Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
53.1.1
Τὸ πῦρ τὸ οὐράνιον τὸ τῆς θεότητος, ὅπερ δέχονται οἱ Χριστιανοὶ ἐντὸς αὐτῶν ἐν τῇ καρδίᾳ νῦν ἐν τῷ αἰῶνι τούτῳ, τοῦτο αὐτὸ τὸ ἐντὸς τῆς καρδίας αὐτῶν διακονοῦν, ὅταν λυθῇ τὸ σῶμα ἐξώτερον γίνεται καὶ πάλιν συμπήσσει
53.1.2
τὰ μέλη καὶ ποιεῖ ἀνάστασιν τῶν λελυμένων μελῶν. ὥσπερ δὲ τὸ ἐν Ἱεροσολύμοις πῦρ τὸ διακονοῦν ἐν τῷ θυσιαστηρίῳ, κατὰ τὸν καιρὸν τοῦ αἰχμαλωτισμοῦ ἦν χωσθὲν ἐν λάκκῳ καὶ αὐτὸ ἐκεῖνο ἐν τῷ γενέσθαι εἰρήνην καὶ ἐπανελθεῖν τοὺς αἰχμαλωτισθέντας ὥσπερ ἀνεκαινίσθη καὶ συνήθως διηκόνει, οὕτω καὶ νῦν τὸ πιαινόμενον σῶμα, ὅπερ μετὰ τὸ λυθῆναι αὐτὸ γίνεται βόρβορος, ἐργάζεται καὶ τὸ οὐράνιον πῦρ καὶ ἀνακαινίζει καὶ ἀνιστᾷ τὰ πεφθαρμένα σώματα. τὸ γὰρ νῦν ἐσώτερον ἐν τῇ καρδίᾳ ἐνοικοῦν πῦρ τότε ἐξώτερον γίνεται
53.1.3
καὶ ποιεῖ ἀνάστασιν τῶν σωμάτων. καὶ γὰρ ἐπὶ τοῦ Ναβουχοδονόσορ τὸ πῦρ τὸ ὂν ἐν τῇ καμίνῳ οὐκ ἦν θεϊκόν, ἀλλ' ἦν κτίσμα, οἱ δὲ τρεῖς παῖδες διὰ τὴν δικαιοσύνην αὐτῶν ἐν τῷ φαινομένῳ πυρὶ ὄντες ἐν ταῖς καρδίαις αὐτῶν εἶχον τὸ θεϊκὸν καὶ ἐπουράνιον πῦρ ἐντὸς τῶν λογισμῶν διακονοῦν καὶ ἐνεργοῦν ἐν αὐτοῖς καὶ αὐτὸ ἐκεῖνο ἐφάνη ἐξώτερον αὐτῶν· ἀνὰ μέσον γὰρ αὐτῶν ἔστη καὶ ἐπέσχε τὸ φαινόμενον πῦρ τοῦ μὴ καίειν καὶ βλάπτειν τοὺς δικαίους.
53.1.4
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Ἰσραὴλ ἐπειδὴ ὁ νοῦς αὐτῶν καὶ ὁ λογισμὸς ἐν προθέσει εἶχε τὸ μακρυνθῆναι ἀπὸ θεοῦ ζῶντος καὶ εἰς εἰδωλολατρείαν τραπῆναι ἠναγκάσθη Ἀαρὼν εἰπεῖν αὐτοῖς ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ κόσμια, καὶ λοιπὸν ὁ χρυσὸς καὶ τὰ σκεύη, ἅπερ ἐνέβαλον εἰς τὸ πῦρ, εἴδωλον ἐγένετο. ἴδε θαυμαστὸν πρᾶγμα, ὅπως ἐμιμήσατο τὸ πῦρ τὴν προαίρεσιν αὐτῶν. ἐπειδὴ γὰρ κατὰ πρόθεσιν ἐν τῷ κρυπτῷ ἐν τοῖς λογισμοῖς αὐτῶν, ἐβουλεύσαντο τὴν εἰδωλολατρίαν καὶ τὸ πῦρ ὁμοίως ἐμβληθέντα τὰ σκεύη εἴδωλον εἰργάσατο,
53.1.5
καὶ λοιπὸν φαινομένως εἰδωλολάτρησαν. ὥσπερ οὖν οἱ τρεῖς παῖδες δικαιοσύνην λογισάμενοι ἐδέξαντο ἐν ἑαυτοῖς τὸ πῦρ τοῦ θεοῦ καὶ προσεκύνησαν τῷ κυρίῳ ἐν ἀληθείᾳ, οὕτω καὶ νῦν δέχονται αἱ πισταὶ ψυχαὶ ἐκεῖνο τὸ θεϊκὸν καὶ ἐπουράνιον πῦρ ἐν τῷ αἰῶνι τούτῳ ἐν τῷ κρυπτῷ, καὶ αὐτὸ ἐκεῖνο μορφοῖ εἰκόνα ἐπουράνιον εἰς τὴν ἀνθρωπότητα.
