Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 56 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
56.1.1
Ὁ βουλόμενος προσελθεῖν τῷ κυρίῳ καὶ ζωῆς αἰωνίου καταξιωθῆναι καὶ κατοικητήριον τοῦ Χριστοῦ γενέσθαι καὶ πνεύματος ἁγίου πληρωθῆναι, ἵνα τοὺς καρποὺς τοῦ πνεύματος κατὰ τὰς ἐντολὰς πάσας τοῦ κυρίου δυνηθῆναι ποιῆσαι καθαρῶς καὶ ἀμώμως, οὕτως ὀφείλει ἐνάρξασθαι· πρῶτον μὲν πιστεῦσαι βεβαίως τῷ κυρίῳ καὶ ἐπιδοῦναι ἐξ ὅλου ἑαυτὸν τοῖς λόγοις τῶν ἐντολῶν αὐτοῦ καὶ ἀποτάξασθαι τῷ κόσμῳ κατὰ πάντα, ἵνα μὴ ἐν μηδενὶ ὅλως τῶν φαινομένων ὁ νοῦς ἀσχολῆται, καὶ εἰς τὴν εὐχὴν πάντοτε προσκαρτερεῖν αὐτὸν χρὴἐπὶ πίστει προσδοκίας τοῦ κυρίου τὴν ἐπίσκεψιν καὶ βοήθειαν αὐτοῦ πάντοτε ἐκδεχόμενος, καὶ τὸν σκοπὸν τοῦ νοὸς αὐτοῦ εἰς
56.1.2
τοῦτο ἔχων διαπαντός. εἶτα βιάζεσθαι χρὴ ἀεὶ ἑαυτὸν εἰς πᾶν ἀγαθὸν καὶ εἰς πάσας τὰς ἐντολὰς τοῦ κυρίου, καὶ μὴ θελούσης τῆς καρδίας διὰ τὴν συνοῦσαν αὐτῇ ἁμαρτίαν, οἷον βιαζέσθω ἑαυτὸν εἰς τὸ ταπεινοφρονεῖν ἐνώπιον πάντων ἀνθρώπων, καὶ ἑαυτὸν πάντων ἐλάττω καὶ χείρονα ἡγείσθω, μὴ ζητῶν τιμὴν ἢ ἔπαινον ἢ δόξαν παρά τινος, καθὼς ἐν τῷ εὐαγγελίῳ γέγραπται, ἀλλὰ μόνον τὸν κύριον πρὸ ὀφθαλμῶν ἐχέτω ἀεὶ καὶ τὰς ἐντολὰς αὐτοῦ, αὐτῷ βουλόμενος ἀρέσκειν μόνῳ. εἰς τὴν πραότητα ὁμοίως ἑαυτὸν βιαζέτω, καὶ μὴ θελούσης τῆς καρδίας, ὥς φησιν ὁ κύριος· «μάθετε ἀπ' ἐμοῦ, ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν».
