Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 5 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Ἐρώτησις. Ὁ ἔξωθεν ἄνθρωπος τὰ ὀπίσθια αὐτοῦ ὁρᾶν οὐ δύναται· εἰ οὖν φασι τὸν ἔσω ὅμοιον τῷ ἔξω, πῶς δύναται οὗτος ὁρᾶν τὰ ὀπίσθια; Ἀπόκρισις. Ὥσπερ μαργαρίτης λαμπρὸς ἢ φεγγίτης λίθος πανταχόθεν φαίνεται, οὕτω καὶ ἡ ψυχὴ πανταχόθεν φαίνεται καὶ λάμπει. Ὥσπερ δὲ καὶ ἔμπειρος γεωργὸς κατὰ τὴν ποιότητα καὶ ὑπόστασιν τῆς γῆς ἐπιφέρει τὰ σπέρματα καὶ τὴν μὲν πυροὺς σπείρει, τὴν δὲ κριθὴν καὶ ἄλλην ὄσπρια, καὶ ἑκάστην πρὸς τὸ μέτρον τῆς ποιότητος διοικεῖ καὶ τὴν μὲν εἰς ἀμπελῶνα ποιεῖ, τὴν δὲ εἰς ἐλαιῶνα, οὕτω καὶ ὁ κύριος εἰς τὰς γαίας τῆς καρδίας ἐπιμετρεῖ τὴν χάριν κατὰ τὸ μέτρον τῆς πίστεως καὶ κατὰ τὴν ἕξιν τοῦ δεχομένου καί, καθὼς τὸ πνεῦμα βούλεται, ἐνεργεῖ ἐν τοῖς τρισὶ τούτοις τρόποις. καὶ μύριοι ἐὰν ὦσι πνευματοφόροι, ἑτέρως καὶ ἑτέρως ἔχουσιν ἐπιφαινομένην τὴν χάριν καὶ πολυμερῶς καὶ πολυτρόπως.
5.2.2
Οἷον Ἀβραὰμ πλούσιος ὢν ἔλαβε τὴν χάριν τοῦ θεοῦ διὰ τὴν πίστιν, Ἠλίας διὰ τὴν ἀνδρείαν καὶ διὰ τὸ μονάζειν ἐν ἐρημίαις, Ἰὼβ διὰ τὴν ὑπομονήν, Δαβὶδ διὰ τὴν ἀγαθότητα καὶ διὰ τὸ φιλάνθρωπον· καὶ ἓν πνεῦμα πάντες ἔχοντες διαφόρως ἐνήργουν. καὶ οἱ ἀπόστολοι κατ' αὐτὴν τὴν ὥραν λαβόντες πάντες τὸν παράκλητον πολυτρόπως μετέσχον. παρακεχώρηται δὲ καὶ τοῖς ἁμαρτωλοῖς εἶναι ἐν ἀδείᾳ διὰ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου ὡς οἰκονομεῖ ἡ χάρις.
5.2.3
Οἱ οὖν Χριστιανοί, ὅταν πειρασμοὶ αὐτοῖς ἐπέλθωσιν, οὐκ ὀφείλουσι θαυμάζειν, ξενίζεσθαι δὲ μᾶλλον ἐν τῇ ἀνέσει καὶ ἀμεριμνίᾳ καὶ ἀφορᾶν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πῶς γενόμενος ἡμῶν τύπος ἐμυκτηρίσθη καὶ ἔπαθε καὶ ἐσταυρώθη, καὶ πῶς τῶν ἀποστόλων οἱ μὲν ἐσταυρώθησαν, οἱ δὲ τὴν κεφαλὴν ἀπετμήθησαν, ἄλλοι «ἐν φόνῳ μαχαίρας ἀπέθανον», καὶ τῶν προφητῶν δὲ οἱ πλείους ἐν ἀτιμίαις ἐπλήρωσαν τὸν πάντα αὐτῶν βίον. ἀποβλέποντες οὖν καὶ ἀφορῶντες εἰς τὸν προειρημένον θεμέλιον χαίρειν ὀφείλομεν συμπάσχοντες τῷ Χριστῷ, λυπεῖσθαι δὲ ἡνίκα ἐν δόξῃ καὶ τιμῇ ἐσμέν, ὡς μὴ ἐπιβάντες μηδὲ ἁψάμενοι τῆς ὁδοῦ τοῦ κυρίου καὶ τῶν ἀποστόλων· πάντες γὰρ διὰ θλίψεων παρῆλθον τὸν βίον. οἱ οὖν εἰσελθόντες εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης, ὡς ἄνθρωπος ἔχων πένθος ἀπαραμύθητον ἐπὶ μονογενεῖ υἱῷ ἀποθανόντι, οὕτως ἐν πένθει εἰσὶ καὶ λύπῃ καὶ δακρύοις. ἔστι δὲ τῷ τοιούτῳ πένθει χαρὰ καὶ τῷ τοιούτῳ πόνῳ καὶ τῇ θλίψει παράκλησις ἀναπαύουσα καὶ τὰ δάκρυα καὶ οἱ ἐκ βάθους καρδίας στεναγμοὶ τρυφᾶν ποιοῦσι τοὺς κεκτημένους· ἀναπαύονται γὰρ καὶ ἥδονται ἐπὶ τῷ θλιβερῷ βίῳ καὶ οἱ τοιοῦτοι οἰκεῖοί εἰσι τῷ θεῷ. οἱ δὲ ὑπερβαίνοντες τοῦτο τὸ μέτρον ἐξήλειψαν πᾶν δάκρυον ἀπὸ προσώπου τῆς ψυχῆς καὶ ἀποθέμενοι διὰ τοῦ κυρίου τὸ πένθος χαρὰν καὶ ἀγάπην ἀνέλαβον. τοῦτο δὲ τὸ μέτρον τῶν τελείων ἐστίν.
5.2.4
Ὀφείλουσιν οὖν οἱ Χριστιανοὶ πᾶσαν προαίρεσιν ἐν ἀνεξικακίᾳ καὶ μακροθυμίᾳ βαστάζειν. κἂν εὕρῃς τινὰ τῶν ἀδελφῶν σου εἰς βραχύ τι ἐκτραπέντα ἢ σφαλέντα, ἔχοντα δέ τινα εὐάρεστα, μὴ ἀποκόψῃς αὐτὸν τῆς ἐλπίδος. γέγραπται γάρ· «παρακαλεῖτε ἀλλήλους, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον», εἰ δύναται ἐπιδέξασθαι θεραπείαν. κρεῖττον δὲ δουλεύειν πάσῃ προαιρέσει καὶ μὴ κρίνειν. εἰ δὲ σὺ κρίνεις τὸν πλησίον σου, ὅτι ἁμαρτωλός ἐστι, ἔχεις εἰπεῖν σὺ τῷ θεῷ ὅτι δίκαιός εἰμι; καὶ εἰ λέγεις ὅτι μιαρός ἐστι καὶ ἀκάθαρτος, καὶ σὺ τῷ θεῷ μιαρὸς εἶ καὶ ἀκάθαρτος. καὶ ὥσπερ σὺ ποιεῖς τῷ πλησίον σου, οὕτω καὶ σοὶ ὁ θεός. ἐὰν ἀγαπήσῃς τὸν πλησίον σου, ἔρχεται πρός σε ὁ θεὸς καὶ ἀγαπᾷ σε. ἐὰν δὲ εἴπης· ἰδιώτης ἐστὶ καὶ μιαρὸν νοῦν ἔχει, καὶ σὺ τῷ θεῷ ἰδιώτης εἶ καὶ βδελυκτὸς καὶ μηδὲν εἰδώς. καὶ ἐὰν ἀποστραφῇς τὸν πλησίον σου, καὶ ὁ κύριος ἀποστρέφεταί σε καὶ οὐ παραδέχεταί σε εἰς τὴν βασιλείαν. «ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν».
5.2.5
Διὰ τοῦτο σπουδαίως ἐπιτελέσωμεν τὰ προστεταγμένα καὶ διοδεύσωμεν διὰ τῆς ἀληθινῆς ὁδοῦ, ἵνα οὕτως ἐπιτύχωμεν τῆς ἀληθείας καὶ μὴ προφασισώμεθα προφάσεις ἁμαρτίας. μὴ γὰρ ἐπειδὴ οὐκ ἔστιν ἐν ἡμῖν ἀληθινὴ νηστεία νηστεία γάρ ἐστιν ἀποχὴ τῶν πονηρῶν διαλογισμῶν, παρὰ τοῦτο ὀφείλομεν αὐτὴν ἀπολύειν καὶ μὴ φυλάττειν; μὴ γένοιτο. μὴ γὰρ ἐπειδὴ ἔσωθεν ἡμῶν ἐστι θηλεία ἡ καρδία κοινωνοῦσα καὶ περιλαμβάνουσα μυσαρὰς προλήψεις, παρὰ τοῦτο ὀφείλεις καὶ φανερῶς πορνεῦσαι; μὴ γὰρ ἐπειδὴ ἀποταξάμενος τῷ κόσμῳ εὑρίσκεις ἐν τῷ νῷ σου καὶ τῇ ψυχῇ ὅλον τὸν κόσμον καὶ τὴν οἰκουμένην, παρὰ τοῦτο οὐ δεῖ σε τοῖς φαινομένοις ἀποτάξασθαι; μὴ γὰρ ἐπειδὴ οὐκ εὔχῃ τὴν καθαρὰν εὐχὴν καὶ ἀληθινήν, παρὰ τοῦτο οὐδὲ πρὸς ὥραν κλῖναι γόνυ θέλεις; ἀγῶνος γὰρ χρεία, ἀδελφοί, οἱ δὲ Χριστιανοὶ εἰσὶν ὃ εἰσίν.
5.2.6
Ὡς ἄνθρωπος ἀπόδημος, πολὺν ἀπὸ τῆς ἰδίας πόλεως ἐξοικισθεὶς χρόνον καὶ βουλόμενος ἐπανελθεῖν, καὶ δι' ἀγρίων τόπων διοδεύων καὶ ἐν καταλύμασι καὶ πανδοχείοις γινομένης ῥυπαρᾶς δυσωδίας γέμουσιν, ἀποδύρεται παντοίως καὶ ἀλύει μνημονεύων τῆς ἐνεγκούσης† καὶ τῶν ἐκεῖσε τιμῶν καὶ τοῦ πλούτου καὶ τῶν συγγενῶν καὶ φίλων καὶ πάσης τῆς ἀποκειμένης αὐτῷ ἐκεῖσε τρυφῆς καὶ ὑπάρξεως, καὶ διὰ τὴν πρὸς ἐκεῖνα σχέσιν καὶ ἀγάπην ὑπερβῆναι ἤθελε πάντα καὶ ἠβούλετο μηδὲ ἡμιώριον ἀποστῆναι οἴκοθεν, οὕτως οἱ Χριστιανοὶ ὄντες ἐν τῷ αἰῶνι τούτῳ ὡς ἐν πανδοχείῳ συνέχονται καὶ ὡς ἐν τόποις ἐρημικοῖς καὶ λῃστρικοῖς, καὶ ὡς ἐν πατρίδι ἐχθρῶν καὶ βαρβάρων ὄντες ἀηδίζονται καὶ λυποῦνται καὶ μόλις φέρουσι τὴν ἐν τῷ αἰῶνι τούτῳ διαβίωσιν, καίτοι τῷ νῷ καὶ τῷ ἔσω ἀνθρώπῳ ἀπὸ τοῦ νῦν ὄντες ἐν τῇ ἰδίᾳ πόλει τῇ ἐπουρανίῳ καὶ τῷ κόσμῳ ἐκείνῳ, πρὸς τοὺς ὁμοδόξους ἀγγέλους, πρὸς τοὺς ἀδελφοὺς τοὺς ἀποστόλους, πρὸς τὰ ἅγια πνεύματα, πρὸς τὸν γλυκὺν πατέρα Ἰησοῦν Χριστόν· ὅπου οἱ στέφανοι καὶ ἡ δόξα καὶ ὁ πλοῦτος αὐτοῖς ηὐτρέπισται, συναναστρέφονται.
