὶ διακονία τῶν μυστηρίων τῆς ἐκκλησίας παρέρχεται ἐν τῇ συντελείᾳ καὶ μένει ἡ λογικὴ καὶ νοερὰ οὐσία τοῦ ἔσω ἀνθρώπου, εἰς ἣν πᾶσα ἡ οἰκονομία καὶ ἡ διακονία τῶν μυστηρίων τῶν ἐπουρανίων τῆς τοῦ θεοῦ ἐκκλησίας ἐν δυνάμει πνεύματος ἁγίου ἐπιτελεσθῆναι ὀφείλει, ἵνα ἀληθῶς ναὸς ἅγιος θεοῦ καὶ ἐκκλησία Χριστοῦ διὰ τῆς ζώσης τοῦ πνεύματος ἐνεργείας καταρτισθεῖσα ζωῆς αἰωνίου κληρονόμος γένηται.
52.1.3
διὰ ταύτην τὴν αἰτίαν πολλοὶ τῶν νηπιαζόντων τῇ γνώσει τῆς ἀληθείας ἀντίκεινται ἡμῖν, ὡς ἐξαλλάσσουσιν ἀλλοτρίως τῶν οἰκείων γραφῶν διὰ τὴν τῶν ὀνομάτων ὁμοιότητα καὶ δικαιώματα καὶ λατρείας οἵτινες εἰς τὴν πρόσκαιρον οἰκονομίαν ἐμπληροφορούμενοι καὶ δικαιώμασι σαρκὸς μόνον πεποιθότες τῆς κατὰ τὸν λογικὸν ἔσω ἄνθρωπον ἐρεύνης καὶ ἀνακαινισμοῦ ψυχῆς ἀμελήσαντες καὶ καινῆς κτίσεως νοὸς ἐπίγνωσιν μὴ λαβόντες δι' ἄγνοιαν ἡμᾶς διαβάλλουσιν. ἡ γὰρ φιλαλήθης ψυχὴ τὴν ῥίζαν αὐτὴν τῶν πραγμάτων ἐρευνᾷ, οὐκ ἐπιπολαίως τὸν Χριστιανισμὸν εἶναι νομίζουσα οὐδὲ τύποις ἐξωτέροις δικαιωμάτων καὶ λατρειῶν ἐναπομένουσα, ἀλλ' ἐν δυνάμει πνεύματος ἁγίου κατὰ τὸν ἔσω ἄνθρωπον τὴν πληροφορίαν λαβεῖν πιστῶς ἐκδέχεται· ὅπερ ἐστὶν ὁ ἀληθινὸς Χριστιανισμός.
52.1.4
Διὰ γὰρ τοῦτο ὁ θεὸς τὸ ἅγιον αὐτοῦ πνεῦμα τῇ ἁγίᾳ καὶ καθολικῇ ἐκκλησίᾳ ἐδωρήσατο καὶ συνεῖναι αὐτὸ τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ τῷ ὕδατι τοῦ ἁγίου βαπτίσματος ἐξῳκονόμησε καὶ εἰς πᾶσαν λειτουργίαν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἐπιπολάζειν καὶ κοινωνεῖν τὸ παράκλητον πνεῦμα διὰ τῶν ἀποστόλων ὁ σωτὴρ ἐχαρίσατο, κατὰ τὸ ὑπ' αὐτοῦ τοῦ κυρίου εἰρημένον· «καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», ἵνα ἐκ τοῦ βαπτίσματος καὶ τοῦ θυσιαστηρίου