Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 58 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
58.1.1
Ὁ μακάριος ἀπόστολος Παῦλος, ὁ ἀρχιτέκτων τῆς ἐκκλησίας, πάντοτε φροντίζων τῆς ἀληθείας καὶ μὴ βουλόμενος δι' ἀγνοίας τοὺς ὑπηκόους τοῦ λόγου ἐμποδίζεσθαι ἀκριβέστερον καὶ τηλαυγέστερον τὸν σκόπον τῆς ἀληθείας ὑπέδειξε καὶ τοῦ Χριστιανισμοῦ τὸ τέλειον μυστήριον ἐγνώρισεν ἐν ἑκάστῃ πιστευούσῃ ψυχῇ, ὥστε δι' ἐνεργείας θείας τὴν πεῖραν λαμβάνειν, ὅπέρ ἐστιν ἡ τοῦ ἐπουρανίου φωτὸς ἐν ἀποκαλύψει καὶ δυνάμει ταῖς ἁγίαις ψυχαῖς τοῦ πνεύματος ἔλλαμψις, ἵνα μήτις τὸν διὰ γνώσεως μόνον φωτισμὸν τοῦ πνεύματος εἶναι νομίσας τοῦ τελειοτέρου τῆς χάριτος μυστηρίου δι' ἄγνοιαν καὶ ἀμέλειαν ἀποτύχοι, ἀλλὰ πολλῷ μᾶλλον βεβαιότερον τὸν δι' ἀποκαλύψεως νοεροῦ καὶ ἐπουρανίου φωτὸς τῆς ψυχῆς φωτισμὸν τοῖς ἀξίοις γινόμενον γνωρίσῃ τοῦ πνεύματος δόξαν λαβών, ἣν ἔφερε πρὸς βέβαιαν ἀσφάλειαν γνώσεως καὶ ἀκριβῆ διάκρισιν συνέσεως τοῖς εὐγνωμόνως καὶ φιλαλήθως
58.1.2
πειθομένοις. φησὶ γοῦν· «εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πόσῳ μᾶλλον ἡ διακονία τοῦ εὐαγγελίου ἔσται ἐν δόξῃ; εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ. καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ». «τὸ καταργούμενον» δὲ εἴρηκε διὰ τὸ τῷ σώματι Μωσέως περικεῖσθαι τὴν δόξαν τοῦ φωτός. καὶ ἐπάγει· «ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα». καὶ προβὰς μικρὸν ἔδειξε τὴν ἀθάνατον ἐκείνην τοῦ πνεύματος δόξαν ἐν ἀποκαλύψει νῦν ἐν τῷ ἀθανάτῳ τοῦ ἔσω ἀνθρώπου προσώπῳ τοῖς ἀξίοις ἀϊδίως καὶ ἀθανάτως καὶ ἀκαταργήτως·
58.1.3
ἐλλάμπεσθαι. φησὶ γοῦν· «ἡμεῖς δὲ πάντες» (τουτέστιν οἱ τελείᾳ πίστει ἐκ τοῦ πνεύματος γεννηθέντες) «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος» «ἀνακεκαλυμμένῳ προσώπῳ», δηλονότι τῷ τῆς ψυχῆς, καί· «ἡνίκα δὲ ἐπιστρέψῃ τις πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα.
58.1.4
ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι». τηλαυγῶς οὖν διὰ τούτων, ἀπέδειξε καὶ ἐγνώρισεν εἶναι «κάλυμμα» σκότους κακίας, ὅπερ ἀπὸ τῆς παραβάσεως Ἀδὰμ εἰς τὴν ἀνθρωπότητα εἰσελθὸν τὴν ψυχὴν ἐκάλυψε, νῦν δὲ διὰ τῆς τοῦ ἐπουρανίου φωτὸς τοῦ πνεύματος ἐλλάμψεως «περιαιρεῖται» τῶν πιστῶν καὶ ἀξίων ψυχῶν· διὸ καὶ ἔλευσις τοῦ κυρίου γεγένηται, ὥστε εἰς τοιαῦτα μέτρα ἁγιότητος φθάσαι τοὺς ἀληθινῶς πιστεύοντας.
