Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 60 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
60.1.1
Ὁ βουλόμενος κατὰ ἀλήθειαν ἑαυτὸν τῷ κυρίῳ ἀποδοῦναι διὰ τὴν μέλλουσαν τῆς βασιλείας ἐπαγγελίαν τοῦ πονηροῦ ἀνταγωνιζομένου παντὶ τρόπῳ καὶ ποικίλως ἑκάστῃ ψυχῇ πολεμοῦντος πρὸ πάντων πίστιν ἑδραίαν καὶ ἐλπίδα βεβαίαν ἀναλαβεῖν ὀφείλει, ἵνα δι' αὐτῶν τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη σβέσαι δυνηθῇ.
60.1.2
μυρία δὲ ὁ ἀντικείμενος ποιεῖ βουλόμενος χαυνοῦν τὴν προαίρεσιν καὶ ἀποσπᾶν τῆς ἐλπίδος καὶ τῆς ἀγάπης τῆς εἰς τὸν κύριον πολεμῶν τὴν ψυχὴν διαφόρως ἢ ἔνδον θλίψεις διὰ τῶν τῆς πονηρίας πνευμάτων ἐπάγων ἢ λογισμοὺς μυσαροὺς καὶ ματαίους καὶ ῥυπαροὺς ἐνσπείρων καὶ τῶν προτέρων ἁμαρτημάτων μνήμην ποιῶν κατακρίνων τὴν ψυχὴν πρὸς τὸ τὴν προαίρεσιν εἰς χαύνωσιν ἐνεγκεῖν ὡς ἀδύνατόν ἐστι σωτηρίας τυχεῖν, ὥστε εἰς ἀνελπιστίαν ἐνεγκεῖν τὴν ψυχὴν ὡς ἐξ αὐτῆς διὰ τῶν ματαίων καὶ πονηρῶν λογισμῶν ἀτοπήματα γεννώσης ἐν καρδίᾳ καὶ οὐχ ὡς τοῦ ἀλλοτρίου σπείροντος ἐν αὐτῇ, τοῦτο τῆς κακίας ὑποτιθεμένης καὶ μὴ βουλομένης γνωρίζεσθαι ὅτι ἔστι μετὰ τῆς ψυχῆς ἀλλότριον τοῦ θεοῦ ἐγκόσμιον πνεῦμα πλάνης πρὸς τὸ εἰς ἀπελπισμὸν τὴν ψυχὴν ἀγαγεῖν.
60.1.3
καὶ ἐὰν διὰ πάντων τούτων ὁ πονηρὸς τῇ ψυχῇ πολεμεῖν ἐπιχειρῇ, ὁ ἄνθρωπος τῆς πρὸς κύριον ἐλπίδος μὴ ἐκστήτω, ἀλλὰ πλέον προσκολληθήτω ἑκάστοτε ὡς μόνῳ χρηστῷ καὶ εὐσπλάγχνῳ καὶ δυναμένῳ τὰ ἀσθενήματα τῆς ψυχῆς ἰάσασθαι, ἀεὶ αὐτὸν ἀγαπῶν καὶ τοῦτο ἐν ἑαυτῷ λογιζόμενος·" 1ἐὰν ἀπὸ θεοῦ στραφῇς καὶ τοῦ ὀρθοῦ τῆς ἀσκήσεως βίου, πρὸς ἄλλο τι ἀδύνατον ἀπελθεῖν σε, εἰ μὴ τάχα εἰς ἀπώλειαν καὶ γέενναν ὡς σεαυτὸν παραδιδόντα
60.1.4
ταῖς τοῦ πονηροῦ συμβολίαις." 2 κἂν μυρίας τοίνυν μαχαίρας τῶν πεπυρωμένων βελῶν τῶν παθῶν τῆς κακίας καὶ τῶν ἀτόπων καὶ πονηρῶν διαλογισμῶν ἑκάστης ἡμέρας ἐμβάλῃ ὁ πονηρὸς ἑκάστῳ τῶν ἀδελφῶν πρὸς τὸ χαυνῶσαι καὶ ἀποστρέψαι τῆς ὅδου τῆς δικαιοσύνης καὶ εἰς ἀπελπισμὸν ἀγαγεῖν, μᾶλλον καταφυγέτω καὶ ἐλπισάτω ἐπὶ τὸν θεόν, ὅτι οὕτω