Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1.1
Ὁ βουλόμενος θεῷ εὐαρεστῆσαι καὶ συγκληρονόμος Χριστοῦ πιστεύων γενέσθαι καὶ μιμητὴς τοῦ κυρίου σπουδάζων εἶναι, ἵνα καὶ αὐτὸς υἱὸς θεοῦ προσαγορευθῇ ἐκ πνεύματος, πρὸ πάντων τῆς μακροθυμίας καὶ ὑπομονῆς δραξάμενος, ὀφείλει τὰς ἀπαντῶσας θλίψεις διαφόρους, στενοχωρίας τε καὶ ἀνάγκας, γενναίως ὑποφέρειν ἤτοι σωματικὰς νόσους καὶ πάθη ἤτοι ὀνειδισμοὺς ἀνθρώπων καὶ ὕβρεις ἤτοι ἀοράτους θλίψεις διαφόρους ἐπαγομένας τῇ ψυχῇ ὑπὸ τῶν πονηρῶν πνευμάτων πρὸς τὸ ἐμποδίσαι αὐτῇ εἰς τὴν βασιλείαν ἀπελθεῖν εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ἀνυπομονησίαν ἄγειν βουλομένων, κατ' οἰκονομίαν τοῦ κυρίου παραχωροῦντος ἑκάστην ψυχὴν δοκιμασθῆναι ἐν διαφόροις θλίψεσιν, ἵνα φανερωθῶσιν αἱ ἐξ ὅλης καρδίας ἀγαπῶσαι ψυχαὶ τὸν κύριον, πάντα τὰ ἐπιφερόμενα ὑπὸ τοῦ πονηροῦ γενναίως ὑπομένουσαι καὶ τῆς ἐλπίδος κυρίου μὴ ἀφιστάμεναι, ἀλλὰ πάντοτε τὴν λύτρωσιν τῆς χάριτος ἐν πίστει καὶ ὑπομονῇ πολλῇ ἐκδεχόμεναι, διὸ καὶ ἐξελθεῖν δυνήσονται πάντα πειρασμόν· καὶ οὕτω τῆς ἐπαγγελίας τοῦ πνεύματος ἐπιτυγχάνουσαι ἄξιαι τῆς βασιλείας καθίσταν
55.1.2
ται. ὀφείλει οὖν ἡ ψυχὴ ἡ τῷ λόγῳ τοῦ κυρίου ἐξακολουθοῦσα τὸν σταυρὸν τοῦ κυρίου αἴρειν μετὰ χαρᾶς, ὡς γέγραπται, ἑτοίμως ἔχουσα πάντα ὑπομένειν διὰ τὸν κύριον ἐπερχόμενον πειρασμὸν ἤτοι κρυπτὸν ἤτοι φανερόν, καὶ εἰς τὸν κύριον ἀποκρέμασθαι τὴν ἐλπίδα πάντοτε, ὅτι ἐξουσία αὐτοῦ ἐστι καὶ τὸ θλιβῆναι τὴν ψυχὴν παραχωρουμένην ὑπ' αὐτοῦ καὶ τὸ ἀπολυτρωθῆναι παν
55.1.3
τὸς πειρασμοῦ καὶ θλίψεως δι' αὐτοῦ. εἰ δὲ μὴ ἀνδρίζεται καὶ γενναίως φέρει ὑπομένουσα πᾶσαν θλῖψιν, ἀλλὰ λυπεῖται καὶ ἀκηδιᾷ καὶ ἄχθεται καὶ στενοχωρεῖται καὶ ὀλιγωρεῖ τοῦ ἀγῶνος καὶ ἀπελπίζει ὡς μηκέτι λυτρουμένη (ὅπερ καὶ τοῦτο τῆς κακίας ἐστὶ τέχνη εἰς ἀκηδίαν καὶ ὀλιγωρίαν τὴν ψυχὴν ἐμβάλλουσα) καὶ τῆς ἐλπίδος ἐγκρατὴς μὴ γένηται ἀπεκδεχομένη πάντοτε τὸ ἔλεος τοῦ κυρίου ἐν πίστει ἀδιστάκτῳ, τέκνον τῆς ζωῆς ἡ τοιαύτη ψυχὴ οὐ γίνεται, ἐπειδὴ ἀκόλουθος πάντων τῶν ἁγίων οὐ γέγονεν οὐδὲ τοῖς ἴχνεσιν τοῦ
