Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 61 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
61.1.1
Τίς ἡ οἰκονομία τῆς παρουσίας τοῦ σωτῆρος; πρώτη μὲν καὶ μεγίστη ἡ τῆς καθαρᾶς φύσεως ἀποκατάστασις καὶ δωρεά. ἀπέδωκε γὰρ τὴν φύσιν τοῦ πρωτοπλάστου Ἀδὰμ τοῖς ἀνθρώποις καὶ προσεδωρήσατο κληρονομίαν ἐπουράνιον τοῦ πνεύματος τοῦ ἁγίου. μεγάλην οὖν καὶ θαυμαστὴν χάριν ὁ θεὸς ᾠκονόμησε τῷ γένει τῶν ἀνθρώπων ῥυσάμενος αὐτοὺς ἐκ τῆς φυλακῆς τοῦ σκότους καὶ ὑποδείξας ὁδὸν ζωῆς καὶ θύραν, δι' ἧς κρούσαντες εἰσέλθωμεν εἰς τὴν
61.1.2
βασιλείαν ἀπαλλαγέντες τῶν δεσμῶν τοῦ διαβόλου. εἶπε γάρ· «αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· κρούετε καὶ ἀνοιγήσεται». διὰ ταύτης οὖν τῆς θύρας δύναται ἀπολυτρώσεως τυχεῖν πᾶς ὁ βουλόμενος φυγεῖν τὸ σκότος. εὑρίσκει γὰρ ἐκεῖ τὴν ἐλευθερίαν τῆς ψυχῆς καὶ ἀπολαμβάνει τοὺς λογισμοὺς αὐτῆς καὶ κτᾶται τὸν ἐπουράνιον βασιλέα Χριστὸν καὶ ἕξει αὐτὸν ὡς νυμφίον μεθ' ἑαυτῆς παραμένοντα ἐν τῇ τοῦ πνεύματος αὐτοῦ κοινωνίᾳ. ἴδε οὖν ἀγάπην δεσπότου καὶ χάριν πρὸς τὰ ἴδια τέκνα, πρὸς τὸν κατ' εἰκόνα αὐτοῦ γενόμενον ἄνθρωπον.
61.1.3
καί μοι καιρὸς ἱστορῆσαι τὴν μεγίστην αὐτοῦ οἰκονομίαν δι' ὑποδείγματος καὶ ἀναλαβὼν τὸ πρόβλημα σαφέστερόν σοι παραστήσω τὸ εἰρημένον. κείσθω σοι ἐν παραδείγματι σαφεῖ πόλις μεγίστη καὶ βασιλική, ἣν ἐπολιόρκησαν ἀλλόφυλοι ἢ τύραννος ἢ ἄδικος βασιλεύς, ὃς τὴν μὴ ἀνήκουσαν αὐτῷ βασιλείαν καὶ πόλιν ἐκβιασάμενος καὶ εἰσελθὼν τοὺς οἰκοῦντας βίᾳ κατεδούλωσεν, ὕψωσε δὲ ἑαυτῷ πύργων ὑψώματα καὶ τείχη ὀχυρὰ καὶ δυσκαταγώνιστα, ἀντιμαχόμενος τῷ νομίμῳ βασιλεῖ καὶ δεσπότῃ, καὶ ᾠκοδόμησεν οἰκίας καὶ ἔστησεν εἰκόνας ἑαυτοῦ καὶ νόμους ἰδίους ἀνθισταμένους τῷ πρώτῳ βασιλεῖ, καὶ νόμισμα καὶ ἀργύριον ἴδιον ἐχάραξεν ἐν αὐτῇ καὶ εἰσήγαγε παρεμβολὰς ὁπλίτων ἐν τῇ πόλει, ὅπως χειρώσηται τοὺς ἐνοικοῦντας καὶ ὅπως φυλάξῃ τὴν πόλιν, μήποτε ἀποδράσαντες αὐτοῦ ἐξέλθωσι τῆς τούτου δεσποτείας, ἀλλ' ὅπως κατάσχῃ αὐτοὺς δούλους καὶ ὑποχειρίους ποιοῦντας βίᾳ καὶ ἀνάγκῃ τὸ ἴδιον ἔργον.
