Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermones 64
Macarius of Egypt64 63 · pg-scrape-grcMore by Macarius of Egypt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/macarius-of-egypt" aria-label="More works by Macarius of Egypt"> —
⋯
More
Original / primary: Pg Scrape Grc
63.1.1
Ὁ λόγος τῆς ἀληθείας ὁ κηρυσσόμενος ὑπὸ τῶν πνευματικῶν κηρύκων τῆς ἀληθείας τοῖς τέκνοις τῆς βασιλείας κηρύσσεται καὶ λαλεῖται, ὥς φησιν ὁ κύριος· «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς», καὶ ἀλλαχοῦ που· «μυστήριον ἐμὸν ἐμοὶ καὶ τοῖς υἱοῖς τοῦ οἴκου
63.1.2
μου». ἀκούοντες τοίνυν τοῦ λόγου τῆς βασιλείας καὶ δακρύοντες καὶ κλαίοντες μὴ τοῖς ἡμετέροις δάκρυσι καὶ κλαυθμοῖς ἐναπομείνωμεν καὶ τῇ ἡμετέρᾳ ἀκοῇ ὡς δὴ καταλαβόντες τὴν ἀλήθειαν καὶ ἀκούσαντες καὶ εἰδότες τὸ θέλημα τοῦ θεοῦ. ἔστι γὰρ καὶ ἕτερα ὦτα καὶ ἕτεροι ὀφθαλμοὶ καὶ ἕτεροι κλαυθμοὶ καὶ ἑτέρα διάνοια καὶ ἑτέρα ψυχή, τουτέστιν αὐτὸ τὸ θεϊκὸν καὶ ἐπουράνιον πνεῦμα τὸ ἀκοῦον καὶ κλαῖον καὶ εὐχόμενον καὶ γινῶσκον καὶ ποιοῦν
63.1.3
τὸ θέλημα τοῦ θεοῦ ἐν ἀληθείᾳ. τοῖς γὰρ ἀποστόλοις ὁ κύριος μεγάλην δωρεὰν ἐπαγγελόμενος ἔλεγεν·" 1ὑπάγω καὶ ἀποστέλλω ὑμῖν τὸν παράκλητον" 2, «τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται», ἵνα μεθ' ὑμῶν ᾖ εἰς τὸν αἰῶνα. ἐκεῖνος ἀκούσει καὶ διδάξει πάντα καὶ «ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν». «ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι·
63.1.4
ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος διδάξει πάντα ἃ ἐλάλησα ὑμῖν καὶ ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν ἀλήθειαν». ἐκεῖνος οὖν προσεύξεται, ἐκεῖνος κλαύσει. «τὸ γὰρ τί προσευξόμεθα καθ' ὃ δεῖ οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις». αὐτὸ γὰρ τὸ πνεῦμα μόνον οἶδε τὸ θέλημα τοῦ θεοῦ· «τὰ» γὰρ «τοῦ θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ». φησὶ γὰρ ὁ κύριος· «ἐὰν μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται. συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω», καὶ πάλιν· «ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς» καὶ «πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς
63.1.5