55.1.4
κυρίου περιεπάτησεν. κατανόησον γὰρ καὶ ἴδε πῶς ἐξ ἀρχῆς οἱ πατέρες, πατριάρχαι τε καὶ προφῆται, ἀπόστολοι καὶ μάρτυρες, διὰ τῆς στενῆς ὁδοῦ τῶν θλίψεων καὶ πειρασμῶν διῆλθον καὶ οὕτως ἠδυνήθησαν εὐαρεστῆσαι τῷ θεῷ ὑπομείναντες πάντα πειρασμὸν καὶ θλῖψιν γενναίως καὶ ἐν ταῖς στενοχωρίαις καὶ κακουχίαις ἥδοντο διὰ τὴν προσδοκωμένην τῆς μισθαποδοσίας ἐλπίδα, ὥς φησιν ἡ γραφή· «τέκνον, ἐὰν προσέρχῃ δουλεύειν τῷ θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· βάθυνον τὴν καρδίαν σου καὶ καρτέρει», καὶ ὁ ἀπόστολος· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί», καὶ ἀλλαχοῦ· «τὰ ἐπιφερόμενά σοι πάντα ὡς ἀγαθὰ πρόσ
55.1.5
δεξαι, εἴδως, ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται». καὶ ὁ κύριος λέγει· «μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς», καὶ τό· «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», δεδιωγμένοι δὲ ἤτοι φανερῶς ὑπὸ ἀν
55.1.6
θρώπων ἢ κρυπτῶς ὑπὸ τῶν πνευμάτων «τῆς πονηρίας». ἀνταγωνίζονται γὰρ τῇ τὸν θεὸν ζητούσῃ ψυχῇ καὶ θλίψεις διαφόρους βάλλουσι πρὸς τὸ ἐμποδίσαι αὐτῇ εἰς τὴν αἰώνιον ζωήν, ἅμα δὲ καὶ ἵνα δοκιμασθεῖσα φανερωθῇ, εἰ κατὰ ἀλήθειαν ἀγαπᾷ τὸν θεὸν ἐν τῷ ὑπομένειν πᾶσαν θλῖψιν καὶ εἰ τὴν ἐλπίδα εἰς τέλος κρατήσει λύτρωσιν ἐν πίστει ἀδιστάκτῳ ἐκδεχομένη ἢ πάλιν μὴ ὑπομείνασα, ἀλλ' ὑποστείλασα εἰς τὰς θλίψεις καὶ ἀκηδιῶσα ἢ ὀλιγωροῦσα καὶ τῆς
55.1.7
ἐλπίδος ἐλαττουμένη, ἀποδειχθῇ μὴ ἀγαπῶσα τὸν θεὸν ἐν ἀληθείᾳ. αἱ
55.1.8
γὰρ διάφοροι θλίψεις καὶ οἱ πειρασμοὶ δεικνύουσι τὰς ἀναξίας καὶ ἀξίας ψυχάς, τὰς ἐχούσας πίστιν καὶ ἐλπίδα καὶ ὑπομονὴν καὶ τὰς μὴ ἐχούσας, ἵνα ἐν πᾶσιν ἀποδειχθεῖσαι δόκιμοι καὶ πισταὶ αἱ ἄξιαι ψυχαὶ ἕως τέλους ὑπομείνασαι καὶ τὴν ἐλπίδα βεβαίως κρατήσασαι καὶ οὕτω τὴν ἀπολύτρωσιν δεξάμεναι διὰ τῆς χάριτος δικαίως τῆς βασιλείας κληρονόμοι γένωνται, τὴν ὑπομονὴν τοίνυν καὶ τὴν ἐλπίδα ἑκάστη ψυχὴ βουλομένη εὐαρεστῆσαι θεῷ πρὸ παντὸς κρατείτω καὶ οὕτω δυνήσεται διεξελθεῖν πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ.