58.2.1
Οὐ μόνον οὖν νοημάτων καὶ γνώσεως ἀποκάλυψίς ἐστιν ὁ φωτισμὸς τῆς χάριτος, ἀλλὰ τὸ βέβαιον ὑποστατικοῦ φωτὸς ἐν ταῖς ψυχαῖς ἀΐδιος ἔλλαμψις. καὶ γὰρ γέγραπται· «ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ», καί· «φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον» τουτέστιν, ἵνα μὴ τῆς σαρκὸς ἐξερχομένη ἡ ψυχή μου καλύπτηται τῷ τοῦ θανάτου τῆς κακίας καλύμματι, καί· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου», καί· «ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὁδηγήσουσι καὶ ἄξουσιν εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου», καί· «ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε· ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου»· ἃ τὴν αὐτὴν ἀκολουθίαν τοῦ σκόπου παρίστησι. καὶ τὸν μακάριον δὲ Παῦλον τὸ «περιλάμψαν» ἐν τῇ ὁδῷ ὑπὲρ
58.2.2
τὸν ἥλιον οὐράνιον τοῦ πνεύματος «φῶς», δι' οὗ τῆς χάριτος κατηξιώθη, οὐ νοημάτων καὶ γνώσεως φωτισμὸς ἦν, ἀλλὰ δυνάμεως πνεύματος φωτὸς ὑποστατικῶς ἐν ψυχῇ ἔλλαμψις καὶ μυστηρίων οὐρανίων ὑποστατικῶς ἀποκάλυψις, οὗ τὴν ὑπερβολὴν τῆς λαμπρότητος οἱ τῆς σαρκὸς ὀφθαλμοὶ μὴ ἐνεγκόντες ἐτυφλώθησαν δι' οὗ φωτὸς καὶ πᾶσα γνῶσις ἀποκαλύπτεται καὶ ὁ θεὸς κατὰ ἀλήθειαν τῇ ψυχῇ γνωρίζεται. «οἷος» γὰρ «ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι» τουτέστιν οἱ ἐκ τοῦ πνεύματος ἄνωθεν γεννηθέντες καὶ πνεῦμα καὶ αὐτοὶ διὰ πολλῆς ἐν τῇ χάριτι προκοπῆς γενέσθαι καταξιωθέντες, καθὼς εἴρηται, ὅτι «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι», καὶ πάλιν· «οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελή
58.2.3
ματος ἀνδρός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν». ἡ γὰρ ἐπουράνιος εἰκὼν τοῦ πνεύματος τῇ ἀξίᾳ καὶ πιστῇ ψυχῇ ἑνωθεῖσα οὐρανίαν καὶ πνευματικὴν αὐτὴν κατὰ τὴν ἰδίαν τῆς ἁγιότητος ἀπεργάζεται χάριν. «καθὼς» γὰρ «ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου». εἰκὼν δὲ τοῦ ἐπουρανίου, Χριστὸς ἐν ἁγίαις ψυχαῖς φορούμενος. φησὶ γάρ· «ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπι
58.2.4