61.1.4
εἶτα χρόνου πολλοῦ διεληλυθότος καὶ τούτων ἐν ἀσφαλείᾳ κατεχόντων τὴν πόλιν καὶ τῶν ἐνοικούντων δουλαγωγουμένων ἔρχεται ὁ βασιλεύς, ὁ δεσπότης τῶν πολιορκουμένων καὶ προαποστείλας φανερὰν αὐτοῖς κατέστησε τὴν ἄφιξιν καὶ ἔγνω, εἰ στέργουσι τὴν παρουσίαν καὶ τὴν ἐκδίκησιν καὶ οὕτω γνοὺς αὐτῶν τὴν βουλὴν ὄλεθρον φέρει τῷ ἀδίκῳ ἄρχοντι. καθεῖλε γὰρ παραγενόμενος τὰ ὑψηλὰ τείχη καὶ τὰ ὀχυρώματα, οἷς ἐπεποίθει, καὶ τὰς εἰκόνας ἠφάνισε καὶ τοὺς νόμους διεσκέδασε, καὶ ἁπαξαπλῶς μετήλλαξε πάντα τὰ ἔθη τὰ ὑπὸ τοῦ ἐχθροῦ ἐπεισαχθέντα τῇ πόλει καὶ αὐτὸν δήσας διέφθειρε καὶ ᾠκοδόμησεν αὐτὴν ἐκ δευτέρου καινὴν καὶ ἐποίησεν ὕψη καὶ τειχίσματα οὐρανομήκη πρὸς τὸ μηκέτι δυνηθῆναι ἐπεισελθεῖν πάλιν ἐχθρὸν καὶ κατακυριεῦσαι αὐτῆς, καὶ νόμους εἰρηνικοὺς ἔθετο ἐν αὐτῇ καὶ εἰκόνας βασιλικὰς καὶ ἀργύριον δεδοκιμασμένον ἐνεχάραξεν ἐν αὐτῇ, καὶ πάντα τὰ προστάγματα εἰρηνικὰ καὶ ἀναπαύσεως γέμοντα ποιήσας καὶ ποικίλως διακοσμήσας ἐνῴκησεν ἐν αὐτῇ ἀρέσκων καὶ
61.1.5
ἀρεσκόμενος τοῖς εὐγνώμοσιν αὐτοῦ θεράπουσιν. οὕτως ἐξ ἀρχῆς πέπονθεν ὁ ἄνθρωπος· ἔπλασε γὰρ αὐτὸν ὁ θεὸς ταῖς ἰδίαις χερσὶ ζῷον ἔνδοξον, λογικόν, εἶτα δόλῳ καὶ ἀπάτῃ ὁ δεινὸς ὄφις καὶ ἐχθρὸς τοῦ ἀληθινοῦ βασιλέως διὰ τῆς παρακοῆς ἐπεισῆλθε τῇ πόλει τοῦ θεοῦ καὶ ᾐχμαλώτισε τὴν ψυχὴν καὶ πᾶν τὸ πολίτευμα τῶν λογισμῶν αὐτῆς ὑπέταξε καὶ ἐλατόμησεν αὐτῇ λογισμοὺς ῥυπαροὺς καὶ ᾠκοδόμησεν αὐτῇ πόλιν κακίας, περὶ ἧς λέγει ὁ ἀπόστολος· «τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» καὶ ὕψωσεν ὑψώματα λογισμῶν «κατὰ τῆς γνώσεως» τοῦ ἐπουρανίου βασιλέως καὶ ᾠκοδόμησεν ὀχυρώματα ἐνθυμημάτων ἀδίκων λαλούντων κατὰ τοῦ ὑψίστου καὶ οἰκίας ἀδίκους κατεσκεύασε μεστὰς ἀπιστίας, ἀδικίας, κενοδοξίας, ἐπιθυμίας, πονηρίας,
61.1.6