55.2.1
Οὐδὲ γὰρ τοσοῦτον παραχωρεῖ ὁ θεὸς ψυχὴν ἐπ' αὐτὸν ἐλπίζουσαν καὶ αὐτὸν ὑπομένουσαν πειρασθῆναι, ὥστε καὶ ἐξαπορηθῆναι καὶ παραδοθῆναι εἰς πειρασμοὺς καὶ θλίψεις, ἃς οὐ δύναται ὑπενέγκειν, καθὼς ὁ ἀπόστολός φησιν· «πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ
55.2.2
ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενέγκειν». οὐδὲ γὰρ ὅσον βούλεται ὁ πονηρὸς πειράζει καὶ θλίβει τὴν ψυχήν, ἀλλ' ὅσον παραχωρεῖται αὐτῷ ὑπὸ τοῦ θεοῦ, μόνον ἡ ψυχὴ γενναίως κρατείτω τὴν ἐλπίδα καὶ ἐν πίστει ἐκδεχέσθω τὴν παρ' αὐτοῦ βοήθειαν καὶ ἀντίληψιν. καὶ ἀμήχανον αὐτὴν ἐγκαταλειφθῆναι, ὅσον γὰρ ἀγωνίζεται διὰ πίστεως καὶ ἐλπίδος προσφεύγουσα τῷ θεῷ καὶ τὴν παρ' αὐτοῦ βοήθειαν ἐκδεχομένη, τοσοῦτον
55.2.3
ταχύτερον λυτροῦται αὐτὴν ὁ κύριος πάσης περιεχούσης θλίψεως. οἶδε γὰρ αὐτὸς πόσον ὀφείλει εἰς δοκιμασίαν καὶ παιδείαν καὶ πειρασμοὺς εἰσελθεῖν ἡ ψυχὴ καὶ τοσοῦτον παραχωρεῖ, μόνον αὐτὴ τῆς ὑπομονῆς καὶ ἐλπίδος ἐγκρατὴς γενέσθω εἰς τέλος καὶ οὐ μὴ καταισχυνθῇ, καθὼς εἴρηται· «ἡ θλῖψις (γὰρ) ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα·
55.2.4
ἡ δὲ ἐλπὶς οὐ καταισχύνει» καὶ πάλιν· «ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις» καὶ τὰ ἑξῆς. καὶ ὁ κύριός φησιν· «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται» καὶ· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν» καὶ ἀλλαχοῦ λέγει· «τίς ἐπίστευσε τῷ κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς
55.2.5
ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;» εἰ γὰρ ὀλίγης συνέσεως καὶ νοὸς μετέχοντες ἄνθρωποι ἐπίστανται δοκιμάζειν καὶ διακρίνειν, πόσον βάρος καὶ γόμον ἕκαστον τῶν ζῴων βαστάσαι δύναται, οἷον ἡμιόνος ἢ ὄνος ἢ κάμηλος, καὶ τοσοῦτον ἐπιφορτίζουσι κατὰ τὴν δύναμιν τοῦ ζῴου· καὶ ὁ κεραμεὺς πλάσας τὰ σκεύη, εἰ μὴ ἐν τῇ καμίνῳ αὐτὰ βάλῃ, ἵνα πυρωθέντα στερεωθῇ, ἐπιτήδεια εἰς χρῆσιν ἀνθρώποις οὐ ποιεῖ, ἐπίσταται δὲ πόσον ἐν τῷ πυρὶ χρὴ αὐτὰ ἐαθῆναι, ἕως οὗ χρήσιμα γένηται, καὶ οὔτε ὑπὲρ τὸ δέον ἀφίησιν αὐτὰ ἐν τῇ καμίνῳ, ἵνα μὴ διαρραγέντα καταφθαρῇ, οὔτε δὲ πάλιν
55.2.6