βούλεται ὁ κύριος δοκιμασθῆναι τὰς αὐτῷ προσφυγούσας ψυχάς, ὅπως γνωρισθῶσιν οἱ ἄνθρωποι ἐξ ἀληθείας, ὅτι πάντα μισήσαντες θεὸν μόνον ἠγάπησαν καὶ πολλὰ κακὰ ὑπὸ τῆς κακίας παθόντες πρὸς τὸ μὴ θεῷ προσεγγίζειν καὶ τὸ θέλημα αὐτοῦ ἐπιτελεῖν, αὐτοὶ πλείονα πόθον πρὸς αὐτὸν ἐκτήσαντο, μυρίους θανάτους ὑπεριδόντες καὶ αὐτὸν μόνον ἀγαπήσαντες καὶ αὐτὸν κληρονομῆσαι ἐπιθυμήσαντες καὶ πᾶσαν τὴν σπουδὴν αὐτῶν καὶ τὸν πόνον καὶ τὸν ἀγῶνα πάσας τὰς ἡμέρας ὡς μικρὸν ἡγησάμενοι, καὶ ὡς οὐδὲν ἄξιον τῶν ἐλπιζομένων ἀγαθῶν
60.1.5
ποιεῖν δυνάμενοι· χίλια γὰρ ἔτη τοῦ αἰῶνος τούτου ἐν τῷ αἰωνίῳ καὶ ἀφθάρτῳ κόσμῳ τοσοῦτον ἔχει σύγκρισιν, ὡς ἐάν τις βραχείαν ψάμμον ἀπὸ ὅλης τῆς ψάμμου τῆς θαλάσσης λάβῃοὕτως ἀπέραντος καὶ ἄπειρος ὁ τῶν δικαίων αἰὼν καὶ ἡ τῶν οὐρανῶν βασιλεία.
60.2.1
Αἱ τοιαύτῃ οὖν συνέσει ἀγωνιζόμεναι ψυχαὶ καὶ τοιαύτῃ ἐλπίδι ὑπομένουσαι, πάσας τὰς θλίψεις διὰ τὴν πρὸς κύριον ἐλπίδα βεβαίως κρατοῦσαι οὐ καταισχυνθήσονται, δόκιμοι ἐν πειρασμοῖς εὑρεθεῖσαι κατὰ τὸ εἰρημένον· «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα»; καὶ τὰ ἑξῆς, καὶ πάλιν· «ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα», καὶ ὁ κύριος· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν», καὶ πάλιν· «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται», ὥστε πᾶσαι αἱ ἐπιφερόμεναι ὑπὸ τοῦ πονηροῦ θλίψεις τοῖς ἀνθρώποις, ἐὰν ἐλπίδι καὶ μακροθυμίᾳ γενναίως ὑπομείνωσιν, εἰς στηριγμὸν
60.2.2
καὶ ἑδραιότητα γίνονται καὶ πλέον δοκίμους αὐτοὺς ἀπεργάζονται. λόγισαι γάρ μοι· ἐὰν ὅλης τῆς γῆς βασιλέα σε καταστήσωσι μόνον, καὶ τοὺς θησαυροὺς ὅλης τῆς οἰκουμένης μόνῳ σοὶ προσενέγκωσι, καὶ εἰ μόνος ἐβασίλευες καὶ ἐκράτεις τῆς οἰκουμένης, ἀφ' οὗ τὸ γένος τῶν ἀνθρώπων ἔκτισται ἕως τῆς συντελείας τοῦ αἰῶνος, ἄρα ἀντικατήλλασσες τὴν μὴ ἀληθινὴν καὶ μὴ αἰώνιον καὶ μὴ ἀπέραντον ζωὴν τῆς τῶν οὐρανῶν βασιλείας, ἥτις τῆς βασιλείας τέλος καὶ
60.2.3
