Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 59 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
59.1.1
Οἱ ἀναχωρήσαντες τοῦ κόσμου καὶ γνησίως λόγων θεοῦ ἐπακούσαντες καὶ σεμνῶς πολιτευόμενοι, ὄντες δὲ ἔτι ὑπὸ τὸ τῶν παθῶν κάλυμμα, ὅπερ διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ πάντες ἐκτήσαντοτουτέστι τὸ σαρκικὸν τῶν πονηρῶν λογισμῶν φρόνημα, ὅπερ θάνατον ὁ ἀπόστολος καλεῖ λέγων· «τὸ φρόνημα τῆς σαρκὸς θάνατος» οὗτοι ἐοίκασιν ἀνθρώποις ἐν νυκτὶ βαδίζουσιν· ὑπὸ γὰρ τῶν ἄστρων (τουτέστι τῶν ἁγίων γραφικῶν ἐντολῶν) καταυγαζόμενοι ὅμως ἐν νυκτί εἰσιν, τῇ ἀοράτῳ τῶν παθῶν ἐνεργείᾳ καὶ προσκόπτουσι καὶ πάντα ἀκριβῶς καθορᾶν οὐ δύνανται διὰ τὴν τοῦ σκότους τῶν παθῶν
59.1.2
ἐνέργειαν. διὸ χρὴ αὐτοὺς πόνῳ καὶ πολλῇ πίστει ἐν ἀρεταῖς διάγοντας δεηθῆναι τοῦ ἐπουρανίου δεσπότου, ἵνα διαυγασάσης τῆς ἡμέρας τοῦ ἡλίου τῆς δικαιοσύνης ἐν ταῖς καρδίαις αὐτῶν πάντα κατιδεῖν ἀκριβῶς δυνήσωνται καὶ τῶν νοητῶν θηρίων τὴν ποικίλην καὶ διάφορον βλάβην καὶ τῶν ἐν τῷ ἀφθάρτῳ κόσμῳ ἀπολαύσεων τὴν ἄρρητον ποικιλίαν τῶν ἀγαθῶν καὶ τὰ ἐξαίσια κάλλη, ἅπερ οἱ πνευματικοὶ καὶ τέλειοι ἄνδρες, οἷς ἐνεργῶς τὸ νοητὸν φῶς ἐν ταῖς καρδίαις διηύγασεν, γνωρίζουσιν ἐν ἀληθινῇ διακρίσει, καὶ τῶν κρειττόνων τὰς ἀρετὰς καὶ τῶν χειρόνων τὴν δεινότητα κατὰ τὴν ἑκάστου διάφορον ἐνέργειαν, καθὼς ὁ μακάριός φησι Παῦλος· «τελείων ἐστὶν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ», καὶ ὁ μακάριος Πέτρος λέγει· «καὶ ἡμεῖς ἔχομεν τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαινομένῳ ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν», καὶ ἀλλαχοῦ· «ὑμῖν» δὲ «τοῖς φοβουμένοις» τὸν κύριον «ἀνατελεῖ
59.1.3
ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ». οἱ δὲ τῷ κόσμῳ πεφυρμένοι ἐοίκασιν ἀνθρώποις περιπατοῦσιν ἐν νυκτὶ ζοφερᾷ νεφέλης καὶ ὁμίχλης πεπληρωμένῃ, ἐν ᾗ οὔτε ὀλίγον αὖγος φωτὸς ἄστρου λάμπειτουτέστι λόγου θείου τὴν ψυχὴν διαυγάζοντοςὡς ἐοικέναι αὐτοὺς τυφλοῖς. οὕτως οἱ τὸ ὅλον ἐν ταῖς ὑλικαῖς περιπλοκαῖς ἐμπεφυρμένοι καὶ θεοῦ φόβῳ μήτε ἐντολὰς ἢ ἄλλας τινὰς ἀγαθοεργίας ἐργαζόμενοι, ἀλλὰ τὸ ὅλον τῇ μα
59.1.4
ταιότητι τοῦ κόσμου ἐν τοῖς χαλεποῖς ἔργοις ἠπατημένοι. ὅσοι δὲ βιωτικοὶ ὑπὸ ἐντολῶν θεοῦ ὥσπερ ὑπὸ ἄστρων καταυγάζονται, πίστει καὶ φόβῳ θεοῦ ἀναστρεφόμενοι οὔκ εἰσι τὸ ὅλον ἐν τῇ ζοφώδει καὶ ζοφερᾷ νυκτί· διὸ καὶ ἐλπίδα σωτηρίας ἔχειν δύνανται.