ἐλλείπει, ἵνα μὴ ἀποίητα καὶ ἄχρηστα ᾖεἰ οὖν ἐπὶ τῶν φαινομένων τοσαύτην διάκρισιν καὶ γνῶσιν οἱ ἄνθρωποι κέκτηνται, πόσῳ μᾶλλον ὁ θεός, ὢν ἀκατάληπτος καὶ ἄφραστος γνῶσις καὶ σύνεσις καὶ ὅλος σοφία ὑπάρχων, ἐπίσταται πόσων δοκιμασιῶν καὶ θλίψεων καὶ πειρασμῶν χρῄζουσιν ψυχαὶ αἱ αὐτῷ εὐαρεστεῖν θέλουσαι καὶ τῆς αἰωνίου ζωῆς τυχεῖν ἐπιποθοῦσαι. καὶ οὕτως ὑπομένουσαι γενναίως καὶ πιστῶς ἐν ἐλπίδι πᾶσαν θλῖψιν μέχρι τέλους τότε δόκιμοι καὶ ἐπιτήδειοι τῇ βασιλείᾳ τῶν οὐρανῶν καθίστανται.
55.2.7
ὥσπερ γὰρ τὸ εἶδος τῆς καννάβεως οὐ χρησιμεύει εἰς τὸ γενέσθαι ἐξ αὐτοῦ νήματα λεπτότατα, ἐὰν μὴ πολλὰ κοπανισθῇ, καὶ ὅσῳ βασανίζεται τοσούτῳ καθαρώτερον καὶ ἐπιτηδειότερον γίνεται, οὕτω καὶ ἡ ψυχὴ ἡ φιλόθεος εἰς πολλὰς δοκιμασίας καὶ πειρασμοὺς καὶ θλίψεις εἰσερχομένη καὶ ὑπομένουσα γενναίως καθαρωτέρα καὶ χρησιμωτέρα εἰς τὴν πνευματικὴν τῆς λεπτότητος ἐργασίαν καθίσταται καὶ τέλος τὸν ἐπουράνιον τῆς βασιλείας χῶρον κατ
55.2.8
αξιοῦται κληρονομεῖν. ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος μὴ ἐν πυρὶ βληθὲν ἀνεπιτήδειόν ἐστιν εἰς χρῆσιν ἀνθρώποις, ἢ ὥσπερ νήπιον βρέφος ὂν ἀνεπιτήδειον πρὸς τὰ τοῦ κόσμου ἔργα τυγχάνει, οὔτε γὰρ πόλεις οἰκοδομεῖ, οὐ φυτεῦσαι δύναται, οὐ σπόρον καταθέσθαι, οὐδὲ ἕτερόν τι τοῦ κόσμου ἐπιτελεῖν ἔργον (νήπιον γάρ ἐστιν), οὕτω καὶ ψυχαὶ εἰ καὶ χάριτος θείας μέτοχοι γεγόνασι τροποφορούμεναι ἐν τῇ γλυκύτητι καὶ ἀναπαύσει τοῦ πνεύματος διὰ τὴν νηπιότητα αὐτῶν τῇ τοῦ κυρίου χρηστότητι; μήπω δὲ δοκιμασθεῖσαι καὶ πειρασθεῖσαι ἐν διαφόροις θλίψεσιν ὑπὸ τῶν πονηρῶν πνευμάτων, δι' ὧν δείκνυνται, ἀκμὴν νήπιαι τυγχάνουσι καὶ (ἵν' οὕτως εἴπω) οὐδέπω χρησιμεύουσι τῇ βασιλείᾳ ἔτι ἀγύμναστοι οὖσαι ὡς εἴρηται· «εἰ δὲ χωρίς ἐστε παιδείας,
55.2.9
ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἔστε καὶ οὐχ υἱοί». ὥστε αἱ θλίψεις καὶ οἱ πειρασμοὶ εἰς συμφέρον εἰσὶ τῶν ἀνθρώπων καὶ δόκιμον καὶ στερρὰν τὴν ψυχὴν ἀπεργάζονται, ἐὰν γενναίως καὶ προθύμως ἐν πεποιθήσει καὶ ἐλπίδι θεοῦ ὑπομένῃ τὰ ἐπιφερόμενα, ἀπεκδεχομένη ἐν πίστει ἀδιστάκτῳ τὴν ἀπὸ κυρίου λύτρωσιν καὶ τὸ ἔλεος αὐτοῦ. καὶ ἀδύνατον ἀποτυχεῖν αὐτὴν τῆς ἐπαγγελίας τοῦ πνεύματος καὶ τῆς ἀπολυτρώσεως τῶν τῆς κακίας παθῶν, ὡς δόκιμον καὶ πιστὴν τὴν εἰς τὸν κύριον ἐλπίδα ἕως τέλους ἐν ὑπομονῇ πολλῇ κρατήσασαν.