φθόνου, πικρίας, πορνείας. ταῦτα οἶκοι ἀνομιῶν. τοιούτους οἴκους ᾠκοδόμησαν ἀλλόφυλοι εἰς ψυχήν, καθὼς ὁ ψαλμωδὸς λέγει· «ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν», καὶ ἔθετο διαθήκην κατὰ τοῦ βασιλέως, τὸν νόμον τῆς ἁμαρτίας καὶ εἰκόνας γνοφερὰς ἔστησεν ἐκεῖ ὀδυνῶν ποικίλων μεστὰς καὶ ἀργύριον ἀδόκιμον καὶ βδελυκτὸν ἐχάραξεν ἐν αὐτῇ καὶ ἔθη κακίας ἐδίδαξεν αὐτὴν καὶ εἰσήγαγεν εἰς αὐτὴν παρεμβολὰς ὄχλων καὶ πνευμάτων πονηρῶν, ὅπως κρατήσῃ αὐτῆς καὶ πάντων τῶν ἐν αὐτῇ λογισμῶν καὶ δήσῃ αὐτὴν δεσμοῖς ἀρρήκτοις καὶ φυλάξῃ αὐτὴν μοχλοῖς σιδηροῖς καὶ πύλαις χαλκαῖς καὶ καταναγκάσῃ αὐτὴν ποιεῖν τὸ ἔργον αὐτοῦ καὶ κατὰ τὴν πονηρὰν
61.1.7
αὐτοῦ βουλήν. ἔφθειρε δὲ αὐτὴν καὶ ἐπόρνευσε μετ' αὐτῆς δεινὴν πορνείαν καὶ ἐπέθετο κάλυμμα τοῖς ὀφθαλμοῖς αὐτῆς, ὅπως μὴ ἴδῃ τὸν δεσπότην αὐτῆς, καὶ ἐν μυλῶνι σκοτεινῷ ἀλήθειαν αὐτὴν κατηνάγκασεν, εἰς τὰς μερίμνας τοῦ βίου καὶ εἰς τὰ σαρκικὰ φρονήματα καὶ ὑλικὰ καὶ χοϊκὰ κατασύρας καὶ ἐξήγαγεν αὐτῇ πηγὴν βορβόρου ἀνομίας βρύουσαν καὶ ἐνθυμημάτων αἰσχρῶν, καὶ πνευμάτων πονηρίας. ἐσκόρπισαν καὶ κατεδούλωσαν τὸν λαὸν αὐτῆς, τὸν ὄχλον τῶν ἐν αὐτῇ λογισμῶν, καὶ ἐξέδυσαν αὐτὴν τὸ ἔνδυμα τῆς δόξης καὶ περιέθηκαν αὐτῇ ῥάκη ἀτιμίας καὶ ἀκαθαρσίας· ἐνέπλησαν αὐτὴν χολῆς καὶ πικρίας, καὶ διὰ τὴν μακρὰν συνήθειαν καὶ τὸν πολὺν τοῦ ἐγκλεισμοῦ χρόνον οὐκέτι ἐμνημόνευσε τοῦ ἰδίου βασιλέως οὔτε τῆς ἀρχαίας ἐλευθερίας, ἀλλ' ἐνόμισε τοιαύτη
61.1.8
γεγονέναι ἐξ ἀρχῆς. διὰ τοῦτο ἀπέστειλεν ὁ ἐπουράνιος βασιλεὺς Χριστὸς πρῶτον διὰ τῶν ἁγίων προφητῶν ὑπομιμνῄσκων τὸν ἄνθρωπον τὴν εὐγένειαν καὶ τὸ ἴδιον ἀξίωμα διηγήσατο καὶ ἐδίδαξεν αὐτόν, πῶς ἐν αὐχμηρᾷ καὶ πικρᾷ δουλείᾳ διάγει, καὶ εὐηγγελίσατο ἐλεύσεσθαι καὶ δι' ἑαυτοῦ λυτροῦσθαι τὴν ψυχὴν αὐτοῦ ἀπὸ τῶν κατεχόντων αὐτὴν αἰχμαλωτιστῶν, καὶ πᾶσαν τὴν πόλιν τῆς κακίας καὶ τὰ ὀχυρώματα καὶ τὰ ὑψώματα τῶν πονηρῶν διαλογισμῶν τὰ ὄντα κατὰ τῆς γνώσεως τοῦ θεοῦ κατασκάψαι καὶ ἀφανίσαι καὶ τοὺς νόμους αὐτῆς ἀλλάξαι καὶ τοὺς ὄντας ἐν αὐτῇ κατὰ τοῦ βασιλέως διαφθεῖραι καὶ τὰς εἰκόνας τοῦ σκότους τὰς οὔσας ἐν αὐτῇ ἐδαφίσαι καὶ τὴν πηγὴν τοῦ βορβόρου καὶ τῶν ἀκαθάρτων λογισμῶν ἀφανίσαι καὶ πάντας τοὺς κατεχόντας ἐξολοθρεῦσαι. ἐπηγγείλατο δὲ καὶ ἀνακαινίσαι