53.1.6
Καὶ ὥσπερ ἐμόρφωσε τὸ πῦρ τὰ σκεύη τὰ χρυσᾶ καὶ ἐγένοντο εἴδωλον, οὕτω καὶ ὁ κύριος, ὥσπερ μιμεῖται τῶν πιστῶν καὶ ἀγαθῶν ψυχῶν τὰς προαιρέσεις, καὶ κατὰ τὸ θέλημα αὐτῶν μορφοῖ εἰκόνα καινὴν εἰς τὴν ψυχήν, καὶ ἐν τῇ ἀναστάσει ἐξωτέρᾳ αὐτοῖς ἐμφαίνεται καὶ δοξάζει τὰ σώματα αὐτῶν καὶ ἔξωθεν καὶ ἔσωθεν. ἀλλ' ὃν τρόπον τὰ σώματα πεφθαρμένα εἰσὶ τέως ἐν τῷ καιρῷ τούτῳ καὶ νεκρὰ καὶ λελυμένα, οὕτως εἰσὶ καὶ οἱ λογισμοὶ ὑπὸ τοῦ σατανᾶ πεφθαρμένοι καὶ νεκροὶ ἀπὸ τῆς ζωῆς καὶ κεχωρισμένοι, μᾶλλον δὲ συγκεχωσμένοι εἰς βόρβορον καὶ γῆνἀπώλετο γὰρ ἡ ψυχήκαὶ ὥσπερ οἱ Ἰσραηλῖται ἔβαλον τὰ χρυσᾶ σκεύη εἰς τὸ πῦρ καὶ ἐγένετο εἴδωλον, οὕτω νῦν τὰ χρυσᾶ σκεύη, τοὺς λογισμοὺς τοὺς καθαροὺς καὶ καλοὺς ἐπέδωκε τῇ κακίᾳ ὁ ἄνθρωπος καὶ κατεχώσθησαν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας. καὶ ὡς ἐν εἰδωλείῳ ἀνάκειται ἡ ψυχὴ οὖσα ἐν τῷ σκότει τῆς ἁμαρτίας.
53.1.7
Καὶ πῶς τις αὐτοὺς ἐξεύρῃ καὶ διακρίνῃ καὶ ἐκβάλῃ ἐκ τοῦ ἰδίου οἴκου; ὧδε λοιπὸν θεϊκοῦ φωτὸς χρείαν ἔχει ἡ ψυχὴ καὶ πνεύματος ἁγίου τοῦ κοσμοῦντος τὸν ἐσκοτισμένον οἶκον τοῦ φωτεινοῦ τῆς δικαιοσύνης ἡλίου τοῦ φωτίζοντος καὶ ἀνατέλλοντος εἰς τὴν καρδίαν· ὅπλου χρείαν ἔχει τοῦ νικῶντος τὸν
53.1.8
πόλεμον. καὶ γὰρ ἐκείνη ἡ χήρα ἡ ἀπολέσασα τὴν δραχμὴν πρῶτον ἧψε τὸν λύχνον, εἶτα ἐκόσμησε τὸν οἶκον, καὶ οὕτω κοσμηθέντος τοῦ οἴκου καὶ τοῦ λύχνου ἀναφθέντος ηὑρέθη ἡ δραχμὴ ἐν τῇ κόπρῳ καὶ ἐν τῇ ἀκαθαρσίᾳ καὶ τῇ γῇ κεχωσμένη. καὶ νῦν ἡ ψυχὴ οὐ δύναται ἀφ' ἑαυτῆς εὑρεῖν τοὺς λογισμοὺς αὐτῆς τοὺς ἰδίους καὶ διαχωρίσαι, ἀλλ' ὅταν ἀναφθῇ ὁ λύχνος ὁ θεϊκός, ἅπτει εἰς τὸν ἐσκοτισμένον οἶκον καὶ τότε βλέπει τοὺς λογισμοὺς αὐτῆς, πῶς εἰσιν εἰς τὴν ἀκαθαρσίαν καὶ τὸν βόρβορον τῆς ἁμαρτίας κεχωσμένοι. ἀνατέλλει ὁ ἥλιος καὶ τότε ὁρᾷ ἡ ψυχὴ τὴν ἀπώλειαν αὐτῆς καὶ ἄρχεται ἀνακαλεῖσθαι τοὺς ἐν τῇ κόπρῳ καὶ ῥυπαρίᾳ ἀναμεμιγμένους λογισμούς. ἀπώλεσε γὰρ τὴν εἰκόνα αὐτῆς ἡ ψυχὴ παραβᾶσα τὴν ἐντολήν.