5.2.7
Μηδεὶς οὖν ἡμῶν τὸν θεὸν μόνῳ λόγῳ ἐπιγνῷ, ἀλλ' ἵνα ἔχῃ αὐτὸν ἐν τῇ καρδίᾳ ἐν πάσῃ αἰσθήσει καὶ ἐπιγνώσει. διότι μέγα ἐστὶ τὸ ἀξίωμά σου, ὦ ἄνθρωπε, ὑπερβαῖνον πᾶσαν κτίσεως ποικιλίαν. πρόσεχε πῶς πλατὺς ὁ οὐρανὸς καὶ στίλβων τοῖς ἄστροις, καὶ οὐκ εὐδόκησεν ἐν αὐτῷ ὁ κύριος· καὶ ὁποῖοι ἐν αὐτῷ φωστῆρες, ὁποῖα δὲ καὶ πόση ἡ γῆ, καὶ πάντα παριδὼν ὁ θεὸς εἰς ἀγαθοὺς λογισμοὺς καὶ καρδίαν ἀνθρώπου ἀναπαύεται. μόνος σὺ ναὸς ἐκλήθης θεοῦ καὶ οἰκητήριον θεότητος ἐγένου, εἰς τὸ καταλύειν καὶ κατασκηνοῦν τὸν κύριον. «ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους»; καὶ πάλιν· «ἐμφανίσω αὐτῷ ἐμαυτόν» καὶ ἐγὼ καὶ ὁ πατήρ μου «ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν». σὺ εἶ κτῆμα θεοῦ, σὺ εἶ κληρονομία τοῦ βασιλέως. μὴ καταφρονήσῃς αὐτοῦ, ὦ ἄνθρωπε, ἀλλ' ἐλθὲ ἐπὶ τὸν ἀγῶνα καὶ ἄθλησον, ἵνα καὶ τοῦ στεφάνου καταξιωθῇς ἔργῳ καὶ ἀληθείᾳ. πολλοὶ γάρ εἰσιν ἐξ ἡμῶν ἀκούοντες τὸν ἀπὸ τῶν γραφῶν λόγον καὶ μηδέν, ὧν λέγουσιν αἱ γραφαί, κεκτημένοι, ἀλλὰ ξένοι τῆς ἐργασίας καὶ τῆς αἰσθήσεως μόνον λαλεῖν εἰδότες. «ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ». χρεία δρόμου καὶ κόπου καὶ ἀγῶνος, χρεία θλίψεως καὶ πόνου, ἵνα τις ἀναπαυθῇ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
5.2.8
Ὑποδείξω σοι ἀπὸ μέρους τὴν ὑπερβολὴν τοῦ ἀποκειμένου τοῖς ἀθλοῦσι πλούτου. ὥσπερ ἐάν τις προσελθὼν βασιλεῖ πορφύραν ἐνδεδυμένῳ εἴπῃ·" 1ἄφες τὴν βασιλικὴν ἀξίαν, ἀπόστηθι τῆς τυραννικῆς δυναστείας, καὶ δεῦρο χοίρους νέμησον καὶ ἔνδυσαι χιτῶνας ῥυπαροὺς καὶ κατερρωγότας" 2, οὕτω καὶ ὁ ἀνδρὶ πνευματικῷ κατηξιωμένῳ τῆς ἐπαγγελίας τοῦ θεοῦ καὶ ἀπογεγραμμένῳ ἐν τῇ ἐπουρανίῳ πόλει διδοὺς πλοῦτον ἢ ἀξίωμα ἢ κράτος γήϊνον δυσωδίαν καὶ ἀτιμίαν καὶ ὕβριν νομίζεται διδόναι, διότι ἐν ἐκείνοις τοῖς ἐπουρανίοις βυθίζονται, καὶ οἱ τοιοῦτοι πλουτοῦντες καὶ μεθυσκόμενοι μέθῃ πνευματικῇ καὶ ἄλλης γεγονότες πόλεως πάντα τὰ φαινόμενα φαντασίαν ἡγοῦνται, εἴτε δόξαν εἴτε λόγων δύναμιν καὶ κόμπον, πάντα σαλευόμενα καὶ μὴ ἐπιβεβηκότα βάσεως στερεᾶς.
5.2.9
Ἐάν τις ᾖ ἀπὸ ἀξιώματος, μὴ λογισάσθω καθ' ἑαυτὸν κατόρθωμά τι ἀξιόπιστον πεποιηκέναι, ἀφορῶν εἰς τὴν ταπεινοφροσύνην τοῦ Χριστοῦ καὶ τὰ ἐμπτύσματα, ἀλλὰ παιδευθήτω ὅτι ἄνθρωπός ἐστι, γῆ καὶ σποδὸς ὅλος, ἐπισκεψάσθω δὲ ἑαυτόν, εἰ υἱός ἐστι προφητῶν καὶ ἀποστόλων. ἐκτὸς γὰρ ἐκείνου τοῦ ἐπουρανίου κτήματος, ἐκτὸς ἐκείνης τῆς βασιλείας, ἐκτὸς τοῦ παρακλήτου ἐκείνου, τῆς ζωῆς καὶ τοῦ φωτός, ἐκτὸς τῆς τρυφῆς καὶ τῆς εἰρήνης καὶ τῆς ἀγαλλιάσεως κονιορτός ἐστι τὰ πάντα.
5.2.10
Μακάριαι αἱ ψυχαὶ τῶν Χριστιανῶν, ὅτι ἔχουσι τὸν ποιμένα Ἰησοῦν Χριστὸν φωτίζοντα, ὁδηγοῦντα. τί τούτου μεῖζον, ὅτι τὴν ὑπόστασιν αὐτοῦ καὶ τὴν φύσιν ἐμπιστεύει καὶ συγκιρνᾶται τῷ νῷ καὶ τοῖς λογισμοῖς, καὶ σκιρτῶσιν ὡς ἄρνες ἐν τῇ εὐλογημένῃ βασιλείᾳ;
5.2.11
Ἔστι γεωργὸς ἔμπειρος μετὰ πολλῆς τέχνης ἐργαζόμενος τὴν γῆν, καὶ διότι ἡ γῆ τραχεῖα καὶ ἄκαρπός ἐστιν, οὐδὲν ὤνησεν ἡ τέχνη τοῦ τεχνίτου. καὶ ἔστι στερρὰ γῆ καρποφόρος καὶ γονίμη, νικῶσα τῇ εὐκαρπίᾳ τὴν τῶν ἐμπονούντων ἀπειρίαν.
5.2.12
Οἱ περιγενόμενοι τῶν παθῶν τῆς ἁμαρτίας οὗτοι καὶ τῶν σωματικῶν ἠλευθέρωνται παθῶν, πόνων καὶ πυρετῶν καὶ πάντοτε ὑγιεῖς εἰσιν. ἀλλ' οὐδὲ τοιοῦτοι ὄντες ἀμεριμνοῦσι παντελῶς. εἰ γὰρ ἦσαν οἱ τοιοῦτοι πάντοτε ἀμέριμνοι, ἐλεύθεροι, ἀφειμένοι, ὡς ἀναγκαστικῇ δυνάμει ὄντες ἀγαθοί, ὑπὸ τῆς συνούσης χάριτος ἐγίνοντο τοιοῦτοι καὶ οὐκέτι ἐφαίνετο τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου. ἐπεὶ οὖν μέσον ἐστὶ τὸ θέλημα, παραχωρεῖ ἡ χάρις καὶ ἐπέρχονται αὐτοῖς θλίψεις καὶ πειρασμοί. οὔτε οὖν οἱ ἁμαρτωλοὶ πάντοτε ἐν θλίψει εἰσὶν οὔτε οἱ δίκαιοι πάντοτε ἀμέριμνοι.