αἴρει ἀφ' ὑμῶν». τότε γὰρ οἱ ἀπόστολοι θεωροῦντες αὐτοῦ τὴν σάρκα, οὐδέπω τῆς δυνάμεως τοῦ πνεύματος εἰς αὐτοὺς ἐλθούσης, ἐνόμιζον καταλιμπάνεσθαι ὑπὸ τοῦ κυρίου διὰ τὸ χωρίζεσθαι αὐτὸν ἀπ' αὐτῶν. ἀνελθὼν δὲ καὶ καθίσας τὸ σῶμα ἐκ δεξιῶν τῆς μεγαλωσύνης τοῦ θεοῦ καὶ προσκυνηθεὶς ὑπὸ πασῶν τῶν ἐπουρανίων δυνάμεων καὶ ἀγγέλων καὶ ἀρχῶν καὶ ἐξουσιῶν, τότε ἀπέστειλεν αὐτοῖς κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ τὸ παράκλητον πνεῦμα ἐν τῇ ἡμέρᾳ τῆς πεντεκοστῆς, καὶ οὕτως ἡ δύναμις τοῦ πνεύματος τοῦ παρακλήτου ἐν ταῖς ψυχαῖς αὐτῶν ἐλθοῦσα κατέπαυσεν, ἀποκαλυφθέντων τῶν ὀφθαλμῶν τῆς καρδίας αὐτῶν καὶ τοῦ καλύμματος τῆς κακίας τελείως ἀπ' αὐτῶν περιαιρεθέντος καὶ τῶν παθῶν καταργηθέντων, τότε λοιπὸν σοφισθέντες ὑπὸ τοῦ πνεύματος καὶ τέλειοι γεγονότες τὸ θέλημα τοῦ θεοῦ ἐπέγνωσαν ἐν ἀληθείᾳ ποιεῖν διὰ τοῦ πνεύματος καὶ διδάσκαλοι καὶ ὁδηγοὶ τῶν ἀνθρώπων γεγόνασι, τοῦ πνεύματος ὁδηγοῦντος αὐτοὺς εἰς πᾶσαν ἀλήθειαν ὡς ἡγεμονεύσαντος καὶ βασιλεύσαντος
63.1.6
τῶν ψυχῶν αὐτῶν. ἡμεῖς τοίνυν ἐπὰν ἀκούωμεν τὸν λόγον τοῦ θεοῦ καὶ κλαίωμεν, παρακαλέσωμεν τὸν κύριον καὶ προσδοκήσωμεν αὐτὸν ἀδιστάκτῳ πίστει ἐλθεῖν ἐν ἡμῖν τὸ ἀληθῶς ἀκοῦον καὶ προσευχόμενον πνεῦμα κατὰ τὸ θέλημα τοῦ θεοῦ. τὰ γὰρ ἴδια τῆς ψυχῆς ἡμῶν κάλλη καὶ οἱ καρποὶ ἤγουν εὐχὴ καὶ κλαυθμοὶ ἢ ἀγάπη ἢ ἀκοὴ ἢ πίστις καὶ τὰ λοιπὰ τῶν ἀρετῶν ἐπιτηδεύματα, ἐπὰν μιχθῇ καὶ κοινωνήσῃ τῇ τοῦ πνεύματος κοινωνίᾳ καὶ ὥσπερ θυμίαμα ἐν πυρὶ βληθὲν πλουσίαν τὴν εὐωδίαν ἀποδώσει, τότε ἀληθῶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτευόμεθα καὶ μετὰ ἁγιότητος πάντα ἐπιτελοῦμεν. ἄνευ γὰρ τοῦ ἁγίου πνεύματος τὸ θέλημα τοῦ θεοῦ οὐδεὶς ἐπιγινώσκει.
63.2.1
Ὥσπερ γὰρ ἐν τῷ κόσμῳ ὡρμασμένη ἀνδρὶ γυνὴ πρὸ τοῦ συναφθῆναι
63.2.2
αὐτῷ ἔχει ἰδίους νόμους καὶ ἀναστροφὴν καὶ ἐργασίαν καὶ διαγωγὴν κατὰ τὸ θέλημα αὐτῆς, ἐπὰν δὲ συναφθῇ καὶ κοινωνήσῃ τῷ ἀνδρὶ αὐτῆς, λοιπὸν ὑπὸ τὸ θέλημα τοῦ ἀνδρὸς καὶ τὴν δεσποτείαν αὐτοῦ ἐστι, κἂν ἔχῃ ἰδίους νόμους καὶ ἴδιον θέλημα δεδούλωται τῷ ἰδίῳ αὐτῆς ἀνδρὶ καὶ κατὰ τὸ θέλημα αὐτῆς οὐ πορεύεται. τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἔχει ἴδιον θέλημα καὶ ἰδίους νόμους καὶ ἴδια ἔργα, ἐπὰν δὲ καταξιωθῇ κοινωνῆσαι τῷ ἐπουρανίῳ ἀνδρὶ Χριστῷ ὑποτέτακται τῷ νόμῳ τοῦ ἀνδρός, τὸ θέλημα αὐτῆς μὴ ποιοῦσα, ἀλλὰ τὸ τοῦ ἑαυτῆς νυμφίου Χριστοῦ. εἰ δὲ ἀπειθεῖ καὶ ἀντιλέγει καὶ οὐχ ὑπακούει τοῦ νόμου τοῦ ἀνδρός, μὴ κοινωνοῦσα μηδὲ ἀρέσκουσα αὐτῷ μηδὲ κατὰ τὸ τοῦ πνεύματος θέλημα ἀκολουθοῦσα μηδὲ τῇ χάριτι σύμφωνος γινομένῃ, πάσχει ὡς ἐκεῖ Μωϋσῆς διετάξατο τυπικῶς· «ἐὰν δὲ ἀπειθῇ, φησί, καὶ ἀντιλέγει τῷ ἀνδρὶ καὶ μὴ ὑπείκῃ αὐτῷ τὰς δύο χεῖρας ἐπὶ τὸ πρόσωπον αὐτῆς ἐπιθεὶς ἐκβάλλει αὐτὴν ἀπὸ τοῦ οἴκου αὐτοῦ». ἀπορρίπτεται οὖν ἡ ἀνυπότακτος τῷ πνεύματι ψυχὴ ἐκ τοῦ ἐπουρανίου οἴκου τοῦ πατρὸς ὡς ἀχρεία καὶ ἀνεπιτηδεία.