53.2.1
Ὥσπερ ἵνα τις ᾖ βασιλεὺς καὶ ἔχῃ ὕπαρξιν καὶ διακόνους ὑφ' ἑαυτὸν τοὺς ὑπηρετοῦντας αὐτῷ, συμβῇ δὲ τοῦτον ὑπὸ ἐχθρῶν παραληφθῆναι καὶ αἰχμαλωτισθῆναιτούτου δὲ παραληφθέντος καὶ ἐξορισθέντος ἀνάγκη ὅτι καὶ οἱ διάκονοι αὐτοῦ καὶ οἱ ὑπηρέται ὀπίσω ἀκολουθοῦσιν αὐτῷ, οὕτω καὶ ὁ Ἀδὰμ ἐκτίσθη καθαρὸς ὑπὸ τοῦ θεοῦ εἰς διακονίαν αὐτοῦ καὶ ταῦτα τὰ κτίσματα εἰς ὑπηρεσίαν αὐτῷ ἐδόθηκύριος γὰρ καὶ βασιλεὺς κατεστάθη πάντων τῶν κτισμάτων, ἀλλ' ἐξ οὗ ὁ λόγος ὁ πονηρὸς προσῆλθεν αὐτῷ καὶ προσωμίλησεν, αὐτὸς πρότερον διὰ τῆς ἔξωθεν ἀκοῆς ὑπεδέξατο αὐτόν, εἶτα διῆλθεν αὐτοῦ διὰ τῆς καρδίας καὶ κατέσχεν αὐτοῦ πᾶσαν τὴν ὑπόστασιν, καὶ οὕτω λοιπὸν αὐτοῦ παραληφθέντος συνελήφθη καὶ ἡ διακονοῦσα καὶ ὑπηρετου
53.2.2
μένη αὐτῷ κτίσις. δι' αὐτοῦ γὰρ ἐπὶ πᾶσαν ψυχὴν «ἐβασίλευσεν ὁ θάνατος» καὶ πᾶσαν εἰκόνα τοῦ Ἀδὰμ ἠφάνισεν ἐκ τῆς ἐκείνου παρακοῆς, ὥστε τραπῆναι τοὺς ἀνθρώπους καὶ ἐλθεῖν εἰς προσκύνησιν δαιμόνων. ἰδοὺ γὰρ οἱ καρποὶ τῆς γῆς οἱ ὑπὸ τοῦ θεοῦ καλῶς κτισθέντες· προσέφερον τοῖς δαίμοσιν ἄρτον καὶ οἶνον καὶ ἔλαιον καὶ ζῷα ἐν τοῖς βωμοῖς αὐτῶν, οὐ μὴν ἀλλὰ καὶ
53.2.3
υἱοὺς αὐτῶν καὶ θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις. νῦν οὖν αὐτὸς ὁ πλάσας τὸ σῶμα καὶ τὴν ψυχὴν αὐτὸς ἔρχεται καὶ διαλύει πᾶσαν τὴν ἀναστροφὴν τοῦ πονηροῦ καὶ τὰ ἔργα αὐτοῦ τὰ ἐπιτελούμενα ἐν τοῖς λογισμοῖς καὶ ἀνακαινίζει καὶ μορφοῖ εἰκόνα ἐπουράνιον καὶ ποιεῖ καινὴν ψυχήν, ἵνα γένηται πάλιν
53.2.4
βασιλεὺς Ἀδὰμ τοῦ θανάτου καὶ κύριος τῶν κτισμάτων. ὡς εἰς τὴν σκιὰν τοῦ νόμου Μωϋσῆς σωτὴρ ἐκαλεῖτο τοῦ Ἰσραὴλ καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς Αἰγύπτου, οὕτω νῦν ὁ ἀληθινὸς λυτρωτὴς Χριστὸς εἰς τὰ κρύφια διέρχεται τῆς ψυχῆς καὶ ἐκβάλλει ἐκ τῆς σκοτεινῆς Αἰγύπτου καὶ τοῦ βαρυτάτου ζυγοῦ καὶ τῆς πικρᾶς δουλείας. ἐντέλλεται οὖν ἡμῖν, ὥστε ἐξελθεῖν ἐκ τοῦ κόσμου καὶ πτωχεῦσαι πάντων τῶν φαινομένων καὶ μὴ ἔχειν μέριμναν γηΐνην, ἀλλὰ νυκτὸς καὶ ἡμέρας στήκειν εἰς τὴν θύραν καὶ ἀπεκδέχεσθαι, πότε ὁ κύριος ἀνοίξας τὰς συγκεκλεισμένας καρδίας ἐπιχέει ἡμῖν τὴν δωρεὰν τοῦ πνεύματος.