5.3.1
Ἐρώτησις. Εἰ ὡς τῷ κυρίῳ ἐλάλησεν ὁ διάβολος, ὅτε αὐτὸν ἐν τῇ ἐρήμῳ ἐπείρασεν εἰπών· «εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται», οὕτω καὶ τοὺς δικαίους πολεμεῖ, λαλῶν λόγους ἔξωθεν πρὸς τὸ πειρᾶσαι; Ἀπόκρισις. Τοῖς μηδέπω τελειωθεῖσιν ὁ σατανᾶς ἐν μυστηρίῳ ἔσωθεν διὰ τῶν πονηρῶν διαλογισμῶν τῇ ψυχῇ προσδιαλέγεται, τοὺς δὲ νηπιωτέρους πολλάκις καὶ ἔξωθεν φαντάζει παραφαινόμενος ἐν εἴδεσί τισι πρὸς τὸ ἁρπάσαι τὸν νοῦν αὐτῶν. μεγάλοις δὲ ἀνδράσιν, οἵτινες ἔσωθεν αὐτὸν ἐξέβαλον διὰ τῆς θείας δυνάμεως, ταρασσόμενος καὶ συνεχόμενος ἐπιφαίνεται πρὸς τὸ μετεωρίσαι καὶ ἀσχολῆσαι τὸν νοῦν, τοῦ μὴ προσεγγίσαι τῷ θεῷ.
5.3.2
ὅταν γὰρ καθαρεύσῃ ὁ νοῦς, βλέπει αὐτὸν ἔσωθεν καὶ ἔξωθεν. καὶ τί θαυμαστόν, ὁπότε καὶ οἱ δίκαιοι ἔσωθεν καὶ ἔξωθεν βλέπουσι τὸν Χριστόν; τί γὰρ λέγει Στέφανος; «ὁρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ θεοῦ ἐστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ». καὶ Παῦλον ἐν τῇ ἀρχῇ ἔξωθεν «περιήστραψε φῶς» καὶ ἐλάλησε· «τί με διώκεις»; καὶ περὶ τῶν ἀποστόλων γέγραπται ὅτι εἶδον γλώσσας πυρὸς διαμεριζομένας αὐτοῖς καὶ ὁ παρεστὼς ὄχλος εἶδε καὶ ἤκουσε τὸ γεγονός.
5.3.3
ἐπεὶ οὖν ὁ νοῦς οἶκός ἐστι τοῦ θεοῦ καὶ ὁ πονηρὸς ἐκβέβληται αὐτόθεν, οἱ πνευματικοὶ διὰ τὴν ἄκραν καθαρότητα ὁρῶσιν ὡς ἔσωθεν καὶ τὴν ἁμαρτίαν καὶ τὴν χάριν. τοῦτο οὖν ζητεῖται, ἵνα ὁ νοῦς παρὰ τῷ θεῷ ζῇ καὶ ἐρρῶται. καὶ ἐὰν θλιβῇ τὸ σῶμα καὶ ὅλον ἐξαφανισθῇ, οὐδὲν ἀδικεῖται ἡ ψυχή. τί γὰρ ἔπαθεν ἡ σὰρξ τοῦ περικειμένου αὐτῇ χιτῶνος διαρραγέντος; καὶ Ἰὼβ «ἀπὸ κεφαλῆς ἕως ποδῶν ἕλκει πονηρῷ» ὑπὸ τοῦ διαβόλου πληγείς, κατὰ νοῦν τί ἐβλάβη, ὁπότε ἦν ἐρρωμένος εἰς τὴν ἀγάπην καὶ πίστιν τὴν πρὸς τὸν θεόν; θεν φαίνεται, οὕτω καὶ ἡ ψυχὴ πανταχόθεν φαίνεται καὶ λάμπει. Ὥσπερ δὲ καὶ ἔμπειρος γεωργὸς κατὰ τὴν ποιότητα καὶ ὑπόστασιν τῆς γῆς ἐπιφέρει τὰ σπέρματα καὶ τὴν μὲν πυροὺς σπείρει, τὴν δὲ κριθὴν καὶ ἄλλην ὄσπρια, καὶ ἑκάστην πρὸς τὸ μέτρον τῆς ποιότητος διοικεῖ καὶ τὴν μὲν εἰς ἀμπελῶνα ποιεῖ, τὴν δὲ εἰς ἐλαιῶνα, οὕτω καὶ ὁ κύριος εἰς τὰς γαίας τῆς καρδίας ἐπιμετρεῖ τὴν χάριν κατὰ τὸ μέτρον τῆς πίστεως καὶ κατὰ τὴν ἕξιν τοῦ δεχομένου καί, καθὼς τὸ πνεῦμα βούλεται, ἐνεργεῖ ἐν τοῖς τρισὶ τούτοις τρόποις. καὶ μύριοι ἐὰν ὦσι πνευματοφόροι, ἑτέρως καὶ ἑτέρως ἔχουσιν ἐπιφαινομένην τὴν χάριν καὶ πολυμερῶς καὶ πολυτρόπως.
5.2.3
Οἷον Ἀβραὰμ πλούσιος ὢν ἔλαβε τὴν χάριν τοῦ θεοῦ διὰ τὴν πίστιν, Ἠλίας διὰ τὴν ἀνδρείαν καὶ διὰ τὸ μονάζειν ἐν ἐρημίαις, Ἰὼβ διὰ τὴν ὑπομονήν, Δαβὶδ διὰ τὴν ἀγαθότητα καὶ διὰ τὸ φιλάνθρωπον· καὶ ἓν πνεῦμα πάντες ἔχοντες διαφόρως ἐνήργουν. καὶ οἱ ἀπόστολοι κατ' αὐτὴν τὴν ὥραν λαβόντες πάντες τὸν παράκλητον πολυτρόπως μετέσχον. παρακεχώρηται δὲ καὶ τοῖς ἁμαρτωλοῖς εἶναι ἐν ἀδείᾳ διὰ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου ὡς οἰκονομεῖ ἡ χάρις.
