Sermones 64
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt">
—
⋯
Original / primary: Pg Scrape Grc
57.1.1
Οἱ ἐξ ἀληθείας θεοῦ φίλοι καὶ ἀγαπῶντες αὐτὸν ἀκολούθῳ τάξει οὐ προσέρχονται καὶ δουλεύουσιν αὐτῷ διὰ τὸ κάλλος τῆς βασιλείας ὡς ἐπὶ ἐμπορίᾳ τινὶ κέρδους οὔτε διὰ τὴν κόλασιν τὴν ἀποκειμένην τοῖς ἁμαρτωλοῖς ἐν τῇ γεέννῃ, ἀλλ' αὐτὸν ἀγαπῶσι τὸν κτίστην καὶ δημιουργὸν ἀκολουθίᾳ τάξεως, ἐπιγνόντες δεσπότην καὶ κτίστην καὶ τὴν πρὸς αὐτὸν λατρείαν δικαίως καὶ προθύμως ἀποπληροῦσι καὶ πάσας θλίψεις τῶν πονηρῶν πνευμάτων γενναίως ὑπομένουσιν ὑπ' αὐτῶν ἐκδιωκόμενοι τοῦ μὴ ἐγγίζειν καὶ κολλᾶσθαι τῷ κυρίῳ, ὥς φησιν ὁ μακάριος Δαβίδ· «πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλί
57.1.2
βοντές με· ἐκ τῶν μαρτυριῶν σου οὐκ ἐξέκλινα». ὅσῳ γὰρ ἐκθλίβονται καὶ ἐκδιώκονται ὑπὸ τῶν πονηρῶν πνευμάτων τοὺς λογισμοὺς τῆς ψυχῆς περισπώντων ἢ ἑτέρας θλίψεις ἐπεγειρόντων, αὐτοὶ πολλῷ μᾶλλον κολλῶνται τῷ κυρίῳ, ἑαυτοὺς ἐκβιαζόμενοι εἰς τὴν αὐτοῦ ζήτησιν. πολλὰ γὰρ ἐμπόδια τῆς πρὸς θεὸν εὐαρεστήσεως ἐστὶν ἐν κόσμῳ. ἡ πενία καὶ ἡ ἔνδεια ἐμπόδιον καὶ ἀγών ἐστι πρὸς τὴν αἰώνιον ζωήν, ὁ πλοῦτος ὁμοίως ἐμπόδιον, ἀδοξία καὶ ὕβρεις, καὶ τοῦτο ἐμπόδιον, δόξαι καὶ τιμαὶ ἀνθρώπων, ὁμοίως εἰς πειρασμὸν γίνονται νόσοι καὶ πάθηταῦτα πάντα κατὰ τοῦ ἀνθρώπου ἐμπόδια τυγχάνει, ὁμοίως ἐν τοῖς ἀοράτοις αἱ θλίψεις καὶ οἱ πειρασμοὶ τῆς κακίας ἐμποδίζουσι τῇ ψυχῇ τοῦ μὴ προσεγγίζειν καὶ κολλᾶσθαι τῷ θεῷ, ἀλλ' εἰς χαύνωσιν καὶ ἔκλυσιν ἀγαγεῖν αὐτὴν βούλονται, καθώς φησιν ὁ προφήτης·
57.1.3
«θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μού ἐστιν». αἱ θλίψεις οὖν τῆς πονηρίας δοκιμαστήριόν εἰσι τῇ ψυχῇ, ὁμοίως καὶ ἡ ἄνεσις καὶ ἡ ἀνάπαυσις καὶ ἡ παράκλησις τοῦ πνεύματος τῇ νηπίᾳ καὶ ἄφρονι ψυχῇ εἰς δοκιμαστήριον γίνεται, τῇ δὲ συνετῇ καὶ πιστῇ εἰς ζωὴν αἰώνιον καθίσταται. διὰ τῶν ἀμφοτέρων γὰρ πραγμάτων ὁ θεὸς τὰς ψυχὰς δοκιμάζει, ἵνα γνῷ ὅτι οὐ διὰ κέρδος τίς ἀγαπᾷ αὐτόν, ἀλλὰ μόνον δι' αὐτὸν τὸν δεσπότην
57.1.4
