Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
54.1.1
Τί λαλήσομεν τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς, ἢ τί ὑπομνήσομεν ὑμᾶς τοὺς ἑτοιμάσαντας ἑαυτοὺς ὀπίσω τοῦ Χριστοῦ πορεύεσθαι; λαλήσωμεν ὑμῖν ὅτι τὸν εὐαρεστῆσαι θεῷ θέλοντα ἀναχωρῆσαι καὶ ἀποτάξασθαι δεῖ τῷ κόσμῳ
54.1.2
τούτῳ; ἰδοὺ προειλήφατε τοῦτο ποιῆσαι. ἀλλ' ἐροῦμεν ὑμῖν ὅτι τὸν βουλόμενον ἀκολουθεῖν τῷ τοῦ κυρίου λόγῳ ξένον καὶ ἀλλότριον τῆς αὐτοῦ πατρίδος καὶ γονέων καὶ συγγενῶν καὶ φίλων γενέσθαι χρὴ διὰ τὴν πρὸς τὸν κύριον ἀγάπην καὶ τὴν τῶν ἐντολῶν αὐτοῦ ἐπιπόθησιν. ἰδοὺ καὶ τοῦτο ἕκαστος ὑμῶν ἑτοίμως πεποίηκε καὶ ξένος τῆς ἑαυτοῦ πατρίδος διὰ τὸν θεὸν γεγένηται.
54.1.3
ἀλλὰ ὑπομνήσομεν ὑμᾶς περὶ τοῦ δεῖν ταῖς εὐχαῖς ἐγκαρτερεῖν καὶ ταῖς νηστείαις κατὰ τὴν τοῦ κυρίου ἐπιταγὴν καὶ κατὰ τὴν τοῦ ἀποστόλου παραίνεσιν· ἔλεγε γὰρ ὁ κύριος· «παραβολὴν πρὸς τὸ πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν», καὶ ὁ ἀπόστολος· «ἀδιαλείπτως προσεύχεσθε», ἀλλ' ἰδοὺ χάριτι Χριστοῦ ἐν
54.1.4
αὐτῷ τῷ ἔργῳ ὁρῶμεν ὑμᾶς διατελοῦντας καὶ εἰς αὐτὸ παραμένοντας. ἀλλ' εἴπωμεν ὑμῖν ὅτι τῶν θεοπνεύστων γραφῶν ἐμπείρους ὑμᾶς εἶναι δεῖ καὶ ἐν αὐταῖς ἐντετρίφθαι πρὸς τὸ μὴ ἀμνημονεῖν τῶν τοῦ κυρίου ζώντων λογίων καὶ τῶν ἐντολῶν αὐτοῦ καὶ θείων παραγγελμάτωνἰδοὺ χάριτι τοῦ κυρίου ἐν αὐταῖς γυμνάζεσθε καὶ τὴν μελέτην ὑμῶν διαπαντὸς ἐν αὐταῖς ποιεῖσθε.
54.1.5
λαλήσομεν ὑμῖν περὶ τῆς εἰς ἀλλήλους ἀγάπης καὶ φιλαδελφίας καὶ ὑποταγῆς καὶ ταπεινώσεως καὶ τῆς πρὸς ἀλλήλους τιμῆς ἰδοῦ ἕκαστος ὑμῶν σπουδάζει καὶ ἐν τούτοις ἑαυτὸν γυμνάζει καὶ ἐθίζει ἔθος ἀγαθόν.
54.2.1
Καλῶς τοίνυν, ὦ τέκνα, καὶ καθαρῶς προσεληλύθατε δουλεύειν καὶ εὐαρεστεῖν τῷ ἑαυτῶν δεσπότῃ Χριστῷ. ἀγαθὴ καὶ εὐπρόσδεκτος ἡ τοιαύτη παρὰ θεῷ ἀρχή. τοὺς γὰρ καθαρῶς καὶ ὁλοκλήρῳ προαιρέσει προσερχομένους τῷ κυρίῳ τούτους εἰς ἐκλογὴν καὶ ζωὴν ὁρίζει τὴν αἰώνιον. ἐπιζητεῖ τοίνυν τοὺς προσεληλυθότας καὶ προσεγγίζοντας αὐτῷ καθαρῶς (τουτέστιν ὅλῃ τῇ προαιρέσει) τοιούτους εἶναι· φυλάσσειν τὸ σῶμα καθαρὸν ἀπὸ φθορᾶς, πορνείας τε καὶ κλοπῆς καὶ ψεύδους, λόγων τε ἀργῶν καὶ ματαίων, γαστριμαργίας τε καὶ πλεονεξίας πάσης καὶ τῶν λοιπῶν διὰ τοῦ σώματος ἐπιτελουμένων ἁμαρτημάτων, καὶ φυλάσσειν τὴν ψυχὴν καθαρὰν ἀπὸ λογισμῶν ματαίων
54.2.2
καὶ ῥυπαρῶν καὶ πονηρῶν καὶ μὴ συνδυάζειν τῇ κακίᾳ. ὥσπερ γὰρ τὸ σῶμα φθείρεται καὶ μιαίνεται, ἐπὰν κοινωνήσῃ ἐν ἀκαθαρσίᾳ ἑτέρῳ σώματι, οὕτω καὶ ἡ ψυχὴ φθείρεται, ἐπὰν κοινωνῇ συνδυάζουσα ταῖς ἐνοχλούσαις τῆς κακίας δυνάμεσιν. ὥσπερ ὁ ἀπόστολός φησι· «ὁ φθείρας τὸν ναὸν τοῦ θεοῦ (ὅ ἐστι τὸ σῶμα), φθερεῖ τοῦτον ὁ θεός», οὕτως ὁ φθείρων τὴν ψυχὴν καὶ τὸν νοῦν καὶ συναινῶν καὶ συνδυάζων τῇ συνούσῃ κακίᾳ τῶν παθῶν ἐν τοῖς ἀοράτοις
54.2.3
τῶν λογισμῶν ἁμαρτήμασι τιμωρίαις ὑπαίτιος τυγχάνει. ὡς οὖν φυλάσσεσθαι χρὴ τὸ σῶμα καθαρὸν ἀπὸ φανερῶν καὶ ὁρατῶν ἁμαρτημάτων, ὅτι ναὸς θεοῦ ἐστιν, οὕτω φυλάσσεσθαι χρὴ καὶ τὴν ψυχὴν καθαρὰν ἀπὸ πονηρῶν καὶ ἀκαθάρτων λογισμῶν πρὸς τὸ μὴ φθείρεσθαι τὰ νοήματα ἑκουσίως καὶ τὸν νοῦν μολύνεσθαιὡς φησί που· «πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ ταύτης ἔξοδοι ζωῆς», καὶ πάλιν· «σκολιῶν γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ», ὅτι νύμφη ἐστὶ τοῦ μεγάλου βασιλέως Χριστοῦ· «ἡρμοσάμην γάρ, φησίν, ὑμᾶς
54.2.4
ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ». οὕτω γὰρ εὐδόκησεν ὁ θεὸς καὶ οὕτω προσέταξε τοὺς προσερχομένους αὐτῷ καὶ ζητοῦντας αὐτὸν ἐνοικῆσαι καὶ ἐμπεριπατῆσαι ἐν αὐτοῖς. δεῖ τοίνυν τὴν ψυχὴν καθαρὰν φυλάσσειν, τοῦ μὴ συναινεῖν καὶ συνδυάζειν τῇ κακίᾳ ἐν τοῖς διαλογισμοῖς, καὶ τὸ σῶμα καθαρὸν φυλάσσειν ἀπὸ φανερῶν πράξεων πονηρῶν. οὐκ εὐδοκεῖ γὰρ ὁ θεὸς ἐν πόρνοις οἰκεῖν καὶ ἀχρείοις καὶ μιαροῖς καὶ ἀσελγέσι, καὶ οὐκ εὐδοκεῖ κατοικεῖν ἐν ψυχαῖς φθειρομέναις ἑκουσίως τὰ νοήματα ἐν τοῖς ἀοράτοις πάθεσιν ὑπὸ τῆς συνούσης κακίας τοῦ πονηροῦ καὶ παλαιοῦ ἀνθρώπου.