5.2.4
Οἱ οὖν Χριστιανοί, ὅταν πειρασμοὶ αὐτοῖς ἐπέλθωσιν, οὐκ ὀφείλουσι θαυμάζειν, ξενίζεσθαι δὲ μᾶλλον ἐν τῇ ἀνέσει καὶ ἀμεριμνίᾳ καὶ ἀφορᾶν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πῶς γενόμενος ἡμῶν τύπος ἐμυκτηρίσθη καὶ ἔπαθε καὶ ἐσταυρώθη, καὶ πῶς τῶν ἀποστόλων οἱ μὲν ἐσταυρώθησαν, οἱ δὲ τὴν κεφαλὴν ἀπετμήθησαν, ἄλλοι «ἐν φόνῳ μαχαίρας ἀπέθανον», καὶ τῶν προφητῶν δὲ οἱ πλείους ἐν ἀτιμίαις ἐπλήρωσαν τὸν πάντα αὐτῶν βίον. ἀποβλέποντες οὖν καὶ ἀφορῶντες εἰς τὸν προειρημένον θεμέλιον χαίρειν ὀφείλομεν συμπάσχοντες τῷ Χριστῷ, λυπεῖσθαι δὲ ἡνίκα ἐν δόξῃ καὶ τιμῇ ἐσμέν, ὡς μὴ ἐπιβάντες μηδὲ ἁψάμενοι τῆς ὁδοῦ τοῦ κυρίου καὶ τῶν ἀποστόλων· πάντες γὰρ διὰ θλίψεων παρῆλθον τὸν βίον. οἱ οὖν εἰσελθόντες εἰς τὴν ὁδὸν τῆς δικαιοσύνης, ὡς ἄνθρωπος ἔχων πένθος ἀπαραμύθητον ἐπὶ μονογενεῖ υἱῷ ἀποθανόντι, οὕτως ἐν πένθει εἰσὶ καὶ λύπῃ καὶ δακρύοις. ἔστι δὲ τῷ τοιούτῳ πένθει χαρὰ καὶ τῷ τοιούτῳ πόνῳ καὶ τῇ θλίψει παράκλησις ἀναπαύουσα καὶ τὰ δάκρυα καὶ οἱ ἐκ βάθους καρδίας στεναγμοὶ τρυφᾶν ποιοῦσι τοὺς κεκτημένους· ἀναπαύονται γὰρ καὶ ἥδονται ἐπὶ τῷ θλιβερῷ βίῳ καὶ οἱ τοιοῦτοι οἰκεῖοί εἰσι τῷ θεῷ. οἱ δὲ ὑπερβαίνοντες τοῦτο τὸ μέτρον ἐξήλειψαν πᾶν δάκρυον ἀπὸ προσώπου τῆς ψυχῆς καὶ ἀποθέμενοι διὰ τοῦ κυρίου τὸ πένθος χαρὰν καὶ ἀγάπην ἀνέλαβον. τοῦτο δὲ τὸ μέτρον τῶν τελείων ἐστίν.
5.2.5
Ὀφείλουσιν οὖν οἱ Χριστιανοὶ πᾶσαν προαίρεσιν ἐν ἀνεξικακίᾳ καὶ μακροθυμίᾳ βαστάζειν. κἂν εὕρῃς τινὰ τῶν ἀδελφῶν σου εἰς βραχύ τι ἐκτραπέντα ἢ σφαλέντα, ἔχοντα δέ τινα εὐάρεστα, μὴ ἀποκόψῃς αὐτὸν τῆς ἐλπίδος. γέγραπται γάρ· «παρακαλεῖτε ἀλλήλους, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον», εἰ δύναται ἐπιδέξασθαι θεραπείαν. κρεῖττον δὲ δουλεύειν πάσῃ προαιρέσει καὶ μὴ κρίνειν. εἰ δὲ σὺ κρίνεις τὸν πλησίον σου, ὅτι ἁμαρτωλός ἐστι, ἔχεις εἰπεῖν σὺ τῷ θεῷ ὅτι δίκαιός εἰμι; καὶ εἰ λέγεις ὅτι μιαρός ἐστι καὶ ἀκάθαρτος, καὶ σὺ τῷ θεῷ μιαρὸς εἶ καὶ ἀκάθαρτος. καὶ ὥσπερ σὺ ποιεῖς τῷ πλησίον σου, οὕτω καὶ σοὶ ὁ θεός. ἐὰν ἀγαπήσῃς τὸν πλησίον σου, ἔρχεται πρός σε ὁ θεὸς καὶ ἀγαπᾷ σε. ἐὰν δὲ εἴπης· ἰδιώτης ἐστὶ καὶ μιαρὸν νοῦν ἔχει, καὶ σὺ τῷ θεῷ ἰδιώτης εἶ καὶ βδελυκτὸς καὶ μηδὲν εἰδώς. καὶ ἐὰν ἀποστραφῇς τὸν πλησίον σου, καὶ ὁ κύριος ἀποστρέφεταί σε καὶ οὐ παραδέχεταί σε εἰς τὴν βασιλείαν. «ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν».
5.2.6
Διὰ τοῦτο σπουδαίως ἐπιτελέσωμεν τὰ προστεταγμένα καὶ διοδεύσωμεν διὰ τῆς ἀληθινῆς ὁδοῦ, ἵνα οὕτως ἐπιτύχωμεν τῆς ἀληθείας καὶ μὴ προφασισώμεθα προφάσεις ἁμαρτίας. μὴ γὰρ ἐπειδὴ οὐκ ἔστιν ἐν ἡμῖν ἀληθινὴ νηστεία νηστεία γάρ ἐστιν ἀποχὴ τῶν πονηρῶν διαλογισμῶν, παρὰ τοῦτο ὀφείλομεν αὐτὴν ἀπολύειν καὶ μὴ φυλάττειν; μὴ γένοιτο. μὴ γὰρ ἐπειδὴ ἔσωθεν ἡμῶν ἐστι θηλεία ἡ καρδία κοινωνοῦσα καὶ περιλαμβάνουσα μυσαρὰς προλήψεις, παρὰ τοῦτο ὀφείλεις καὶ φανερῶς πορνεῦσαι; μὴ γὰρ ἐπειδὴ ἀποταξάμενος τῷ κόσμῳ εὑρίσκεις ἐν τῷ νῷ σου καὶ τῇ ψυχῇ ὅλον τὸν κόσμον καὶ τὴν οἰκουμένην, παρὰ τοῦτο οὐ δεῖ σε τοῖς φαινομένοις ἀποτάξασθαι; μὴ γὰρ ἐπειδὴ οὐκ εὔχῃ τὴν καθαρὰν εὐχὴν καὶ ἀληθινήν, παρὰ τοῦτο οὐδὲ πρὸς ὥραν κλῖναι γόνυ θέλεις; ἀγῶνος γὰρ χρεία, ἀδελφοί, οἱ δὲ Χριστιανοὶ εἰσὶν ὃ εἰσίν.