θυμίας». πᾶσα γὰρ ψυχὴ ἡ διὰ τῆς πίστεως καὶ τῆς ἐν πάσαις ἀρεταῖς σπουδῆς ἐνδύσασθαι Χριστὸν τελείως ἀπεντεῦθεν ἐν δυνάμει καὶ πληροφορίᾳ καταξιωθεῖσα καὶ τῷ ἐπουρανίῳ τῆς ἀφθάρτου εἰκόνος φωτὶ ἑνωθεῖσα, μυστηρίων οὐρανίων ἐν ὑποστάσει γνῶσιν λαμβάνειν πάντοτε καταξιοῦται καὶ ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τῇ αὐτῇ ἐπουρανίῳ τῆς δόξης εἰκόνι τὸ σῶμα τῇ ψυχῇ συνδοξασθὲν καὶ εἰς οὐρανοὺς ὑπὸ τοῦ πνεύματος κατὰ τὸ γεγραμμένον ἁρπαγὲν «εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα» καὶ «σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ» γενέσθαι καταξιωθὲν εἰς αἰῶνας ἅμα ψυχῇ Χριστῷ συμ
58.2.5
βασιλεύσει. φωτισθεῖσαι γὰρ καὶ ἐλλαμφθεῖσαι ἀϊδίως καὶ ἀκαταργήτως ὑπὸ τοῦ ἐπουρανίου φωτὸς τοῦ πνεύματος ἀπὸ τοῦ νῦν αἱ ἄξιαι καὶ φιλαλήθεις ψυχαὶ καὶ τὸ κάλυμμα τῆς κακίας τοῦ σκότους περιαιρεθῆναι ὑπὸ τοῦ πνεύματος ἀπεντεῦθεν καταξιωθεῖσαι, τότε καὶ τῶν παθῶν τῆς κακίας τὴν παντελῆ ἀπολύτρωσιν λαμβάνουσι καὶ πασῶν ἐντολῶν τὴν κατόρθωσιν ἀμώμως καὶ τελείως ἐπιτελεῖν καταξιοῦνται καί, ὡς προείρηται, οὐρανίων μυστηρίων «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», διὰ πείρας τὴν γνῶσιν δέχονται. «ἡμῖν, γάρ φησιν, ἀπεκάλυψεν ὁ θεὸς διὰ
58.2.6
τοῦ πνεύματος αὐτοῦ». καὶ οὕτως τέλειαι καὶ καθαραὶ καὶ ἄμωμοι διὰ τοῦ φωτισμοῦ τοῦ πνεύματος γενέσθαι καταξιωθεῖσαι ἐν τῷ κόσμῳ τούτῳ, ἐν ἐκείνῃ τῇ τῆς ἀναστάσεως ἡμέρᾳ συνδοξασθήσονται τοῖς σώμασι διὰ τοῦ ἀπὸ τοῦ νῦν ἐλλάμποντος ἐν αὐταῖς ἐπουρανίου καὶ πνευματικοῦ φωτός. «ὁ ἐγείρας, γάρ φησιν, Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν».
58.3.1
Ὅσῳ γάρ τις διὰ τῆς ἰδίας πίστεως καὶ σπουδῆς καὶ ἀγῶνος πνεύματος ἁγίου καὶ δόξης ἐπουρανίου μέτοχος νῦν γέγονε καὶ ἔργοις ἀγαθοῖς ἐκόσμησε τὴν ψυχήν, τοσοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καταξιωθήσεται τοῦ καὶ τῷ σώματι συνδοξασθῆναι. ὃ γάρ τις ἐναπεθησαύρισεν ἔνδον, αὐτὸ προέρχεται ἔξω τότε.
58.3.2
καὶ καθάπερ ἐν χειμῶνι ὃν ἔχουσι τὰ ξύλα ἔνδον κεκρυμμένον καρπὸν αὐτὸν ἐν τῷ θέρει ἢ ἐν τῷ ἔαρι ἔξω προκομίζουσιν, οὕτω καὶ αἱ ψυχαὶ οὓς καρποὺς ἔνδον ἠγωνίσαντο κτήσασθαι, αὐτοὶ προέλθωσι τότε ἐπὶ τοῦ σώματος ἔξω καὶ τῶν μὲν ἁγίων ἡ θεοειδὴς τοῦ πνεύματος καὶ ἐπουράνιος εἰκὼν ἀπὸ τοῦ νῦν ἔνδον τυπωθεῖσα καὶ τὸ σῶμα θεοειδὲς καὶ φωτοειδὲς καὶ οὐράνιον ἔξω ἀπεργάσεται τότε. τῶν δὲ ἀναξίων καὶ ἁμαρτωλῶν τὸ σκοτεινὸν τοῦ κοσμικοῦ πνεύματος κάλυμμα τὴν ψυχὴν ἐκάλυψε καὶ διὰ τῆς ἐνεργείας τῶν παθῶν καὶ ἔργων τῶν πονηρῶν ἀσχήμονα καὶ σκοτεινὴν ἀπεργαζόμενον νῦν, καὶ τὸ σῶμα σκοτεινὸν καὶ ἄμορφον καὶ αἰσχύνης πεπληρωμένον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