53.2.5
εἶπεν οὖν ἀφιέναι χρυσόν, ἄργυρον καὶ συγγένειαν, πωλῆσαι τὰ ὑπάρχοντα καὶ διαδοῦναι πτωχοῖς καὶ θησαυρίζειν αὐτὰ εἰς τοὺς οὐρανούς, «ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου». εἶδεν ὁ κύριος, ὅτι ἔνδον ὁ σατανᾶς ἐν τούτῳ κατισχύει τοῦ λογισμοῦ, ἐν τῷ καταφέρειν αὐτὸν εἰς τὴν φροντίδα τῶν ὑλικῶν καὶ γηΐνων πραγμάτων. διὰ τοῦτο ὁ θεὸς προνοούμενος τῆς ψυχῆς σου εἶπεν ἀποτάξασθαι, ἵνα καὶ ἄκων ἐπιζητήσῃς τὸν οὐρανὸν καὶ ἔχῃς τὴν καρδίαν σου πρὸς τὸν θεόν. ἐὰν γὰρ καὶ θελήσῃς πάλιν ἐπιστραφῆναι εἰς τὰ κτήματά σου, οὐδὲν εὑρίσκῃ τῶν φαινομένων κεκτημένος. καὶθέλεις οὐ θέλειςὅπου ταῦτα ἐθησαύρισας καὶ ἀπέθου, ἀναγκάζῃ βλέπειν, ἤγουν πρὸς τὸν οὐρανόν· «ὅπου γὰρ ὁ θησαυρός, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου».
53.2.6
Καὶ γὰρ ἐν τῷ νόμῳ ἐκέλευσεν ὁ θεὸς τῷ Μωϋσῇ, ἵνα ποιήσῃ ὄφιν χαλκοῦν καὶ τοῦτον ὑψώσῃ καὶ προσπήξῃ εἰς τὸ ἀκρότατον τοῦ ξύλου, καὶ ὅσοι ὑπὸ τῶν ὄφεων ἐπλήσσοντο, προσέχοντες τῷ ὄφει τῷ χαλκῷ, ἰάσεως ἐτύγχανον. καὶ ἐνταῦθα δὲ τοῦτο οἰκονομικῶς γίνεται. οἱ κατεχόμενοι γὰρ εἰς τὰς γηΐνας μερίμνας καὶ εἰς τὰς εἰδωλολατρείας καὶ εἰς τὰς ἡδονὰς τοῦ σατανᾶ καὶ εἰς πᾶσαν ἀσέβειαν διὰ τοιούτου τρόπου μερικῶς πως ἀνανεύουσιν ἐπὶ τὰ ἄνω καὶ ἀνακύψαντες ἀπὸ τῶν κάτω προσέχουσιν ἐπὶ τὰ ὑψηλὰ καὶ πάλιν ἀπ' ἐκείνων προκόψωσιν εἰς τὸ ὑψηλότατον, καὶ οὕτω κατὰ μικρὸν προκόπτοντες εἰς τὸ ὑψηλότατον καὶ ἀνώτερον μέρος ἐπιγινώσκουσιν, ὅτι ἐστι θεὸς ὕψιστος παρὰ
53.2.7
πᾶσαν τὴν κτίσιν. οὕτω καὶ σὲ ἐκέλευσε πτωχὸν γενέσθαι καὶ πάντα πωλήσαντα διαδοῦναι πτωχοῖς, ἵνα λοιπὸν κἂν θελήσῃς κάτω ἕρψαι ἐπὶ τῆς γῆς μὴ δυνηθῇς. ἐρευνᾶς γὰρ εἰς τὴν καρδίαν σου καὶ ἄρχῃ μετὰ τῶν λογισμῶν σου διαλέγεσθαι·" 1ἐπὶ τῆς γῆς οὐδὲν ἔχομεν, ἄγωμεν πρὸς τὸν οὐρανόν, ὅπου ἔχομεν τὸν θησαυρόν, ὅπου ἐπραγματευσάμεθα." 2 ἄρχεται ὁ νοῦς σου ἀνανεύειν πρὸς τὸ ὕψος καὶ ἐπιζητεῖν τὰ ἀνώτερα καὶ προκόπτειν ἐν τούτῳ.