59.1.5
Ὥσπερ γὰρ ἐκ διαφόρων τεχνῶν καὶ ἐκ διαφόρων ἐπιτηδευμάτων οἱ ἄνθρωποι ἐν τῷ κόσμῳ τούτῳ τὸν πλοῦτον συνάγουσι καὶ ἐκ διαφόρων τρόπων ἐν ταῖς ἀρχοντικαῖς τάξεσι τὸ κέρδος τοῦ χρυσοῦ πορίζεται καὶ ἐκ διαφόρων κτημάτων ἢ ζῴων ἢ ἄλλων τινῶν τῷ οἰκοδεσπότῃ ὁ χρυσὸς συνάγεται, οὕτω καὶ ἐκ διαφόρων χαρισμάτων (καθὼς εἴρηται· «ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα») καὶ ἐκ διαφόρων ἀσκήσεων καὶ ἐκ δικαιωμάτων καὶ ἀρετῶν διὰ θεὸν γινομένων ἕκαστος τὸν ἐπουράνιον χρυσὸν (τουτέστι τὸν ἐπουράνιον πλοῦτον τοῦ πνεύματος τῆς αἰωνίου ζωῆς), κατὰ τὴν καλὴν ἐπιτήδευσιν καὶ σπουδὴν καὶ πίστιν πορίζεται. τούτου ἕνεκεν οὐ χρὴ ἕκαστον τὸν πλησίον κρίνειν ἢ καταγινώσκειν ἢ ἐξουδενεῖν, μόνον τρεχέτω ἕκαστος διὰ θεὸν πιστῶς καὶ ἀγωνιζέσθω καὶ ποριζέτω τὸ πνευ
59.1.6
ματικὸν κέρδος. πλὴν φαίνονται οἱ τὸν χρυσὸν ὀρύσσοντες οἱ αὐτὰς τὰς φλέβας τοῦ χρυσοῦ ζητοῦντες, τουτέστιν οἱ σκοπῷ ἀκροτάτῳ τοῦ φθάσαι εἰς τελειότητα ἀπαύστως καὶ ἀνενδότως τρέχοντες. οἱ γὰρ διὰ μακροθυμίας καὶ ὑπομονῆς τὰς τέχνας ἐργαζόμενοι κατὰ μικρὸν κατὰ μέρος πλουτοῦσιν ἢ καὶ ἔνδοξοι τῷ κόσμῳ γίνονται, οἱ δὲ μίσθιοι Εἱλῶται οἱ ὀκνηροί, οἱ εὐθέως τὸ ἐμπῖπτον ἐσθίοντες, μὴ μετὰ μακροθυμίας κάμνοντες, ἀεὶ γυμνοὶ
59.1.7
καὶ πένητες ἀπομένουσιν. οὕτως οἱ ἀεὶ ἐπ' ἐλπίδι τὰ τῆς ἀρετῆς ἔργα μετὰ μακροθυμίας καὶ ὑπομονῆς σπουδαίως ἐμπονοῦσι καὶ πιστῶς ἀπεκδέχονται τὴν ἐπουράνιον ἐλπίδα καὶ τὴν ἀντίληψιν τῆς χάριτος πρὸ ὀφθαλμῶν ἔχοντες, ἀληθῶς οὗτοι πλοῦτον τὸν τοῦ πνεύματος συνάγουσι διὰ τῆς ὑπομονῆς αὐτῶν καὶ μακροθυμίας καὶ πόνου καὶ δεήσεως, διὸ καὶ ἔνδοξοι τῷ αἰῶνι ἐκείνῳ παρὰ θεῷ εὑρίσκονται, οἱ δὲ ἀνυπομόνητοι, οἱ μόνον εἰς τὸ λαβεῖν τὴν χάριν ἕτοιμοι, τὸ δὲ πονεῖν καὶ κάμνειν καὶ ἐν πᾶσι θεῷ εὐαρεστεῖν μὴ ὑπομένοντες ἐν πάσῃ μακροθυμίᾳ, ἀπογυμνοῦνται καὶ ἧς κατηξιώθησαν χάριτος. πάντοτε γὰρ ἡ ἀσθενὴς καὶ ὀκνηρὰ προαίρεσις ἀσύμφωνος οὖσα τῇ χάριτι, γυμνὴ ἀπὸ καλῶν ἔργων καὶ πενιχρὰ ἀπὸ ἀρετῶν εὑρισκομένη, ἀδόκιμος καὶ ἄδοξος παρὰ τῷ θεῷ ἐν ἐκείνῳ τῷ αἰῶνι ἀποδείκνυται.
59.2.1
Ὁ γὰρ βουλόμενος ἐξ ἀληθείας εὐαρεστῆσαι τῷ κυρίῳ καὶ κατὰ ἀλήθειαν τῷ ἐναντίῳ τῆς κακίας μέρει ἀντιστῆναι προθυμούμενος εἰς δύο ἀθλήσεις καὶ δύο ἀγῶνας ἔχει τὴν πάλην· εἰς τε τὰ φανερὰ τοῦ κόσμου πράγματα, καὶ εἰς περισπασμοὺς γηΐνους καὶ εἰς ἀγάπην δεσμῶν σαρκικῶν (παθῶν τῆς ἁμαρτίας), καὶ ἐν τοῖς κρυπτοῖς πρὸς αὐτὰ τὰ τῆς πονηρίας πνεύματα, περὶ ὧν ὁ ἀπόστολος ἔλεγεν· «οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ
59.2.2
αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις». κατὰ δύο γὰρ τρόπους δυσὶν ἁλύσεσι δεσμῶν ἐδέθη ὁ ἄνθρωπος, παραβὰς τὴν ἐντολὴν καὶ ἐξορισθεὶς ἀπὸ τοῦ παραδείσου, ἐν τῷ κόσμῳ τούτῳ, ἐν τε τοῖς βιωτικοῖς πράγμασι καὶ τῇ τοῦ κόσμου ἀγάπῃ καὶ τῶν σαρκικῶν ἡδονῶν καὶ πλούτου καὶ δόξης καὶ κτημάτων, γυναικός, τέκνων, συγγενῶν, πατρίδος, τόπων, ἐνδυμάτων καὶ ἁπαξαπλῶς πάντων τῶν φαινομένων, ἀφ' ὧν ὁ λόγος τοῦ θεοῦ κελεύει αὐτὸν λυθῆναι ἰδίᾳ προαιρέσειἐπειδὴ εἰς πάντα τὰ φαινόμενα ἑκουσίως ἕκαστος δέδεται, ἵνα τούτων πάντων ἑαυτὸν λύσας καὶ ἐλευθερώσας δυνηθῇ τελείως τῆς ἐντολῆς ἐγκρατὴς γενέσθαικαὶ ἐν τῷ κρυπτῷ δὲ περιτετρίγχωται καὶ περιπέφρακται καὶ περιτετείχισται καὶ δέδεται ἁλύσεσι σκότους ἡ ψυχὴ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, μὴ δυναμένη ὡς θέλει ἀγαπᾶν τὸν κύριον καὶ ὡς θέλει πιστεύειν καὶ ὡς θέλει προσεύξασθαι. πάντων γὰρ ἡ ἐναντιότης ἐν τοῖς φανεροῖς καὶ ἐν τοῖς κρυπτοῖς ἀπὸ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου εἰς ἡμᾶς κατήντησεν.