56.1.3
ὁμοίως εἰς τὸ εἶναι ἐλεήμονα, χρηστόν, εὔσπλαγχνον, ἀγαθόν, ὅση δύναμις ἑαυτὸν ἐθιζέτω κἂν μετὰ βίας, ὥς φησιν ὁ κύριος· «γίνεσθε ἀγαθοὶ καὶ χρηστοί, καθὼς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος», καὶ πάλιν· «γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς οἰκτίρμων ἐστί», καὶ πάλιν φησίν· «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε», καὶ πάλιν· «βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ τό· «ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης». ἀεὶ τὴν τοῦ κυρίου ταπείνωσιν καὶ πολιτείαν καὶ ἀναστροφὴν πρὸ ὀφθαλμῶν ἐχέτω, ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτω καὶ ὅση δύναμις βιαζέσθω μιμεῖσθαι, ταῖς προσευχαῖς προσκαρτερείτω διαπαντὸς δεόμενος καὶ πιστεύων, ἵνα ἐλθὼν ὁ κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ,
56.1.4
καὶ ἵνα αὐτὸς ὁ κύριος γένηται κατοικητήριον τῆς ψυχῆς. καὶ οὕτως, ἃ νῦν εἶπον μετὰ βίας, μὴ θελούσης τῆς καρδίας ποιοῦντα καὶ ἐθίζοντα ἑαυτὸν διαπαντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ κυρίου ἀεὶ μνημονεύοντα καὶ προσδοκῶντα αὐτὸν ἐν πολλῇ ἀγάπῃ θεωρῶν αὐτὸν ὁ κύριος καὶ τὴν τοιαύτην αὐτοῦ προαίρεσιν καὶ τὴν ἀγαθὴν σπουδήν, πῶς βιάζεται ἑαυτὸν εἰς μνήμην τοῦ κυρίου καὶ εἰς τὸ ἀγαθὸν ἀεί, καὶ εἰς τὴν ταπεινοφροσύνην καὶ πραότητα καὶ ἀγάπην καὶ μὴ θέλουσαν καρδίαν ἄγχει καὶ ἄγει ὅση δύναμις αὐτοῦ μετὰ βίας, ποιεῖ μετ' αὐτοῦ ἔλεος καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῆς ἐν αὐτῷ οἰκούσης ἁμαρτίας, πνεύματος ἁγίου ἐμπιπλῶν αὐτόν· καὶ οὕτω λοιπὸν ἄνευ βίας καὶ καμάτων ποιεῖ πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἐξ ἀληθείαςμᾶλλον δὲ ὁ κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας αὐτοῦ ἐντολάςκαὶ τοὺς καρποὺς τοῦ πνεύματος τότε καρποφορεῖ καθαρῶς.
56.1.5
Χρὴ τοίνυν πρότερον προσελθόντα τινὰ τῷ κυρίῳ οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἀγαθόν, καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διαπαντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς ταπεινοφροσύνην, βιάζεσθαι ἑαυτὸν εἰς τὴν ἀγάπην μὴ ἔχοντα ἀγάπην, βιάζεσθαι ἑαυτὸν εἰς τὴν πραότητα μὴ ἔχοντα πραότητα, βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι εἰς τὸ καταφρονεῖσθαι καὶ εἰς τὸ μακροθυμεῖν καὶ ἐξουθενούμενον ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν κατὰ τὸ εἰρήμενον· «μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί», βιάζεσθαι ἑαυτὸν εἰς τὴν εὐχὴν μήπω
56.1.6
ἔχοντα εὐχὴν πνεύματος. οὕτω γὰρ ὁ θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον καὶ βίᾳ ἑαυτὸν ἄγοντα εἰς τὸ ἀγαθὸν καὶ μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν Χριστοῦ, δίδωσι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα
56.1.7
ἀληθινὴν καὶ ἁπαξαπλῶς πληροῖ αὐτὸν καρπῶν τῶν τοῦ πνεύματος. εἰ δέ τις μόνον εἰς τὴν εὐχὴν βιάζεται ἑαυτόν, μὴ ἔχων εὐχήν, ἵνα σχῇ εὐχὴν χάριτος, καὶ εἰς τὴν πραότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ κυρίου ἑαυτὸν οὐ βιάζεται, οὐδὲ μέριμναν καὶ ἀγῶνα καὶ κόπον ἔχει ἐκεῖνα κατορθῶσαι ὅσον τὸ ἐκ προαιρέσεως καὶ αὐτεξουσίου γνώμης, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ ἐκ τοῦ πνεύματος μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ, τοῖς δὲ τρόποις ὅμοιός ἐστιν οὗ ἦν πρώην. οὐκ ἔχει πραότητα, ὅτι οὐκ ἐζήτησεν ἐμπόνως καὶ οὐ προευτρέπισεν ἑαυτὸν οὕτω γενέσθαι. οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε καὶ ἑαυτὸν οὐκ ἐβιάσατο εἰς τοῦτο. οὐκ ἔχει ἀγάπην εἰς πάντας, ἐπειδὴ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς προσευχῆς καὶ αὐτῇ τῇ ἐπιτηδεύσει τοῦ ἔργου. οὐκ ἔχει πίστιν καὶ πεποίθησιν πρὸς τὸν θεόν, ἐπειδὴ οὐκ ἔγνω καὶ οὐκ ἐδοκίμασεν ἑαυτὸν εἰ ἔχει. καὶ οὐκ ἐπόνησεν ἐν θλίψει ζητῶν παρὰ κυρίου σχεῖν βεβαίαν τὴν πρὸς αὐτὸν πίστιν καὶ πεποίθησιν ἀληθινήν.