63.2.2
Ἀλλ' ὥσπερ ἐν τῷ βίῳ τούτῳ συναπτομένης ἀνδρὶ νύμφης χοροὶ καὶ τύμπανα καὶ εὐφροσύναι καὶ ἑορταὶ γίνονται, καὶ ἐν τῷ οἴκῳ αὐτῶν θησαυροὶ ἀπόκεινται, τὸν αὐτὸν τρόπον καὶ ψυχῆς καταξιωθείσης συναφθῆναι τῷ ἐπουρανίῳ βασιλεῖ Χριστῷ πάντα τὰ πνευματικὰ καὶ ἐπουράνια ἀγαθὰ ἐν τῷ οἴκῳ τοῦ σώματος αὐτῆς ἔνδοθεν ἀπόκεινται. οἶκος γὰρ τοῦ ἐπουρανίου νυμφίου καὶ τῆς νύμφης ψυχῆς τὸ σῶμά ἐστιν. ἐκεῖ εἰσι καὶ οἱ νόμοι τοῦ πνεύματος οἱ ἐπουράνιοι ὅπου καὶ ἡ μυστικὴ καὶ ἄρρητος τῆς ἁγιότητος κοινωνία τοῦ πνεύματος ἔνδοθεν γίνεται. ἐκεῖ ἑορταὶ καὶ χοροὶ ἐπουρανίων δυνάμεων ἐπιτελοῦνται καὶ οἱ ἐπουράνιοι θησαυροὶ τῆς σοφίας οἱ ἀπόκρυφοι ἐκεῖ ἀποτίθενται, ἐκεῖ τὰ ἐνδύματα τοῦ φωτὸς τῆς θεότητος, ἐκεῖ οἱ στέφανοι οἱ πολυποίκιλοι καὶ πολυτελεῖς τοῦ θεϊκοῦ πνεύματος ἀποπεπλήρωνται, καὶ ἁπαξαπλῶς πᾶς ὁ πλοῦτος αὐτῶν καὶ ἡ περιουσία ἔνδοθεν ἐν τῷ οἴκῳ τοῦ σώματος τοῦ νυμφίου Χριστοῦ καὶ τῆς
63.2.3
νύμφης ψυχῆς ἐναποτεθησαύρισται. ὅταν τοίνυν ἀκούσῃς περὶ κοινωνίας καὶ χορῶν καὶ ἑορτῶν πνευματικῶν, μηδὲν ὑλικὸν καὶ ἐπίγειον ἐννοήσῃς σαρκικῷ φρονήματι φερόμενος· ταῦτα γὰρ σκιάς τινας καὶ ὑποδείγματα λαμβάνομεν διὰ τὸ ἑτέρως μὴ δύνασθαι ἐμφάσεις τῶν πνευματικῶν μυστηρίων δοῦναι· ἐκεῖνα γὰρ πάντα τὰ πνευματικὰ καὶ ἐπουράνια ἄρρητά ἐστι καὶ ἀνεκδιήγητα καὶ σαρκικοῖς ὀφθαλμοῖς ἀθεώρητα, ψυχῇ δὲ ἁγίᾳ καὶ πιστῇ εἰς κατάληψιν ἐρχομένῃ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος καὶ τὰ ἐνδύματα καὶ οἱ ἐπουράνιοι θησαυροὶ καὶ οἱ νόμοι καὶ οἱ χοροὶ καὶ ἑορταὶ τῶν ἁγίων ἀγγέλων. τῷ πείρᾳ παραλαβόντι καὶ καταξιωθέντι τυχεῖν, γινώσκονται μόνον, ἀμυήτῳ δὲ αὐτῶν νοῆσαι ἢ καταλαβεῖν ἀδύνατον ἢ μόνον πίστει δέξασθαι εὐλαβῶς ὑπὲρ γὰρ νοῦν ἀνθρώπινόν ἐστιν· οὐ γάρ εἰσιν ἐκ τοῦ αἰῶνος τούτου τὰ πνευματικὰ
63.2.4
καὶ ἐπουράνια, τὰ προειρημένα τῶν μυστηρίων τοῦ πνεύματος ἀγαθά. ὡς περὶ θεοῦ οὖν εὐλαβῶς καὶ περὶ πνευματικῶν ἄκουε μυστηρίων, πίστει δεχόμενος ἕως οὗ καταξιωθῇς πιστεύων καὶ αὐτὸς τούτων τυχεῖν, καὶ τότε γνώσῃ αὐτῇ τῇ πείρᾳ ψυχικοῖς ὀφθαλμοῖς, οἵων ἀγαθῶν καὶ οἵων μυστηρίων ψυχαὶ Χριστιανῶν καταξιοῦνται ἀπὸ τοῦ νῦν. ἐν γὰρ τῇ ἀναστάσει καὶ αὐτὸ τὸ σῶμα καταξιωθήσεται τυχεῖν βλέπον καὶ κρατοῦν αὐτά, ὅταν γένηται καὶ αὐτὸ πνεῦμα. διὰ τοῦτο γὰρ ἐκ παραβολῶν φαινομένων καὶ ὑποδειγμάτων ὁρωμένων ἐκεῖνα τὰ πνευματικὰ μυστήρια διηγούμεθα εἰς προτροπὴν καὶ προθυμίαν τῶν μετὰ πίστεως καὶ εὐλαβείας τὸν λόγον δεχομένων ψυχῶν, ὅπως ἀκούσασαι τῶν πνευματικῶν ἀγαθῶν τὴν ἐπαγγελίαν, ὧν ἀπὸ τοῦ νῦν ψυχαὶ ἁγίων καταξιοῦνται, σπουδάσωσι καὶ πιστεύσωσι τούτων τῶν μυστηρίων μέτοχοι γενέσθαι.