53.2.8
Τί δέ ἐστιν· ὅτι" 1ὁ νεκρὸς ὄφις ὁ προσπεπηγμένος εἰς τὸ ἀκρότατον τοῦ ξύλου ἰᾶτο τοὺς πεπληγμένους;" 2 ὁ νεκρὸς ὄφις τοὺς ζῶντας ἐνίκα, ὥστε τύπος ἐστὶ τοῦ σώματος τοῦ κυρίου. τὸ σῶμα γάρ, ὃ ἔλαβεν ἐκ τῆς θεοτόκου Μαρίας, ἀνήνεγκεν αὐτὸ ἐπὶ τοῦ σταυροῦ καὶ προσέπηξε καὶ ἐκρέμασεν ἐπὶ τοῦ ξύλου, καὶ τὸν ἐν τῇ καρδίᾳ ὄντα ὄφιν ζῶντα καὶ ἕρποντα νεκρὸν σῶμα ἐνίκησε καὶ ἀπέκτεινενὧδε θαῦμα μέγιστον, πῶς ὁ νεκρὸς ὄφις τὸν ζῶντα ἀπέκτεινεν, ἀλλ' ὃν τρόπον ἐκεῖ ὁ Μωϋσῆς ἐποίησε τὸν ὄφιν τὸν χαλκοῦνκαὶ ἀπ' ἀρχῆς κτίσεως οὐκ ἐγένετο ὄφις χαλκοῦς, ἀλλ' αὐτὸς ὁ Μωϋσῆς καινὸν ἔργον ὁμοίωμα τοῦ ζῶντος ὄφεως ἐποίησενοὕτω καὶ ὁ κύριος καινὸν σῶμα ἐκ τῆς ἀειπαρθένου καὶ θεοτόκου Μαρίας ἐποίησε καὶ τοῦτο ἐνεδύσατο, ἀλλ' οὐκ ἤνεγκε τὸ σῶμα ἐξ οὐρανοῦ· τὸ δὲ πνεῦμα οὐράνιον ἦν, ἀλλὰ ἄνθρωπον καινὸν ἐν τῷ Ἀδὰμ εἰσελθὼν εἰργάσατο καὶ τοῦτον συνεκέρασε τῇ θεότητι καὶ ἐνεδύσατο τὴν ἀν
53.2.9
θρωπίνην σάρκα καὶ ἐμόρφωσεν ἐν τῇ μήτρᾳ. ὥσπερ οὖν ὁ ὄφις ὁ χαλκοῦς ἕως τοῦ Μωϋσέως οὐκ ἐκελεύσθη ὑπὸ τοῦ κυρίου γενέσθαι ἐν τῷ κόσμῳ, οὕτως οὐδὲ καινὸν σῶμα καὶ ἀναμάρτητον ἕως τοῦ κυρίου ἐφάνη ἐν τῷ κόσμῳ. παραβάντος γὰρ τὴν ἐντολὴν τοῦ πρώτου Ἀδὰμ «ἐβασίλευσεν ὁ θάνατος» ἐπὶ ὅλα τὰ τέκνα αὐτοῦ. ἐνίκησεν οὖν νεκρὸν σῶμα τὸν ζῶντα ὄφιν.
53.3.1
Καὶ τοῦτο τὸ θαυμάσιον «Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία». τί δὲ λέγει ὁ ἀπόστολος; «ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, ἡμῖν δὲ τοῖς σῳζομένοις θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν». ὧδε ζωή, ὧδε τὸ φῶς, ὧδε ἡ νίκη,
53.3.2
ὧδε ἡ ἀπολύτρωσις. ἔρχεται πρὸς τὸν θάνατον καὶ διαλέγεται αὐτῷ ὁ κύριος καὶ προστάσσει τοῦ ἐκβαλεῖν ἐκ τοῦ ᾅδου καὶ τοῦ θανάτου τὰς ψυχὰς καὶ ἀποδοῦναι. αὐτὸς δὲ πρὸς ταῦτα ταρασσόμενος εἰσέρχεται εἰς τοὺς διακόνους αὐτοῦ καὶ συνάγει πάσας τὰς δυνάμεις. καὶ προφέρει ὁ ἄρχων τὰ χειρόγραφα καὶ λέγει·" 1ἴδε ὅπου ὑπήκουσαν τῷ λόγῳ μου, ἴδε ὅπου προσεκύνησαν ἡμῖν οἱ ἄνθρωποι." 2 ὁ δὲ θεός, δικαιοκρίτης ὤν, κἀκεῖ δείκνυσι τὸ δίκαιον αὐτοῦ καὶ λέγει·" 1ναί, ὑπήκουσέ σου ὁ Ἀδάμ, κατέσχες αὐτοῦ πάσας τὰς καρδίας, ὑπήκουσέ σου ἡ ἀνθρωπότης, τὸ ἐμὸν σῶμα τί ποιεῖ ὧδε; τοῦτο ἀναμάρτητόν ἐστι. τὸ σῶμα τοῦ πρώτου Ἀδὰμ ἐχρεώστησέ σοι, καὶ δικαίως αὐτοῦ κατέχεις τὰ χειρόγραφα. ἐμοὶ δὲ πάντες μαρτυροῦσιν, ὅτι οὐχ ἥμαρτον. οὐ χρεωστῶ σοι
53.3.3