5.2.7
Ὡς ἄνθρωπος ἀπόδημος, πολὺν ἀπὸ τῆς ἰδίας πόλεως ἐξοικισθεὶς χρόνον καὶ βουλόμενος ἐπανελθεῖν, καὶ δι' ἀγρίων τόπων διοδεύων καὶ ἐν καταλύμασι καὶ πανδοχείοις γινομένης ῥυπαρᾶς δυσωδίας γέμουσιν, ἀποδύρεται παντοίως καὶ ἀλύει μνημονεύων τῆς ἐνεγκούσης† καὶ τῶν ἐκεῖσε τιμῶν καὶ τοῦ πλούτου καὶ τῶν συγγενῶν καὶ φίλων καὶ πάσης τῆς ἀποκειμένης αὐτῷ ἐκεῖσε τρυφῆς καὶ ὑπάρξεως, καὶ διὰ τὴν πρὸς ἐκεῖνα σχέσιν καὶ ἀγάπην ὑπερβῆναι ἤθελε πάντα καὶ ἠβούλετο μηδὲ ἡμιώριον ἀποστῆναι οἴκοθεν, οὕτως οἱ Χριστιανοὶ ὄντες ἐν τῷ αἰῶνι τούτῳ ὡς ἐν πανδοχείῳ συνέχονται καὶ ὡς ἐν τόποις ἐρημικοῖς καὶ λῃστρικοῖς, καὶ ὡς ἐν πατρίδι ἐχθρῶν καὶ βαρβάρων ὄντες ἀηδίζονται καὶ λυποῦνται καὶ μόλις φέρουσι τὴν ἐν τῷ αἰῶνι τούτῳ διαβίωσιν, καίτοι τῷ νῷ καὶ τῷ ἔσω ἀνθρώπῳ ἀπὸ τοῦ νῦν ὄντες ἐν τῇ ἰδίᾳ πόλει τῇ ἐπουρανίῳ καὶ τῷ κόσμῳ ἐκείνῳ, πρὸς τοὺς ὁμοδόξους ἀγγέλους, πρὸς τοὺς ἀδελφοὺς τοὺς ἀποστόλους, πρὸς τὰ ἅγια πνεύματα, πρὸς τὸν γλυκὺν πατέρα Ἰησοῦν Χριστόν· ὅπου οἱ στέφανοι καὶ ἡ δόξα καὶ ὁ πλοῦτος αὐτοῖς ηὐτρέπισται, συναναστρέφονται.
5.2.8
Μηδεὶς οὖν ἡμῶν τὸν θεὸν μόνῳ λόγῳ ἐπιγνῷ, ἀλλ' ἵνα ἔχῃ αὐτὸν ἐν τῇ καρδίᾳ ἐν πάσῃ αἰσθήσει καὶ ἐπιγνώσει. διότι μέγα ἐστὶ τὸ ἀξίωμά σου, ὦ ἄνθρωπε, ὑπερβαῖνον πᾶσαν κτίσεως ποικιλίαν. πρόσεχε πῶς πλατὺς ὁ οὐρανὸς καὶ στίλβων τοῖς ἄστροις, καὶ οὐκ εὐδόκησεν ἐν αὐτῷ ὁ κύριος· καὶ ὁποῖοι ἐν αὐτῷ φωστῆρες, ὁποῖα δὲ καὶ πόση ἡ γῆ, καὶ πάντα παριδὼν ὁ θεὸς εἰς ἀγαθοὺς λογισμοὺς καὶ καρδίαν ἀνθρώπου ἀναπαύεται. μόνος σὺ ναὸς ἐκλήθης θεοῦ καὶ οἰκητήριον θεότητος ἐγένου, εἰς τὸ καταλύειν καὶ κατασκηνοῦν τὸν κύριον. «ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους»; καὶ πάλιν· «ἐμφανίσω αὐτῷ ἐμαυτόν» καὶ ἐγὼ καὶ ὁ πατήρ μου «ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν». σὺ εἶ κτῆμα θεοῦ, σὺ εἶ κληρονομία τοῦ βασιλέως. μὴ καταφρονήσῃς αὐτοῦ, ὦ ἄνθρωπε, ἀλλ' ἐλθὲ ἐπὶ τὸν ἀγῶνα καὶ ἄθλησον, ἵνα καὶ τοῦ στεφάνου καταξιωθῇς ἔργῳ καὶ ἀληθείᾳ. πολλοὶ γάρ εἰσιν ἐξ ἡμῶν ἀκούοντες τὸν ἀπὸ τῶν γραφῶν λόγον καὶ μηδέν, ὧν λέγουσιν αἱ γραφαί, κεκτημένοι, ἀλλὰ ξένοι τῆς ἐργασίας καὶ τῆς αἰσθήσεως μόνον λαλεῖν εἰδότες. «ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ». χρεία δρόμου καὶ κόπου καὶ ἀγῶνος, χρεία θλίψεως καὶ πόνου, ἵνα τις ἀναπαυθῇ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
5.2.9
Ὑποδείξω σοι ἀπὸ μέρους τὴν ὑπερβολὴν τοῦ ἀποκειμένου τοῖς ἀθλοῦσι πλούτου. ὥσπερ ἐάν τις προσελθὼν βασιλεῖ πορφύραν ἐνδεδυμένῳ εἴπῃ·" 1ἄφες τὴν βασιλικὴν ἀξίαν, ἀπόστηθι τῆς τυραννικῆς δυναστείας, καὶ δεῦρο χοίρους νέμησον καὶ ἔνδυσαι χιτῶνας ῥυπαροὺς καὶ κατερρωγότας" 2, οὕτω καὶ ὁ ἀνδρὶ πνευματικῷ κατηξιωμένῳ τῆς ἐπαγγελίας τοῦ θεοῦ καὶ ἀπογεγραμμένῳ ἐν τῇ ἐπουρανίῳ πόλει διδοὺς πλοῦτον ἢ ἀξίωμα ἢ κράτος γήϊνον δυσωδίαν καὶ ἀτιμίαν καὶ ὕβριν νομίζεται διδόναι, διότι ἐν ἐκείνοις τοῖς ἐπουρανίοις βυθίζονται, καὶ οἱ τοιοῦτοι πλουτοῦντες καὶ μεθυσκόμενοι μέθῃ πνευματικῇ καὶ ἄλλης γεγονότες πόλεως πάντα τὰ φαινόμενα φαντασίαν ἡγοῦνται, εἴτε δόξαν εἴτε λόγων δύναμιν καὶ κόμπον, πάντα σαλευόμενα καὶ μὴ ἐπιβεβηκότα βάσεως στερεᾶς.