63.3.1
Ὁ γὰρ κύριος κατηχῶν τοὺς ἑαυτοῦ μαθητὰς καὶ ὑποδεικνὺς τὴν ἀλήθειαν ἔλεγε· «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», πτωχείαν εἰπὼν εὐθὺς ἐσήμανε καὶ τὴν βασιλείαν. αὕτη γὰρ ἡ ψυχὴ νύμφη καταξιοῦται τοῦ Χριστοῦ γενέσθαι καὶ αὕτη τὴν βασιλείαν κληρονομεῖ, αὐτὸν τὸν κύριον, ἡ πτωχὴ τῷ πνεύματι γινομένη, αὕτη ἐστὶν ἡ εὐειδὴς καὶ καλὴ καὶ ἀρεστὴ καὶ ἁρμόζουσα τῷ νυμφίῳ Χριστῷ νύμφη, ἡ πτωχὴ τῷ πνεύματι ψυχή. ἡ γὰρ μὴ οὖσα πτωχὴ τῷ πνεύματι οὐχ ἁρμόζει αὐτῷ. οὔκ ἐστι γὰρ εὐειδὴς οὔτε καλή, ἀλλ' ἀνόμοιος αὐτῷ καὶ ἀειδὴς τυγχάνει.
63.3.2
τὰ ὅμοια δὲ τοῖς ὁμοίοις πανταχοῦ ἁρμόζεται, τὸ καλὸν τῷ καλῷ καὶ τὸ σαπρὸν τῷ σαπρῷ. οὐ δύναται πόρνη μετὰ σώφρονος γυναικὸς οἰκῆσαι ἀνόμοιος γὰρ αὐτή ἐστιν οὐδὲ ἄτακτος καὶ ἀχρεῖος μετὰ ἀνδρὸς εὐσεβοῦς καὶ εὐλαβοῦς συνδιαιτᾶσθαιἀσύμφωνοι γὰρ ἀλλήλων εἰσίν, ἀλλ' ἕκαστος τῷ ὁμοίῳ κολλᾶται, ἀχρεῖος ἀχρείῳ καὶ καλὸς καλῷ, πόρνη μετὰ πόρνης καὶ σώφρων σώφρονι συναναστρέφεται. τὸν αὐτὸν τρόπον καὶ ἡ πτωχὴ τῷ πνεύματι ψυχὴ καλὴ καὶ ἀρεστὴ τυγχάνει Χριστῷ καὶ ἁρμόζει αὐτῷ εἰς τὴν πνευματικὴν συμβίωσιν. τοῦτο γὰρ ἡγεῖται τὸ κάλλος αὐτῆς καὶ τὴν ἀξίαν εἶναι αὐτοῦ, ἐὰν
63.3.3
ᾖ πτωχὴ τῷ πνεύματι. τίς οὖν ἐστιν ἡ πτωχὴ τῷ πνεύματι ψυχή; ἡ ἐπιγινώσκουσα τὰ τραύματα αὐτῆς καὶ εἰδυῖα τὸ περιέχον αὐτὴν σκότος τῶν παθῶν καὶ τὴν δουλείαν καὶ τοὺς δεσμοὺς αὐτῆς ἐπισταμένη καὶ ἐπιζητοῦσα πάντοτε τὴν ἀπὸ τοῦ κυρίου λύτρωσιν. αὕτη ἡ ψυχὴ ἡ βαστάζουσα πόνους καὶ ἀεὶ ἐπικαλουμένη καὶ δεομένη αὐτοῦ ἰάσεως τυχεῖν καὶ ἐπὶ μηδενὶ τῶν ἐπὶ γῆς ἀγαθῶν, οὐ θησαυρῷ βασιλικῷ, οὐ πλούτῳ, οὐ τρυφῇ, ἐπαναπαυομένη καὶ χαίρουσα, ἢ μόνον ζητοῦσα τὸν καλὸν ἰατρὸν καὶ ὑπ' αὐτοῦ τὴν ἴασιν καὶ τὴν θεραπείαν δέξασθαι προσδοκῶσα καὶ ἀναπαυθῆναι ἐλπίζουσα.