56.2.1
Χρὴ γὰρ ἕκαστον ὥσπερ εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει μὴ θελούσης τῆς καρδίας, οὕτω καὶ εἰς τὴν πεποίθησιν καὶ εἰς τὴν ταπεινοφροσύνην, καὶ εἰς τὴν ἀγάπην, καὶ εἰς τὴν πραότητα καὶ εἰς τὴν ἀκεραιότητα καὶ ἁπλότητα, οὕτως «εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν» κατὰ τὸ γεγραμμένον, οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἐξουθενεῖσθαι καὶ χείρω καὶ ἔσχατον ἑαυτὸν λογίζεσθαι πάντων, οὕτως εἰς τὰ μὴ ὄντα χρήσιμα μὴ ὁμιλεῖν, ἀλλ' ἀεὶ τὰ τοῦ κυρίου μελετᾶν καὶ λαλεῖν καὶ στόματι καὶ καρδίᾳ, οὕτως εἰς τὸ μὴ θυμοῦσθαι, μὴ κραυγάζειν κατὰ τὸ εἰρημένον· «πᾶσα πικρία καὶ ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ» καὶ εἰς πάντας τοὺς τοῦ κυρίου τρόπους, εἰς πᾶσαν ἄσκησιν ἀρετῆς καὶ πολιτείας ἀγαθῆς καὶ καλῆς, εἰς πᾶσαν ἀναστροφὴν ἀγαθότητος, εἰς πᾶσαν ταπεινοφροσύνην πραότητος καὶ εἰς τὸ μὴ ἐπαίρεσθαι
56.2.2
καὶ ὑψηλοφρονεῖν καὶ φυσιοῦσθαι καὶ λαλεῖν κατά τινος, εἰς ταῦτα πάντα ὀφείλει βιάζεσθαι ἑαυτὸν ὁ θέλων εὐδοκιμῆσαι καὶ εὐαρεστῆσαι Χριστῷ, ἵνα οὕτως ὁ κύριος ἰδὼν αὐτοῦ τὴν προαίρεσιν καὶ προθυμίαν τὴν τοῦ οὕτως εἰς πᾶσαν ἁπλότητα καὶ ἀγαθότητα καὶ ταπεινοφροσύνην καὶ ἀγάπην καὶ εὐχὴν ἄγχοντος καὶ ἄγοντος ἑαυτὸν μετὰ βίας, δώσει αὐτῷ ἑαυτὸν ὅλον, ποιῶν ἐξ ἀληθείας ταῦτα πάντα καθαρῶς ἐν αὐτῷ καὶ ἀκόπως καὶ ἀβιάστως, ἃ πρὶν οὐδὲ μετὰ βίας φυλάξαι ἠδύνατο διὰ τὴν ἐν αὐτῷ οἰκοῦσαν ἁμαρτίαν. καὶ γίνεται αὐτῷ ταῦτα πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα ὥσπερ φύσις· τὸ λοιπὸν γὰρ ὁ κύριος ἐλθὼν καὶ γενόμενος ἐν αὐτῷκαὶ αὐτὸς ἐν τῷ κυρίῳ, αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τοῖς καρ
56.2.3
ποῖς τοῦ πνεύματος. εἰ δὲ εἰς εὐχὴν μόνον (ὡς εἴρηται) βιάζεται ἑαυτόν τις, ἕως οὗ λάβῃ τι χάρισμα παρὰ τοῦ θεοῦ, εἰς ταῦτα δὲἤγουν εἰς τὴν ταπεινοφροσύνην, καὶ εἰς τὰς ἄλλας ἀρετὰςὁμοίως ἑαυτὸν οὐ βιάζεται καὶ ἐθίζει καὶ ἄγχει; οὐχ ὅτι δυνατὸν ἐξ ἀληθείας καθαρῶς καὶ ἀμώμως ποιῆσαι, ἀλλ' οὕτω χρὴ προευτρεπίζειν ἑαυτὸν ὡς δυνατὸν εἰς τὸ ἀγαθόν; ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντα καὶ δεόμενον· ἀγαθὸς γὰρ καὶ χρηστός ἐστιν ὁ θεὸς καὶ τοῖς αἰτοῦσιν αὐτὸν δίδωσι τὰ αἰτήματα αὐτῶν. μὴ ἐθίσας δὲ καὶ προευτρεπίσας ἑαυτὸν εἰς τὰς προειρημένας ἀρετὰς ἢ ἀπόλλει τὴν χάριν ἢ λαμβάνων πίπτει ὑψηλοφρονήσας ἢ οὐ προκόπτει καὶ αὔξει ἐν χάριτι τῇ πρὸς αὐτὸν γινομένῃ, ἐπειδὴ ταῖς ἐντολαῖς τοῦ κυρίου ἑαυτὸν ἐκ προαιρέσεως οὐ δίδωσι. τὸ γὰρ κατοικητήριον καὶ ἡ ἀνάπαυσις τοῦ πνεύματός ἐστιν ἡ ταπεινοφροσύνη, ἡ ἀγάπη, ἡ πραότης καὶ αἱ λοιπαὶ τοῦ κυρίου ἐντολαί.
56.2.4
Ὀφείλουσιν οὖν οἱ βουλόμενοι ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ θεῷ καὶ δέξασθαι παρ' αὐτοῦ τὴν ἐπουράνιον τοῦ πνεύματος χάριν καὶ αὐξῆσαι καὶ τελειωθῆναι ἐν τῷ ἁγίῳ πνεύματι εἰς πάσας τὰς ἐντολὰς τοῦ κυρίου βιάζεσθαι πρῶτον ἑαυτοὺς καὶ μὴ θελούσης τῆς καρδίας ὑποτάσσειν αὐτὴν κατὰ τὸ εἰρημένον· «διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα». ὡς γάρ τις εἰς τὴν προσκαρτέρησιν τῆς εὐχῆς βιάζεται ἑαυτὸν καὶ ἄγχει, ἕως οὗ κατορθώσει τοῦτο, ὁμοίως καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα ἐὰν θέλῃ τις βιάζεται καὶ ἄγχει ἑαυτὸν καὶ ἐθίζει ἔθος
56.2.5
ἀγαθόν· καὶ οὕτως αἰτούμενος καὶ δεόμενος τοῦ κυρίου διαπαντὸς καὶ τυχὼν τῆς αἰτήσεως καὶ μεταλαβὼν εἰς γεῦσιν θεοῦ καὶ πνεύματος ἁγίου μέτοχος γενόμενος αὔξει καὶ θάλλει ἐν αὐτῷ τὸ χάρισμα τοῦ πνεύματος τὸ δοθὲν αὐτῷ, ἀναπαυόμενον ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ ἣν ἐζήτησε καὶ ἐν τῇ ἀγάπῃ καὶ πραότητι, αὐτὸ τὸ πνεῦμα χαρίζεται αὐτῷ πάντα καὶ διδάσκει αὐτὸν ἀληθινὴν ταπεινοφροσύνην, ἀληθινὴν ἀγάπην, ἀληθινὴν πραότητα, εἰς ἣν προεβιβάσατο καὶ ἐζήτησε καὶ ἐμερίμνησε καὶ ἐδόθη αὐτῷ· καὶ οὕτως αὐξήσας καὶ τελειωθεὶς ἐν θεῷ κληρονόμος τῆς βασιλείας τῶν οὐρανῶν γίνεται. ὁ γὰρ ταπεινὸς οὐδέποτε πίπτει. πῶς γὰρ καὶ πεσεῖται ὑποκάτω πάντων ὤν; μεγάλη ταπείνωσις ἡ ὑψηλοφροσύνη, μεγάλη ὕψωσις καὶ ἀξίωμα ἡ ταπεινοφροσύνη.