καὶ τῆς εὐχαριστίας τοῦ ἄρτου καὶ πάσης τῆς μυστικῆς λατρείας τῆς ἐν τῇ ἐκκλησίᾳ αἱ πισταὶ καρδίαι ἐνεργηθῶσιν ὑπὸ τοῦ ἁγίου πνεύματος ἐν πάσῃ δυνάμει καὶ ἀρεταῖς καρπῶν ἐπουρανίων, καὶ οὕτως ἀνακαινισθεῖσαι καὶ ἀναπλασθεῖσαι τῇ δυνάμει τῆς χάριτος ζῶσαι ζωὴν ἀληθινὴν κατὰ τὸ ἐπουράνιον φρόνημα ἀναδειχθῶσι, τὸ ὑλικὸν καὶ ἐπίγειον
52.1.5
ἀποδυσάμεναι φρόνημα διὰ τῆς τοῦ πνεύματος δυνάμεως. εἰ γὰρ ἐν τῇ κιβωτῷ τῇ κατὰ τὸν νόμον ἐπεσκίαζε, μᾶλλον δὲ συνῆν τὸ πνεῦμα, πόσῳ μᾶλλον ἐν τῷ θυσιαστηρίῳ καὶ τῇ ἐκκλησίᾳ καὶ πάσῃ τῇ μυσταγωγίᾳ τοῦ ἁγίου βαπτίσματος. ἀλλ' ὥσπερ ἐκεῖ ἁμαρτανόντων τῶν Ἰσραηλιτῶν οὐκ ἐνήργει τὸ πνεῦμα καίπερ συνὸν τῇ κιβωτῷ τοῦ θεοῦἰδοὺ γὰρ κατὰ καιροὺς διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ καὶ αὐτὴ ἡ κιβωτὸς τοῖς ἔθνεσι παρεδόθη τοῖς ἀναξίοις αὐτῆς μηδὲν βοηθήσασα διὰ τὰ πολλὰ αὐτῶν παραπτώματα, καίπερ τὴν ἰδίαν ἐνέργειαν καὶ σημανσίαν τὸ πνεῦμα ἐδείκνυεν, ὅτι συνῆν τῇ κιβωτῷ τοῦ θεοῦ διὰ τὸ γεγενημένον τότε θεόσημον παρὰ τοῖς ἔθνεσιν, οὕτω καὶ νῦν συνὸν τὸ πνεῦμα τῇ τοῦ θεοῦ ἁγίᾳ ἐκκλησίᾳ καὶ τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ πάσῃ τῇ φαινομένῃ οἰκονομίᾳ τοῖς ἀξίοις μὲν καὶ πιστοῖς ἐνεργεῖ ἐν διαφόροις χαρίσμασιν, ἀπὸ δὲ
52.1.6
τῶν ἀναξίων πόρρωθεν ὑπάρχει. ἐνέργεια γὰρ ζῶσα πνεύματος ἁγίου ἐν ζώσαις καρδίαις παρὰ θεοῦ ζητεῖται, ὅτι πάντα τὰ φαινόμενα καὶ πᾶσα οἰκονομία παρέρχεται, ζῶσαι δὲ καρδίαι ἐν πνεύματι διαμένουσι. δι' ὃ καὶ ὁ σωτὴρ παραγέγονε, δι' ὃ καὶ πᾶσα ἡ τῆς εἰκόνος τῆς ἐκκλησίας διατύπωσις, ἵνα νοεραὶ οὐσίαι ψυχῶν πιστῶν διὰ τῆς ἐνεργείας τῆς χάριτος ἀνακτισθεῖσαι καὶ ἀνακαινισθεῖσαι καὶ μεταβολὴν δεξάμεναι ζωὴν αἰώνιον κληρονομῆσαι δυνηθῶσιν.