63.3.4
Πῶς τοίνυν ἡ τετραυματισμένη ψυχὴ καὶ πόνους ἔχουσα καλὴ καὶ εὐειδὴς καὶ εὔμορφος τυγχάνει καὶ πρὸς συμβίωσιν τοῦ Χριστοῦ ἁρμόζει ἑαυτήν; ὅτι κἂν κατὰ τὴν τῆς ἁμαρτίας δέσιν καὶ τὰ τραύματα τῶν παθῶν καὶ τὰς μάστιγας καὶ τὴν φθορὰν καὶ τοὺς ἐνυβρισμοὺς τῶν πνευμάτων τῆς πονηρίας ἀειδὴς καὶ δυσειδὴς τυγχάνῃ, ἀλλὰ κατὰ τὴν ἀρχαίαν αὐτῆς κτίσιν ὡραία καὶ καλὴ καὶ εὐειδὴς ὑπάρχει καὶ κατὰ τὴν ὀρθὴν ἐπίγνωσιν αὐτῆς γινωσκούσης ἐν ποίᾳ πτωχείᾳ καὶ ἐν ποίοις πάθεσι τετραυμάτισται καὶ ἐπιζητούσης καὶ καλούσης
63.3.5
τὸν ἰάσασθαι αὐτὴν δυνάμενον· ἐν τούτῳ οὖν καλὴ καὶ εὐειδὴς τυγχάνει. ἅπερ γὰρ ἔχει τραύματα καὶ μώλωπας παθῶν ἄκουσα καὶ μὴ συνηδομένη μηδὲ συνεργαζομένη, οὐ λογίζεται αὐτῇ εἰς ἀμορφίαν ὁ κύριος. αὐτὸς γὰρ ἐρχόμενος ἰᾶται αὐτὴν καὶ θεραπεύει καὶ τὸ κάλλος αὐτῆς ὑγιὲς ἀποκαθίστησι. μόνον αὐτὴ μὴ κοινωνεῖτο ἐκ προαιρέσεως μηδὲ συνδυαζέτω τοῖς ἐνεργουμένοις ἐν αὐτῇ πάθεσιν, ἀλλὰ πρὸς κύριον βοάτω ὅλῃ δυνάμει, ἵνα διὰ τοῦ πνεύματος
63.3.6
αὐτοῦ λύτρωσιν πάσης κακίας δέξασθαι καταξιωθῇ. μακαρία τοίνυν ψυχὴ ἡ πόνους βαστάζουσα καὶ ἐπὶ μηδενὶ ἀναπαυομένη, ἀλλ' ἐπιζητοῦσα ἀεὶ τὸν καλὸν καὶ μόνον ἰατρὸν Χριστόν, ὅτι τῷ πόνῳ τῆς ζητήσεως αὐτῆς ὁ κύριος ἐπιστὰς ταχείαν ποιήσει τὴν θεραπείαν. οὐαὶ δὲ ψυχῇ τῇ μὴ γινωσκούσῃ τὰ ἴδια αὐτῆς τραύματα, τὰ ἐκ τῆς ἐνεργείας τῶν παθῶν, ἀλλὰ νομιζούσῃ (ὡς ἐν ἀγνοίᾳ φερομένῃ) μηδὲν ἔχειν κακόν, καὶ ὑγιῆ τυγχάνειν καὶ πλουσίαν, καίτοι ἢ ἐν γνώσει ἢ ἐν λόγῳ οὖσαν πτωχὴν καὶ τυφλὴν καὶ τετραυματισμένην, διότι δὲ καὶ ὁ ἰατρὸς αὐτὴν οὐκ ἐπισκέπτεται καὶ θεραπεύει, ἑαυτὴν νομίζουσαν μὴ
63.3.7
εἶναι ἐν κακοῖς, ἀλλ' ἐν ὑγείᾳ διατελεῖν. ὥσπερ γὰρ οἱ ἐπὶ γῆς ἰατροί, ὅπου δ' ἂν ἐπιδημῶσιν, ἀεὶ τοὺς ἀσθενοῦντας ἐπισκέπτονται καὶ περὶ τῶν ἀσθενούντων ἐρωτῶσι, παρερχόμενοι τοὺς ὑγιεῖς ἐξ ὧν οὐδὲν κέρδος λαμβάνουσι, καὶ ἀεὶ οἱ τοὺς πόνους καὶ τὰ τραύματα βαστάζοντες τὸν ἰατρὸν ἠπειγμένως ἀνερευνῶσι. τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστὸς ἦλθεν ἐπὶ τοὺς κακῶς ἔχοντας, τοὺς γινώσκοντας τὰ ἑαυτῶν τραύματα τῆς κακίας τῶν παθῶν, οἱ τὸν ἰατρὸν τοῦτον ἐπιζητοῦσι καὶ οἱ χρείαν αὐτοῦ ἔχουσιν, ὡς αὐτὸς εἶπεν· «οὐ χρείαν ἔχουσιν οἱ
63.3.8
ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες». ἀλλ' οὗτοι οἱ ἐπὶ γῆς ἰατροὶ ἐν τῷ θεραπεύειν τὰ σώματα μισθὸν ἀργυρίου λαμβάνουσιν, ὁ δὲ ἀγαθὸς καὶ καλὸς καὶ μόνος ἡμέτερος ἰατρὸς Ἰησοῦς Χριστὸς μισθὸν λαμβάνει τὴν ὑγείαν καὶ ἴασιν τῶν ψυχῶν ἡμῶν. καὶ οὐ μόνον λαμβάνει, ἀλλ' ἅμα τῷ θεραπεῦσαι καὶ τροφῇ πνευματικῇ τρέφει καὶ ποτίζει τὴν ψυχήν, πνεῦμα ἅγιον καὶ ἐνδύματα φωτὸς ἐπουρανίου ἀμφιέννυσιν αὐτὴν καὶ ἑαυτῷ ἁρμόζεται καὶ λαμβάνει ὥσπερ νύμφην καλὴν εἰς τὴν τοῦ πνεύματος ἄρρητον κοινωνίαν πάσας τὰς
63.3.9
τοιαύτην γνῶσιν καὶ πίστιν καὶ προαίρεσιν ὀρθὴν ἀναλαμβάνουσας ψυχάς. ὢ τῆς τοῦ ἀγαθοῦ ἰατροῦ ἡμῶν ἀπείρου φιλανθρωπίας. καὶ γὰρ ἀπὸ τῶν φαινομένων ὁ κύριος οὕτως ἤρξατο ποιεῖν, ἐν τῇ ἐρήμῳ θεραπεύσας ἀσθενοῦντας καὶ κακῶς ἔχοντας καὶ τῶν ἀποστόλων βουλομένων ἀπολῦσαι αὐτοὺς οὐκ εἴασεν, ἀλλ' ἐθεράπευσεν καὶ ἔθρεψεν αὐτοὺς τῇ δωρεᾷ. οὕτω καὶ νῦν τῇ ἑαυτοῦ φιλανθρωπίᾳ, ἅμα τῷ ἰάσασθαι τὴν ψυχὴν ἡμῶν ὁ κύριος ἐκ τῶν δεινῶν μωλώπων καὶ τραυμάτων παρὰ ἀνθρώποις ἀνιάτων (τῶν κρυφίων τῆς ψυχῆς παθῶν) καὶ τρέφει καὶ ποτίζει ἐκ τοῦ πνεύματος αὐτοῦ καὶ ἐνδύματα ἐπουράνια φωτὸς θεϊκοῦ ἀμφιέννυσι τῇ γυμνότητι αὐτῆς καὶ νύμφην ἑαυτῷ ἁρμόζεται εἰς τὴν τοῦ πνεύματος αὐτοῦ κοινωνίαν. Δόξα τῷ μόνῳ καλῷ ἰατρῷ τῷ θεραπευτῇ τῶν ψυχῶν ἡμῶν.
