Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 62 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
62.1.1
Ἡσυχίαν μὲν ἐν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἐν ἔργοις, ὡσαύτως δὲ ἐν
62.1.2
γέλωτι καὶ βαδίσματι· σφοδρότητα δὲ ἀπόφευγε προπετῆ. οὕτω γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος, καὶ οὐχὶ ὑπὸ τῆς σφοδρότητος ταρχώδης γενόμενος ἀσθενὴς ἔσται καὶ βραχὺς περὶ φρόνησιν καὶ τῶν σκοτεινῶν νοερῶν, οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας, ἡττηθήσεται δὲ ἐπὶ ζέοντος θυμοῦ, ἡττηθή
62.1.3
σεται δὲ τῶν ἄλλων παθῶν· ἕτοιμον αὐτοῖς ἅρπαγμα προκείμενος. τὸν γὰρ δὴ νοῦν προσήκει τῶν παθῶν ἐπικρατεῖν, ὑψηλὸν ἐφ' ἡσύχου θρόνου καθήμενον ἀφορῶντα πρὸς θεόν. μηδὲ νωχελὴς ἔσο περὶ ἔργα, μηδὲ νωθὴς ἐν λόγοις, μηδὲ ἐν βαδίσμασιν ὄκνου πεπληρωμένος, ἵνα σοι ῥυθμὸς ἀγαθὸς τὴν
62.1.4
ἡσυχίαν κοσμοίη καὶ θεοειδές τι καὶ οἷον νοερὸν τὸ σχῆμα φαίνηται. φυλάττου δὲ καὶ τῆς ὑπερηφανίας τὰ σύμβολα, σχῆμα ὑψαυχοῦν καὶ κεφαλὴν
62.1.5
ἐξηρμένην καὶ βῆμα ποδῶν ἁβρὸν καὶ μετέωρον. ἤπια δέ σοι πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα καὶ προσηγορίαι γλυκεῖαι, αἰδὼς δὲ πρὸς
62.1.6
γυναῖκας καὶ τὸ βλέμμα κάτω τετραμμένον εἰς γῆν. λαλεῖ δὲ περιεσκεμμένως πάντα καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου τῇ χρείᾳ τῶν ἀκουόντων τὸ φθέγμα μετρῶν, ἄχρι δὴ καὶ ἐξάκουστον εἴη καὶ μήτε διαφεύγοι τὴν ἀκοὴν
62.1.7
τῶν παρόντων ὑπὸ σμικρότητος μήτε ὑπερβάλλοι μεῖζον τῇ κραυγῇ. φυλάττου δὲ ὅπως μηδὲν ποτὲ λαλήσῃς ὃ μὴ προεσκέψω καὶ προενοήσας μηδὲ προχείρως ἄκουε, ἀλλὰ μηδὲ μεταξὺ τῶν ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ.
62.1.8
δεῖ γὰρ ἀνὰ μέρος ἀκούειν τε καὶ διαλέγεσθαι, χρόνῳ μερίζοντα λόγον καὶ σιωπήν. μάνθανε δὲ ἀσμένως καὶ ἀφθόνως δίδασκε, μήποτε ὑπὸ φθόνου ποτὲ
62.1.9
σοφίαν ἀποκρύπτου τοὺς ἑτέρους, μηδὲ μαθήσεως ἀφίστασο. δίωκε δὲ τὸ πρεσβυτέρους ἶσα πατράσι τιμᾶν ὡς θεράποντας θεοῦ, τοῖς δὲ νεωτέροις σαυτοῦ
62.1.10
κάταρχε σοφίας καὶ ἀρετῆς. μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους, μηδὲ
62.1.11
χλευαστὴς κατ' αὐτῶν καὶ γελωτοποιός. ψεῦδος τε καὶ δόλον καὶ ὕβριν ἰσχυρῶς παραιτοῦ· σὺν εὐφημίᾳ δὲ φέρε καὶ τὸν ὑπερήφανον καὶ ὑβριστὴν πράως
62.1.12
τε καὶ μεγαλοψύχως. ἀνηρτήσθω δέ σοι πάντα εἰς θεὸν καὶ ἔργα καὶ λόγοι, καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ, καὶ πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχὴν καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τῷ θείῳ
62.1.13
φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενος ἀπὸ πάσης λαλιᾶς τε καὶ πράξεως. καὶ μεθ' ἡμέραν μὲν ἀνθρώποις κοινοῦ τὴν σεαυτοῦ φρόνησιν, θεῷ δὲ πολλάκις μὲν ἐν ἡμέρᾳ, ἐπὶ πλεῖστον δὲ ἐν νυκτί. μὴ οὖν ὕπνος ἐπικρατείτω πολὺς τῶν πρὸς
62.1.14
θεὸν εὐχῶν τε καὶ ὕμνων· θανάτῳ γὰρ ὁ μακρὸς ὕπνος ἐφάμιλλος. πᾶσαν μὲν ἡμέραν ἀνθρώποις ἀγαθόν τι ποιῶν ἢ λέγων διατέλει, μέτοχος δὲ ἀεὶ Χριστοῦ καθίστασο τὴν θείαν αὐγὴν καταλάμποντος ἐξ οὐρανοῦ· εὐφροσύνη
62.1.15
τε σοι διηνεκὴς καὶ ἄπαυστος ἔστω Χριστός. μηδὲ λύε τὸν τῆς ψυχῆς
62.1.16
τόνον ἐν εὐωχίᾳ καὶ πότων ἀνέσεσιν μεθιστὰς τῶν οἰκείων τῇ διανοίᾳ τέρψεων ὧν οὐδεὶς ὁ κόρος, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες καὶ μὴ πρόσθεν
62.1.16
ἐπείγου πρὸς τροφάς, πρὶν ἢ καὶ δείπνου παρείη καιρός. ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα. ἴθι δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶς καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνων· μηδὲ σαρκο
62.1.17
βόρος μηδὲ φίλοινος ἔσο, ὁπότε μὴ νόσου τις ἴασις ἐπὶ ταῦτα ἄγει. ἀλλὰ ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ
62.1.18
καὶ τῇ παρὰ θεοῦ σοι χορηγουμένῃ σοφίᾳ. οὐράνιος ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν· καὶ τὰς πολλὰς περὶ σώματος ἔα μερίμνας, τεθαρρηκὼς ἐλπίσι ταῖς πρὸς θεόν, ὅτι σοι τά γε ἀναγκαῖα παρέξει διαρκῆτροφήν τε τὴν εἰς ζωὴν καὶ κάλυμμα σώματος καὶ χειμερινοῦ ψύχους ἀλεξιτήρια· τοῦ γὰρ δὴ σοῦ βασιλέως γῆ τε ἅπασα καὶ ὅσα ἐκφύεται ἐκ γῆς. μέλλει δὲ αὐτῷ τῶν αὐτοῦ θεραπόντων ὑπερβαλλόντως καὶ περιέπει καθάπερ ἱερὰ καὶ ναοὺς
62.1.19
αὐτοῦ. διὰ δὴ τοῦτο μηδὲ νόσους ὑπερβαλλόντως δέδιε μηδὲ γήρως ἔφοδον χρόνῳ προσδοκωμένου· παύσεται γὰρ καὶ νόσος, ἐπὰν τῷ σῷ δοκῇ βασιλεῖ, καὶ ὅταν ᾖ σοι πρὸς τὴν ψυχὴν τοῦτο καλόν (τὸ δέ σοι γῆρας ὥσπερ
62.1.20
πτέρυξι τῇ θείᾳ σκεπάσει δυνάμει περιβάλλον). ταῦτα εἰδὼς καὶ πρὸς νόσους τῆς ψυχῆς ἰσχυροὺς εὐθαρσὴς ὤνὥσπερ τίς ἀνὴρ ἐν σταδίοις ἀγωνιστὴς ἄριστος ἀτρέπτως τῇ δυνάμει τοὺς πόνους ὑφίσταται μηδ' ὑπὸ λύπης
62.1.21
πάνυ τι πιέζου τὴν ψυχήν. εἰ δὲ νόσος εἴη ἐπικειμένη μὴ βαρύνου μηδ' εἴ τι ἄλλο σοι συμπίπτει δυσχερές, ἀλλὰ γενναῖον ἀνίστα τὸν νοῦν, χάριτας ἀνάγων θεῷ καὶ ἐν μέσοις τοῖς ἐπιπόνοις πράγμασι ἅτε δὲ σοφώτερα τε
62.1.22
ἀνθρώπων φρονοῦντι καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥᾶον ἀνθρώποις εὑρεῖν. ἐλέει δὲ κακουμένους, καὶ τὴν παρὰ θεοῦ βοήθειαν ἐπὶ ἀνθρώποις αἰτοῦ· ἐπινεύσει γὰρ αἰτοῦντι τῷ φίλῳ τὴν χάριν, καὶ τοῖς κακουμένοις ἐπικουρίαν παρέξει, τὴν αὐτοῦ δύναμιν γνώριμον ἀνθρώποις καθιστάναι βουλόμενος, ὡς ἂν εἰς ἐπίγνωσιν ἐλθόντι ἐπὶ θεὸν ἀνίωσι καὶ τῆς αἰωνίου μακαριότητος ἀπολαύσωσιν, ἐπειδὰν ὁ τοῦ θεοῦ υἱὸς παραγένηται τὰ ἀγαθὰ τοῖς δικαίοις ἀποκαθιστῶν.
62.1.23
Καλὸν τὸ φοβεῖσθαι ἀεὶ καὶ μὴ ἐμπιστεύειν ἑαυτῷ κατὰ πάντα τρόπον, ἵνα μὴ βυθισθῇ τις κακῶς. εἰδὼς γὰρ ὅτι καλῶς ποιεῖ, οὐκ ἔστιν ὡς νομίζει.
62.1.24
μᾶλλον μὲν οὖν ἀεὶ τὸν θεὸν παρακαλείτω, ἵνα αὐτὸς γένηται αὐτοῦ ὁδηγὸς καὶ ὁδὸς καὶ νοῦς καὶ διάκρισις καὶ ἑρμηνευτής· ἕως δ' ἂν εὕρῃ τὸν Χριστὸν ἐν
62.1.25
ἑαυτῷ, ὅλως μὴ ἐμπιστεύσῃ ἑαυτῷ. ὡς ὅταν τις ῥυσθῇ ἐκ κινδύνου πλοίου, ἵνα διασωθῇ καὶ οὐ μέλει αὐτῷ περὶ τῶν ἐν τῷ πλοίῳ διὰ τὸν φόβον τῆς θαλάσσης, οὕτω καὶ ὁ Χριστιανὸς ὀφείλει διὰ τὸν θεὸν ἀεὶ φοβεῖσθαι καὶ μὴ
62.1.26
καταφρονεῖν. ὁ θέλων σωθῆναι ἀγωνίσηται, τι θέλει ὁ θεός. τοῦτό ἐστι τὸ θέλημα τοῦ θεοῦ· ὁ ἀγαπῶν τὸν θεὸν βιαζέσθω, ἵνα ἀγαπᾷ καὶ τὸν
62.1.27
πλησίον αὐτοῦ. ἤτω ταπεινὸς ἐνώπιον τοῦ θεοῦ καὶ ἀνθρώπων προσέχων ἀεὶ τῇ καρδίᾳ καὶ ἀνθιστάμενος τοῖς κακοῖς διαλογισμοῖς. καὶ ὅταν ἐκεῖ

62.1.28
πλησίον αὐτοῦ. ἤτω ταπεινὸς ἐνώπιον τοῦ θεοῦ καὶ ἀνθρώπων προσέχων ἀεὶ τῇ καρδίᾳ καὶ ἀνθιστάμενος τοῖς κακοῖς διαλογισμοῖς. καὶ ὅταν ἐκεῖ προσέχῃ τις, ἀεὶ δεῖ αὐτὸν καὶ ἐν φόβῳ εἶναι καὶ ἀγαπητικὸν καὶ ταπεινὸν καὶ μέριμναν ἔχειν, πῶς ἀρέσει τῷ κυρίῳ καὶ ἀντιπολεμεῖν τῷ παλαιῷ ἀνθρώπῳ.
62.1.28
ὁ δὲ ἀμεριμνῶν καὶ ἀπολελυμένην ἔχων τὴν καρδίαν, οὗτος ἐν τῇ παλαιότητι
62.1.29
ἕστηκεν, οὔπω ἤρξατο ἀγωνίζεσθαι καὶ πολεμεῖν οὐκ οἶδε. καλὸν οὖν τὸ ἀεὶ ἐν φόβῳ εἶναι καὶ ζητεῖν σύνεσιν καὶ βοήθειαν παρὰ κυρίου, ἵνα δυνηθῇ τις σωθῆναι διὰ τοῦ κυρίου. Ἀμήν. 63. τ. 1 ΛΟΓΟΣ ΞΓʹ.

Intertext edge

Open linked passage

Note