52.2.1
Ὅτι δὲ τὰ φαινόμενα τύπος καὶ σκιά εἰσι τῶν κρυφίων καὶ ὁ ὁρώμενος τοῦ ναοῦ τῆς καρδίας καὶ ὁ ἱερεὺς τοῦ ἀληθινοῦ ἱερέως τῆς Χριστοῦ χάριτος καὶ πᾶσα ἡ λοιπὴ τῆς φαινομένης οἰκονομίας ἀκολουθία τῶν λογικῶν (κατὰ τὸν ἔσω ἄνθρωπον) καὶ κρυφίων πραγμάτων, τὴν καταφαινομένην τῆς ἐκκλησίας οἰκονομίαν καὶ διοίκησιν ἐνεργουμένην εἰς ψυχὴν ὑπὸ τῆς χάριτος
52.2.2
ὑπόδειγμα λάβωμεν. ὥσπερ οὖν κατὰ τὴν ὁρωμένην ἐκκλησίαν· ἐὰν μὴ πρῶτον αἱ ἀναγνώσεις καὶ αἱ ψαλμωδίαι καὶ ἡ σύναξις τοῦ λαοῦ καὶ πᾶσα τοῦ ἐκκλησιαστικοῦ θεσμοῦ ἡ ἀκολουθία ἐπιτελεσθῇ, αὐτὸ τὸ θεῖον μυστήριον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ ὁ ἱερεὺς οὐκ ἐπιτελεῖ καὶ ἡ μυστικὴ κοινωνία τῶν πιστῶν οὐ γίνεται, καὶ ἐὰν πᾶς ὁ ἐκκλησιαστικὸς κανὼν ἐπιτελεσθῇ, μὴ προσκομισθῇ δὲ ὕστερον ἡ μυστικὴ τῆς προσφορᾶς εὐχαριστία ὑπὸ τοῦ ἱερέως καὶ ἡ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ μὴ γένηται, οὐκ ἐπετελέσθη τὸ μυστήριον οὐδὲ ἐτελειώθη ὁ ἐκκλησιαστικὸς θεσμός, ἀλλ' ἐλλειπής ἐστιν ἡ λατρεία τοῦ θείου μυστηρίου ἐπὶ τοῦ θυσιαστηρίου παρὰ τοῦ ἱερέως μὴ τελεσθέντος καὶ ὥσπερ πάλιν λιτῶς καὶ γυμνῶς τὸ μυστήριον τῆς προσκομιδῆς οὐ προσφέρεται, ἐὰν μὴ προκαταρτισθῇ πᾶς ὁ ἐκκλησιαστικὸς κανών καὶ ταῦτα γὰρ ἀτελῆ ἐστι καὶ ἀργὰ χωρὶς τῆς τελειώσεως τοῦ μυστηρίου
52.2.3
κἀκεῖνο οὐ τελειοῦται, ἐὰν μὴ ταῦτα προκαταρτισθῇ. ὥσπερ τις κόσμος καὶ δόξα τοῦ μυστηρίου, οὕτω καὶ ὁ Χριστιανός· ἐὰν ἔχῃ νηστείαν, ἀγρυπνίαν, ψαλμωδίαν, πᾶσαν ἄσκησιν καὶ πᾶσαν ἀρετήν, ἡ δὲ μυστικὴ τοῦ πνεύματος ἐνέργεια ἐν τῷ θυσιαστηρίῳ τῆς καρδίας ὑπὸ τῆς χάριτος ἐν πάσῃ αἰσθήσει καὶ ἀναπαύσει πνευματικῇ οὐκ ἐπιτελεῖται, ἐλλειπής ἐστι πᾶσα ἡ ἀκολουθία τῆς ἀσκήσεως, καὶ σχεδὸν ἀργά εἰσι μὴ ἔχοντα τὴν κεφαλήν, τὴν τοῦ πνεύματος ἀγαλλίασιν ἐν καρδίᾳ μυστικῶς ὑπὸ τῆς χάριτος ἐνεργουμένην. ὥσπερ πάλιν ἡ τοῦ πνεύματος ἀγάπη τὸ οὐράνιον μυστήριον τὸ τὴν ψυχὴν μεθύσκον ἐν τῇ ἀγαλλιάσει τῆς χάριτος οὐκ ἐνεργεῖται ἁπλῶς εἰς ἀσώτους καὶ ἀσελγεῖς ἀδιαφόρως, εἰ μὴ εἰς καρδίαν πιστὴν καὶ εὐλαβῆ καὶ πολιτείαν καὶ ἄσκησιν ἀκριβῆ ἔχουσαν. ταῦτα γὰρ κόσμος καὶ ἀνάπαυσίς εἰσι τῆς τοῦ πνεύματος ἐνεργείας.