οὐδέν. καὶ ὅτι υἱός εἰμι τοῦ θεοῦ, πάντες μαρτυροῦσιν." 2 ἐπάνω γὰρ ἐκ τῶν οὐρανῶν ἐμαρτύρησε φωνὴ ἐλθοῦσα ἐπὶ τῆς γῆς· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα» Ἰωάννης μαρτυρεῖ· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ πάλιν ἡ γραφή· «ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν αὐτῷ», καὶ ὅτι «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου· καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν». καὶ σὺ δὲ αὐτός, ὁ σατανᾶς, μαρτυρεῖς μοι λέγων· «οἶδά σε τίς εἶ, ὁ υἱὸς τοῦ θεοῦ», καὶ πάλιν· «τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς». τρεῖς μοι μαρτυροῦσιν· οἱ ἐπάνω τῶν
53.3.4
οὐρανῶν φωνὴν ἀφίασιν, οἱ ἐπὶ γῆς καὶ αὐτὸς σύ. ἐξαγοράζω οὖν διὰ τοῦ ἐμοῦ ἀναμαρτήτου σώματος τὸ σῶμα τὸ πραθέν σοι διὰ τοῦ πρώτου Ἀδάμ, παραλύω σοι τὰ χειρόγραφα· ἐγὼ γὰρ ἀπέδωκα τὰ χρέη τοῦ Ἀδὰμ σταυρωθεὶς καὶ κατελθὼν εἰς τὸν ᾅδην. κελεύω οὖν, ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς (ἤγουν τοῦ Ἀδαμιαίου γένους). καὶ οὕτω λοιπὸν αἱ πονηραὶ δυνάμεις
53.3.5
τρόμῳ ἀποδιδόασι τὸν ἐγκεκλεισμένον Ἀδάμ. Ἀλλ' ὅταν ἀκούσῃς ὅτι ἐν τῷ καιρῷ ἐκείνῳ ἐρρύσατο τὰς ψυχὰς ἐκ τοῦ ᾅδου καὶ τοῦ σκότους καὶ ὅτι κατῆλθε πρὸς τὸν ᾅδην ὁ κύριος καὶ ἐποίησεν ἔνδοξον ἔργον, μὴ μακρὰν ταῦτα ἀπὸ τῆς ψυχῆς σου τὰ πράγματα εἶναι νομίσῃς. ὁ γὰρ ᾅδης καὶ ἄνθρωπος νοεῖται χωρητικὸς καὶ κτητικὸς τοῦ πονηροῦ. κατέχει οὖν ὁ θάνατος τὰς ψυχὰς τοῦ Ἀδάμ, ἤγουν ἐντὸς τοῦ σκότους εἰσὶν οἱ λογισμοὶ τῆς ψυχῆς ἐγκεκλεισμένοι. καὶ ὅταν ἀκούσῃς περὶ μνημείου, οὐ τοῦτο τὸ φαινόμενόν ἐστι· μνημεῖον γὰρ καὶ τάφος ἡ καρδία σου ἐστίν. ὅταν γὰρ ὁ ἄρχων τῆς κακίας καὶ οἱ ἄγγελοι αὐτοῦ ἐκεῖ ἐμφωλεύωσι, καὶ ὅταν τὰς τρίβους καὶ τὰς διόδους, ὅπου ἐμπεριπατοῦσιν, αἱ δυνάμεις τοῦ σατανᾶ εἰς τὸν νοῦν σου καὶ εἰς τὸν λογισμόν σου ἔχωσιν, οὐκ εἶ ᾅδης καὶ μνημεῖον καὶ νεκρὸς τῷ θεῷ; ἐκεῖ γὰρ ὁ σατανᾶς ἀργύριον ἀδόκιμον ἐνεχάραξεν, ἐν τῇ ψυχῇ ἐνέσπειρε σπέρματα πικρά, ἐζύ
53.3.6
μωται ζύμῃ παλαιᾷ, βρύει ἐκεῖ πηγὴ βορβόρου. ἔρχεται οὖν ὁ κύριος εἰς τὰς ἐπιζητούσας αὐτὸν ψυχάς, εἰς τὸ βάθος τοῦ ᾅδου, τῆς καρδίας, κἀκεῖ προστάσσει τῷ θανάτῳ λέγων·" 1ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τὰς ἐμὲ ἐπιζητούσας, ἃς κατέχεις βιαίως." 2 διαρρήσσει οὖν τοὺς βαρεῖς λίθους τοὺς ἐπικειμένους τῇ ψυχῇ, ἀνοίγει τὰ μνημεῖα, ἀνιστᾷ τὸν ἀληθινὸν νεκρόν, ἐκβάλλει ἐκ τῆς σκοτεινῆς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχήν.