55.3.1
Ὥσπερ γὰρ οἱ ἅγιοι μάρτυρες εἰς τὸ φαινόμενον πολλὰς βασάνους ὑπέμειναν καὶ ἕως θανάτου ἐλθόντες διὰ τὴν εἰς τὸν κύριον ἐλπίδα ἐνέμειναν τῇ καλῇ ὁμολογίᾳ καὶ οὕτω δόκιμοι ἀποδειχθέντες τοῦ στεφάνου τῆς δικαιοσύνης τυχεῖν κατηξιώθησαν, οἱ δὲ πλείονας καὶ χαλεπωτέρας βασάνους ὑπενέγ
55.3.2
κοντες πλείονα δόξαν καὶ παρρησίαν ἐπὶ θεοῦ ἐκτήσαντο. ὅσοι δὲ ὑπεστάλησαν τὰς θλίψεις καὶ μάστιγας δεδοικότες μὴ ἐμμείναντες τῇ καλῇ ὁμολογίᾳ εἰς τέλος ἀπαρρησίαστοι καὶ κατῃσχυμμένοι καὶ ἐνταῦθα καὶ ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνταιτὸν αὐτὸν τρόπον καὶ ψυχαὶ εἰς θλίψεις παραδιδόμεναι, ἵνα δοκιμασθῶσι, καὶ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων ἀοράτως καὶ διαφόρως βασανιζόμεναι, ἢ κρυπτῶς ἔνδοθεν πόνοις θλίψεων ἢ λογισμοῖς πονηροῖς ἢ καὶ φανερῶς διὰ σωματικῶν παθῶν, ὑπομένουσαι δὲ γενναίως καὶ τὴν ἐλπίδα κρατοῦσαι καὶ τὴν μισθαποδοσίαν τοῦ κυρίου ἐν πίστει ἐκδεχόμεναι τοῦ αὐτοῦ στεφάνου τῆς δικαιοσύνης καταξιοῦνται, τὴν ἀπολύτρωσιν ἐντεῦθεν δεχόμεναι καὶ τὴν αὐτὴν παρρησίαν τῶν μαρτύρων ἐπὶ θεοῦ ἐν ἡμέρᾳ
55.3.3
κρίσεως εὑρίσκουσιν. τὸ γὰρ αὐτὸ μαρτύριον τῶν θλίψεων ὑπέμειναν, καὶ ὅπερ ἐκεῖνοι δι' ἀνθρώπων, οὗτοι δι' αὐτῶν τῶν πνευμάτων τῆς πονηρίας, καὶ ὅσῳ πλείονας θλίψεις καὶ ἐπαναστάσεις τοῦ πονηροῦ ὑπομένουσι καὶ τῆς ἐλπίδος εἰς τέλος κρατήσουσι, τοσούτῳ πλείονα δόξαν ἐπὶ θεοῦ πορίζονται καὶ ἐντεῦθεν λυτροῦνται κατὰ τὴν προσδοκίαν τῆς ἐλπίδος αὐτῶν, τῆς παρακλήσεως τοῦ πνεύματος καταξιούμεναι κἀκεῖθεν αἰωνίων ἀγαθῶν
55.3.4