καὶ κτίστην θεὸν ὡς πολλῆς ἀγάπης καὶ τιμῆς ἄξιον. εἰ δὲ μὴ χαυνωθῇ μηδὲ ἀμελήσῃ μηδὲ ἀμεριμνήσῃ ἀπὸ ἀγῶνος καὶ σπουδῆς καὶ πόνου καὶ ἐργασίας ἀρετῶν ὁ ἐξ ἀληθείας εὐαρεστεῖν τῷ θεῷ βουλόμενος, μήτε ἀπὸ ἀναπαύσεων καὶ παρακλήσεων τῆς χάριτος τῇ ψυχῇ διὰ τοῦ πνεύματος ἐνεργουμένων, μήτε διὰ θλίψεων δεινῶν τῆς ἁμαρτίας ἐπεγειρομένων καὶ θλιβόντων, ὁ τοιοῦτος ὡς ἄξιος καὶ κατὰ ἀλήθειαν θεὸν φιλῶν ἐν ὅλῃ καρδίᾳ καὶ ψυχῇ κληρονόμος δικαίως καὶ ἀξίως τῆς βασιλείας καθίσταται καὶ τέκνον θεοῦ ἐκ πνεύματος γεννηθὲν καταξιοῦται γενέσθαι, ὅτι οὔτε ἐπὶ ταῖς πολλαῖς θλίψεσιν ἐνέδωκε καὶ ἐχαυνώθη, οὔτε ἐπὶ τῇ ἀναπαύσει καὶ παρακλήσει τῆς χάριτος ἧς κατηξιώθη ὑπτιώθη χαυνωθεὶς ἀπὸ τόνου καὶ σπουδῆς συνεχοῦς καὶ ἀδιαλείπτου ἀγῶνος. ὁ τοιοῦτος οὖν ἐν ἀληθείᾳ ἄξιος θεοῦ καὶ υἱὸς βασιλείας τυγχάνει.
57.1.5
Πάντα οὖν τὰ ἐν κόσμῳ ὡς ἀποδέδεικται κατὰ τοῦ κεχαυνωμένου καὶ ὀλιγοπίστου καὶ τῷ φρονήματι νηπίου ἐμπόδια ἐστὶ πρὸς τὴν αἰώνιον ζωήν, εἴτε τὰ θλιβερὰ καὶ ἐπίπονα πάθη ἢ νόσοι ἢ πενία ἢ ὕβρις ἢ ἀδοξία ἢ καὶ ὁ τῆς κακίας ἐν κρυπτῷ γινόμενος πόλεμος, ἤτοι τὰ ἔντιμα, ὁ πλοῦτος, ἡ δόξα, οἱ ἔπαινοι, οἱ μακαρισμοί· ταῦτα πάντα κατὰ τοῦ ἀνθρώπου τοῦ νηπιάζοντος
57.1.6
τῇ φρονήσει ἐμπόδια ἐστὶ πρὸς τὴν αἰώνιον ζωήν. ἀντιστρέψας δὲ πάλιν εὑρήσεις ταῦτα πάντα ὑπὲρ τοῦ ἀνθρώπου τοῦ πιστοῦ καὶ συνετοῦ καὶ ἀνδρείου τυγχάνοντα καὶ ὥσπερ σύνεργα τῆς βασιλείας αὐτῷ γινόμενα τοῦ κατὰ ἀλήθειαν ἀγαπῶντος τὸν θεὸν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντος, ὅτι πάντα τὰ ἐν τῷ κόσμῳ ἐμπόδια νομιζόμενα διαρρήξας, νικήσας καὶ ὑπερβὰς μόνον θεὸν ἠγάπησε καὶ αὐτῷ μόνῳ προσεπλάκη· ὥς φησιν ὁ προφήτης· «σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην». καὶ ὁ ἀπόστολός φησι· «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν». Καὶ ἡμεῖς τοίνυν ὀρθῷ φρονήματι καὶ πιστῇ διανοίᾳ ἑαυτοὺς τῷ κυρίῳ ἀποδιδόντες καὶ ὡς ἡμετέρῳ δεσπότῃ καὶ κτίστῃ ἀκολουθοῦντες ἀγάπην ἐκ προαιρέσεως διὰ τῆς τῶν ἐντολῶν ἐργασίας ἐπιδειξώμεθα, ἵνα διὰ τῶν τοιούτων ἔργων καὶ δι' ὀρθοῦ φρονήματος τῶν πνευματικῶν ἐπαγγελιῶν καταξιωθέντες ἐντεῦθεν καὶ τὴν καρδίαν διὰ τῆς χάριτος ἁγιασθέντες καὶ τῷ πνεύματι συνενωθέντες τῆς ἐπουρανίου βασιλείας κληρονόμοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰώνας. Ἀμήν. 58. τ. 1 ΛΟΓΟΣ ΝΗʹ.