54.2.5
Τὸ λοιπὸν λόγον ἀπαιτείτω ἕκαστος παρὰ τῆς ἑαυτοῦ ψυχῆς, ἀνακρίνων τοὺς λογισμοὺς ἀπὸ θείων γραφῶν, καὶ δοκιμαζέτω ἐν τίσιν ἑκουσίως κεκράτηται, καὶ βλεπέτω, εἰ συμφωνεῖ τοῖς νόμοις τοῦ θεοῦ ἡ καρδία καὶ οἱ διαλογισμοί, καὶ εἰ μὴ συμφωνεῖ, σπουδαζέτω καὶ ἀγωνιζέσθω ἕκαστος πάσῃ δυνάμει ψυχῆς καὶ σώματος, ἵνα ὥσπερ τὸ σῶμα ἔξωθεν φυλάσσει ἀπὸ πορνείας καὶ φθορᾶς ὡς ναὸν θεοῦ, οὕτως ἔνδοθεν καὶ τὴν ψυχὴν καὶ τοὺς διαλογισμοὺς φυλάξῃ ἀπὸ φθορᾶς τῶν πονηρῶν πνευμάτων, τοῦ μὴ κοινωνεῖν τοῖς διαλογισμοῖς αὐτῶν καὶ μιαίνεσθαι αὐτὴν ὡς νύμφην οὖσαν
54.2.6
Χριστοῦ. ὥσπερ γὰρ τὸ σῶμα κοινωνοῦν ἑτέρῳ σώματι φθείρεται καὶ πορνεύει, οὕτω καὶ ἡ ψυχὴ κρυπτῶς κοινωνοῦσα πονηραῖς δυνάμεσιν ἐν διαλογισμοῖς φθείρεται καὶ πορνεύει ἐν ἀοράτοις ἁμαρτήμασιν, ἐν ἀπιστίᾳ, ἐν δόλῳ, ἐν κενοδοξίᾳ, ἐν ὀργῇ, ἐν φθόνῳ, ἐν ζήλῳ, ἐν ἔριδι. ἔνθα γὰρ κοινωνεῖ ψυχή, ἐκεῖ καὶ διακονεῖ. «ἀνθρώπων, γάρ φησιν, διεφθαρμένων τὸν νοῦν», καὶ πάλιν· «μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις», καὶ πάλιν· «φοβοῦμαι μήπως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ
54.2.7
νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς Χριστόν». ὥστε ἔστι πορνεία καὶ φθορὰ κρυπτῶς ἐν ψυχῇ διὰ πονηρῶν λογισμῶν ἐπιτελουμένη καὶ γὰρ ἐν τῷ νόμῳ μυστήριον περὶ ψυχῆς ἐμφαῖνον τὸ πνεῦμα τὸ ἅγιον τὰ καθαρὰ τετράποδα καὶ τὰ καθαρὰ πετεινὰ ἀπὸ τῶν ἀκαθάρτων διώρισε, τὰ δὲ καθαρὰ καθαροὺς καρποὺς τίκτει, οὕτως ὀφείλουσι τῆς ψυχῆς οἱ καθαροὶ τῆς ἰδίας φύσεως λογισμοὶ κεχωρίσθαι τῇ γνώσει τοῦ λόγου διὰ πολλῆς σπουδῆς καὶ ἀγῶνος ἀπὸ τῶν τῆς ἐνοχλούσης ἁμαρτίας ἀκαθάρτων λογισμῶν, ἵνα ἡ ψυχὴ τοὺς τῆς ἰδίας φύσεως καθαροὺς λογισμοὺς διὰ τῆς τοῦ λόγου γνώσεως καθαροὺς ἀποτίκτῃ, καὶ μὴ συναίνουσα καὶ κοινωνοῦσα τῇ συνούσῃ κακίᾳ ἀκαθάρτους ἐννοίας ὡς φυσικοὺς δι' ἄγνοιαν ἀποκυΐσκῃ. διχηλοῦντά φησι καὶ μηρυκώμενα ταῦτα καθαρὰ τυγχάνει, τουτέστιν ὅτι δεῖ ἕκαστον διχῶς ἑαυτὸν ὁρᾶν ἀντιλέγοντα καὶ μὴ συμφωνοῦντα τῇ συνούσῃ κακίᾳ τῶν παθῶν.