διαδοχὴν οὐκ ἔχει. δῆλον ὅτι ἐὰν ὀρθῷ νῷ διακρίνῃς, ἐρεῖς·" 1ἐμοὶ μὴ γένοιτο καταλλάξαι τὴν φθαρτὴν βασιλείαν τῆς ἀφθάρτου καὶ ἀπεράντου βασιλείας." 2 ὡς καὶ ὁ κύριος εἴρηκεν· «τί γὰρ ὄφελος ἀνθρώπῳ, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιώθῃ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» ὥστε παντὸς τοῦ κόσμου καὶ τῆς βασιλείας αὐτοῦ καὶ χρημάτων καὶ δόξης μόνη ἡ ψυχὴ τιμιωτέρα καὶ ἀξιολογωτέρα, οὐχ ὅτι γε ἡ τῶν οὐρανῶν βασιλεία ἐντιμοτέρα δὲ κατὰ τοῦτο, ὅτι οὐδενὶ τῶν κτισμάτων εὐδόκησεν ὁ θεὸς τὴν ἰδίαν φύσιν διὰ τοῦ πνεύματος ἑνῶσαι καὶ συγκενῶσαι, οὐκ οὐρανῷ οὐχ ἡλίῳ, οὐ σελήνῃ οὐκ ἄστροις, οὐ θαλάσσῃ οὐ γῇ, οὐχ ἑτέρᾳ τινὶ τῶν ὁρωμένων κτίσει ἢ μόνῳ ἀνθρώπῳ τῷ ἀγαπῶντι αὐτὸν παρὰ πάντα.
60.2.4
εἰ οὖν τὰ μεγάλα τοῦ κόσμου κτήματα, οἷον πλοῦτον καὶ αὐτὴν τὴν ἐπίγειον βασιλείαν ὅλην, λογισμὸν ὀρθὸν λαβόντες οὐχ αἱρούμεθα ἀντικαταλλάξαι τῆς αἰωνίου καὶ οὐρανίου βασιλείας, πῶς οἱ πλείονες ἀντικαταλλάσσομεν αὐτὴν ταλαιπώροις καὶ ἐξουθενημένοις τοῦ κόσμου πράγμασιν, οἷον ἢ ἐπιθυμίᾳ τινὶ τοῦ κόσμου ἢ δόξῃ ματαίᾳ ἢ αἰσχρῷ τινι κέρδει; ὅπερ γάρ τις τοῦ αἰῶνος τούτου ἀγαπᾷ καὶ εἰς ὅ τις δεσμεύεται οἱονδήποτε κοσμικὸν καὶ φθαρτὸν πρᾶγμα, ἐκεῖνο ἀντικαταλλάσσεται τῆς τῶν οὐρανῶν βασιλείας. ὃ γάρ τις ἀγαπᾷ, ἐκεῖνο ὁ θεὸς αὐτοῦ ἐστιν, ὡς εἴρηται· «ᾧ τις ἥττηται, τούτῳ καὶ
60.2.5
δεδούλωται». χρὴ γὰρ τὸν ὄντως ζωῆς αἰωνίου ὀρεγόμενον καὶ βασιλείας οὐρανῶν ἐπιθυμίαν ἔχοντα πάντων τῶν τοῦ αἰῶνος τούτου ἀνώτερον καὶ μείζονα γενέσθαι καὶ ὑπερβῆναι πάντας ὅρους κοσμικοὺς καὶ πᾶσαν δόξαν γηΐνην καὶ ὅλους δεσμοὺς ὕλης διαρρῆξαι καὶ τὴν ἐπουράνιον τοῦ Χριστοῦ δόξαν μόνην ἀγαπῆσαι καὶ μηδὲν ἕτερον ἐκείνῃ τῇ ἀγάπῃ μιγνύειν καὶ ἀγαπᾶν
60.2.6
τι τοῦ βίου τούτου. οἱ γὰρ θεοῦ ὄντως ἀληθινὴν ἀγάπην ἀναλαβόντες ὥσπερ μάχαιρα δίστομος πᾶσαν ἄλλην ἀγάπην διακόπτουσι καὶ πάντα δεσμὸν ὕλης διαρρήσσουσι καὶ οὐδέν τι τῶν φαινομένων ψυχὴν ἐκείνην κατέχειν δύναται, οὐχ ἡδονή τις, οὐ δόξα, οὐ πλοῦτος, οὐ δεσμὸς σαρκικός, οὐδέ τι τῶν τῆς ὕλης πραγμάτων, ἀλλ' ἡ μόνον θεὸν ἀγαπῶσα ψυχὴ σὺν αὐτῷ οὐδὲν ἕτερον τοῦ αἰῶνος τούτου ἀγαπᾷ.