αὐτὴν κατὰ τὸ ἴδιον θέλημα καὶ νόμον εἰρηνικὸν καὶ ἔνθεον θέσθαι αὐτῇ καὶ ἁπαξαπλῶς τὰ ἔθη τῆς ἐν αὐτῇ κακίας ἀλλάξαι, μόνον εἰ μνησθεῖσα ἑαυτῆς ἡ ψυχὴ καὶ τοῦ ἰδίου δεσπότου προσφύγῃ αὐτῷ καὶ ἅπαν αὐτῆς δῷ τὸ θέλημα καὶ τὴν προαίρεσιν πᾶσαν αὐτῷ παραστήσῃ, καὶ πιστεύσῃ, ἃ ἐπηγγείλατο αὐτῇ, καὶ παρακαλέσῃ βοῶσα πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, ὅπως ῥυσθῇ ἀπὸ τῆς πονηρᾶς καὶ αἰσχρᾶς δουλείας καὶ δεινῆς αἰχ
61.1.9
μαλωσίας. ὅτε δὲ ἐπεφάνη ἡ ἀγαθότης τοῦ σωτῆρος Ἰησοῦ Χριστοῦ καὶ ἐπληρώθησαν οἱ χρόνοι τῆς ἐπαγγελίας, ἦλθεν ὁ βασιλεὺς Χριστὸς λυτρώσασθαι καὶ ἀπολαβεῖν τὸν ἴδιον ἄνθρωπον τὸν κατασχεθέντα χρόνοις πολλοῖς καὶ βίᾳ δουλαγωγηθέντα ὑπὸ αἰχμαλωτιστῶν πονηρῶν, καὶ ὅσοι ἐπίστευσαν αὐτῷ καὶ προσέφυγον ἐλυθρώθησαν καὶ πᾶσα δὲ ψυχὴ πιστεύουσα καὶ δεομένη αὐτοῦ καὶ ἐπιγινώσκουσα τὴν αἰχμαλωσίαν αὐτῆς, ἐὰν ὁμολογῇ τὴν ἀσθένειαν αὐτῆς, ὅτι δι' ἑαυτῆς ἀδύνατον ἀπολυτρώσεως τυχεῖν καὶ ἐκφυγεῖν τὴν δουλείαν τοῦ διαβόλου καὶ δεομένη μετὰ πόνου καρδίας δέχεται τὸν βασιλέα Χριστὸν ἐρχόμενον καὶ ποιοῦντα τὴν ἐκδίκησιν καὶ καταστρέφοντα τὰ τοῦ πονηροῦ ἄρχοντος
61.1.10
κατασκευάσματα καὶ τὰς μηχανάς. πᾶσαν ἁπλῶς τὴν πόλιν τῆς κακίας τὴν οἰκοδομηθεῖσαν ὑπὸ τοῦ τυράννου ὁ Χριστὸς ἐξερημοῖ καὶ καταλύει καὶ κτίζει ἐκεῖ ἑαυτῷ πόλιν θεοῦ καὶ πύργους καὶ ὑψώματα κατὰ τῆς γνώσεως τοῦ ἐχθροῦ καὶ ὀχυρώματα ἄρρηκτα καὶ ἀκαταγώνιστα καὶ οἰκοδομὰς θείας οἰκοδομεῖ ἐν αὐτῇ πίστεως, ἀγάπης, χαρᾶς, ἐλπίδος, καὶ ἐν αὐτῇ τῇ ψυχῇ λατομεῖ σπείρας λογισμοὺς καὶ ἐννοίας εὐαρέστους τῷ θεῷ καὶ νόμους πνεύματος ἁγίου κατατίθεται ἐν αὐτῇ καὶ ἀργύριον δόκιμον πεπυρωμένον ἑπταπλασίως δίδωσιν αὐτῇ καὶ εἰκόνα ἐπουράνιον φωτὸς θεϊκοῦ ἀνιστᾷ ἐν αὐτῇ καὶ ποιεῖ ἐν αὐτῇ πηγὴν ὕδατος καθαροῦ καὶ ζῶντος καὶ «ἁλλομένου εἰς ζωὴν αἰώνιον», πηγάζουσαν εἰρήνην καὶ ἀγαθότητα καὶ χαρὰν καὶ εἰσάγει ἐν αὐτῇ παρεμβολὰς τῶν ἁγίων δυνάμεων φυλάσσειν αὐτὴν κατὰ τὸ εἰρημένον· «παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς», καὶ ἐνδύματα ἐπουράνια ἐνδιδύσκει αὐτὴν καὶ ἐλευθερίαν τῶν ἰδίων λογισμῶν δίδωσιν αὐτῇ, ἵνα ἐν αὐτοῖς διακονῇ τῷ ἰδίῳ βασιλεῖ, καὶ ἁρμόζει αὐτὴν εἰς νύμφην ἑαυτῷ εὐάρεστον καὶ κοινωνεῖ αὐτῇ κοινωνίαν θείαν, μεταδιδοὺς αὐτῇ ἐκ τῆς οὐσίας τῆς ἀγαθότητος αὐτοῦ πνεύματος ἁγίου ἐμπίπλησιν αὐτῇ καὶ πᾶσαν εὐωδίαν καὶ ἀνάπαυσιν δίδωσιν αὐτῇ ἀντὶ τῶν χρόνων, ὧν ἐταπεινώθη καὶ συνεκλείσθη
61.1.11
ὑπὸ βασιλέα σκότους καὶ βασιλεύει αὐτῆς ἐν βασιλείᾳ εἰρηνικῇ. ταῦτα τὰ χαρίσματα ἐδωρήσατο ἀπὸ τοῦ νῦν ὁ εὔσπλαγχνος θεὸς μηνύσας τὴν ὁδὸν καὶ τὴν θύραν, ἐν ᾗ κρούοντες εὑρίσκομεν τὴν πολλὴν καὶ θαυμαστὴν αὐτοῦ εὐεργεσίαν. διπλᾶ οὖν αὐτοῦ τὰ χαρίσματα δέχεται γὰρ αὐτοῦ τοῦ ἀνθρώπου τὴν ψυχὴν χαρᾷ, ἣν ἔσχεν Ἀδὰμ πρὸ τῆς παρακοῆς, μετὰ πάντων τῶν λογισμῶν
61.1.12
αὐτῆς καὶ τὸν ἐπουράνιον βασιλέα ἔχει νυμφίον οἰκοῦντα ἐν αὐτῇ. αὕτη ἦν ἡ διπλῆ μερίς, ἣν ἔλαβεν Ἰωσὴφ παρὰ τοῦ πατρός, καὶ ἡ διπλῆ κληρονομία, ἣν εἶπεν Ἰακὼβ μερίδα ἀγροῦ «ἣν ἐκτησάμην ἐν τῷ τόξῳ μου καὶ ῥομφαίᾳ». ἐπὶ μὲν γὰρ τοῦ κυρίου οὕτω λαμβάνεται, ὅτι τῶν ἀγγέλων καὶ τῶν ἁγίων πάντων τῶν ἐπουρανίων κληρονομίαν ἐκέκτητο, ἐλθὼν δὲ καὶ γενόμενος ἄνθρωπος ἐπολέμησε τῇ ἐναντίᾳ δυνάμει καὶ κατεκυρίευσε «τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ» καὶ τὴν κληρονομίαν ἔλαβε τῶν ἀνθρώπων «ἐν τόξῳ καὶ ῥομφαίᾳ». καὶ νῦν δὲ αὐτὸς πολεμεῖ ἐν ἡμῖν ὑπὲρ ἡμῶν τῇ κακίᾳ καὶ λαμβάνει ἡμᾶς ἑαυτῷ
61.1.13
κληρονομίαν εὐάρεστον. ἐπὶ δὲ τοῦ ἀνθρώπου διπλῆν κληρονομίαν οὕτω νοοῦμεν· ἀπολαμβάνει τὸν πρωτόπλαστον ἄνθρωπον σὺν πᾶσι τοῖς λογισμοῖς, δι' ὧν διακονεῖ τῷ θεῷ καὶ τὴν ἀληθινὴν καὶ ἄρρητον κληρονομίαν αὐτοῦ, τὸν Χριστὸν οἰκοῦντα ἐν ἡμῖν καὶ φωτίζοντα καὶ ὁδηγοῦντα ἡμᾶς, ὡς τὸ θεϊκὸν αὐτοῦ πνεῦμα ἐπίσταται, ἐντυγχάνοντα δὲ ὑπὲρ ἡμῶν κατὰ τὸν ἀπόστολον· «τὸ τί προσευξόμεθα καθ' ὃ δεῖ οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις». τὸ πρὶν γὰρ κατείχετο ἡ ψυχὴ ὑπὸ τὴν δεινὴν αἰχμαλωσίαν τοῦ δεινοῦ πνεύματος τοῦ ἄρχοντος τοῦ σκότους.