63.3.10
Ἐν δὲ τῷ ἐγγίζειν τὸν καλὸν καὶ μόνον ἰατρὸν τὸν κύριον τῇ βασταζούσῃ πόνους καὶ πτωχῇ τῷ πνεύματι οὔσῃ ψυχῇ, ἐπὰν ἴδῃ αὐτὴν οὕτω διεφθαρμένην καὶ τετραυματισμένην καὶ μεμωλωπισμένην τοῖς πάθεσι, τότε λέγει τῷ ἐχθρῷ τῷ τραυματίσαντι καὶ φθείραντι αὐτήν· ὦ ἀναιδέστατε, μή σοι εἴη ἀγαθά, μὴ γένοιτό σοι ἔλεος, ὅτι οὕτως διεχειρίσω καὶ διέφθειρας καὶ ἐμόλυνας τὴν λογικὴν καὶ καλήν μου εἰκόνα καὶ οὕτως ἀσχήμως τοῖς πάθεσι ἐνύβρισας τὸ καλὸν καὶ θαυμαστὸν καὶ νοερόν μου κτίσμα τὸ ταῖς ἐμαῖς χερσὶ ποιηθὲν καὶ τῷ ἐμῷ πνεύματι ἐμφυσηθέν. τότε τιμωρεῖται θανάτῳ τὸν ἐχθρὸν τὸν ἐνυβρίσαντα καὶ ἀφανίσαντα, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ καλλωπίζει αὐτὴν τοῖς ἐνδύμασι τῆς θεότητος αὐτοῦ καὶ τρέφει τροφῇ οὐρανίῳ καὶ περικοσμεῖ κόσμῳ πνευματικῷ καὶ στέφει ἄνθεσιν ἀρετῶν τοῦ πνεύματος, καὶ οὕτως ἑαυτῷ νύμφην καλὴν καὶ ὡραίαν ἀποκαθίστησιν αὐτήν.
63.4.1
Μακάριοι τοίνυν οἱ ἀγαπωμένοι ὑπὸ τοῦ Χριστοῦ, μᾶλλον δὲ μακάριοι οἱ ἀγαπῶντες αὐτόν, ὅτι ἰδοὺ πᾶν γένος Ἀδὰμ ἠγαπήθη, ὑπὲρ πάντων γὰρ ἀπέθανεν. ἀλλ' οἱ ἀγαπῶντες αὐτὸν ἐξ ἀληθείας, οὗτοι ζωὴν ταῖς ἑαυτῶν ψυχαῖς περιποιοῦνται, οὗτοι ὠφέλειαν αἰώνιον καρποῦνται. καὶ σφόδρα λυπεῖται ὁ κύριος ἐπὶ ψυχῇ τῇ μὴ ἀγαπώσῃ αὐτόν. αὐτὸς γὰρ ἀπέστειλε καὶ ἐκάλεσε πάντας εἰς τοὺς γάμους, καθὼς ἐν τῷ εὐαγγελίῳ εἴρηται, καὶ ἐπὶ τοῖς μὴ παραγενομένοις σφόδρα ἐλυπήθη. ὁ δὲ γάμος ἐκεῖνος οὐράνιος καὶ πνευματικός ἐστιν. ὁ νυμφίος πνεῦμα, ἡ νύμφη πνεῦμα, ὁ παράνυμφος καὶ οἱ διάκονοι καὶ οἱ οἰνοχόοι πνεύματα, τὰ ἐνδύματα τοῦ γάμου πνεύματα, ὁ νυμφὼν καὶ ἡ κοίτη πνεῦμα, καὶ ἁπαξαπλῶς ὁ μὴ ἠμφιεσμένος τὸ πνεῦμα τὸ ἅγιον εἰς ἐκεῖνον τὸν ἐπουράνιον γάμον καὶ εἰς ἐκεῖνον τὸν πνευματικὸν δεῖπνον οὐ συνεστιάσεται οὐδὲ συναναστραφήσεται. εἷς γάρ τις εὑρεθεὶς μὴ ἔχων ἄξιον ἔνδυμα ἐκείνου τοῦ πνευματικοῦ γάμου ἐξεβλήθη εἰς τὸ ἐξώτερον σκότος.