τῆς βασιλείας τῶν οὐρανῶν κληρονόμοι γίνονται. ὅσαι δὲ ὑποσταλῶσι δειλίᾳ καὶ φόβῳ τὰς θλίψεις μὴ ὑπομένουσαι, ἀλλ' εἰς ὀλιγωρίαν καὶ ἀνυπομονησίαν καὶ ἀπελπισμὸν ἔλθωσι καὶ στραφῶσι τῆς ὁδοῦ τῆς δικαιοσύνης καὶ τὸ ἔλεος τοῦ κυρίου εἰς τέλος μὴ ἐκδέξωνται, αἱ τοιαῦται ψυχαὶ ὡς ἀδόκιμοι εὑρεθεῖσαι τῆς αἰωνίου βασιλείας τυχεῖν πῶς δυνήσονται. ἕως θανάτου γὰρ πᾶσα ψυχὴ χρεωστεῖ διὰ τὸν θεὸν τὸν ὑπὲρ ἡμῶν παθόντα ἐν μακροθυμίᾳ ὑπομεῖναι εἰς τέλος καὶ τὴν εἰς αὐτὸν ἐλπίδα κρατῆσαι καὶ οὕτω
55.3.5
τῆς αἰωνίου βασιλείας καταξιωθῆναι· ὅσοι γὰρ βούλονται τελείως ἐξειλῆσαι
55.3.6
τῆς μελλούσης γεέννης καὶ τῆς βασιλείας ἐπιτυχεῖν, τὰς θλίψεις ἐνταῦθα διὰ τῶν πειρασμῶν τῶν ὑπὸ τοῦ πονηροῦ ἐπαγομένων ὑπενεγκέτωσαν παθεῖν αὐτοὺς δεῖ, καὶ ἐὰν ὑπομείνωσιν ἕως τέλους διὰ τῆς ἐλπίδος τὸ ἔλεος τοῦ κυρίου ἐν πίστει ἐκδεχόμενοι, καὶ τῶν πειρασμῶν καὶ τῶν θλίψεων διὰ τῆς χάριτος λυτροῦνται καὶ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος ἐντεῦθεν καταξιοῦνται καὶ τῆς αἰωνίου γεέννης ἐντεῦθεν ἐξειλοῦσι καὶ τὴν αἰώνιον βασιλείαν τοῦ Χριστοῦ κληρονομοῦσιν. τοιαύτην γὰρ ὁ κύριος ὁδὸν ἔθετο εἰς ζωὴν ἀποφέρουσαν στενὴν καὶ τεθλιμμένην ὡς γέγραπται, διὰ τοῦτο καὶ ὀλίγοι
55.3.6
εἰσὶν οἱ διοδεύοντες εἰς αὐτήν. τοιαύτης τοίνυν ἐλπίδος προκειμένης καὶ τοιούτων ἐπαγγελιῶν ἐπαγγελθεισῶν ὑπὸ τοῦ ἀψευδοῦς θεοῦ πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ γενναίως ὑπενέγκωμεν διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς. ὅσας γὰρ θλίψεις ἐὰν ὑπομείνωμεν διὰ τὸν κύριον, οὐδὲν ἀντάξιον πρὸς τὴν μέλλουσαν καὶ ἐπηγγελμένην αἰώνιον ζωὴν ἢ πρὸς τὴν ἐνταῦθα γινομένην ταῖς ὑπομενούσαις ψυχαῖς τοῦ ἁγίου πνεύματος παράκλησιν ἢ πρὸς τὴν ἀπολύτρωσιν τοῦ σκότους τῶν παθῶν τῆς κακίας ἢ καὶ πρὸς τὰ ὀφλήματα τοῦ πλήθους τῶν ἁμαρτιῶν ἡμῶν; καθὼς εἴρηται· «κρινόμενοι δὲ ὑπὸ τοῦ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν», καὶ πάλιν· οὐ γὰρ «ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς».