53.3.7
Ὃν τρόπον δὲ ἵνα ᾖ ἄνθρωπος καὶ δεθῇ χεῖρας καὶ πόδας ἁλύσεσι, καὶ ἔλθῃ τις ὁ διαλύων αὐτοῦ τὰ δεσμά, καὶ ἀφίησιν αὐτὸν ἐλεύθερον περιπατεῖν ἐν ἀνεκτότητι, οὕτω τὴν δεδεμένην ψυχὴν ταῖς ἁλύσεσι τοῦ θανάτου λύει ὁ κύριος ἀπὸ τῶν δεσμῶν καὶ ἀφίησιν αὐτὴν καὶ ἐλευθεροῖ τὸν νοῦν ἀκόπως ἐν
53.3.8
ἀναπαύσει περιπατεῖν εἰς τὸν θεϊκὸν ἀέρα. καὶ ὥσπερ ἵνα ᾖ ἄνθρωπος ἐν πλημμύρᾳ ποταμοῦ ἐμπεσὼν καὶ καταβυθισθείς, λοιπόν ἐστιν ἐν τῇ πλημμύρᾳ, τοῦ σώματος προκειμένου ἀνὰ μέσον θηρίων δεινῶν· καὶ ἐὰν θελήσῃ ἄλλος ἄνθρωπος ἄπειρος τοῦ κολυμβᾶν διασώσασθαι τὸν ἐμπεσόντα, καὶ αὐτὸς συναπόλλυται καὶ πνίγεται. λοιπὸν οὖν ὧδε ἐμπείρου κολυμβητοῦ καὶ δυνατοῦ χρεία, ἵνα εἰσελθὼν εἰς τὸ βάθος τοῦ κόλπου τοῦ ὕδατος ἐκεῖ καταδύσηται καὶ ἀνενέγκῃ τὸν καταπεποντισμένον καὶ πεπνιγμένον καὶ ὄντα ἀνὰ μέσον θηρίων δεινῶν. καὶ αὐτὸ δὲ τὸ ὕδωρ, ὅταν ἴδῃ ἔμπειρον καὶ εἰδότα πλεῖν, βοηθεῖ τούτῳ
53.3.9
καὶ ἀναφέρει αὐτὸν ἐπὶ τὰ ἀνώτερα, οὕτω καὶ ἡ ψυχὴ εἰς ἄβυσσον σκότους καὶ εἰς τὸ βάθος τοῦ κόλπου τοῦ θανάτου καταπεποντισμένη πέπνικται καὶ νεκρά ἐστιν ἀπὸ τοῦ θεοῦ ἀνὰ μέσον θηρίων δεινῶν. καὶ τίς δύναται εἰς τὰ ταμιεῖα ἐκεῖνα καὶ τὰ βάθη τοῦ ᾅδου κατελθεῖν, εἰ μὴ αὐτὸς ὁ τεχνίτης ὁ ἐργασάμενος τὸ σῶμα; αὐτὸς ἔρχεται εἰς τὰ δύο μέρη καὶ εἰς τὸ βάθος τοῦ ᾅδου καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας, ὅπου κατέχεται ἡ ψυχὴ ὑπὸ τοῦ θανάτου σὺν τοῖς λογισμοῖς αὐτῆς, καὶ ἀναφέρει ἐκ τοῦ σκοτεινοῦ βυθοῦ τὸν νενεκρωμένον Ἀδάμ. καὶ αὐτὸς δὲ ὁ θάνατος διὰ τῆς γυμνασίας εἰς βοή
53.3.10
θειαν γίνεται αὐτοῦ τοῦ ἀνθρώπου, ὥσπερ τὸ ὕδωρ τῷ κολυμβῶντι. τί γὰρ δυσχερές ἐστι τῷ θεῷ εἰσελθεῖν εἰς τὸν θάνατον καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας κἀκεῖθεν ἀνακαλέσασθαι τὸν νενεκρωμένον Ἀδάμ; ἐν γὰρ τῷ φαινομένῳ αἰῶνί εἰσιν οἰκοδομαὶ καὶ οἰκίαι, ὅπου ἡ ἀνθρωπότης κατοικεῖ, καί εἰσι σπήλαια, ὅπου θηρία ἢ λέοντες ἢ δράκοντες καὶ ἄλλα θηρία ἰοβόλα. εἰ τοίνυν ὁ ἥλιος κτίσμα ὢν εἰσέρχεται πανταχόθεν, διὰ θυρίδων καὶ εἰς τὰ σπήλαια τῶν λεόντων καὶ εἰς τὰς ὀπὰς τῶν ἑρπετῶν καὶ ἐξέρχεται καὶ οὐδὲν βλάπτεται, πόσῳ μᾶλλον ὁ θεός, ὁ δεσπότης πάντων, εἰσέρχεται εἰς τοὺς φωλεοὺς καὶ εἰς τοὺς οἴκους, ὅπου κατεσκήνωσεν ὁ θάνατος, καὶ εἰς τὰς ψυχὰς κἀκεῖθεν ῥυόμενος τὸν Ἀδὰμ οὐκ ἀδικεῖται ὑπὸ τοῦ θανάτου. καὶ ὡς ὑετὸς ἐξ οὐρανοῦ κατερχόμενος φθάνει κατέρχεσθαι «εἰς τὰ κατώτατα τῆς γῆς» κἀκεῖθεν τὰς ξηρανθείσας ῥίζας ὑγρᾶναι καὶ ἀνακαινίσαι καὶ ἐξυπνίσαι καὶ ποιῆσαι ἐκεῖ γέννημα καινόν.