63.4.2
Καὶ γὰρ τὸ ὕδωρ, ὅπερ ὁ κύριος ἐποίησεν οἶνον, ἡγοῦμαι ὅτι μυστήριόν τι ἦν, σημαῖνον ὅτι αἱ ψυχαὶ αἱ εἰλικρινῶς πιστεύσασαι καὶ τῷ πνεύματι γεννηθεῖσαι εἰς πνεῦμα μεταβληθήσονται, καθὼς εἴρηται· «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν». εἰ γὰρ ἐκεῖ τὸ ὕδωρ εἰς οἶνον μετέβαλε, πόσῳ μᾶλλον τὰς ψυχὰς τῶν πιστευόντων καὶ προσδοκώντων ἐν ἀληθείᾳ τὸν κύριον πνεῦμα ἀπεργάσεται καὶ εἰς πνεῦμα μεταβαλεῖ. καὶ εἰ ἐν τῇ ἐρήμῳ ὀλίγους ἄρτους λαβὼν ὁ κύριος εὐλόγησε, καὶ ὑπερεπερίσσευσε καὶ ἐχορτάσθησαν πολλὰ πλήθη, πόσῳ μᾶλλον τὴν ψυχὴν ταύτην τὴν νῦν ἐν στενότητι καὶ συνοχῇ πολλῇ οὖσαν καὶ μηδὲ ἑαυτῇ ἐπαρκεῖν δυναμένην διὰ τὴν συνοχὴν τῶν πονηρῶν λογισμῶν εὐλογήσας πνεύματι ἁγίῳ πλατύνει καὶ ἁπλώσει τὰ κεκαλλυμένα τῶν ἀρετῶν αὐτῆς μέλη, ὥστε οὐ μόνον αὐτὴν κορέννυσθαι, ἀλλὰ καὶ ἄλλους κορεννύειν ἐκ τῶν τοῦ πνεύματος διδασκαλιῶν.
63.4.3
Καὶ εἰ ἐν τῷ Ἠλίᾳ ὀλίγη «νεφέλη ὡς ἴχνος ἀνδρὸς» ἐκάλυψε τὸν οὐρανὸν παραχρῆμα θελήματι θεοῦ, πόσῳ μᾶλλον ἔνθα βαλεῖ ῥανίδα πνεύματος ἁγίου αὐξήσας πληρώσει ὅλην τὴν ψυχὴν τὴν ἑαυτὴν τῷ κυρίῳ ἀποδιδοῦσαν καὶ ἀπεργάσεται πνεῦμα. καὶ εἰ ὁ παραλυτικὸς ἐκεῖνος ὁ προσχὼν μετὰ πίστεως τῷ κυρίῳ εὐθέως ἰάθῃ ἐκ τῆς παραλύσεως αὐτοῦ, πόσῳ μᾶλλον ψυχὴ εἰς ἣν ἔλθῃ Χριστός, προσχοῦσα τῷ ὑπερλαμπρῷ καὶ ἐπουρανίῳ κάλλει τοῦ φωτὸς τοῦ προσώπου αὐτοῦ ἰαθήσεται καὶ ὑγιανεῖ ἐκ τῆς δεινῆς παραλύσεως τῶν παθῶν τῆς ἀτιμίας φωτιζομένη καὶ καταλαμπομένη ὑπὸ τοῦ ἀρρήτου κάλλους αὐτοῦ.
63.4.4
καὶ εἰ ἡ αἱμορροοῦσα γυνὴ ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ παραχρῆμα ἔστη ἡ ῥεύσις τοῦ αἵματος τῆς ἀκαθαρσίας αὐτῆς, πόσῳ μᾶλλον ψυχὴ πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένῃ τοῦ κρασπέδου τοῦ πνεύματος τῆς θεότητος τοῦ Χριστοῦ διὰ τῆς εἰλικρινοῦς πίστεως ὑγιάνει καὶ σταλῇ ἡ πηγὴ τῆς ἀκαθαρσίας τῶν ἀκαθάρτων καὶ πονηρῶν λογισμῶν. καὶ εἰ ἐκεῖ ὁ τυφλὸς βοήσας καὶ φωνήσας τὸν κύριον ἔτυχε τῆς ἰάσεως καὶ ἀνέβλεψε, πόσῳ μᾶλλον τῆς ψυχῆς τῆς πιστῆς βοώσης καὶ καλούσης αὐτὸν ἐλθὼν ἀνοίξει τοὺς νοεροὺς αὐτῆς ὀφθαλμοὺς τοῦ θεωρεῖν «τὴν δόξαν κυρίου ἀνακεκαλυμμένῳ προσώπῳ».