52.2.4
Ὅσῳ γὰρ ἐν ἀκριβεῖ ἀσκήσει καὶ πολλῇ ταπεινώσει καὶ πραότητι καὶ πολιτείᾳ ἐναρέτῳ εὑρίσκεται ἡ ψυχή, τοσοῦτον ἐπαναπαύεται εἰς αὐτὴν ἡ τοῦ πνεύματος χάρις ἐν πάσῃ δυνάμει καὶ ἐνεργείᾳ. ἡ δὲ ἔχουσα μὲν τὴν πολιτείαν ψυχή, τὴν δὲ ἐνέργειαν τοῦ πνεύματος ἐν πάσῃ πληροφορίᾳ ἐν ἑαυτῇ μηδέπω αἴσθηται, λείπεται τοῦ ἁγιασμοῦ τῆς καρδίας. διὸ ζητείτω, πενθείτω, κλαιέτω πρὸς τὸν κύριον, ἵνα τὸν ἁγιασμὸν τοῦ πνεύματος ἐν τῇ ἐναρέτῳ πολιτείᾳ ἔχῃ ὥσπερ κόσμον ὡραῖον, καὶ τὴν ἐνέργειαν τῆς χάριτος ἐν νῷ θεωρίαις ἀρρήτοις, ἵνα τέλειον τὸ μυστήριον τοῦ Χριστιανισμοῦ ἐν ἑαυτῇ κτήσηται κατὰ
52.2.5
τὴν προειρημένην τῆς ἐκκλησίας παραβολήν. ἀλλ' ὥσπερ ἐν τῇ ἐκκλησίᾳ οἱ σωματικῶς ἁμαρτάνοντες ὑπὸ τοῦ ἱερέως ἀφορίζονται καὶ ἐπιστρέψαντες πάλιν τῆς κοινωνίας ἀξιοῦνται, οἱ δὲ μὴ ἁμαρτάνοντες καὶ ἀνεπίληπτοι προκόπτουσι καὶ εἰς ἱερωσύνην ἔρχονται καὶ μετατίθενται ἀπὸ τόπου τινὸς ἐξωτέρου ἐπὶ τὸ θυσιαστήριον, ἵνα ὦσι λειτουργοὶ θεοῦ καὶ πάρεδροι οὕτω εἰς τὴν προκειμένην ὑπόθεσιν οἱ Χριστιανοὶ ὑπὸ χάριτος ἐνεργούμενοι καὶ ἀναπαυόμενοι τῇ παρακλήσει τοῦ πνεύματος ἐν τῇ ἐπουρανίῳ εὐφροσύνῃ τῆς μυστικῆς τοῦ πνεύματος κοινωνίας, περὶ ἧς ὁ ἀπόστολος εἴρηκεν· «ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ
52.2.6
ἁγίου πνεύματος» καὶ τὰ ἑξῆς. πρόσεχε ἀκριβῶς τοῖς λεγομένοις, καὶ εὑρήσεις τὴν ἁγίαν καὶ προσκυνητὴν τριάδα ἐνοικοῦσαν ἐν τῷ κεκαθαρμένῳ ἀνθρώπῳ διὰ τῆς ἄνωθεν βοηθείας καὶ τῆς ἀρίστης αὐτοῦ πολιτείας, ἐνοικοῦσαν δέ φημι οὐ καθ' ὃ ἐστίνἀχώρητος γὰρ ὑπάρχει πάσῃ τῇ κτίσει, ἀλλὰ κατὰ τὸ χωρητικὸν καὶ δεκτικὸν τοῦ εὐαρεστοῦντος αὐτῷ ἀνθρώπου.