58.3.3
ἀποδείξει. ὥσπερ γὰρ ἐν τῇ παραβάσει τοῦ Ἀδὰμ τὴν ἀπόφασιν ἐκ τοῦ θεοῦ λαβόντος τὸ «ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε», πρότερον ἐπὶ τῆς ψυχῆς τοῦτο συνέβη τῶν νοερῶν καὶ ἀθανάτων αὐτῆς αἰσθητηρίων ἀπὸ τῆς ἐπουρανίου καὶ πνευματικῆς ἀπολαύσεως σβεσθέντων καὶ νεκρωθέντων καὶ σκότει καλυφθέντων, ὕστερον δὲ ὁ τοῦ σώματος θάνατος μετὰ ἐνακόσια τριάκοντα ἔτη γέγονεν, οὕτω νῦν πάλιν καταλλαγέντος Χριστοῦ τῇ ἀνθρωπότητι καὶ σαρκωθέντος καὶ σταυρὸν καὶ θάνατον διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ ἀνάκλησιν ὑπομείναντος τὴν πιστεύουσαν ἐν ἀληθείᾳ ψυχὴν ἐν σαρκὶ οὖσαν ἔτι ἀποκαθίστησιν εἰς τὴν τῶν ἀρρήτων μυστηρίων καὶ οὐρανίων φωτῶν ἀπόλαυσιν καὶ ἐλευθεροῖ αὐτὴν ἐκ τῆς σκοτίας τοῦ καλύμματος τῶν παθῶν διὰ τῆς κοινωνίας τοῦ πνεύματος καὶ τὰ νοερὰ αὐτῆς αἰσθητήρια πάλιν ἀποκαθίστησι θείῳ φωτὶ ταύτην διὰ τῆς χάριτος δοξάζων. καὶ μετὰ τοῦτο ἐν τῇ ἀναστάσει ἀποκατασταθήσεται τὸ σῶμα εἰς τὴν ἀθάνατον καὶ ἄφθαρτον δόξαν καὶ τότε φωτὸς οὐρανίου στιλβότητα ἀμφιασθὲν αἰωνίων
58.3.4
ἀγαθῶν σὺν τῇ ψυχῇ ἀπολαύσει. τοίνυν ὀφείλει ἕκαστος ἡμῶν ἀγωνίσασθαι καὶ πονῆσαι καὶ σπουδάσαι ἐν τῷ ὀλίγῳ τούτῳ χρόνῳ διὰ τῆς εἰλικρινοῦς πίστεως καὶ τῆς τῶν ἐντολῶν ἐργασίας τὸν ἐπουράνιον τοῦτον θησαυρὸν ἐντεῦθεν κτήσασθαι, ἵνα διὰ τούτου ὡς προείρηται καὶ τῶν παθῶν τῆς κακίας τὴν παντελῆ ἀπολύτρωσιν λαβεῖν καταξιωθῶμεν καὶ πασῶν τῶν ἐντολῶν τελείαν τὴν ἐργασίαν εὐχερῶς κατορθώσωμεν καὶ τοῦ σκοτεινοῦ τῆς ψυχῆς καλύμματος τὴν περιαίρεσιν δεξώμεθα, καὶ οὕτως ἐν τῇ μελλούσῃ τῆς ἀναστάσεως ἡμέρᾳ τῶν σωμάτων ἡμῶν συνδοξασθῆναι τῇ ἀπὸ τοῦ νῦν διὰ τοῦ φωτισμοῦ τοῦ πνεύματος προδοξασθείσῃ ψυχῇ καταξιωθέντων καὶ ἐπουρανίῳ στολῇ στολισθέντων μετὰ Χριστοῦ συμβασιλεύσωμεν ἐν ἀναπαύσει αἰωνίῳ καὶ ἀνεκλαλήτῳ εἰς τοὺς αἰῶνας. Ἀμήν. 59. τ. 1 ΛΟΓΟΣ ΝΘʹ.

Intertext edge

Open linked passage

Note