54.3.1
Χρὴ τοίνυν τὴν ψυχὴν πρότερον ἐν τοῖς λογισμοῖς αὐτῆς διορίζειν καὶ διακρίνειν ἑαυτὴν διὰ τοῦ λόγου ἀπὸ τῆς κοινωνίας τῆς ἁμαρτίας. τότε γὰρ ἐξ ἀληθείας διορίζεται διὰ τῆς δυνάμεως τοῦ πνεύματος ἀπὸ τῶν τῆς πονηρίας
54.3.2
πνευμάτων, ἅ ἐστι ῥίζαι τῶν διαλογισμῶν. ὥσπερ γὰρ ἀνὴρ γεωργὸς καλῶς ἐπιμελούμενος τῆς γῆς πρότερον ἀνανεοῖ αὐτὴν καὶ καθαίρει τὰς ἀκάνθας καὶ τριβόλους, καὶ οὕτω σπόρον καταβάλλει πρὸς τὸ ἐπιτηδείους καὶ ἐντελεῖς δοῦναι τοὺς καρπούς, οὕτω χρὴ τὸν βουλόμενον εὐαρεστῆσαι κυρίῳ καὶ τὸν σπόρον τῆς χάριτος λαβεῖν προσδοκῶντα προκαθαίρειν καὶ ἀνανεοῦν καὶ προευτρεπίζειν ὅση δύναμις ἐξ ἑαυτοῦ τὴν γῆν τῆς καρδίας αὐτοῦ, ἵνα ὁ σπόρος πεσὼν τοῦ πνεύματος ἐν τῇ καλῇ τῆς καρδίας γῇ πολυπλασίονας καρποὺς καὶ
54.3.3
ἐντελεῖς ἀποδώσει. ἢ ὥσπερ τεχνίτης ἐπιτηδείως ἐργαζόμενος τὰ δέρματα τῶν ζῴων, τὰ λεγόμενα σωμάτια, τοὺς βεμβράνους. ἐὰν μὴ πρότερον ἄρῃ ἐξ αὐτῶν τὰς τρίχας καὶ τὰ περισσὰ τῶν σαρκῶν πάχη καὶ τὴν τοῦ αἵματος μελανίαν καὶ τὴν λοιπὴν ἀκαθαρσίαν καὶ ἐπιτηδείως καθαρὰ καὶ λαμπρὰ αὐτὰ
54.3.4
ἀπεργάσηται, οὐ γράφουσιν ἐν αὐτοῖς τοὺς νόμους τοῦ θεοῦ. ἐπὰν δὲ ὁ σοφὸς τεχνίτης καθ' ὃν δεῖ τρόπον πάντα τὰ περισσὰ περιαιρήσας καὶ καθαρίσας λαμπρύνῃ, τότε γράφονται οἱ τοῦ θεοῦ νόμοι καὶ τότε εἰσὶ γραφαί. τὸν αὐτὸν τρόπον οἱ βουλόμενοι καὶ ἐλπίζοντες τοὺς νόμους τοῦ πνεύματος ἐν τῇ ἑαυτῶν διανοίᾳ καὶ ψυχῇ ἐγγραφῆναι καὶ τὴν ἐπουράνιον εἰκόνα τοῦ Χριστοῦ τῆς ζωῆς ἐνδύσασθαι ἐπιποθοῦντες πάσῃ σπουδῇ καὶ ἐπιμελείᾳ τὴν ἑαυτῶν καρδίαν ὡς ἐπιτήδειοι τεχνῖται ἐργαζέσθωσαν καὶ καθαριζέτωσαν αὐτὴν ἀπὸ πάσης ὑλικῆς τοῦ αἰῶνος τούτου παχύτητος καὶ σαρκῶν καὶ αἱμάτων, (τουτέστι φροντίδων καὶ δεσμῶν γηΐνων). ἐκτὸς εἶναι αὐτὴν καταρτιζέτωσαν καὶ ἀπὸ σαρκικῶν ὕλης περισπασμῶν (ἅ ἐστι τοῦ αἵματος μελανία) ταύτην καθαριζέτωσαν, ἵν' οὕτω προευτρεπισάντων καὶ προκαθαράντων τὸν νοῦν ἑαυτῶν καὶ τὴν καρδίαν ἐγγράψῃ ὁ θεὸς ἐκεῖ τοὺς ἰδίους νόμους τοῦ πνεύματος κατὰ τὴν ἐπαγγελίαν
54.3.5
αὐτοῦ. φησὶ γάρ· «διδοὺς νόμους μου ἐν καρδίᾳ αὐτῶν καὶ ἐπὶ ταῖς διανοίαις αὐτῶν ἐπιγράψω αὐτούς. καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός», καὶ ἐπάγει ὁ ἀπόστολος· «ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος».
54.3.6
τότε τις δυνήσεται ἀληθῶς ἐπιγνῶναι θεὸν καὶ ζῆσαι τὴν αἰώνιον ζωήν. εἰ δὲ μὴ ἐγγραφῶσιν οἱ νόμοι τοῦ πνεύματος ἐν τῇ ψυχῇ, σὰρξ καὶ αἷμα ἐστὶν ἔτι ὁ τοιοῦτος καὶ οὐδέπω εἴργασται ἡ καρδία ὡς ἀπαιτεῖ ὁ θεὸς οὐδὲ αἰωνίαν
54.3.7
κέκτηται ζωήν. τὸ δὲ ὑπόδειγμα τὸ ἐπὶ τοῦ γεωργοῦ καὶ ἐπὶ τοῦ τεχνίτου καὶ ἑτέρως ἔστιν νοεῖν, ἵν' ὅνπερ τρόπον ἡ γῆ κεῖται ἀκωλύτως τῷ γεωργῷ καὶ καθὼς βούλεται ἐργάζεται ταύτην καὶ ἐπιμελεῖται αὐτῆς ὡς αὐτὸς ἐπίσταται, ἢ ὥσπερ τὸ σωμάτιον οὐκ ἀντιτάσσεται τῷ τεχνίτῃ νεκρὸν ὄν, ἀλλὰ καθὼς βούλεται καὶ οἶδε τῇ ἰδίᾳ ἐπιστήμῃ ἐργάζεται καὶ καθαίρει καὶ ἐπιτήδειον ἀποτελεῖ καταρτίσας ὡς δέει, οὕτως ἕκαστος ὀφείλει παρέχειν ἑαυτὸν καὶ διδόναι ὅλον ἑαυτὸν ἐξ ὅλης προαιρέσεως καὶ θελήματος τῷ λόγῳ καὶ τῇ χάριτι τοῦ κυρίου ἀναχωρῶν τῶν ἰδίων θελημάτων καὶ ἑαυτὸν νεκρώσων μή
54.3.8
ποτε τὸ ἴδιον θέλημα ποιῶν ἔτι, ὡς καὶ ὁ ἀπόστολός φησι· «μηκέτι οὖν ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι», καὶ πάλιν· «οὐκ ἐστὲ ἑαυτῶν», ἵν' ὡς οἶδε καὶ ἐπίσταται ὁ σοφὸς τεχνίτης καὶ γεωργὸς λόγος, διὰ τῆς χάριτος ἐργάσηται καὶ καθαρίσῃ αὐτὸς τὴν γῆν τῆς καρδίας, ἀποσπῶν τὴν ψυχὴν ἀπὸ τῶν τῆς ὕλης δεσμῶν καὶ τῆς ἀπάτης τοῦ κόσμου καὶ τῶν τῆς ἀτιμίας παθῶν, «ἵνα αὐτὸς ἑαυτῷ, ὥς φησιν ὁ ἀπόστολος, παραστήσῃ τὴν ἐκκλησίαν ἄμωμον», ἥτις ἐστὶ ψυχή, εἰς ἣν πονηρὸς λογισμὸς ἐξ
54.3.9
ἀρχῆς οὐκ ἐνεκτίσθη. καὶ οὕτω συμφωνήσαντος προσηκόντως τῇ χάριτι τοὺς νόμους τῆς ἐλευθερίας καὶ τῆς τελειότητος καὶ τῆς καταπαύσεως τῆς ζωῆς ὁ Χριστὸς ἐγγράφει ἐν τῇ ψυχῇ, νύμφην καθαρὰν αὐτὴν κατεργασάμενος εἰς τὴν ἰδίαν τῆς ἀφθάρτου ζωῆς κοινωνίαν, καὶ τότε κολληθεῖσα τῷ κυρίῳ εἰς ἓν πνεῦμα γίνεται καὶ ζωὴν κληρονομεῖ τὴν αἰώνιον.