61.2.1
Φησὶν οὖν ἡ γραφὴ μυστικῶς· «φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐχ ὑπῆρχον». τοῦτο δὲ ἐν μὲν τοῖς φανεροῖς ἐγένετο ἐπὶ τοῦ κυρίου, ὅτε ὑπὸ Ἡρώδου τὰ παίδια ἀνῃρέθησαν, ἐν δὲ τῷ κρυπτῷ οὕτως νοεῖται. «φωνὴ ἐν Ῥαμὰ» ἐν βουνῷ (τουτέστιν ἐν τοῖς ἐπουρανίοις) «ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς·» Ῥαχὴλ ἡ ἀληθινὴ μήτηρ, ἡ ἐπουράνιος χάρις, τὸ πνεῦμα τὸ ἅγιον, ἔκκλαιε τὴν αἰχμαλωσίαν τῶν ἀνθρώπων, τοὺς ὑπὸ τὸν πονηρὸν ἄρχοντα ὄντας καὶ ἐν σκότει πεπεδημένους δεινῶς· ἔκλαιε δέ, ὅτι οὔκ εἰσιν ἐν τῇ ζωῇ
61.2.2
τοῦ πνεύματος, ἐν φωτὶ ἀγαθότητος. ὅτε δὲ ηὐδόκησεν ὁ κύριος τῇ χρηστότητι αὐτοῦ τῇ πολλῇ καὶ ἐξέχεε τὸ πνεῦμα αὐτοῦ ἐπὶ τοὺς πιστεύοντας καὶ ἐγέννησεν αὐτοὺς ἐκ τοῦ ἰδίου πνεύματος, τότε ἀγαλλίασις καὶ χαρὰ καὶ εὐφροσύνη ἐν τοῖς ὑψώμασι τῶν οὐρανῶν γέγονεν ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ κατὰ τὸ γεγραμμένον· «οὕτως ἔσται χαρὰ ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι». διότι ἡ ἐπουράνιος μήτηρ Ἱερουσαλὴμ ἡ πρὶν στεῖρα οὖσα τὰ τῶν ἀνθρώπων ἐγέννησε τέκνα, ἅπερ οὐκ ἦν, ἐν αὐτῇ πρότερον κατὰ τὸ εἰρημένον·
61.2.3
«ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν πάντων». καὶ νῦν δὲ εἴ τις οὐκ ἐγεννήθη ἐκ τῆς ἐπουρανίου μητρός, ἀλλ' ἔτι τὴν εἰκόνα φορεῖ τοῦ παλαιοῦ ἀνθρώπου καὶ ὑπὸ τὸ κάλυμμα τοῦ σκότους τῆς ἁμαρτίας ἐστὶ καὶ ὑπὸ τὴν αἰχμαλωσίαν καὶ τὴν δουλείαν τὴν πικρὰν καὶ ἔτι δέδεται ἐν τοῖς δεσμοῖς τῆς ἁμαρτίας, πένθος καὶ θρῆνον δεινὸν ἐγείρει τῇ μητρὶ Ῥαχήλ, τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων. λυπεῖται γὰρ ὁρῶσα τοὺς ἀνθρώπους ἐν τῷ αἰωνίῳ θανάτῳ κατακειμένους καὶ ταῖς ἀρρήκτοις πέδαις δεδεμένους καὶ μάλιστα
61.2.4
ἐνεστῶτος τοῦ καιροῦ τῆς ἀπολυτρώσεως. αὕτη γὰρ ἡ εὔσπλαγχνος μήτηρ πάντας τοὺς ἀνθρώπους ἐκάλεσε καὶ ἠθέλησε δι' ἑαυτῆς γεννῆσαι καὶ ἐπουρανίους ποιῆσαι. διὰ τοῦτο κήρυκας ἀπέστειλε καλοῦσα ἅπαντας καὶ προτρεπομένους γεννηθῆναι ἐξ αὐτῆς, καὶ ὅσοι ἐπίστευσαν καὶ ἤλπισαν καὶ ἠγάπησαν τὸ φῶς ὑπὲρ τὸ σκότος ἔτυχον τῆς ἐπαγγελίας καὶ τῆς θείας ἀναγεννήσεως. Δόξα τῇ εὐσπλάγχνῳ μητρί, τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων. Ἀμήν. 62. τ. 1 ΛΟΓΟΣ ΞΒʹ. περὶ ἡσυχίας.

Intertext edge

Open linked passage

Note