5.2.10
Ἐάν τις ᾖ ἀπὸ ἀξιώματος, μὴ λογισάσθω καθ' ἑαυτὸν κατόρθωμά τι ἀξιόπιστον πεποιηκέναι, ἀφορῶν εἰς τὴν ταπεινοφροσύνην τοῦ Χριστοῦ καὶ τὰ ἐμπτύσματα, ἀλλὰ παιδευθήτω ὅτι ἄνθρωπός ἐστι, γῆ καὶ σποδὸς ὅλος, ἐπισκεψάσθω δὲ ἑαυτόν, εἰ υἱός ἐστι προφητῶν καὶ ἀποστόλων. ἐκτὸς γὰρ ἐκείνου τοῦ ἐπουρανίου κτήματος, ἐκτὸς ἐκείνης τῆς βασιλείας, ἐκτὸς τοῦ παρακλήτου ἐκείνου, τῆς ζωῆς καὶ τοῦ φωτός, ἐκτὸς τῆς τρυφῆς καὶ τῆς εἰρήνης καὶ τῆς ἀγαλλιάσεως κονιορτός ἐστι τὰ πάντα.
5.2.11
Μακάριαι αἱ ψυχαὶ τῶν Χριστιανῶν, ὅτι ἔχουσι τὸν ποιμένα Ἰησοῦν Χριστὸν φωτίζοντα, ὁδηγοῦντα. τί τούτου μεῖζον, ὅτι τὴν ὑπόστασιν αὐτοῦ καὶ τὴν φύσιν ἐμπιστεύει καὶ συγκιρνᾶται τῷ νῷ καὶ τοῖς λογισμοῖς, καὶ σκιρτῶσιν ὡς ἄρνες ἐν τῇ εὐλογημένῃ βασιλείᾳ;
5.2.12
Ἔστι γεωργὸς ἔμπειρος μετὰ πολλῆς τέχνης ἐργαζόμενος τὴν γῆν, καὶ διότι ἡ γῆ τραχεῖα καὶ ἄκαρπός ἐστιν, οὐδὲν ὤνησεν ἡ τέχνη τοῦ τεχνίτου. καὶ ἔστι στερρὰ γῆ καρποφόρος καὶ γονίμη, νικῶσα τῇ εὐκαρπίᾳ τὴν τῶν ἐμπονούντων ἀπειρίαν.
5.2.13
Οἱ περιγενόμενοι τῶν παθῶν τῆς ἁμαρτίας οὗτοι καὶ τῶν σωματικῶν ἠλευθέρωνται παθῶν, πόνων καὶ πυρετῶν καὶ πάντοτε ὑγιεῖς εἰσιν. ἀλλ' οὐδὲ τοιοῦτοι ὄντες ἀμεριμνοῦσι παντελῶς. εἰ γὰρ ἦσαν οἱ τοιοῦτοι πάντοτε ἀμέριμνοι, ἐλεύθεροι, ἀφειμένοι, ὡς ἀναγκαστικῇ δυνάμει ὄντες ἀγαθοί, ὑπὸ τῆς συνούσης χάριτος ἐγίνοντο τοιοῦτοι καὶ οὐκέτι ἐφαίνετο τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου. ἐπεὶ οὖν μέσον ἐστὶ τὸ θέλημα, παραχωρεῖ ἡ χάρις καὶ ἐπέρχονται αὐτοῖς θλίψεις καὶ πειρασμοί. οὔτε οὖν οἱ ἁμαρτωλοὶ πάντοτε ἐν θλίψει εἰσὶν οὔτε οἱ δίκαιοι πάντοτε ἀμέριμνοι.
5.3.2
Ἐρώτησις. Εἰ ὡς τῷ κυρίῳ ἐλάλησεν ὁ διάβολος, ὅτε αὐτὸν ἐν τῇ ἐρήμῳ ἐπείρασεν εἰπών· «εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται», οὕτω καὶ τοὺς δικαίους πολεμεῖ, λαλῶν λόγους ἔξωθεν πρὸς τὸ πειρᾶσαι; Ἀπόκρισις. Τοῖς μηδέπω τελειωθεῖσιν ὁ σατανᾶς ἐν μυστηρίῳ ἔσωθεν διὰ τῶν πονηρῶν διαλογισμῶν τῇ ψυχῇ προσδιαλέγεται, τοὺς δὲ νηπιωτέρους πολλάκις καὶ ἔξωθεν φαντάζει παραφαινόμενος ἐν εἴδεσί τισι πρὸς τὸ ἁρπάσαι τὸν νοῦν αὐτῶν. μεγάλοις δὲ ἀνδράσιν, οἵτινες ἔσωθεν αὐτὸν ἐξέβαλον διὰ τῆς θείας δυνάμεως, ταρασσόμενος καὶ συνεχόμενος ἐπιφαίνεται πρὸς τὸ μετεωρίσαι καὶ ἀσχολῆσαι τὸν νοῦν, τοῦ μὴ προσεγγίσαι τῷ θεῷ.
5.3.3
ὅταν γὰρ καθαρεύσῃ ὁ νοῦς, βλέπει αὐτὸν ἔσωθεν καὶ ἔξωθεν. καὶ τί θαυμαστόν, ὁπότε καὶ οἱ δίκαιοι ἔσωθεν καὶ ἔξωθεν βλέπουσι τὸν Χριστόν; τί γὰρ λέγει Στέφανος; «ὁρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ θεοῦ ἐστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ». καὶ Παῦλον ἐν τῇ ἀρχῇ ἔξωθεν «περιήστραψε φῶς» καὶ ἐλάλησε· «τί με διώκεις»; καὶ περὶ τῶν ἀποστόλων γέγραπται ὅτι εἶδον γλώσσας πυρὸς διαμεριζομένας αὐτοῖς καὶ ὁ παρεστὼς ὄχλος εἶδε καὶ ἤκουσε τὸ γεγονός.