56.2.6
Καὶ ἡμεῖς οὖν ἐθίσωμεν ἑαυτοὺς καὶ ἄξωμεν εἰς τὴν ταπεινοφροσύνην, καὶ μὴ θελούσης τῆς καρδίας, καὶ εἰς τὴν πραότητα καὶ εἰς τὴν ἀγάπην, δεόμενοι καὶ παρακαλοῦντες τὸν θεὸν ἐν πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ ἀδιαλείπτως ἐν τῇ προσδοκίᾳ ταύτῃ καὶ σκοπῶμεν, ἵνα ἀποστείλῃ τὸ πνεῦμα αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, ἵνα εὐξώμεθα καὶ προσκυνήσωμεν ἐν πνεύματι τῷ πατρί.
56.2.7
καὶ αὐτὸ τὸ πνεῦμα εὔξηται ἐν ἡμῖν, ἵνα αὐτὸ τὸ πνεῦμα διδάξῃ ἡμᾶς εὐχὴν ἀληθινήν, ἣν καὶ νῦν βιαζόμενοι οὐκ ἔχομεν, ταπεινοφροσύνην τε ἀληθινήν, πραότητα, ἀγάπην, ἃ νῦν μετὰ βίας οὐ δυνάμεθα ποιεῖν, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα καὶ πάσας τὰς ἐντολὰς τοῦ κυρίου διδάξῃ ἡμᾶς ποιῆσαι ἐξ ἀληθείας ἀπόνως καὶ ἀβιάστως, ὡς αὐτὸ τὸ πνεῦμα οἶδε πληροῦν ἡμᾶς τοῖς καρποῖς αὐτοῦ· καὶ οὕτω τῶν ἐντολῶν τοῦ κυρίου πληρωθεισῶν ὑφ' ἡμῶν διὰ τοῦ πνεύματος αὐτοῦ τοῦ μόνου γινώσκοντος τὸ θέλημα τοῦ Χριστοῦ, τελειώσει ἡμᾶς τὸ πνεῦμα εἰς ἑαυτὸ καὶ τελειωθὲν εἰς ἡμᾶς καὶ καθαρίζον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ καὶ σπίλου ἁμαρτίας, ἵν' ὥσπερ νύμφας καλὰς τὰς ψυχὰς ἡμῶν καθαρὰς καὶ ἀμώμους παραστήσῃ τῷ Χριστῷ, ἀναπαυομένων ἡμῶν ἐν θεῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἀναπαυομένου τοῦ Χριστοῦ ἐν ἡμῖν εἰς τοὺς ἀπεράντους αἰῶνας.
56.2.8
Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἐλέει αὐτοῦ καὶ τῇ ἀγάπῃ αὐτοῦ, ὅτι εἰς τοσαύτην τιμὴν καὶ δόξαν κατηξίωσε τὸ γένος τῶν ἀνθρώπων, υἱοὺς πατρὸς ἐπουρανίου καταξιῶν αὐτοὺς καὶ ἰδίους ἀδελφοὺς προσαγορεύων. Δόξα τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 57. τ. 1 ΛΟΓΟΣ ΝΖʹ.

Intertext edge

Open linked passage

Note