54.4.1
Πάσῃ τοίνυν σπουδῇ καὶ παντὶ ἀγῶνι καὶ πόνῳ καὶ συνέσει καὶ ἱδρῶτι ψυχῆς τούτων ἐπιτυχεῖν σπουδάσωμεν, ἐπιμελῶς ἐργαζόμενοι τὴν ἑαυτῶν καρδίαν, πανταχόθεν περισκοποῦντες τὰς μαγγανείας καὶ κακουργίας καὶ τοὺς δό
54.4.2
λους τοῦ πονηροῦ τῆς ἁμαρτίας πνεύματος. ὥσπερ γὰρ τὸ πνεῦμα τὸ ἅγιον διὰ Παύλου ἐλάλησε· «πᾶσι πάντα ἐγενόμην, ἵνα τοὺς πάντας κερδήσω», οὕτω καὶ ἡ παντομίμητος κακία σπουδάζει πάντα γενέσθαι, ἵνα τοὺς πάντας ἀπολέσῃ. καὶ τοῖς εὐχομένοις ὡς εὐχόμενος ἀφομοιοῦται ὁ διάβολος, ἵνα προφάσει εὐχῆς δι' ἄγνοιαν καὶ οἴησιν ἀπατήσῃ. τοῖς νηστεύουσι συννηστεύει, ἵνα οἰήσει νηστείας πλανήσῃ. ἐν τοῖς ἔχουσι γνῶσιν γραφῶν ὡσαύτως ἐπιτηδεύει, ἵνα οἰήσει γνώσεως ἐκτρέψας παγιδεύσῃ, τοῖς ἐν ἀποκαλύψει φωτὸς καταξιωθεῖσιν ὡς δι' ὁμοίου φωτὸς ἀποκαλύψεως ἀφομοιοῦται. καὶ γὰρ καί· «εἰς ἄγγελον φωτὸς μετασχηματίζεται ὁ σατανᾶς», ἵνα ὡς διὰ ὁμοίου φωτὸς πλανήσας εἰς ἑαυτὸν κατάσχῃ. ὁμοίως καὶ τοῖς λοιποῖς ἀφομοιοῦται, ἵνα δι' ὁμοίων ἀπο
54.4.3
λέσῃ τὴν ψυχὴν προφάσει εὐλογοφανεῖ. πανούργως γὰρ καὶ δεινῶς προσέρχεται ἑκάστῳ ἐν πᾶσι καλοῖς ἀφωμοιωμένος, ἵνα δυνηθῇ ἀγνοηθεὶς ῥίψαι τινὰ εἰς τὸ ἴδιον αὐτοῦ θέλημα. «λογισμούς, φησί, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». ἴδε μέχρι ποῦ τολμᾷ καὶ ἐπαίρεται, βουλόμενος ῥίψαι καὶ τοὺς ἤδη τὸν θεὸν ἐν ἐπιγνώσει ἀληθείας ἔχοντας. «πάσῃ οὖν φυλακῇ χρῆ τηρεῖν τὴν ἑαυτῶν καρδίαν» καὶ πολλὴν παρὰ θεοῦ σύνεσιν αἰτεῖν, ἵνα δῷ ἡμῖν τὰς πανουργίας καὶ τέχνας τῆς κακίας ἐπιγινώσκειν, ὅπως
54.4.4
μὴ ἑαυτῷ ἡμᾶς ὁ πονηρὸς διὰ κακοτεχνίας περιποιήσηται. ἐργάζεσθαι οὖν καὶ πονεῖν διαπαντὸς ἕκαστον ἡμῶν πάσῃ συνέσει καὶ νήψει καὶ καθαίρειν τὸν νοῦν καὶ τοὺς διαλογισμοὺς προσήκει, ὅτι οὐκ ἔστι τὶ μεῖζον οὐδὲ κρεῖττον ἔργον ἢ τιμιώτερον ὡς τὸ τὴν ἑαυτοῦ ψυχὴν ἐργάζεσθαι καὶ τὴν ἰδίαν αὐτοῦ προαίρεσιν καταρτίζειν πρὸς τὸ θέλημα τοῦ θεοῦ. τοῦτο μόνον μέγα καὶ τίμιον παρὰ θεῷ ἔργον, ὥς φησιν ὁ κύριος· «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην τουτέστι τὰ τῆς κακίας ἐπιτηδεύματα, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον», καὶ πάλιν· «ἐξομολόγησις, φησί, καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ». ἐπὰν γὰρ οὕτω τὴν ἑαυτοῦ καρδίαν ἐργάσηταί τις, δίδωσιν αὐτῷ ἄνωθεν ὁ θεὸς ἔργον οὐράνιον ἐν τῇ ψυχῇ, ἔργον ζωῆς αἰώνιον τῆς θεότητος τοῦ πνεύματος.
54.4.5
Καλῶς τοίνυν, ὦ τέκνα, καὶ προσηκόντως καταλιπόντες πάντα τὰ πρόσκαιρα προσεληλύθατε τῷ θεῷ, καὶ ἀντὶ μὲν πατρὸς ἐπιγείου τὸν πατέρα τὸν οὐράνιον ἐπιζητεῖτε, ἀντὶ δὲ μητρὸς φθαρτῆς τὸ τοῦ θεοῦ ἀγαθὸν πνεῦμα καὶ Ἱερουσαλὴμ τὴν ἐπουράνιον μητέρα ἔχετε, ἀντὶ δὲ ἀδελφῶν ὧν κατελίπατε αὐτὸν τὸν κύριον τὸν καταξιώσαντα ἑαυτὸν ἀδελφὸν τῶν πιστῶν καὶ ἀξίων αὐτοῦ κληθῆναι, ἀντὶ δὲ συγγενῶν καὶ φίλων ὧν ἀφήκατε τοὺς ἁγίους ἀγγέλους καὶ τοὺς χοροὺς τῶν ἁγίων δυνάμεων εὑρίσκετε, ἀντὶ δὲ τῆς παρερχομένης γῆς ἧς ἀφήκατε γῆν τῆς ζωῆς καὶ τὴν αἰώνιον βασιλείαν κληρονομεῖτε» εὐαρεστήσω γὰρ τῷ κυρίῳ, φησίν, ἐν γῇ ζώντων», καὶ ὁ κύριος· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν», ἀντὶ δὲ κοινωνίας φθαρτῆς ἧς ἐμισήσατε ἔχετε τὴν κοινωνίαν τοῦ ἁγίου πνεύματος, καὶ ἀντὶ πάντων τούτων τῶν ἐπιγείων κτημάτων ὧν ἀφήκατε λαμβάνετε τὰ τῆς αἰωνίου καὶ ἀρρήτου ζωῆς κτή
54.4.6
ματα τὰ διαπαντὸς εἰς αἰῶνα παραμένοντα. τὰ γὰρ κτήματα τῆς ὕλης ταύτης καὶ τὰ τῆς γῆς ἀγαθὰ ἔξωθέν εἰσι τοῦ ἀνθρώπου, ἐκεῖνα δὲ τὰ αἰώνια κτήματα καὶ τὰ ἀγαθὰ τὰ ἐξ οὐρανοῦ ἀπὸ τοῦ νῦν τοῖς πιστοῖς διδόμενα ἔνδοθεν τῇ ψυχῇ καὶ τῇ καρδίᾳ παρὰ θεοῦ τοῖς ἀξίοις δέδοται. αὕτη ἐστὶν ἡ αἰώνιος τοῦ ἁγίου πνεύματος παράκλησις ἐν τῇ ἀφθάρτῳ τῆς χάριτος κοινωνίᾳ. θησαυροὶ γάρ τινες σκότους καὶ θανάτου ἐκβάλλονται ἐκ τῆς ψυχῆς καὶ θησαυροὶ φωτὸς ζωῆς ἐντίθενται τοῖς ἀξίοις ἔνδοθεν.
54.5.1
Καλῶς τοίνυν καὶ ἁρμοζόντως ἐποιήσατε ταῦτα ῥίψαντες τὰ τῆς γῆς νομιζόμενα ἀγαθὰ καὶ τῷ θεῷ προσεληλύθατε, ὅπως κτήσησθε τὰ αἰώνια καὶ εἰς ἀεὶ παραμένοντα ἀγαθά. ψυχὴ γὰρ ἡ φιλόθεος, ἡ ὀρθῇ γνώσει καὶ ἀληθινῇ φρονήσει προσερχομένη Χριστῷ οὐδὲν ἑαυτῇ ὅλως ἀποδίδωσιν ἀγαθὸν ἴδιον ἢ ὥς τι πεποιηκυῖα καὶ καμοῦσα ἢ ὡς γινώσκουσά τι, κἂν τὰ τῆς γῆς ὅλα χρήματα διαδῷ τοῖς πένησι, κἂν νυκτὸς καὶ ἡμέρας ἐσταυρῶται πρὸς μόνον Χριστὸν ἀφορῶσα καὶ καταλιποῦσα πάσας τὰς τοῦ αἰῶνος τούτου ἀσχολίας καὶ δεσμοὺς καὶ περισπασμούς, κἂν ἐν νηστείαις πολλαῖς τὸ ἑαυτῆς σῶμα κατεδαπάνησεν ἢ εὐχαῖς καὶ ἀγρυπνίαις ἑαυτὴν ἀπέδωκε, κἂν ἐν πολλῇ γνώσει καὶ συνέσει τυγχάνῃ οὐδὲν ἑαυτὴν ἡγεῖται ἐπὶ θεοῦ καὶ ἀνθρώπων. ἀλλὰ πάντα ἀποδίδωσι τῷ θεῷ, ὅτι αὐτοῦ πάντα τὰ ἀγαθὰ αὐτῆς ἐπιτηδεύματα τυγχάνειὥς φησιν ὁ Ἀβραὰμ γῆν καὶ σποδὸν εἶναι ἐνώπιον αὐτοῦκαὶ οὐκ ἐπὶ τοῖς ἔργοις αὐτῆς μέγα φρονεῖ καὶ ἑαυτὴν οὐκ οἴεται εἶναί τι. ἐξ ἀρχῆς γὰρ ταῦτα τὰ τῆς
54.5.2
ἀρετῆς ἐπιτηδεύματα καὶ τὰ τῆς γῆς κτήματα ἐδόθη τῷ Ἀδάμ. ἡ οὖν φιλόθεος ψυχὴ ἀποδίδωσι πάντα τῷ θεῷ ὡς αὐτοῦ κατευθύνοντος καὶ αὐτοῦ συνεργοῦντος, καὶ τότε ὁ θεὸς προσέχων τῇ ὑγιεῖ συνέσει καὶ ὀρθῇ γνώσει τῆς ψυχῆς πάλιν αὐτὸς ἐξ ἀληθείας πάντα ἀποδίδωσιν αὐτῇ καὶ ὡς αὐτῆς καμούσης καὶ αὐτῆς ἐργασαμένης τὸν μισθὸν ἀποδίδωσι.
54.5.3
Καὶ γὰρ εἰ βούλεται ὁ θεὸς κριθῆναι καὶ λόγον ποιῆσαι οὐδὲν εὑρίσκεται ἴδιον τοῦ ἀνθρώπου. τὰ γὰρ χρήματα καὶ πάντα τὰ ἐν τῷ κόσμῳ ἀγαθά, δι' ὧν εὐποιεῖ ἕκαστος τοῦ θεοῦ εἰσι. τίς ἐποίησε τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτῇ; τίς ἔκτισε τὸ σῶμα τοῦ ἀνθρώπου καὶ τὴν ψυχὴν τίς ἐποίησε; καὶ εἰ βούλεται, φύει ἡ γῆ καὶ εἰ οὐ βούλεται, οὐ φύει. καὶ εἰ βούλεται, ὑγιαίνεις, καὶ εἰ οὐ βούλεται, οὐχ ὑγιαίνεις. τί τοίνυν ἔχει ἴδιον ὁ ἄνθρωπος, ἵνα ἐπ' αὐτῷ δικαιωθῇ ἢ ἐπαρθῇ ἢ οἰηθῇ εἶναί τι; ἰδοὺ γὰρ πάντα ἐν τῇ τοῦ θεοῦ ἐξουσίᾳ ἐστί, καὶ πάντα λαβὼν ἔχει ὁ ἄνθρωπος καὶ πάντα χάριτι κέκτηται. αὐτὸ τὸ εἶναι αὐτὸν χάριτι ἔχει ἀλλὰ ταύτην χάριν λαμβάνει ὁ θεὸς μεγίστην παρὰ τοῦ ἀνθρώπου καὶ ἐν τούτῳ μεγάλως ἀναπαύεται, ἐν τῷ τὴν ψυχὴν ἐπιγνοῦσαν ἐν ἀληθινῇ συνέσει φρονήσεως καὶ ἀκριβεῖ γνώσει πίστεως καὶ καταμαθοῦσαν τὰ ὄντα ὡς ἔστι, πάντα ὅσα ποιεῖ καλὰ καὶ πάντα ὅσα κάμνει διὰ θεὸν καὶ πάντα ὅσα συνίησι καὶ γινώσκει αὐτῷ ἀνατίθεσθαι· καὶ αὐτῷ προσάπτειν καὶ ἑαυτὴν μηδὲν ὅλως ὑπολαμβάνειν ἀγαθὸν πεποιηκέναι ποτέ, ἀλλ' ἑαυτὴν καὶ τὰ ἑαυτῆς πάντα αὐτῷ
54.5.4
προσγράφειν. καὶ ὅταν ἴδῃ ὁ θεὸς τὴν οὕτω συνέσεως πλήρη ψυχὴν αὐτῷ πάντα ἀνατεθεικυῖαν καὶ χάριτι αὐτοῦ πάντα ἔχειν γνωρίσασαν, τότε δίδωσιν αὐτῇ ἐξ ἀληθείας πάντα τὰ αὐτῆς, ὅσαπερ ἐξ ἀρχῆς ἔδωκε. καὶ οὐ μόνον ταῦτα ἀλλὰ πρὸς τούτοις καὶ ἑαυτὸν καὶ τὰ αὐτοῦ πάντα αὐτῇ χαρίζεται καὶ λέγει αὐτῇ· ἰδοὺ καὶ ἡ γῆ σὴ καὶ τὰ ἐν τῇ γῇ σά, καὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον σόν, καὶ τὸ σῶμά μου σόν, ἡ ψυχὴ καὶ ἡ γνῶσις καὶ ἡ σύνεσίς μου σήκαὶ ὅλως ἐγὼ καὶ τὰ ἐμὰ σά ἐστιν. εἰ δὲ καὶ οὐκ ἔχεις ἐν τῇ φύσει σου, δίδωμί σοι ἐμαυτὸν καὶ τὰ ἐμὰ πάντα. ἐπὰν γὰρ ὁ θεὸς αὐτῆς ἐστι, δῆλον ὅτι καὶ τὰ αὐτοῦ πάντα καὶ οἱ θησαυροὶ τῆς σοφίας οἱ ἀπόκρυφοι αὐτῆς εἰσι, ὥς φησιν ὁ ἀπόστολος· «πάντα ὑμῶν ἐστιν, εἴτε κόσμος, εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἄγγελοι εἴτε ἀρχαί, εἴτε ἐνεστῶτα εἴτε μέλλοντα».