5.3.4
ἐπεὶ οὖν ὁ νοῦς οἶκός ἐστι τοῦ θεοῦ καὶ ὁ πονηρὸς ἐκβέβληται αὐτόθεν, οἱ πνευματικοὶ διὰ τὴν ἄκραν καθαρότητα ὁρῶσιν ὡς ἔσωθεν καὶ τὴν ἁμαρτίαν καὶ τὴν χάριν. τοῦτο οὖν ζητεῖται, ἵνα ὁ νοῦς παρὰ τῷ θεῷ ζῇ καὶ ἐρρῶται. καὶ ἐὰν θλιβῇ τὸ σῶμα καὶ ὅλον ἐξαφανισθῇ, οὐδὲν ἀδικεῖται ἡ ψυχή. τί γὰρ ἔπαθεν ἡ σὰρξ τοῦ περικειμένου αὐτῇ χιτῶνος διαρραγέντος; καὶ Ἰὼβ «ἀπὸ κεφαλῆς ἕως ποδῶν ἕλκει πονηρῷ» ὑπὸ τοῦ διαβόλου πληγείς, κατὰ νοῦν τί ἐβλάβη, ὁπότε ἦν ἐρρωμένος εἰς τὴν ἀγάπην καὶ πίστιν τὴν πρὸς τὸν θεόν;
5.4.1
Ἐρώτησις. Εἰ ἐν τῷ ὕπνῳ ἐστὶ φαντασία ἀγαθή, ὃν τρόπον ἔστι καὶ τοῦ πονηροῦ; Ἀπόκρισις. Τοῖς ἔχουσι κατὰ βάθος τὴν χάριν πάντοτέ ἐστιν εὐχή. εἰ γὰρ ὁ σατανᾶς οὔτε ἡμέρας οὔτε νυκτὸς ἀργεῖ πολεμῶν, πολλῷ μᾶλλον ἡ χάρις καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ καὶ καθεύδοντός σου ἀντιλαμβάνεται. ἔσθ' ὅτε γὰρ τὸ σῶμα κεῖται εἰς ὕπνον καὶ ὁ νοῦς ἐγρήγορε καὶ ζῇ πρὸς τὸν θεὸν καὶ κλαίει καὶ ὁρᾷ πρόσωπα ἡδέα. Ἰακὼβ ἐν νυκτὶ εἶδε τὴν κλίμακα καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας, καὶ ἐν νυκτὶ ἐπάλαισε μετὰ τοῦ θεοῦ. γέγραπται γὰρ ὅτι «οἱ υἱοὶ ὑμῶν ὁράσεις ὄψονται καὶ ἐνύπνια ἐνυπνιασθήσονται». καὶ τῷ Ἰωσὴφ ἐν ὁράματι τῆς νυκτὸς ὤφθῃ ἄγγελος λέγων·" 1μὴ φοβοῦ Ἰωσήφ, ἀλλ' ἀναστὰς «παράλαβε τὸ παιδίον καὶ φεῦγε εἰς Αἴγυπτον». ζητεῖ γὰρ Ἡρῴδης ἀπολέσαι αὐτό." 2
5.4.2
Εἰ ὁ σατανᾶς μεταβάλλεται «εἰς ἄγγελον φωτός», εἰς ὕδατα, εἰς νεφέλας, δοῦλος ὢν καὶ κτίσμα, πολλῷ μᾶλλον ὁ θεὸς πλούσιος ὤν, ἐπειδὴ κατὰ τὴν ἰδίαν φύσιν ἐστὶν ἀκατάληπτος» φῶς, γάρ ἐστιν, ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται», μεταβάλλει ἑαυτὸν μεταμορφούμενος «ἀπὸ δόξης εἰς δόξαν», εἰς νεφέλας φωτεινάς, εἰς «ἥλιον δικαιοσύνης», εἰς ἀέρα καθαρόν.
5.4.3
ἀλλ' ἐνταῦθα πολλῆς διακρίσεως χρεία πρὸς τὸ συνιέναι ἕκαστον τῶν γινομένων. ἑκάστη γὰρ ὑπόστασις ἐνεργοῦσα εἰς τὴν ἰδίαν ἀγάπην καὶ φύσιν ἕλκει. ὁ σατανᾶς ὢν ὑλώδης καὶ γεώδης ἐλαύνει τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ κόσμου καὶ εἰς μυσαρὰ πράγματα. τὸ δὲ ἀπὸ τοῦ θεοῦ ἐνεργοῦν οὐράνιόν ἐστι καὶ ἀποσπᾷ τὸν νοῦν ἀπὸ τῆς γῆς καὶ τῶν σαρκικῶν πραγμάτων, πάντοτε δὲ τὸν νοῦν ἕλκει εἰς μνήμην θεοῦ, εἰς ἀγάπην, εἰς εὐχήν, εἰς δέησιν καὶ πένθος. καὶ ὥσπερ ζύμη ἀλεύρῳ συμμιγεῖσα ὅλον τὸ φύραμα εἰς ζύμην φέρει, οὕτω καὶ ἡ χάρις ζυμοῦται μετὰ τῆς ψυχῆς καὶ ποιεῖ ἓν φύραμα. λέγει γὰρ ὁ κύριος· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμη, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς
5.4.4
ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον». ἔσθ' ὅτε δὲ ὁ σατανᾶς διὰ «τὴν μεθοδείαν τῆς πλάνης» ὑποδεικνύει τινὰ λαμπρὰ καὶ τοιαῦτα ἄλλα. ἐπειδὴ ἀηδῆ ἐστι καὶ τεταραγμένα, μὴ ἔχοντα πόθον θεοῦ μήτε εἰρήνην μήτε ὑπομονὴν μήτε χαράν, ἀποπτύεται καὶ ἀηδίζεται ἡ ψυχὴ καὶ συμβαίνει πάλιν αὐτῇ τὰ ἐπιφερόμενα ἡδέα ἡγεῖσθαι, καὶ εἰ δοκεῖ ἀμαυρότερα εἶναι. καὶ ὁ νοῦς τούτοις μᾶλλον θαρρεῖ καὶ ἥδεται, ἐπειδὴ ἡδύτητα ἔχει καὶ νόστον τοῦ κυρίου καὶ γεῦσιν ἡδυτάτην κἀκεῖνο δὴ ἔκλαμπρον ὀφθέν, ἐπειδὴ οὐκ ἔχει ἀνάπαυσιν ἢ χαρὰν οὔτε κουφίζει τὸ σῶμα καὶ τὴν ψυχήν, ὃν τρόπον ποιεῖ ἡ χάρις, ἀλλὰ μᾶλλον βαρύνει, καὶ ἤδη φανεροῦται ὅτι τοῦ σατανᾶ ἐστιν. ὁρᾷς οὖν ὅτι τὸ πᾶν ἡ ἐνέργειά ἐστι καὶ ἐκ τῆς ἐνεργείας δύναται ὁ νοῦς διακρῖναι τὰς ὀπτασίας, ποία μὲν ἔστι τοῦ σατανᾶ, ποία δὲ τῆς χάριτος;
5.5.1
Πάντοτε ποίησον λόγον μετὰ τοῦ σώματός σου καὶ τῆς ψυχῆς. εἰπὲ τῷ σώματί σου·" 1τί ποιοῦμεν ἐν τῷ κόσμῳ; ὀλίγος ἐστὶν ὁ καιρὸς ἡμῶν. μέλλεις γὰρ φθείρεσθαι καὶ ἀπέρχεσθαι εἰς μνημεῖον." 2 εἰπὲ τῇ ψυχῇ σου·" 1τί ποιεῖς ὧδε; ἄπελθε, πρόσφυγε τῷ θεῷ, μήπως κολασθῇς εἰς πῦρ αἰώνιον. ποίησον πάλην πρὸς τὸν πυκτεύοντα καὶ ἀφανίζοντα τὸν νοῦν σου." 2 ΛΟΓΟΣ ςʹ.

Intertext edge

Open linked passage

Note