52.2.7
Ἐὰν οὖν τι τραπῇ ἡ προαίρεσις ἐν τῇ κατὰ συνείδησιν πολιτείᾳ πάθεσι τισὶν ἀοράτως ἐπιβλαβέσιν ὑποτασσομένη καὶ ἐν τούτῳ τὸ πνεῦμα λυποῦσα, ἐκβάλλεται καὶ ἀφορίζεται ὁ νοῦς ἀπὸ τῆς πνευματικῆς εὐφροσύνης ὑποστελλούσης τῆς χάριτος καὶ ἀγάπης καὶ πάσης ἐναρέτου καὶ ἀγαθῆς ἐνεργείας καὶ παραδίδοται εἰς θλίψεις καὶ πειρασμοὺς τοῖς πονηροῖς πνεύμασιν, ἕως οὗ πάλιν ἐπιστρέψασα ἡ ψυχὴ ὀρθοποδήσῃ πρὸς τὴν εὐαρέστησιν τοῦ πνεύματος ἐν πάσῃ ταπεινώσει καὶ ἐξομολογήσει μετανοοῦσα, καὶ τότε πάλιν τῆς ἐπισκοπῆς καταξιοῦται τῆς χάριτος τοῦ πνεύματος καὶ τὴν οὐράνιον εὐφροσύνην μειζόνως
52.2.8
ἀπολαμβάνει. εἰ δὲ οὐ παραπικραίνει τὴν χάριν καὶ τὸ πνεῦμα οὐ λυπεῖ διὰ τῆς κακοτρόπου καὶ χυδαίας ἀναστροφῆς, ἀλλὰ πᾶσιν εὐαρέστως τοῖς δεσποτικοῖς προστάγμασιν ἐξακολουθεῖ καὶ ἀπὸ αὐτεξουσίου γνώμης ἐν πάσῃ σεμνότητι καὶ ἀγῶνι τελείῳ πρὸς τοὺς πονηροὺς λογισμοὺς ἀντιτάσσεται, καὶ τῷ κυρίῳ ὅλῃ προαιρέσει πάντοτε προσκολλᾶται καὶ ἀναπαύει τὴν χάριν, καὶ λοιπὸν ἡ τοιαύτη ψυχὴ δικαίως καὶ ἀκολούθως προκοπῶν καὶ θαυμασίων καὶ δωρημάτων ἐπουρανίων καταξιοῦται καὶ μεταθέσεως καὶ ἀξιώματος πνευματικοῦ ἀπὸ μυστηρίων θείων εἰς μυστήρια ἐπουράνια καὶ ἀπὸ δόξης εἰς δόξαν καὶ ἀπὸ ἀναπαύσεως εἰς ἀναπαύσεις ἐναργεστέρας καὶ τελειοτέρας μετατίθεσθαι καταξιοῦται, εἰς τὸ εἶναι αὐτῆς τὸν νοῦν ἐν μεγάλοις μέτροις καὶ παρρησίᾳ πολλῇ καὶ πλούτῳ ἐνδόξῳ χάριτος, καὶ οὕτως εἰς τέλεια μέτρα Χριστιανισμοῦ φθάσασα καὶ διὰ τοῦ αὐτεξουσίου ἀγῶνος καὶ διὰ τῆς ἄνωθεν βοηθείας εἰς τελείους ἐργάτας καὶ εἰς ἀμώμους Χριστοῦ λειτουργοὺς καὶ παρέδρους ἐν τῇ βασιλείᾳ καταλεγήσεται, διὰ τὴν εὐσυνειδησίαν καὶ πολλὴν σπουδήν, ἣν εἰς τὸ ἀγαθὸν ἐνεδείξατο κληρονομοῦσα τὸν κύριον εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 53. τ. 1 ΛΟΓΟΣ ΝΓʹ.