54.5.5
Ὥσπερ γὰρ ἐὰν ᾖ γυνὴ εὐπρεπὴς καὶ λαμβάνῃ αὐτὴν ἀνήρ τις πλούσιος πρὸς ἰδίαν συμβίωσιν καὶ κοινωνίαν· κἀκείνη πάντα τὰ ἑαυτῆς αὐτῷ προσενέγκῃ, ὁμοίως κἀκεῖνος πάντα τὰ ἑαυτοῦ αὐτῇ δώσει, καὶ γίνεται αὐτοῖς εἷς οἶκος, μία οὐσία, μία ὑπόστασις. καὶ οὐ μόνον αὕτη τῶν αὐτοῦ κυριεύει, ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος καταξιοῦται. τὸ γὰρ σῶμα αὐτοῦ αὐτῆς ἐστιν· «ὁ γὰρ ἀνήρ,
54.5.6
φησί, τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή». οὕτως ἐστὶ καὶ παρὰ θεῷ ἀληθὴς καὶ ἀλάλητος κοινωνία τῆς ψυχῆς πρὸς κύριον, ὅπως κοινωνήσασα τῷ Χριστῷ γένηται αὐτῷ εἰς πνεῦμα, καὶ λοιπὸν τῶν ἀφράστων αὐτοῦ θησαυρῶν ἀνάγκη δέσποινα καθίσταται, ὅτι νύμφη ἐστὶ τοῦ μεγάλου βασιλέως Χριστοῦ. «θείας» γὰρ «κοινωνοὺς φύσεως» κατὰ τὴν γραφὴν ηὐδόκησεν ὁ κύριος τοὺς πιστοὺς αὐτοῦ γενέσθαι· φησὶ γάρ· «εἰς τὸ γενέσθαι ὑμᾶς θείας κοινωνοὺς φύσεως». Δόξα τῇ μεγαλότητι αὐτοῦ.
54.6.1
Πάλιν δὲ ἑτέρως ἀκουστέον περὶ τοῦ αὐτοῦ ὑποδείγματος. ὥσπερ ἐὰν ᾖ τις βασιλεύς, πλούσιος σφόδρα καὶ ἔνδοξος, εὐδοκήσῃ δὲ ἐπὶ πενιχρᾷ τινι καὶ μηδὲν κεκτημένῃ, εἰ μὴ μόνον τὸ ἴδιον αὐτῆς σῶμα, καὶ ταύτης ἐραστὴς γένηται καὶ βούληται αὐτὴν νύμφην καὶ σύνοικον ἑαυτῷ ἀγαγέσθαι· τὸ λοιπὸν αὕτη ἐὰν πᾶσαν εὔνοιαν ἐπιδείξηται ἐν τῷ τοῦ ἀνδρὸς αὐτῆς οἴκῳ καὶ τὴν διακονίαν εὐάρεστον αὐτῷ φυλάττειν σπουδάζῃ καὶ τὴν πρὸς αὐτὸν ὀφειλομένην ἀγάπην ἀποσῴζῃ καθ' ὃν χρὴ τρόπον, ἰδοὺ ἡ πενιχρὰ καὶ ἐνδεὴς ἐκείνη πάντων δέσποινα τυγχάνει τῶν τοῦ ἑαυτῆς ἀνδρὸς ὑπαρχόντων. τῇ γὰρ σωφροσύνῃ αὐτῆς καὶ τῇ διακονίᾳ τῇ προσηκόντως παρ' αὐτῆς ἐπιτελουμένῃ αὐτῷ καὶ τῇ πρὸς αὐτὸν ὁλοκλήρῳ καὶ ὁλοτελεῖ ἀγάπῃ ἀρκεῖται μόνον. εἰ δέ τι παρὰ τὸ δέον καὶ ὀφειλόμενον αὐτὴ πράττοι καὶ μὴ χρησίμως μηδὲ ἁρμοζόντως ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἀναστρέφεται καὶ τὴν ὀφειλομένην πᾶσαν ἀγάπην μὴ ἀποδίδωσι τῷ ἑαυτῆς ἀνδρί, τότε μετὰ ἀτιμίας καὶ ὕβρεως ἐκβάλλεται καὶ τὰς δύο χεῖρας ἐπὶ τῆς κεφαλῆς αὐτῆς ἐπιθεῖσα καθάπερ καὶ ἐν τῷ νόμῳ Μωϋσῇ αἰνίττεται περὶ γυναικὸς ἀνυποτάκτου καὶ μὴ χρησιμευούσης τῷ ἰδίῳ αὐτῆς ἀνδρί. τότε ὀδύνην καὶ πένθος μέγιστον κτᾶται, λογιζομένη ἐξ οἵου πλούτου πέπτωκε καὶ
54.6.2
οἵας δόξης ἐκτὸς γέγονεν ἀτιμωθεῖσα διὰ τὴν ἀφροσύνην αὐτῆς. οὕτω καὶ ἡ ψυχή, ἐπὰν αὐτὴν μνηστεύσηται νύμφην ἑαυτῷ ὁ ἐπουράνιος νυμφίος Χριστός, πρὸς τὴν αὐτοῦ μυστικὴν καὶ θείαν κοινωνίαν πρὸς τὸ ἐν μετοχῇ τοῦ ἰδίου πνεύματος αὐτὴν ἀξιωθῆναι γενέσθαι καὶ ἐπουρανίου πλούτου μυηθῆναι ἀπὸ τῆς πενίας τῆς ὑστερήσεως αὐτῆς ἐν πάσῃ σωφροσύνῃ συνέσεως καὶ πολλῇ σπουδῇ γνώσεως ἀρέσκειν ὀφείλει τῷ ἑαυτῆς μνηστῆρι Χριστῷ καὶ τὴν τοῦ ἀνδρὸς διακονίαν, ἣν ἐμπεπίστευται ἐπιτελεῖν, τοῦ ἀρέσκειν θεῷ ἐν πᾶσι, τὸ δὲ πνεῦμα ἐν μηδενὶ λυπεῖν καὶ μηδὲν ὅλως ἐν μηδενὶ καταφρονεῖν καὶ τὴν καλὴν σωφροσύνην καὶ ἀγάπην πρὸς αὐτὸν φυλάττειν καὶ ἐν τῷ οἴκῳ τοῦ βασιλέως τοῦ ἐπουρανίου ἀναστρέφεσθαι ἐν πάσῃ εὐνοίᾳ διὰ τῆς δεδομένης χάριτος ἀνυστερήτως καὶ ἀνελλιπῶς καθὰ πρέπει. καὶ ἰδοὺ ἡ τοιαύτη ψυχὴ πάντων τῶν τοῦ θεοῦ ἀγαθῶν καὶ ἀρρήτων θησαυρῶν δέσποινα καθίσταται, καὶ αὐτὸ τὸ σῶμα τὸ ἔνδοξον τῆς θεότητος αὐτοῦ αὐτῆς τυγχάνει. εἰ δὲ παρὰ τὸ δέον τι πράττει καὶ σφάλλει ἐν τῇ πνευματικῇ τῆς πρὸς τὸν θεὸν εὐαρεστήσεως διακονίᾳ καὶ τὰ ἀρεστὰ αὐτῷ οὐ πράττει καὶ τῷ θελήματι αὐτοῦ οὐκ ἀκολουθεῖ οὔτε σύνεργος τῇ συνούσῃ χάριτι τοῦ πνεύματος γίνεται, τότε μεθ' ὕβρεως ἀπρεποῦς ἀφορίζεται καὶ ἀτιμάζεται τῆς ζωῆς, ὡς ἀχρεία καὶ ἄφρων καὶ ἀν