60.3.1
Ἀγώνων τοίνυν καὶ πόνων μεγάλων καὶ ἰσχυρῶν ἐστι τὰς μεγάλας ἐπαγγελίας τῆς αἰωνίου ζωῆς καρπώσασθαι. χρὴ γάρ τινα ὅλον ἐξ ὅλου ἑαυτὸν τῷ θεῷ ἀποδοῦναι, καθὼς γέγραπται· «ἐξ ὅλης καρδίας καὶ δυνάμεως καὶ ἰσχύος», καὶ ὅλῳ θελήματι καὶ νῷ ἀνακρεμάσαι ἑαυτὸν καὶ σταυρῶσαι ψυχῇ καὶ σώματι διηνεκῶς καὶ ἀδιαλείπτως ἐν πάσαις ταῖς ἁγίαις ἐντολαῖς, ὅπως δυνηθῇ τυχεῖν τῆς ἐπηγγελμένης ζωῆς τοῖς τὸν θεὸν ἀγαπῶσι καὶ αἰωνίου βασιλείας καταξιωθῆναι. εἰ γὰρ ἐν τῇ ἐπιγείῳ καὶ φθαρτῇ καὶ παρερχομένῃ βασιλείᾳ μεγάλοι ἱδρῶτες καὶ κάματοι καὶ πόλοι καὶ μόχθοι ἀνύονται, ὅπως οἱ τούτων ὀρεγόμενοι δυνηθῶσι προκόψαι καὶ ἐν τιμῇ τινι ἢ δόξῃ ἀρχῆς παρερχομένης ἐλθεῖν, πόσῳ μᾶλλον ὑπὲρ τῆς αἰωνίου καὶ ἀγήρω ὅλῃ προθυμίᾳ μετὰ χαρᾶς προσήκει,
60.3.2
ὑπὲρ τοῦ τηλικαύτας ἀφθάρτους δόξας κληρονομῆσαι. ἆρα δίκαιόν σοι καταφαίνεται, τὰ μὲν ἐπὶ γῆς πράγματα καὶ τὰς παρερχομένας καὶ φθαρτὰς δόξας τηλικούτων καμάτων καὶ πόνων δεῖσθαι, πρὸς δὲ τὸ κτήσασθαι τὰ ἀκήρατα καὶ αἰώνια καὶ σὺν Χριστῷ βασιλεῦσαι μὴ προσήκειν μηδὲ βραχύν τινα χρόνον πονῆσαι καὶ ἀγωνίσασθαι; ἐγὼ οἶμαι, καὶ τῷ πάνυ βραχὺν νοῦν ἔχοντι δίκαιον καταφαίνεται τοῦτο τὸ ἐν ὀλίγῳ χρόνῳ ἀθλῆσαι καὶ ἀγωνίσασθαι, ὅπως τὴν νίκην τις εἰς αἰῶνα ἄρηται, ἢ ἐν ὀλίγῳ χρόνῳ μὴ ἀνδραγαθήσαντα, ἀλλὰ χαυνωθέντα καὶ ἐν γηΐναις ἡδοναῖς ἀναστραφέντα τὸ ἥττημα καὶ
60.3.3
τὴν αἰσχύνην εἰς αἰῶνας ἀπενέγκασθαι. ἐπὰν γὰρ τοῖς ἔργοις τοῖς ἀγαθοῖς τις σχολάσῃ καὶ τοῖς ὑπὸ τῶν γραφῶν λαλουμένοις πράγμασιν ἐνδιατρίψῃ, πάντες λόγοι ἤτοι γραφαὶ ἤτοι συντάγματα καὶ αὐτῶν τῶν ἔξω φιλοσόφων αἱ βίβλοι περὶ τούτου κεκράγασι καὶ τοῦτον ἐπαινοῦσι καὶ τοῦτον ὑψοῦσι καὶ πᾶσαι γλῶσσαι περὶ τούτου διαμαρτύρονται τοῦ ἐν τοῖς παραγγέλμασι τῶν γραφῶν αὐτοῖς ἔργοις διατελοῦντος. ἐκεῖνος γάρ ἐστι παρὰ θεῷ ἀληθῶς σοφὸς ὁ πάντοτε ταῖς ἑαυτοῦ κακαῖς ἀνθιστάμενος ἐπιθυμίαις. ὁ γὰρ λόγοις σοφοῖς κόσμου μόνον ἐγκαυχώμενος καὶ τὰς ἰδίας ἐπιθυμίας μὴ ὑποτάσσων, οὗτος παντελῶς ἄσοφος καὶ μωρὸς λελόγισται διὰ τὸ ἐν ἀλόγοις
60.3.4
πάθεσι ἑαυτὸν ἐξετάζεσθαι. οὐ χρὴ τοίνυν πολυλογίᾳ τὸν τοῦ θεοῦ ἄνθρωπον ἑαυτὸν δοῦναι, ἀλλὰ τῷ ἔργῳ τῆς ἀληθείας προσέχειν καὶ τοῖς ὑπὸ τῶν ἁγίων γραφῶν παραγγελλομένοις ἐπιτηδεύμασιν ἐνέχεσθαι καὶ ἐνδιατρίβειν. καὶ γὰρ πάντες οἱ λόγοι τῶν θείων γραφῶν καὶ τῶν σοφῶν καὶ τῶν νόμων τῶν κοσμικῶν ὑπὲρ τῶν ἀγαθῶν εἰρήκασιν ἔργων καὶ κατὰ τῶν πονηρῶν ἐπιτηδευμάτων τιμωρίας ὡρίσαντο, σὺ τοίνυν ἐπὰν ἀρετῆς ἔργοις ἀγαθοῖς καὶ ἀναστροφῇ ἀγαθῇ καὶ καλῇ διατελῇς, ἰδοὺ περὶ σοῦ πάντες διηγοῦνται καὶ τὸν ἔπαινον ποιοῦνται καὶ τὴν σὴν μνήμην διαγγέλλουσι.
60.3.5
Σπουδάσωμεν τοίνυν πάντοτε ἐν ταῖς ἐντολαῖς τοῦ κυρίου ἀναστρέφεσθαι ὡς τηλικούτων ἀγαθῶν κληρονομίαν ἐλπίζοντες λαμβάνειν καὶ τοῦ πνεύματος τῆς μετουσίας πάντοτε τὴν προσδοκίαν ἔχωμεν, ἵνα ψυχῇ καὶ σώματι ἁγιασθέντες ἀπεντεῦθεν πασῶν τῶν ἐντολῶν διὰ τῆς μετουσίας τοῦ πνεύματος ὑφ' ἡμῶν πληρωθεισῶν Χριστοῦ ἄξιοι γενώμεθα, υἱοὶ καὶ «κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ» κατὰ τὸν ἀποστολικὸν λόγον γενόμενοι καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι σὺν Χριστῷ δυνηθῶμεν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 61. τ. 1 ΛΟΓΟΣ ΞΑʹ.

Intertext edge

Open linked passage

Note