59.2.3
Ἐπὰν τοίνυν ἀκούσας τίς τοῦ λόγου τοῦ θεοῦ ἀγωνίσηται καὶ ἀπορρίψῃ τὰ τοῦ βίου πράγματα καὶ δεσμοὺς κόσμου καὶ πάσας τὰς σαρκικὰς ἡδονὰς ἀρνήσηται λύσας ἑαυτὸν ἀπὸ τούτων, τότε προσκαρτερῶν τῷ κυρίῳ καὶ σχολάζων αὐτῷ δύναται ἐπιγνῶναι, ὅτι ἐστὶν ἔνδον ἐν τῇ καρδίᾳ ἄλλη πάλη καὶ ἄλλη ἐναντιότης κρυπτὴ καὶ ἄλλος πόλεμος λογισμῶν καὶ πνευμάτων τῆς πονηρίας, καὶ ἄλλος ἀγὼν πρόκειται. καὶ οὕτω δύναται παραμένων καὶ ἐπικαλούμενος τὸν κύριον ἐν πίστει ἀδιακρίτῳ καὶ ὑπομονῇ πολλῇ καὶ τὴν παρ' αὐτοῦ βοήθειαν ἐκδεχόμενος τυχεῖν ἐκείνης τῆς ἔνδοθεν λυτρώσεως τῶν δεσμῶν καὶ τριγχῶν καὶ φραγμῶν καὶ σκότους πνευμάτων πονηρίας, ἅπερ
59.2.4
εἰσὶν αἱ τῶν κρυπτῶν παθῶν ἐνέργειαι. οὗτος δὲ ὁ πόλεμος διὰ χάριτος καὶ δυνάμεως θεοῦ δύναται καταργεῖσθαι. δι' ἑαυτοῦ γάρ τινα ῥυσθῆναι τῆς ἐναντιότητος καὶ πλάνης τῶν λογισμῶν καὶ παθῶν ἀοράτων ἀμήχανον, μόνον δὲ τὸ ἀντιλέγειν καὶ ἀντιπίπτειν καὶ μὴ συνήδεσθαι αὐτοῖς δυνατόν. εἰ δὲ τοῖς φαινομένοις τις ἐνέχεται τοῦ κόσμου τούτου πράγμασι καὶ δεσμοῖς ποικίλοις γηΐνοις κεκράτηται καὶ τοῖς πάθεσι τῆς κακίας συναπάγεται, οὐδὲ ἐπιγινώσκει ὅτι ἐστὶν ἄλλη πάλη καὶ πυκτὴ καὶ πόλεμος ἔνδον. γένοιτο γάρ, ἵνα ὅτε τις ἄρῃ ἑαυτὸν ἀγωνισάμενος καὶ λύσῃ ἀπὸ πάντων τῶν φαινομένων δεσμῶν κοσμικῶν καὶ ὑλικῶν πραγμάτων καὶ ἡδονῶν σαρκικῶν, καὶ ἄρξηται τῷ κυρίῳ προσκαρτερεῖν κενῶν ἑαυτὸν ἀπὸ τοῦ κόσμου τούτου, εἶθε καὶ τότε δυνήσηται ἐπιγνῶναι τὴν ἔνδοθεν πλάνην τῶν παθῶν αὐλιζομένην καὶ
59.2.5
τὸν ἔνδον πόλεμον καὶ τοὺς ἔσω δεσμούς. ἐὰν γὰρ μή, ὡς προέφημεν, ἀγωνισάμενος ἀρνήσηται τὸν κόσμον καὶ λύσῃ ἑαυτὸν ἀπὸ τῶν γηΐνων ἐπιθυμιῶν ἐξ ὅλης καρδίας καὶ ὅλος ἐξ ὅλου θελήσῃ τῷ κυρίῳ προσκαρτερεῖν, οὐκ ἐπιγινώσκει τὴν κρυπτὴν τῶν πνευμάτων τῆς πονηρίας πάλην καὶ τὰ κρυπτὰ τῆς κακίας πάθη, ἀλλ' ἐστὶν ἀλλότριος ἑαυτοῦ, ὡς οὐκ οἶδε τραύματα καὶ πάθη ἔχων κρυπτὰ καὶ ἀγνοῶν αὐτά, ἐπειδὴ εἰς τὰ φαινόμενα δέδεται καὶ εἰς τὰ τοῦ κόσμου πράγματα ἑκὼν ἐνέχεται.