53.4.1
Ὁ ἔχων ἀγῶνα καὶ θλῖψιν καὶ πόλεμον πρὸς τὸν σατανᾶν, οὗτος συντετριμμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· ἐν μερίμνῃ γάρ ἐστι καὶ πένθει καὶ δάκρυσιν. εἰ τοίνυν ἐν τούτοις τοῖς πράγμασι στήκει ὁ τοιοῦτος εἰς τὸν πόλεμον μετ' αὐτοῦ ἐστιν ὁ κύριος καὶ φυλάσσει αὐτὸν καὶ ἐπιζητεῖ σπουδαίως καὶ κρούει τὴν θύραν, πότε αὐτῷ ἀνοίγει. πάλιν εἰ φαίνεταί σοι ἀδελφὸς χρηστός, ἐπιεικής, φιλάδελφος, ἀγαθός, ὁ δὲ ὑπὸ χάριτος ἐστιν ὑπεστηριγμένος καὶ
53.4.2
ἀναπεπαυμένος. ὁ δὲ μὴ ἔχων θεμέλιον οὐκ ἔχει τοσοῦτον φόβον θεοῦ, οὐδὲ συντέτριπται αὐτοῦ ἡ καρδία, οὐδέ ἐστιν ἐν φόβῳ οὐδὲ ἀσφαλίζεται αὐτοῦ τὴν καρδίαν καὶ τὰ λοιπὰ μέλη τοῦ μὴ ἀτάκτως πορεύεσθαι. οὗτος ἀκμὴν ἀπολελυμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· οὔπω γὰρ εἰσῆλθεν εἰς ἀγῶνα. ἄλλος οὖν ἐστιν ὁ ἐν ἀγῶνι καὶ θλίψει καὶ ἄλλος ὁ μὴ εἰδὼς τί ἐστι πόλεμος. καὶ γὰρ τὰ σπέρματα ὅταν ἐμβληθῇ εἰς τὴν γῆν, θλῖψιν ὑπομένει εἰς τοὺς πάγους, εἰς τοὺς χειμῶνας, εἰς τὴν ψυχρότητα τῶν ἀέρων, καὶ ἐν τῷ δέοντι
53.4.3
καιρῷ ἀναζωοποιεῖται τὸ γέννημα. συμβαίνει δέ, ὅτι ὁ σατανᾶς διαλέγεταί σοι ἐν τῇ καρδίᾳ·" 1ἴδε πόσα κακὰ ἐποίησας, ἰδοὺ πεπλήρωταί σου ἡ ψυχὴ πασῶν ἀνομιῶν, καὶ βεβαρημένος εἶ ἀπὸ ἁμαρτιῶν." 2 ταῦτα δὲ ποιεῖ, ἵνα ἐνέγκῃ σε εἰς ἀπελπισμόν, ὅτι οὐκέτι δύνασαι σωθῆναι οὐδέ ἐστιν εὐπρόσδεκτος ἡ μετάνοιά σου. ἐπειδὴ γὰρ ἐπεισῆλθε διὰ τῆς παραβάσεως ἡ κακία, λοιπὸν
53.4.4
καθ' ἑκάστην ὥραν διαλέγεται τῇ ψυχῇ ὡς ἄνθρωπος μετὰ ἀνθρώπου. ἀποκρίθητι αὐτῷ καὶ σύ, ὅτι" 1ἔχω τὰς μαρτυρίας τοῦ κυρίου ἐγγράφως" 2, ὅτι" 1οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν, ὥστε ἀποστραφῆναι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν" 2. διὰ τοῦτο γὰρ κατῆλθεν αὐτός, ἵνα τοὺς ἁμαρτωλοὺς σώσῃ, τοὺς νεκροὺς ἀνεγείρῃ, τοὺς τεθανατωμένους ἀναζωοποιήσῃ, τοὺς ἐν σκότει φωτίσῃ. ἀληθῶς γὰρ ὁ ἐλθὼν εἰς υἱοθεσίαν ἡμᾶς ἐκάλεσε, εἰς πόλιν ἁγίαν εἰρηνευομένην, εἰς ζωὴν τὴν μηδέποτε ἀποθνῄσκουσαν,
53.4.5
εἰς δόξαν ἄφθαρτον. μόνον ἡμεῖς τῇ ἀρχῇ ἡμῶν δῶμεν τέλος ἀγαθόν, ἐμμείνωμεν ἐν τῇ πτωχείᾳ, ἐν τῇ ξενιτείᾳ, ἐν τῇ κακουχίᾳ, ἐν τῇ αἰτήσει τῇ πρὸς τὸν θεόν, μετὰ ἀναιδείας κρούοντες τὴν θύραν. ὥσπερ γὰρ ἐγγύς ἐστι τὸ σῶμα τῆς ψυχῆς, οὕτως ἐγγύτερός ἐστιν ὁ κύριος τοῦ ἐλθεῖν καὶ ἀνοῖξαι τὰς κεκλεισμένας θύρας τῆς καρδίας καὶ δωρήσασθαι ἡμῖν πλοῦτον τὸν οὐράνιον. ἀγαθὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ ἀψευδεῖς αὐτοῦ εἰσιν αἱ ἐπαγγελίαι, μόνον ἵνα ὑπομείνωμεν ἕως τέλους ἐπιζητοῦντες αὐτόν. Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει. Ἀμήν. 54. τ. 1 ΛΟΓΟΣ ΝΔʹ.