63.4.5
Τοιγαροῦν ἐρχέσθω ἡ νύμφη ψυχὴ πρὸς τὸν ἑαυτῆς νυμφίον Χριστόν, τεθυμιαμένη ἐκ τῶν καλῶν καὶ ἀγαθῶν αὐτῆς ἔργων. ἀλλ' ὥσπερ τὸ θυμίαμα τοῦτοὡς προειρήκαμενἐὰν μὴ βληθῇ καὶ μιχθῇ πυρί, πλουσίαν εὐωδίαν οὐκ ἀποδίδωσι, ἐπὰν δὲ μιχθῇ τῷ πυρὶ ἐνεργεῖ καὶ ἡδυτάτην καὶ σφοδροτάτην εὐωδίαν ἀποδίδωσι, καὶ ἀληθινὸν θυμίαμα οὐκ ἀποδείκνυται, τὸν αὐτὸν τρόπον καὶ τὰ καλὰ ἔργα τῆς ψυχῆς πάντα· ἡ εὐχή, ὁ κλαυθμός, ἡ νηστεία, ἡ ἀγρυπνία, καὶ τὰ λοιπὰ τῶν ἀρετῶν ἔργα, ἐὰν μὴ βληθῇ καὶ μιχθῇ ἐκεῖ τὸ πῦρ τοῦ πνεύματος τὸ οὐράνιον, οὐ δίδωσιν ἐνέργειαν ὀσμῆς ἡδυτάτης καὶ εὐωδίας πνευματικῆς ἀρετῶν τελείων. φησὶ γὰρ ὁ ἀπόστολος· «Χριστοῦ εὐωδία ἐσμέν». τεθυμίαται οὖν ἡ νύμφη ψυχὴ τοῖς ἑαυτῆς ἀγαθοῖς ἔργοις, τοῦ οὐρανίου πυρὸς ἐξάπτοντος καὶ εἰς πνευματικὴν εὐωδίαν ἀπεργαζομένου. αἰτήσωμεν οὖν καὶ ἡμεῖς τὸ οὐράνιον πῦρ τοῦ πνεύματος τὸ ἐρχόμενον καὶ καῖον καὶ φλέγον ἀδιαλείπτως τὰς ψυχὰς ἡμῶν πρὸς τὸν ἄνω πόθον καὶ τὴν εἰς Χριστὸν ἀδιάλειπ
63.4.6
τον καὶ ἄτρεπτον ἀγάπην. ἕστηκε τοίνυν οὗτος ὁ ἰατρὸς καὶ νυμφίος, φωνῶν καὶ λέγων ταῖς βουλομέναις τῆς αἰωνίου ζωῆς ἐπιλαβέσθαι ψυχαῖς·" 1κτήσασθε ὀφθαλμοὺς τοὺς βλέποντάς μου τὴν δόξαν, κτήσασθε ὦτα τὰ ἀκούοντα τῆς ἐμῆς ὁμιλίας, κτήσασθε παρ' ἐμοῦ ὕδωρ ζῶν, ὃ ἔσται ἡμῖν πηγὴ ἁλλομένη εἰς ζωὴν αἰώνιον. λάβετε παρ' ἐμοῦ οὐράνιον ἄρτον ἐξ οὗ τραφεῖσαι οὐκ ἀποθανεῖσθε, πίετε ἐκ τοῦ πνευματικοῦ μου οἴνου καὶ εὐφράνθητε οὐρανίῳ εὐφροσύνῃ καὶ μεθυσθῆτε μέθην νηφάλιον καὶ πνευματικήν, ἵν' ὥσπερ ἐν τοῖς σωματικῶς μεθύουσιν ὁ οἶνος λαλεῖ, οὕτω καὶ ὑμεῖς μεθυσθεῖσαι πνευματικῶς λαλήσητε ἐν πνεύματι μυστηρίων οὐρανίων διηγήματα, καθὼς γέγραπται· «καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον». λάβετε ἔλαιον ἀγαλλιάσεως τὸ ἀναψύχον καὶ ἀναπαῦον ὑμᾶς. λάβετε φῶς αἰώνιον παρ' ἐμοῦ, ἵνα μὴ ἐν σκότει ἀπομείνασαι ἀπόλλυσθε, λάβετε παρ' ἐμοῦ ἐξ οὐρανοῦ πῦρ ἅγιον καὶ πνευματικὸν ἔξαπτον καὶ φλέγον ἀδιαλείπτως εἰς τὸν πρὸς ἐμὲ πόθον. λάβετε παρ' ἐμοῦ ἐνδύματα φωτὸς ἄρρητα καλύπτοντα καὶ σκέποντα ὑμᾶς, ἵνα μὴ γυμναὶ
63.4.7
οὖσαι ἀσχημονεῖτε." 2 ταῦτα ἐν ἑκάστῳ ἡμῶν ἀεὶ ὁ κύριος βοᾷ καὶ διὰ τῶν πνευματικῶν κηρύκων κηρύσσει, ὁ ἡμέτερος ἰατρός, ὁ νυμφίος τῶν ψυχῶν ἡμῶν, ὁ ἐλθὼν καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, ἵνα τὰς ψυχὰς ἡμῶν ἁγίας καὶ καθαρὰς ἀπεργασάμενος καὶ ἀσπίλους καὶ ἀμώμους ἑαυτῷ παραστήσας τῆς αἰωνίου ζωῆς σὺν αὐτῷ ἀπολαῦσαι καταξιώσῃ. Δόξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ καὶ τῇ ἀνεκδιηγήτῳ ἀγάπῃ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 64. τ. 1 ΛΟΓΟΣ ΞΔʹ.

Intertext edge

Open linked passage

Note