55.4.1
Γενώμεθα οὖν γενναῖοι στρατιῶται ὑπὲρ τοῦ βασιλέως ἡμῶν ἑτοίμως ἀποθνῄσκοντες. διὰ τὶ δὲ ὅτε ἐν τῷ κόσμῳ ἀνεστρεφόμεθα, ταῦτα οὐκ ἐπάσχομεν οὐδὲ τοιαύτας θλίψεις εἴχομεν, ἀλλὰ νῦν, ὅτε προσήλθομεν τῷ κυρίῳ εὐαρεστῆσαι, τοσαῦται ἐπαναστάσεις καὶ πειρασμοὶ καὶ θλίψεις τοῦ πονηροῦ καθ' ἡμῶν ἐπεγείρονται; ὁρᾷς ὅτι διὰ τὸν κύριον ταῦτα πάσχομεν, φθονοῦντος ἡμῖν τοῦ ἐχθροῦ καὶ πειράζοντος ὥστε διαστρέψαι ἐκ τῆς ὁδοῦ τῆς ζωῆς ἢ εἰς χαύνωσιν ἢ εἰς ὀλιγωρίαν ἀγαγεῖν, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν.
55.4.2
ὅσον τοίνυν ὁ πονηρὸς καθ' ἡμῶν ἐπεγείρεται, ἡμεῖς ἐὰν εὑρεθῶμεν ἐν ὑπομονῇ καὶ ἀνδρείᾳ ἑτοίμως ἔχοντες ἕως θανάτου ὑπομένειν διὰ τὴν εἰς τὸν κύριον ἐλπίδα, πᾶσαι αὐτοῦ αἱ καθ' ἡμῶν μηχαναὶ λύονται. ἔχομεν γὰρ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Ἰησοῦν, ὃς καὶ ἡμῖν θλιβομένοις καὶ ἐλπίζουσιν ἐπ' αὐτὸν ὑπομονὴν δίδωσιν, κἀκεῖνος καταισχυνθήσεται ἡμῶν τὰ νικητήρια
55.4.3
τῶν πόνων (τουτέστιν τὴν βασιλείαν κυρίου) κομιζομένων. γενώμεθα ὡς ἄκμονες τυπτόμενοι καὶ μὴ ἐνδιδόντες μηδὲ τύπους χαυνώσεως ἢ ὀλιγωρίας ἢ ἀκηδίας διὰ τῶν μαστίγων τῶν πειρασμῶν δεχόμενοι, δερόμενοι νικήσωμεν τὸν ἀντίπαλον διὰ τῆς ὑπομονῆς. ὁ γὰρ κύριος ἡμῶν εἰς τὸν αἰῶνα τοῦτον διώδευσε, μαστιζόμενος, ὀνειδιζόμενος, διωκόμενος, ἐμπαιζόμενος, ἐμπτυόμενος, ἔσχατον δὲ καὶ ἀτίμῳ θανάτῳ σταυροῦ ὑπὸ ἀνόμων τετιμώρηται. καὶ πάντα ὑπήνεγκε ἐκεῖνα διὰ τὴν ἡμετέραν σωτηρίαν «ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν» ζωῆς, ἵνα δι' ἧς ὁδοῦ πειρασμῶν καὶ θλίψεων καὶ θανάτου αὐτὸς διώδευσε, τῇ αὐτῇ ὁδῷ διοδεύσωσι οἱ εἰς αὐτὸν ἐν ἀληθείᾳ πιστεύοντες καὶ «συγκληρονόμοι» αὐτοῦ γενέσθαι βουλόμενοι, ἵνα ὥσπερ αὐτὸς διὰ πολλῶν παθῶν, ἔσχατον δὲ θανὼν ἐπὶ σταυροῦ ἐνίκησε καὶ σταυρωθεὶς ἐσταύρωσε καὶ ἀποθανὼν ἐθανάτωσε κατακρίνας τὴν ἁμαρτίαν διὰ τῆς σαρκὸς καὶ κατ
55.4.4
αργήσας τὰς ἀντικειμένας δυνάμεις, καθὼς εἴρηται· «ἀπεκδυσάμενος γὰρ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» ἐπὶ σταυροῦ «ἐδειγμάτισε θριαμβεύσας τὰς ἐν αὐτῷ», οὕτω καὶ ἡμεῖς πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ πονηροῦ ἐὰν ὑπομείνωμεν ἕως θανάτου, τότε νικήσομεν τὸν ἀντίπαλον διὰ τῆς πίστεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν κύριον ἐλπίδος, καὶ οὕτω δόκιμοι εὑρεθέντες τῆς ἀπολυτρώσεως ἀξιούμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ πνεύματος πληρούμεθα καὶ τῆς αἰωνίου ζωῆς κληρονόμοι γινόμεθα, ἧς γένοιτε πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.