59.2.6
Τῷ γὰρ ἀρνησαμένῳ κατὰ ἀλήθειαν τὸν κόσμον καὶ ἀγωνισαμένῳ καὶ ἀπορρίψαντι ἀφ' ἑαυτοῦ τὸ φόρτιον τῆς γῆς καὶ τῶν ματαίων ἀσχολιῶν καὶ ἐπιθυμιῶν καὶ ἡδονῶν σαρκικῶν καὶ δόξης καὶ ἀρχῆς καὶ τιμῶν ἀνθρωπίνων, ἄραντι ἑαυτὸν καὶ ἐξ ὅλης καρδίας τούτων πάντων ἀναχωρήσαντι εἰς τοῦτον τὸν ἀγῶνα ὁ κύριος κρυπτῶς βοηθεῖ κατὰ τὸ μέτρον τοῦ θελήματος τῆς ἀρνήσεως τοῦ κόσμουκαὶ σταθεὶς εἰς τὴν τοῦ κυρίου λατρείαν καὶ προσκαρτερήσας ὅλος ἐξ ὅλου (σώματι τε καὶ ψυχῇ λέγω), ἐκεῖνος εὑρίσκει ἐναντιότητα καὶ πάθη κρυπτὰ καὶ δεσμοὺς ἀοράτους καὶ πόλεμον ἀφανῆ καὶ ἀγῶνα καὶ ἄθλησιν κρυπτήν, καὶ οὕτω δεηθεὶς τοῦ κυρίου ἐν πίστει καὶ λαβὼν ὅπλα ἐξ οὐρανοῦ τὰ τοῦ πνεύματος, ἅπερ κατέλεξεν ὁ μακάριος ἀπόστολος, «τὸν θώρακα τῆς δικαιοσύνης» καὶ «τὴν περικεφαλαίαν τοῦ σωτηρίου» καὶ «τὸν θυρεὸν τῆς πίστεως» καὶ «τὴν μάχαιραν τοῦ πνεύματος», ὁπλισάμενος δυνήσεται «στῆναι πρὸς τὰς μεθοδείας τὰς κρυπτὰς τοῦ διαβόλου» ἐν ταῖς ἐνεστώσαις πονηραῖς ἡμέραις· ἅπερ ὅπλα διὰ πάσης προσευχῆς καὶ προσκαρτερήσεως καὶ δεήσεως, τὸ δὲ πᾶν διὰ πίστεως πορισάμενος τὸν πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας πόλεμον καταγωνίσασθαι δυνήσεται, καὶ οὕτω νικήσας τὰς ἐναντίας δυνάμεις διὰ τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος καὶ τῆς ἰδίας ἐν πάσῃ ἀρετῇ σπουδῆς, τῆς αἰωνίου ζωῆς ἀξιωθήσεται εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν. 60. τ. 1 ΛΟΓΟΣ Ξʹ.

Intertext edge

Open linked passage

Note