54.6.3
επιτήδειος τῆς τοῦ ἐπουρανίου κοινωνίας βασιλέως. καὶ λοιπὸν ἐκείνη ἡ ψυχὴ λύπη καὶ ὀδύνη σφόδρα καὶ κλαυθμὸς πᾶσι τοῖς ἁγίοις καὶ νοεροῖς πνεύμασι τυγχάνει. ἄγγελοι, δυνάμεις, ἀπόστολοι, προφῆται κλαίουσιν ἐπ' αὐτῇ σφοδρῶς. ὥσπερ γὰρ χαρὰ γίνεται ἐν τῷ οὐρανῷ, ὥς φησιν ὁ κύριος «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», οὕτω λύπη πολλὴ καὶ πένθος μέγα καὶ κλαυθμὸς ἐν οὐρανῷ γίνεται ἐπὶ μιᾷ ψυχῇ ἀποπιπτούσῃ τῆς αἰωνίου ζωῆς. καὶ ὥσπερ ἐν τῷ βίῳ τούτῳ ἐπάν τις πλούσιος ἀνὴρ ἀποθάνῃ μετὰ μελωδιῶν θρῆνος καὶ κοπετὸς πολὺς ἐπ' αὐτῷ ὑπὸ τῶν ἰδίων ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων γίνεται, οὕτω καὶ ἐπὶ τῇ ψυχῇ ἐκείνῃ μετὰ θρήνων πάντες οἱ ἅγιοι δεινῶς ἐπ' αὐτὴν πενθοῦσιν.
54.6.4
Ὥσπερ γὰρ ὁ Ἰσραὴλ ἐπὰν ηὐχαρίστει καὶ εὐηρέστει τῷ θεῷ, κἂν οὐδέποτε ηὐχαρίστησε καθ' ὃν ἔδει τρόπονὅμως ὅτε ἐδόκει ὑγιᾶ πρὸς αὐτὸν ἔχειν τὴν πίστιν, ἰδοὺ στύλος νεφέλης ἐπισκιάζων καὶ στύλος πυρὸς καταυγάζων αὐτούς, θάλασσα σχιζομένη ἔμπροσθεν αὐτῶν, μάννα ἐξ οὐρανοῦ ὀμβρούμενον, ὕδωρ ἐκ πέτρας δι' αὐτοὺς ἐξερχόμενον. ἔτι δὲ καὶ ἀπὸ ἐχθρῶν ἐπιβουλῆς ἐφυ
54.6.5
λάσσοντο καὶ ἄλλα μυρία ἅπερ ὁ θεὸς παρεῖχεν αὐτοῖς εὐεργετήματα. ἐπὰν δὲ ἐστρέφετο αὐτῶν ὁ νοῦς καὶ ἡ προαίρεσις ἀπὸ τοῦ θεοῦ καὶ ἀπὸ τῆς πρὸς αὐτὸν εὐνοίας τότε ὄφεσι παρεδίδοντο καὶ τοῖς ἐχθροῖς αὐτῶν παρεχωροῦντο, ἐν αἰχμαλωσίαις ἀπαγόμενοι καὶ δουλείαις πικραῖς καταδουλούμενοι, ὥς φησι καὶ ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ περὶ τῆς τοιαύτης ψυχῆς μυστικῶς ἐμφαῖνον τὸ πνεῦμα ὡς περὶ Ἱερουσαλήμ· «εὗρόν σε ἐν τῇ ἐρήμῳ γυμνὴν καὶ ἔπλυνά σε ἐκ τοῦ αἵματος τῆς ἀκαθαρσίας σου καὶ ἐνέδυσά σε ἔνδυμα ἐμὸν καὶ ψέλλια περιέθηκα ἐπὶ τὰς χεῖράς σου καὶ περίθεμα περὶ τὸν τράχηλόν σου καὶ ἐνώτια ἐν τοῖς ὠσί σου καὶ βηρύλλιον ἐπὶ τῷ μετώπῳ σου καὶ ἐγένου ὀνομαστὴ ἐν πᾶσιν ἔθνεσι. σεμίδαλιν καὶ μέλι καὶ ἔλαιον ἔφαγες καὶ ὕστερον ἐπελάθου τὰς εὐεργεσίας μου καὶ ἀπῆλθες ὀπίσω τῶν ἐραστῶν σου καὶ ἐπόρνευσας ἐν τῇ ἰσχύι σου» καὶ ἐπὰν ἐσφάλλετο ὁ Ἰσραήλ, τότε τοῖς ἐχθροῖς αὐτῶν παρεδί
54.6.6
δοντο. ταῦτα δὲ ἐπὶ ψυχῇ μυστικῶς αἰνίττεται τὸ πνεῦμα τῇ διὰ τῆς χάριτος ἐπιγνούσῃ καὶ καθαρθείσῃ ἀπὸ ῥυπῶν πολλῶν πρότερον καὶ διὰ τῶν τοῦ ἁγίου πνεύματος κοσμίων κοσμηθείσῃ καὶ ἀμφίον οὐρανίου δυνάμεως ἀμφιασθείσῃ καὶ θείων καὶ ἐπουρανίων τροφῶν μεταλαβούσῃ, μὴ φρονησάσῃ δὲ ἐν πολλῇ συνέσει θείας γνώσεως καὶ μὴ δεόντως ἐν τῇ πνευματικῇ τῆς εὐαρεστήσεως τῶν ἐντολῶν διακονίᾳ ἀναστραφείσῃ καὶ ἁρμοζόντως τὴν ὀφειλομένην τῷ ἐπουρανίῳ ἀνδρὶ Χριστῷ εὔνοιαν καὶ ἀγάπην καὶ σωφροσύνην μὴ διατηρησαμένῃ, καὶ εἶθ' οὕτως ὕστερον ἀπορριφείσῃ καὶ ἐκβληθείσῃ τῆς ζωῆς, ἧς μέτοχος ἐγεγόνει. δύναται γὰρ ὁ σατανᾶς καὶ κατὰ τῶν φθασάντων εἰς τοιαῦτα μέτρα ἐπαίρεσθαι καὶ ὑψοῦσθαι. «λογισμούς, γάρ φησιν, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». ὁρᾷς ὅτι καὶ κατὰ τῶν τὸν θεὸν ἐν χάριτι καὶ δυνάμει ἐπιγνόντων· ἀκμὴν ἡ κακία ἐπαίρεται καὶ ἀγωνίζεται
54.6.7
καταρράξαι. ἀγωνιστέον τοίνυν καὶ φυλακτέον πάσῃ συνέσεως φυλακῇ ἀεὶ «μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι», καθὼς γέγραπται, μάλιστα ὅσοι τοῦ Χριστοῦ πνεύματος γεγόνατε μέτοχοι, ἐν μηδενὶ πράγματι μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ καταφρονητικῶς ἔχειν καὶ τὴν χάριν τοῦ πνεύματος ἐνυβρίζειν, ἵνα μὴ τῆς ζωῆς ἐκτὸς γένησθε, ἧς μέτοχοι ἤδη γεγόνατε.