55.4.5
Ἀμήν. εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. πάσχοντες καὶ θανατούμενοι διὰ τὸν κύριον προθύμως τότε νικῶμεν τὸν ἀντικείμενον. εἰ οὖν βουλόμεθα πᾶσαν θλῖψιν καὶ πειρασμοὺς μὴ ἐπιπόνους καὶ σκληροὺς ἡγεῖσθαι, ἀλλ' εὐχερῶς ὑπομένειν πᾶσαν τοῦ πονηροῦ ἐπανάστασιν, τὸν ὑπὲρ τοῦ κυρίου θάνατον πρὸ ὀφθαλμῶν πάντοτε ἐν ἐπιθυμίᾳ ἔχωμεν καὶ καθὼς εἴρηται ὑπὸ τοῦ κυρίου καθ' ἡμέραν τὸν σταυρὸν αἴροντες (ὅ ἐστι θάνατος) ἀκολουθῶμεν αὐτῷ ὀπίσω, καὶ οὕτως εὐχερῶς ὑπομένωμεν πᾶσαν θλῖψιν ἤτοι κρυπτὴν ἤτοι φανεράν.
55.4.6
εἰ γὰρ θάνατον ὑπὲρ τοῦ κυρίου ἐν ἐπιθυμίᾳ προσδοκῶμεν καὶ πρὸ ὀφθαλμῶν πάντοτε ἐπιποθοῦντες ἔχομεν, πόσῳ μᾶλλον οἵας ἂν βαρείας θλίψεις εὐχερῶς καὶ εὐκόλως μετὰ χαρᾶς ὑπομενοῦμεν. διὰ τοῦτο γὰρ δυσχερεῖς καὶ βαρείας καὶ φορτικὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν ὑπὲρ τοῦ κυρίου θάνατον πρὸ ὀφθαλμῶν οὐκ ἔχομεν, οὐδὲ ἐν αὐτῷ πάντοτε ἡ διάνοια ἐπιποθεῖ· ὁ γὰρ τὸν κύριον ἐπιθυμῶν κληρονομῆσαι καὶ τὰ αὐτοῦ πάθη ἀκολούθως ἐπιθυμείτω. ὥστε οἱ Χριστὸν ἀγαπῶντες ἐν τούτῳ φαίνονται, ὅταν πάσας θλίψεις ἐπερχομένας αὐτοῖς γενναίως καὶ προθύμως ὑπομένωσι διὰ τὴν εἰς αὐτὸν ἐλπίδα.
55.4.7
Παρακαλέσωμεν τοίνυν τὸν θεὸν δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν τὸ αὐτοῦ θέλημα καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ μετὰ χαρᾶς, ἣν ἡμῖν αὐτὸς χαρίσεται δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέστησιν, ἵνα δόκιμοι καὶ ἄξιοι αὐτοῦ εὑρεθέντες σωτηρίας αἰωνίου τύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας. Ἀμήν. 56. τ. 1 ΛΟΓΟΣ Νϛʹ.