54.7.1
Καὶ πάλιν ἐν ἑτέρῳ προσώπῳ ὑποδείγματος τὸ αὐτὸ νόημα ἐροῦμεν. ὥσπερ δοῦλος ἐὰν εἰσέλθῃ ἐν παλατίῳ ὑπηρετῆσαι βασιλεῖ, τὰ σκεύη ἀπὸ τῶν βασιλέως ὑπαρχόντων λαμβάνει, αὐτὸς δὲ γυμνὸς εἰσέρχεται καὶ ἐν τοῖς ἰδίοις τοῦ βασιλέως σκεύεσιν ὑπηρετεῖ τῷ βασιλεῖ· καὶ λοιπὸν ἐκεῖ πολλῆς συνέσεως καὶ γνώσεως καὶ σοφίας χρεία, ἵνα μή τι παρὰ τὸ δέον καὶ ἁρμόζον διακονήσῃ ἢ ἄλλα ἀντὶ ἄλλων παραθήσει ἐν τῇ τοῦ βασιλέως τραπέζῃ, ἀλλὰ καθάπερ χρὴ τὰ πρῶτα σιτία πρότερον καὶ τὰ τελευταῖα ὕστερον ἔμπροσθεν αὐτοῦ διακονήσῃ. εἰ δέ τις σφαλῇ διακονίᾳ κατὰ πολλὴν ἄγνοιαν καὶ ἀδιακρισίαν καὶ συνέσεως ὑστέρησιν καὶ μὴ καθάπερ χρὴ ἁρμοζόντως πάντα καθεξῆς διακονήσῃ τῷ βασιλεῖ, κινδυνεύει καὶ θανάτου ἔνοχος τυγχάνει, μετὰ πάσης ἀτιμίας ἐκβαλλόμενος καὶ ἀφοριζόμενος τῆς βασιλικῆς τραπέζηςὥς φησι καὶ ὁ μέγας ἀπόστολος Παῦλος· «μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι». ὁρᾷς φόβον καὶ μέριμναν οἵαν εἶχεν ὁ τοῦ θεοῦ ἄνθρωπος. οὕτω καὶ ψυχῇ τῇ ἐν τῇ χάριτι καὶ τῷ πνεύματι διακονούσῃ τῷ Χριστῷ πολλῆς συνέσεως καὶ διακρίσεως καὶ γνώσεως χρεία, ὅπως τοῖς ἰδίοις τοῦ θεοῦ σκεύεσι (τουτέστι τῷ πνεύματι αὐτοῦ) ὑπηρετοῦσα αὐτῷ μὴ σφαλῇ τι ἐν τῇ τῆς χάριτος διακονίᾳ,
54.7.2
τῇ ἰδίᾳ προαιρέσει μὴ συμφωνοῦσα τῇ χάριτι. ἔστι γάρ τις μυστικὴ τοῦ πνεύματος διακονία κρυπτῶς ὑπὸ τοῦ ἔσω ἀνθρώπου ἐπιτελουμένη τῷ θεῷ· ἐν τοῖς ἰδίοις γὰρ σκεύεσι (τουτέστι τῷ πνεύματι αὐτοῦ) διακονεῖται ὑπὸ τῆς ψυχῆς ὁ θεός. ἄνευ δὲ τῶν αὐτοῦ σκευῶν τῆς χάριτος τοῦ πνεύματος ἀδύνατόν
54.7.3
τινα διακονῆσαι τῷ θεῷ. καὶ ὅτε τῆς χάριτος καταξιωθῇ, τότε πολλῆς συνέσεως καὶ γνώσεως καὶ διακρίσεως χρεία, ἅπερ καὶ ταῦτα αὐτὸς δίδωσι ζητούσης αὐτῆς παρὰ τῷ θεῷ, ὅπως τις εὐαρέστως αὐτῷ διακονήσῃ τῷ πνεύματι, ᾧ καταξιωθῇ λαβεῖν παρὰ θεοῦ, καὶ ἐν μηδενὶ κλαπῇ ὑπὸ κακίας καὶ σφαλῇ ὑπὸ ἀγνωσίας καὶ ὑπὸ ἀφοβίας καὶ ὑπὸ ἀμελείας παρατραπῇ, καὶ παρὰ τὸ δέον τοῦ δεσποτικοῦ θελήματος πράττῃ, ἐπεὶ τιμωρία καὶ θάνατος καὶ πένθος τῇ τοιαύτῃ ψυχῇ κατεργάζεται.
54.7.4
Παρακαλέσωμεν οὖν τὸν θεὸν μετὰ πάσης πίστεως τὴν διακονίαν τοῦ πνεύματος κατὰ τὸ αὐτοῦ θέλημα ἐπιτελεῖν ἐξαιρέτως, ὅσοι τῆς χάριτος τοῦ θεοῦ κατηξιώθητε, καὶ μὴ τῇ καταφρονητικῇ ἐννοίᾳ συζῆν καὶ συντρέφεσθαι, ἵνα οὕτως εὐαρέστως αὐτῷ πολιτευσάμενοι καὶ πνευματικῇ λατρείᾳ κατὰ τὸ βούλημα αὐτοῦ λατρεύσαντες ἀμώμως εἰς αἰῶνας σὺν αὐτῷ τὴν ζωὴν κληρονομήσωμεν τὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 55. τ. 1 ΛΟΓΟΣ ΝΕʹ.